Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Εκκλησιαστικές Κρίσεις και Σχέσεις με τις Εκκλησίες της Δύσεως

Ενημέρωση των δυτικών επισκόπων για τις θλίψεις της Ανατολής από τον Αρειανισμό και εκκλήσεις για αδελφική συμπαράσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 14 από 40

ΕΥΣΤΑΘΙῼ ΕΠΙΣΚΟΠῼ ΣΕΒΑΣΤΕΙΑΣ Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ, καὶ δεξάμενος δὲ παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος ἐδόξασα τὸν Θεόν, τὸν τοιοῦτον παραστάτην καὶ συνασπιστήν, διὰ τῆς πνευματικῆς βοηθείας, ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. Γινωσκέτω δὲ ἡ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς καὶ ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι ἡμῶν δι᾽ αὐτοῦ τὴν ἀσθένειαν.

ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Ὅσον τῶν Ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παραμυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες, ὅς, καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷ εἰδέναι τὰ βέλτιστα τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητά σου πιστεύῃ.

Διὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. Εἰ δὲ καταξιωθείημεν, τῇ συνεργίᾳ τῶν προσευχῶν σου, ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστολικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖς ἐλογισάμεθα ὧν ἐθλίβημεν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν.

ΙΝΝΟΚΕΝΤΙῼ ΕΠΙΣΚΟΠῼ Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον ἐλυπήθην ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. Πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσούτου διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι;

Ἕως μὲν γὰρ ὑμᾶς ἔχει ἡ Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται. Ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς ὁ Κύριος οἰκονομήσῃ, τίνας δύναμαι ὁμοτίμους ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν αὐτοῦ ἀδελφῶν ἐκπέμπειν;

Ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾶν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· ὃ καὶ ὁ μακάριος Μωσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν. Ἐπεὶ οὖν καὶ ὁ τόπος μέγας καὶ περιβόητος καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστὸν καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου, διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανισταμένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι, μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν Ἐκκλησιῶν. Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε ἕξω τῆς ἀπολογίας μου, τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τῷ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ, πρεσβύτερον τῆς Ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα, εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε τὴν σάρκα, πτωχὸν καὶ μηδένα πορισμὸν ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου εὐπορεῖν αὐτόν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ.

Τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι. Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς ἐπιτηδείου πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ Θεοῦ καὶ τῷ πράγματι ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι, ἀλλ᾽ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην φανερὰν καταστῆσαί σοι τὴν ἐμαυτοῦ γνώμην, ἵν᾽, εἰ χρῄζεις ἀνδρὸς τοιούτου, ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.

ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Ὅταν μὲν πρὸς τὰ πράγματα βλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν ὑφ᾽ ὧν πᾶσα ἀγαθοῦ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν καὶ λογισώμεθα ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς Ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμοὺς καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος τῇ ἐλπίδι τῶν χρηστοτέρων διανιστάμεθα. Λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. Καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφ᾽ ὑψηλῆς τινος σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας, ὅπως, καθάπερ ἐν πελάγει πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ἀλλήλοις προσρήγνυνται καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντων ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων ... Ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιζητούσης τι πλέον οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. Καὶ πρὸς ταῦτα τίς ἱκανὸς κυβερνήτης; Τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; Τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν;

Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρροῦντες ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν παραίνεσιν ἔχουσαν τῶν πρακτέων. Οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. Ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε Πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι, ἢ διά τινος τῶν αὐτόθεν πιστῶν ἢ καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ πρότερον δώσω μὴ λαβὼν τὰς παρ᾽ αὐτῶν ἀποκρίσεις· ἐὰν δὲ μή, »Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.» Πάντως δὲ οὐ πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. Εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλ᾽ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν ἀφικομένους.

