Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ τῶν συνοικούντων παρθένων

Μέγας Βασίλειος

Έλεγχος της υποκρισίας και της κοσμικής συμπεριφοράς

Σφοδρή κριτική στην ψευδαίσθηση της απαθούς συμβίωσης, καταδίκη του κοσμικού καλλωπισμού των αφιερωμένων γυναικών και στηλίτευση όσων προφασίζονται βιοτικές ανάγκες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 4

Τίς γάρ σε ἠνάγκασεν εἰς τὸ τῆς παρανομίας ἐργαστήριον εἰσιέναι; Τίς δέ σε ἠνάγκασεν εἰς τὸν αὐτῆς κόλπον, ὥσπερ εἰς βυθὸν ἀγριαινούσης θαλάσσης εἰσδῦναι; Μὴ γὰρ οὐκ ἦσθα αὐτεξούσιος; Αὐτοκατάκριτον σαυτὸν πεποίηκας. Ἐπειδὴ οὐκ ἠβουλήθης πρὸ τῆς τοῦ πάθους ἀκμῆς ἀπολῦσαι ἀπὸ σοῦ τὸ ἀργαλέον, πάντως που ηὐλαβήθης μή σου τὰ μυστήρια θριαμβεύσῃ ἐκβληθεῖσα. Τί δὲ αὐτῇ καὶ ἀνετίθου μυστήρια τὰ ἐν σοὶ καλῶς ἀποκείμενα;

Μὴ γὰρ στενοχωρίαν παρεῖχέ σοι ἐν θησαυροῖς σοφίας σου φυλαττόμενα; Εἶτα τὸν μὲν ὑπὸ τοῦ ἰδίου δεξιοῦ ὀφθαλμοῦ σκανδαλιζόμενον, παρακελεύεται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, αὐτὸν δι᾽ ἑαυτοῦ ἐκκόπτειν τὸ σκανδαλίζον μέλος. Σὺ δὲ ἐχθρὸν καὶ ἐναντίον πρᾶγμα, τὸ μὴ μόνον σκανδαλίζον, ἀλλὰ καὶ θανατοῦν τὴν ψυχὴν, οὐκ ἐκβάλλεις ἀπὸ σοῦ;

Ἀγαπητὴ γὰρ ἤτω διὰ Χριστὸν ἕως τοῦ χαίρειν· ἐὰν δὲ βλάπτῃ ψυχὴν, μηδὲ τὸ χαίρειν αὐτῇ· μόνον ἐπισκέψασθαι ἀσθενοῦντα, καὶ μὴ τὸν ὑγιαίνοντα σκανδαλίσαι, ἢ ἐν καιρῷ θλίψεως, διωγμοῦ, ἢ ἐν ἐκκλησίᾳ· ἐπειδὴ πάντες εἷς ἐσμεν ἐν Χριστῷ, ἀλλὰ νῦν οὐκ ἐσμέν. Διὰ τί; ἐπειδὴ ἡμεῖς οὐ βουλόμεθα, προτιμήσαντες τὴν μισαδελφίαν τῆς φιλαδελφίας.

Μὴ σκανδαλίζετε τὸν κόσμον, οἱ τὰς συνεισάκτους ἔχοντες. Μὴ γὰρ γῆμαί σε ἡ Γραφὴ οὐκ ἐπέτρεψε; Γεγόνατε καὶ Ἰουδαίοις, καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ πρόσκομμα. Ἢ ἀντιπίπτειν ταῖς ἁγίαις Γραφαῖς ἐπιχειρεῖτε, καὶ παραζηλοῦτε τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐστε;

Ἐμβλέψατε εἰς τὴν ἑαυτῶν ἀσθένειαν, αἰσχύνθητε τὸ ἑαυτῶν πάθος, θεραπεύσατε ἑαυτοὺς ἐν καιρῷ εὐθέτῳ, πρὶν ἢ ἐξάπινα ὡς ἀστραπὴ ἀθρόα ἥξει ἡ αὐτοῦ παρουσία, πρὶν ἢ πυρφόρος, πρὶν σκότος τὸ ἐξώτερον, πρὶν συντέλεια καὶ σκώληξ ἀκοίμητος.