ΚΗΝΣΙΤΟΡΙ Ἐμοὶ πρὸς τὴν σὴν εὐγένειαν συνήθεια μὲν καὶ ἡ κατ᾽ ὀφθαλμοὺς συντυχία πάνυ βραχεῖα γέγονε, γνῶσις δὲ ἡ ἐξ ἀκοῆς, δι᾽ ἧς πολλοῖς συναπτόμεθα τῶν ἐπιφανῶν, οὐκ ὀλίγη τε οὐδὲ εὐκαταφρόνητος. Εἰ δὲ καί σοί τις ἐκ τῆς φήμης περὶ ἡμῶν ὑπάρχει λόγος, αὐτὸς ἂν εἰδείης ἄμεινον. Τὸ δ᾽ οὖν σὸν παρ᾽ ἡμῖν τοιοῦτόν ἐστιν οἷον εἴπομεν. Ἐπειδὴ δὲ ἐκάλεσέ σε ὁ Θεὸς εἰς πρᾶγμα φιλανθρωπίας ἐπίδειξιν ἔχον, δι᾽ οὗ δυνατόν ἐστι διορθωθῆναι ἡμῶν τὴν πατρίδα παντελῶς ἐδαφισθεῖσαν, ἡγοῦμαι πρέπειν μοι ὑπομνῆσαί σου τὴν χρηστότητα, ἵνα ἐπ᾽ ἐλπίδι τῆς παρὰ Θεοῦ ἀνταποδόσεως τοιοῦτον σεαυτὸν καταξιώσῃς παρασχέσθαι ὥστε ἀθανάτου μὲν τῆς μνήμης ἀξιοῦσθαι, γενέσθαι δὲ αἰωνίων ἀναπαύσεων κληρονόμον ἐκ τοῦ ἐλαφροτέρας ποιῆσαι τοῖς καταπονουμένοις τὰς θλίψεις. Ἐπειδὴ δὲ κἀμοί τίς ἐστι κτῆσις περὶ Χαμανηνήν, ἀξιῶ σε προστῆναι αὐτῆς ὡς οἰκείας.

Μὴ θαυμάσῃς δέ, εἰ ἐμαυτοῦ λέγω τὰ τῶν φίλων, μετὰ τῆς ἄλλης ἀρετῆς καὶ φιλίαν πεπαιδευμένος καὶ μεμνημένος τοῦ σοφῶς εἰπόντος· «Ἄλλον ἑαυτὸν εἶναι τὸν φίλον.» Τὴν τοίνυν κτῆσιν τὴν διαφέρουσαν τῷδε, ταύτην ὡς ἐμαυτοῦ παρατίθεμαι τῇ τιμιότητί σου, καὶ παρακαλῶ, ἐπισκεψάμενον τὰ τῆς οἰκίας δυσχερῆ, δοῦναι αὐτοῖς καὶ τῶν παρελθόντων χρόνων παραμυθίαν καὶ πρὸς τὸ μέλλον αἱρετὴν αὐτοῖς κατασκευάσαι τὴν οἴκησιν, τὴν φευκτὴν καὶ ἀπηγορευμένην διὰ τὸ πλῆθος τῆς ἐπικειμένης αὐτῇ συντελείας. Σπουδάσω δὲ καὶ αὐτὸς περιτυχών σου τῇ κοσμιότητι ἐντελέστερον περὶ ἑκάστου διαλεχθῆναι.

ΗΓΕΜΟΝΙ Σχεδὸν μὲν ἄπιστόν ἐστιν ὃ μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν ὅτι, πᾶσαν ἔχων ἐπιθυμίαν, ὡς οἷόν τε ἦν, πυκνότατα διαλέγεσθαί σου τῇ καλοκαγαθίᾳ, ἐπειδὴ εὗρον ταύτην τῶν γραμμάτων τὴν ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλ᾽ ἀπώκνησα καὶ ἀνεδύην. Τὸ οὖν παράδοξον ἐν τούτῳ ὅτι, ἅπερ ηὐχόμην ὑπάρξαι, ταῦτα γενόμενα οὐκ ἐδεχόμην. Αἴτιον δὲ ὅτι αἰσχύνομαι δοκεῖν μὴ φιλίας ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε γράφειν. Ἀλλά με εἰσῆλθεν ἐκεῖνο (ὃ καὶ σὲ βούλομαι διανοηθέντα μή τοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον ἢ φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. Οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι, δηλονότι, καὶ ἰδιώτῃ, ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. Ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως ἡ σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, ἡ τῶν καμνόντων βοήθεια. Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν· ὅ, κἂν μηδεμία πρόφασις τῷ γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι.

Προσείρησο τοίνυν ἡμῖν, ὦ ἄριστε, καὶ φυλάττοιο τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμείβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. Τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς.

Μετὰ δὲ τὴν εὐχὴν δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν, μᾶλλον δὲ καὶ πρὸ τοῦ Βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. Ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντι διὰ τὸν χρόνον κινδυνεύοι τι τῶν κοινῶν. Δι᾽ ἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν εἰς τὸ μέσον; Τὸν γὰρ ὑϊδοῦν αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια;

Ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. Ὃ μὲν γὰρ οὐκ εἶδε γονέας οὐδ᾽ ἐγνώρισεν, ἀλλὰ δι᾽ ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς ἐκ σπαργάνων ἀμφοτέρων ὀρφανισθείς. Ὃ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν.

Ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον, εἶδε δὲ οἶκον ἔρημον διαδόχων, ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. Οὐ γὰρ δή που τὸ παιδίον εἰς βουλευτὰς συντελέσει ἢ ἐκλέξει τὰς εἰσφορὰς ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλ᾽ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. Δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον· πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν.

Οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν ἢ νόμων ὀλιγωρῆσαι ἢ φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει πράγματα.

ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ΟΡΚΟΥΝ Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις. Λειπόμενον ἦν καὶ διὰ τοῦ γράμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι ὅτι προσήκει παύσασθαι ἡμᾶς τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν.

Ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριον ἀφορμάς), ἀλλ᾽ ἵνα διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν Ἅγιον μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. Καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστὶ καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. Ἐπειδὰν γὰρ καταμελετήσωσι τὰς ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺς ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται.

Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται ὁ Δεσπότης, ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος, μὴ ἀνομείτωσαν διακενῆς μηδὲ παροξυνέτωσαν ἐφ᾽ ἑαυτοὺς τὸν Θεόν. Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα, ὄψονται οἱ ἀπειθοῦντες.

Τῼ ΗΓΕΜΟΝΙ Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντα τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺς φίλους εὐποιεῖν καὶ τῶν προσφευγόντων τῇ προστασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. Πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. Καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα ὑπὲρ οὗ τὴν πρεσβείαν ποιούμεθα καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦ κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικαλουμένοις.