Τρέμοντες λέγομεν· μετὰ φόβου ἀκούετε, μηδ᾽ ἐν γελοίῳ καταφανήτω τὸ πρᾶγμα· υἱοὶ Θεοῦ, σειραῖς ταρτάρου παραδίδονται διὰ γυναῖκα. Ἀλλ᾽ ἐρεῖς μοι, ὅτι Συνοικῶν ταύτῃ οὐ βλάπτομαι. Εἰ ὁ δράκων συνοικῶν τῇ ἀσπίδι οὐ βλάπτεται, πάντως καὶ σὺ οὐ βλαβήσῃ· ὁ γὰρ δράκων τῇ δρακαίνῃ συγγινόμενος, θάνατον λαμβάνει τὸν μισθὸν τῆς συμβιώσεως, τοιαύτης φύσεως τυγχάνοντος τοῦ θήλεος θηρίου. Ὅρα γοῦν, μήποτε ὅμοιόν ἐστι καὶ τὸ τῆς γυναικὸς πρᾶγμα. Παραθώμεθα δὲ ἀποδείξεις, ἐλέγχοντες τοὺς λογικοὺς ἀνθρώπους· Εἰ τὸ πῦρ τὴν καλάμην οὐκ ἀνάπτει, ἀλλὰ καὶ τὸν ἄῤῥην λίθον εἰ σπείσεις τῇ θηλείᾳ, πυρκαϊὰ γίνεται. Ἀλλ᾽ ἐπειδὴ λέγετε καὶ γυναῖκα σωφρονεῖν δύνασθαι· τοῦτο σαφῶς ἐπίσταμαι. Καὶ ἀνὴρ μένων καθ᾽ ἑαυτὸν εὐσχημονεῖν δύναται· τοῦτο ἀκριβῶς ἐπίσταμαι. Ἀνὴρ δὲ μετὰ γυναικὸς, κακόν· καὶ γυνὴ μετὰ ἀνδρὸς, δεινότερον κακόν. Ἂν πάλιν γυνὴ τῶν ἰδίων ἀποστᾶσα συγγενῶν, ξένῳ ἀνδρὶ συνοικεῖν ἐπιχειρῇ τῆς ἐπιπλάστου ἀγάπης ἕνεκεν, τοῦτο μίξις λοιπὸν συζυγίας ἀθεμίτου πυρκαϊὰν ἐργαζομένης. Τῷ χρόνῳ γὰρ ἀναθερμαινόμενοι τῇ ὁμοσκήνῳ συμβιώσει, ἀνάπτουσι τὴν ὕλην, καὶ ἐμπυρίζουσι τὴν οἰκίαν, μᾶλλον δὲ τὰ ἑαυτῶν σώματα καίουσιν εἰς γέενναν καὶ αἰωνίαν κόλασιν.

Λέγε μοι, ὦ πολυμήχανον θηρίον, ἡ τὸ τοῦ προβάτου ἔνδυμα ἔχουσα, καὶ τὸ τῆς ἀσπίδος φρόνημα ἐνστερνισμένη· τί περιχρίεις, τί ὑποχρίεις σεαυτήν; τί χρώμασιν ἀλλοτρίοις ἀψύχοις προσλαμβάνεις μορφὴν εἰδωλικήν; τί βασανίζεις σου τὰς τρίχας; τί προσθέτους πλοκάμους, καὶ κορύβαντας ἐπὶ κεφαλῆς ἀλλοτρίων προσθεμάτων καὶ νεκρῶν καὶ ἀλόγων ζώων ἀνιστᾷς, διὰ τῆς κεφαλῆς, καὶ ὄψεως, καὶ διὰ τῆς τῶν ἀλλοτρίων ἱματίων ποικιλίας ἐξαπατῶσα καὶ ἐκμαλάσσουσα καὶ ἑλλεβορίζουσα τὰς ψυχὰς τῶν ἀνθρώπων;