Σῖτον γάρ, ὃν μόνον εἶχε πρὸς τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν ὁ ποθεινότατος ἀδελφὸς Δωρόθεος, διήρπασάν τινες ἐν Βηρίσοις τῶν τὰ δημόσια διοικεῖν πεπιστευμένων, εἴτε ἀφ᾽ ἑαυτῶν ἐλθόντες ἐπὶ τὴν βίαν εἴτε καὶ ἑτέρων αὐτοῖς ὑποθεμένων. Πλὴν οὐδαμόθεν αὐτοῖς τὸ πρᾶγμα ἀνέγκλητον. Τί γὰρ ἧττον ἀδικεῖ ὁ οἴκοθεν πονηρὸς ἢ ὁ ἑτέρων κακίᾳ ὑπηρετούμενος; Καὶ τοῖς πεπονθόσιν ἡ ζημία ὁμοία. Τοῦτον ἀξιοῦμεν δι᾽ ὧν ἀφῃρέθη μὲν ἀπολαβεῖν καὶ μὴ ἐξεῖναι αὐτοῖς ἐπὶ ἑτέρους τὴν αἰτίαν τῶν τετολμημένων ἀναφέρειν. Ὅσου δὲ ἄξιον τὸ τὴν ἐκ τῆς σιτοδείας διαφυγεῖν ἀνάγκην, τοσούτου τὴν χάριν τιμησόμεθα τὴν παρὰ τῆς σῆς μεγαλοφυΐας, ἐὰν ἄρα δοῦναι καταξιώσῃς.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΤΩΝ ΑΥΤΩΝ Ἐθαύμασα πῶς σοῦ μεσιτεύοντος τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι. Καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν, ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δ᾽ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. Εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. Δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν οἷς ἂν ἐθέλῃς. Ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφ᾽ ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΠΑΙΤΗΤῌ ΧΡΗΜΑΤΩΝ Τὴν δυσκολίαν τῆς συγκομιδῆς τοῦ πραγματευτικοῦ χρυσίου πάντων μάλιστα ἡ σὴ τιμιότης κατέμαθε, καὶ τῆς πενίας ἡμῶν οὐδένα μάρτυρα τοιοῦτον ἔχομεν οἷον σέ, ὃς ἐκ τῆς μεγάλης φιλανθρωπίας καὶ συνέπαθες ἡμῖν καὶ συμπεριηνέχθης μέχρι τοῦ παρόντος τὰ δυνατά, οὐδαμοῦ τὸ πρᾶον τῆς ἑαυτοῦ τῶν τρόπων καταστάσεως ἐκ τῆς τῶν ἄνωθεν ἐπικειμένων ταραχῆς παρακινήσας. Ἐπεὶ οὖν ὑπολείπεται ἡμῖν ἐκ τοῦ παντὸς σταθμοῦ ὀλίγον ἔτι χρυσίον καὶ τοῦτο ἀνάγκη ἐκ τοῦ ἐράνου, εἰς ὃν προετρεψάμεθα πᾶσαν τὴν πόλιν, συγκομισθῆναι, παρακαλοῦμέν σου τὴν ἡμερότητα μικρόν τι ἐκτεῖναι ἡμῖν τὴν προθεσμίαν, πρὸς τὸ καὶ τοὺς ἔξω τῆς πόλεως ὑπομνησθῆναι. Ἐν ἀγροῖς γάρ ἐστι τὸ πολὺ τῶν ἐν τέλει, ὡς οὐδὲ αὐτὸς ἀγνοεῖς. Ἐὰν μὲν οὖν ᾖ δυνατὸν παρὰ τοσάσδε λίτρας ἐκπεμφθῆναι, τοσοῦτον γὰρ ἡμῖν ὑπολέλειπται, τοῦτο γενέσθαι παρακαλοῦμέν σε, κἀκεῖνο ἐπαποσταλήσεται ὕστερον· ἐὰν δὲ πᾶσα ᾖ ἀνάγκη ἀθρόον αὐτὸ παραπεμφθῆναι τοῖς θησαυροῖς, ὅπερ ἐξ ἀρχῆς ἠξιώσαμεν, πλατυτέραν ἡμῖν γενέσθαι τὴν προθεσμίαν.

ΜΕΛΕΤΙῼ ΕΠΙΣΚΟΠῼ Ὁ ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προσηγοριῶν πρὸς τὴν σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. Μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸ πρόσωπον καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. Καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ Δωροθέου, τοῦ συνδιακόνου ἐρχομένου, παρακαλοῦμέν σε προηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ μηδὲ ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. Ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καί, εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν Δύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ δι᾽ ἡμετέρου αὐτοῖς ἀπενεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς.

Ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρ᾽ αὐτῶν ἀποσταλέντος διακόνου, ἐπεστείλαμεν πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ἐπισκόπους καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. Εὔλογον δὲ ὡς ἀπὸ κοινοῦ τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι.

Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου, ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν ὅτι ἀμήχανον τοῖς παρ᾽ ἐμοῦ γράμμασιν ἐπιδοῦναι ἢ ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρ᾽ ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. Αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συναφθῆναι ἡμῖν καὶ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δὲ ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος καὶ ἔτι νῦν ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις. Τάδε κατὰ τὴν Ἀνατολὴν ὅπως διάκειται οὐκ ἔλαθε πάντως τὰς ἀκοὰς τῆς θεοσεβείας σου, καὶ δι᾽ ἑαυτοῦ δὲ ἀκριβέστερον πάντα ὁ προειρημένος ἀδελφὸς διηγήσεται. Ὃν καταξίωσον εὐθὺς ἐκπέμψαι μετὰ τὸ Πάσχα, διὰ τὸ ἀναμένειν τὰς ἀπὸ Σαμοσάτων ἀποκρίσεις· οὗ καὶ τὴν προθυμίαν ἀπόδεξαι καὶ εὐχαῖς αὐτὸν ἐνισχύσας πρόπεμψον εἰς τὰ προκείμενα.

ΤΟΙΣ ΑΓΙΩΤΑΤΟΙΣ ΑΔΕΛΦΟΙΣ ΚΑΙ ΕΠΙΣΚΟΠΟΙΣ ΤΟΙΣ ΕΝ Τῌ ΔΥΣΕΙ Ὁ ἀγαθὸς Θεός, ὁ ἀεὶ ταῖς θλίψεσι παραζευγνὺς τὰς παρακλήσεις, ἔδωκε καὶ νῦν ἡμῖν ἐπὶ τῷ πλήθει τῶν ὀδυνῶν εὑρέσθαι τινὰ μετρίαν παράκλησιν ἐκ τῶν γραμμάτων ἃ παρὰ τῆς ὑμετέρας ὀρθότητος ὁ τιμιώτατος ἡμῶν πατὴρ ἐπίσκοπος δεξάμενος διεπέμψατο ἡμῖν, ὑγιοῦς πίστεως μαρτυρίαν καὶ τῆς ἀνεπηρεάστου ὁμονοίας καὶ συμπνοίας ἀπόδειξιν ἔχοντα, ὥστε καὶ ποιμένας ἀναδεικνύναι τοῖς ἴχνεσι τῶν Πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετ᾽ ἐπιστήμης ποιμαίνοντας. Ταῦτα πάντα ηὔφρανεν ἡμᾶς τοσοῦτον ὥστε λῦσαι ἡμῶν τὴν κατήφειαν καὶ μειδίαμά τι βραχὺ ταῖς ψυχαῖς ἡμῶν ἐμποιῆσαι ἀπὸ τῆς σκυθρωπῆς ταύτης τῶν πραγμάτων κινήσεως ἐν ᾗ νῦν καθεστήκαμεν. Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν ὁ Κύριος διὰ τοῦ εὐλαβεστάτου υἱοῦ καὶ συνδιακόνου Σαβίνου, ὃς καὶ τὰ παρ᾽ ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχὰς καὶ τὰ ἡμέτερα δὲ τῇ πείρᾳ μαθὼν ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην παραμυθίαν ταῖς καταπονουμέναις Ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε.

Κέκμηκε γὰρ ἐνταῦθα, ἀδελφοὶ τιμιώτατοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναντίων ἡ Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου.

Ὥσπερ οὖν ἡμεῖς ἴδιον ἀγαθὸν ἑαυτῶν ποιούμεθα τὴν ὑμετέραν πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφ᾽ ἑαυτῶν, ἀλλ᾽, ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν.

Γνώριμα δὲ τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν. εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐκκέχυται. Καταπεφρόνηται τὰ τῶν Πατέρων δόγματα, ἀποστολικαὶ παραδόσεις ἐξουθένηνται, νεωτέρων ἀνθρώπων ἐφευρέματα ταῖς Ἐκκλησίαις ἐμπολιτεύεται· τεχνολογοῦσι λοιπόν, οὐ θεολογοῦσιν οἱ ἄνθρωποι· ἡ τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται, παρωσαμένη τὸ καύχημα τοῦ σταυροῦ. Ποιμένες ἀπελαύνονται, ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. Οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων, αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων. Οἱ πρεσβύτεροι ὀδύρονται, τὰ παλαιὰ συγκρίνοντες τοῖς παροῦσιν· οἱ νέοι ἐλεεινότεροι, μὴ εἰδότες οἵων ἐστέρηνται. Ταῦτα ἱκανὰ μὲν κινῆσαι εἰς συμπάθειαν τοὺς τὴν Χριστοῦ ἀγάπην πεπαιδευμένους, συγκρινόμενος δὲ τῇ ἀληθείᾳ τῶν πραγμάτων ὁ λόγος ἀξίας πολὺ τῆς αὐτῶν ἀπολείπεται.

Εἴ τι οὖν παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τι σπλάγχνα καὶ οἰκτιρμοί, κινήθητε πρὸς τὴν ἀντίληψιν ἡμῶν. Λάβετε ζῆλον εὐσεβείας, ἐξέλεσθε ἡμᾶς τοῦ χειμῶνος τούτου. Λαλείσθω καὶ παρ᾽ ὑμῖν μετὰ παρρησίας τὸ ἀγαθὸν ἐκεῖνο κήρυγμα τῶν Πατέρων, τὸ καταστρέφον μὲν τὴν δυσώνυμον αἵρεσιν τὴν Ἀρείου, οἰκοδομοῦν δὲ τὰς Ἐκκλησίας ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἐν ᾗ ὁ Υἱὸς ὁμοούσιος τῷ Πατρὶ ὁμολογεῖται καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὁμοτίμως συναριθμεῖταί τε καὶ συλλατρεύεται, ἵνα ἣν ὑμῖν ἔδωκεν ὁ Κύριος ὑπὲρ τῆς ἀληθείας παρρησίαν καὶ τὸ ἐπὶ τῇ ὁμολογίᾳ τῆς θείας καὶ σωτηρίου Τριάδος καύχημα, τοῦτο καὶ ἡμῖν διὰ τῶν ὑμετέρων εὐχῶν καὶ τῆς συνεργίας ὑμῶν χαρίσηται. Τὸ δὲ καθέκαστον αὐτὸς ὁ προειρημένος συνδιάκονος ἀναγγελεῖ ὑμῶν τῇ ἀγάπῃ. Καὶ πᾶσι δὲ τοῖς γενομένοις κανονικῶς παρὰ τῆς ὑμετέρας τιμιότητος συνεθέμεθα, τὸν ἀποστολικὸν ὑμῶν ζῆλον ὑπὲρ τῆς ὀρθοδοξίας ἀποδεξάμενοι.

ΟΥΑΛΕΡΙΑΝῼ ΕΠΙΣΚΟΠῼ ΙΛΛΥΡΙΩΝ Χάρις τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν ἀρχαίας ἀγάπης καρπὸν ἰδεῖν ἐν τῇ σῇ καθαρότητι, ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι συνῆψας ἡμῖν σεαυτὸν διὰ γράμματος καί, τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ περιπτυξάμενος ἡμᾶς, ἀμύθητόν τι φίλτρον ταῖς ψυχαῖς ἡμῶν ἐνεποίησας. Ἔργῳ γὰρ ἐμάθομεν τῆς παροιμίας τὴν δύναμιν, ὅτι «Ὥσπερ ψυχῇ διψώσῃ ψυχρὸν ὕδωρ, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν».

Δεινὸς γάρ ἐστι παρ᾽ ἡμῖν λιμὸς ἀγάπης, ἀδελφὲ τιμιώτατε. Καὶ ἡ αἰτία πρόδηλος, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη. Διὰ τοῦτο καὶ πολλοῦ ἄξιον ἡμῖν ἐφάνη τὸ γράμμα καὶ ἀμειβόμεθά σε διὰ τοῦ αὐτοῦ ἀνδρός, τοῦ εὐλαβεστάτου συνδιακόνου ἡμῶν Σαβίνου, δι᾽ οὗ καὶ γνωρίζομέν σοι ἑαυτοὺς καὶ παρακαλοῦμέν σε ἐπαγρυπνεῖν ταῖς ὑπὲρ ἡμῶν προσευχαῖς, ἵνα δῷ ποτε ὁ ἅγιος Θεὸς καὶ τοῖς ἐνταῦθα πράγμασι γαλήνην καὶ ἡσυχίαν καὶ ἐπιτιμήσῃ τῷ ἀνέμῳ τούτῳ καὶ τῇ θαλάσσῃ, ὥστε παύσασθαι ἡμᾶς τοῦ σάλου καὶ τῆς ἀνατροπῆς ἐν ᾗ νῦν καθεστήκαμεν, ἀεὶ καταποντισθήσεσθαι παντελῶς ἀναμένοντες. Ἀλλὰ τοῦτο μεγάλως ἐν τοῖς παροῦσιν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους καὶ ἀκωλύτως παρ᾽ ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεσθαι· ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν ὁ χρόνος τοῦ κόσμου τούτου, ἀλλ᾽ ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρ᾽ ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ Ἀνατολῇ καὶ ὧν ἐλάβετε παρ᾽ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν. Τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανημάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος.

Ἀλλ᾽ εὐχαῖς ὑμετέραις, τῶν ἀγαπώντων τὸν Κύριον, σβεσθείη μὲν ἡ πονηρὰ καὶ λαοπλάνος αἵρεσις τῆς Ἀρείου κακοδοξίας, ἀναλάμψειε δὲ ἡ ἀγαθὴ τῶν Πατέρων ἡμῶν διδασκαλία, τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτίσματι τὴν δοξολογίαν ἀποπληροῦσθαι τῇ μακαρίᾳ Τριάδι.

ΠΡΟΣ ΙΤΑΛΟΥΣ ΚΑΙ ΓΑΛΛΟΥΣ Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς συλλειτουργοῖς, τοῖς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβιος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖτος, Ἀβραάμιος, Ἰοβῖνος, Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἀτρεῖος, Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσσορόης, Ἰωσάκης, Νάρσης, Μάρις, Γρηγόριος, Δαφνὸς ἐν Κυρίῳ χαίρειν.

Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ τοῦ βάθους τῆς καρδίας ἀναπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. Ἡμῖν δὲ οὐχ ὅσην στεναγμὸς καὶ δάκρυον παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη τῇ ἀγάπῃ ὑμῶν, ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα, διαναστήσομεν ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν προσεδοκήσαμεν παρ᾽ ὑμῶν ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις γενήσεσθαι, οὐδέπω δὲ τετυχήκαμεν, πάντως που τοῦ ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα πλείονι χρόνῳ παραταθῆναι ἡμᾶς ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος.

Οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθ᾽ ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἡ ἀκοὴ καὶ εἰς τὰ ἔσχατα τῆς οἰκουμένης διέδραμεν, οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. Ἀλλ᾽, ὅπερ εἴπομεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν ἡ δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα.

Ἀλλὰ νῦν γοῦν καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συνδιακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπιστολὴν διαφεύγει παρ᾽ ἑαυτοῦ διηγήσασθαι· δι᾽ οὗ παρακαλοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης, καὶ μήτε ὁδοῦ μῆκος μήτε τὰς κατ᾽ οἶκον ἀσχολίας μήτ᾽ ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι.

Οὐ γὰρ περὶ μιᾶς Ἐκκλησίας ὁ κίνδυνος, οὐδὲ δύο ἢ τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι περιπεσοῦσαι. Σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. Ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν ὁ δυσώνυμος Ἄρειος κατεβάλετο· ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν. Ἀνατέτραπται μὲν τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ Ἐκκλησίας θεσμοί. Φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπηδῶσι καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας ἡ προεδρία πρόκειται, ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν λαοῦ προτιμότερος. Οἴχεται σεμνότης ἱερατική, ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετ᾽ ἐπιστήμης τὸ ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶ τῶν φιλαρχούντων. Ἠμαύρωται κανόνων ἀκρίβεια, ἐξουσία τοῦ ἁμαρτάνειν πολλή. Οἱ γὰρ σπουδαῖς ἀνθρωπίναις παρελθόντες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. Ἀπόλωλε κρίμα δίκαιον, πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται. Ἡ πονηρία ἄμετρος, οἱ λαοὶ ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι. Δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν οἱ δι᾽ ἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι.

Ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἡ ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. Ἄλλοι δὲ τὸν ἐπὶ τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον τοὺς λαοὺς εἰς τὴν κατ᾽ ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθ᾽ ἑαυτοὺς συσκιάσωσι. Διὸ καὶ ἄσπονδός ἐστιν ὁ πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης ὑφορωμένων. Ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι· ἀμφίβολος ἡ πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαι τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. Σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα· ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Δεσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. Ἔφθασε δὲ πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμενα ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παισὶ καὶ αὐτοῖς τοῖς πρεσβύταις πρὸ τῶν τειχῶν ἐκχυθέντες ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθίας σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες.

Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; Ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἐξαρκέσουσιν; Ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς καταστάσεως διασώζεται, πρὶν τέλεον ταῖς Ἐκκλησίαις ἐπελθεῖν τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι· δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. Συγκινηθήτω ἐφ᾽ ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. Μὴ παρίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν, μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν παρ᾽ οἷς πρῶτον ἐξέλαμψε. Τί οὖν ποιήσαντες ἀντιλήψεσθε τῶν πραγμάτων καὶ πῶς τὸ πρὸς τοὺς θλιβομένους συμπαθὲς ἐπιδείξεσθε, οὐ παρ᾽ ἡμῶν πάντως δεήσει μανθάνειν ὑμᾶς, ἀλλ᾽ αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον ὑμῖν ὑποθήσεται.

Πλήν γε ὅτι τάχους χρεία πρὸς τὸ περισώσασθαι τοὺς ὑπολειφθέντας καὶ παρουσίας ἀδελφῶν πλειόνων, ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα, μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείου ἀριθμοῦ, τὸ ἀξιόπιστον ἔχωσιν εἰς διόρθωσιν· οἳ καὶ τὴν ἐν Νικαίᾳ γραφεῖσαν παρὰ τῶν Πατέρων ἡμῶν πίστιν ἀνανεώσονται καὶ τὴν αἵρεσιν ἐκκηρύξουσι καὶ ταῖς Ἐκκλησίαις τὰ εἰρηνικὰ διαλέξονται τοὺς τὰ αὐτὰ φρονοῦντας συνάγοντες εἰς ὁμόνοιαν. Τοῦτο γὰρ δήπου τὸ πάντων ἐλεεινότατον, ὅτι καὶ τὸ δοκοῦν ὑγιαίνειν ἐφ᾽ ἑαυτὸ ἐμερίσθη, καὶ περιέστηκεν ἡμᾶς, ὡς ἔοικε, παραπλήσια πάθη τοῖς ποτε κατὰ τὴν Οὐεσπασιανοῦ πολιορκίαν τὰ Ἱεροσόλυμα περισχοῦσιν. Ἐκεῖνοί τε γὰρ ὁμοῦ μὲν τῷ ἔξωθεν συνείχοντο πολέμῳ, ὁμοῦ δὲ καὶ τῇ ἔνδοθεν στάσει τῶν ὁμοφύλων κατανηλίσκοντο. Ἡμῖν δέ, πρὸς τῷ φανερῷ πολέμῳ τῶν αἱρετικῶν, ἔτι καὶ ὁ παρὰ τῶν δοκούντων ὁμοδοξεῖν ἐπαναστὰς εἰς ἔσχατον ἀσθενείας τὰς Ἐκκλησίας κατήγαγεν.

Ἐφ᾽ ἅπερ καὶ μάλιστα τῆς παρ᾽ ὑμῶν χρῄζομεν βοηθείας, ὥστε τοὺς τὴν ἀποστολικὴν ὁμολογοῦντας πίστιν, ἅπερ ἐπενόησαν σχίσματα διαλύσαντας, ὑποταγῆναι τοῦ λοιποῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας, ἵνα ἄρτιον γένηται τὸ σῶμα τοῦ Χριστοῦ, πᾶσι τοῖς μέλεσιν εἰς ὁλοκληρίαν ἐπανελθόν, καὶ μὴ μόνον τὰ παρ᾽ ἑτέροις μακαρίζωμεν ἀγαθά, ὅπερ νῦν ποιοῦμεν, ἀλλὰ καὶ τὰς ἡμετέρας αὐτῶν Ἐκκλησίας ἐπίδωμεν τὸ ἀρχαῖον καύχημα τῆς ὀρθοδοξίας ἀπολαβούσας. Τῷ ὄντι γὰρ τοῦ ἀνωτάτου μακαρισμοῦ ἄξιον τὸ τῇ ὑμετέρᾳ θεοσεβείᾳ χαρισθὲν παρὰ τοῦ Κυρίου, τὸ μὲν κίβδηλον ἀπὸ τοῦ δοκίμου καὶ καθαροῦ διακρίνειν, τὴν δὲ τῶν Πατέρων πίστιν ἄνευ τινὸς ὑποστολῆς κηρύσσειν, ἣν καὶ ἡμεῖς ἐδεξάμεθα καὶ ἐπέγνωμεν ἐκ τῶν ἀποστολικῶν χαρακτήρων μεμορφωμένην, συνθέμενοι καὶ αὐτῇ καὶ πᾶσι τοῖς ἐν τῷ συνοδικῷ γράμματι κανονικῶς καὶ ἐνθέσμως δεδογματισμένοις.