Ἡ γὰρ ἄπιστος γυνὴ πολυτρόπους ἀψύχους ὕλας συνάγουσα, καὶ χρωμάτων ποικιλίας διὰ παντοδαπῶν χρωμάτων καὶ ἀσβόλης καὶ ἀσβέστου καὶ βοτανῶν, ἃ τῷ ἰδίῳ σώματι ἔξωθέν ἐστι, προσκολλήσασα, πολύμορφον ὥσπερ τι θηρίον, ἑαυτὴν ἀπειργάσατο.

Ἡ δὲ πιστὴ γυνὴ, τούτων ὀφείλει ξένη τυγχάνειν, καὶ μάλιστα ἡ ἐπαγγελλομένη εἶναι Χριστιανή. Ἢ καταγινώσκεις τοῦ Θεοῦ, ὦ γύναι, ὅτι τοιαύτην σε ἔπλασεν; Ἄφες ὡς ἐπλάσθης εἶναι· μηδὲν ἑαυτῇ δι᾽ εὐμηχανίας προσθῇς· μὴ γὰρ ἐμπειροτέρα εἶ τοῦ δημιουργήσαντός σε. Τίνι δὲ καὶ ἀρέσαι βουλομένη ταῦτα ποιεῖς; Τῷ ἀνδρί; οὐκ ἔχεις ἄνδρα, ὥς γε ἔφης, ὦ παρθένε· εἰ δὲ καὶ ἔχεις, οἶδέ σου τὴν πολυμήχανον σύνθεσιν. Τί δελεάσμασι πολυτρόποις ὀργανώσασα τὸ σῶμα, θηρεύεις τὰς ψυχὰς τῶν ἀνθρώπων πρὸς ἀπώλειαν; καὶ πῶς τὸν Χριστὸν ἐπικαλεῖσθαι τολμᾷς, ἢ ἐκκλησίας οὐδὸν πατεῖν, ξοάνων μορφὰς ἀψύχων ἐν ὅλῳ τῷ σώματι διὰ χρυσοῦ τοῦ ἀπολλυμένου φέρουσα, μᾶλλον δὲ πομπευομένη ὑπ᾽ αὐτῶν, καὶ πολλὴν συστροφὴν ἀκολάστων ἀνδρῶν πρὸς τὴν ἑαυτῆς ἔκθεσμον θέαν ἐφελκομένη;

Ἀλλὰ τίνι ταῦτα λαλοῦμεν; Λογικῷ ζώῳ ἑρπηστικῶν δρακόντων προαίρεσιν ἔχοντι. Οὔτε σε αἱ Γραφαὶ πείθουσιν, οὔτε ἡ γέεννα φοβεῖ, οὔτε ἡ τῶν ἀνθρώπων νουθεσία κατανύσσει; Κἂν τὴν ἑαυτῆς φύσιν αἰδέσθητι, μετάβαλέ σου τὴν ὄψιν, μὴ ἀπεργάζου ταύτην εἰδωλικὸν χαρακτῆρα, μὴ μιμοῦ τὰς τὴν ἑταιρικὴν καὶ μοιχιαίαν αἰσχύνην ὑπερχομένας. Ἐκεῖναι γὰρ τῆς ἀνομίας θυγατέρες τυγχάνουσαι, ἔθος τοιοῦτον πράττειν ἔχουσι. Σοὶ δὲ τίς τοιαύτην ἐνετείλατο τὴν παραγγελίαν; ἄρα ποῖαι Γραφαὶ προφητικαὶ, ἢ ποῖα Εὐαγγέλια, ποῖαι δὲ ἀποστολικαὶ παραγγελίαι;

Ἐγὼ οἶδα, ὅτι αἱ θεῖαι Γραφαὶ καὶ τὰς ἐξ ἔθους ἐχούσας τοῦτο πράττειν ἀπείργουσι τοῦ μηκέτι ἐπιτελεῖν τὰς εἰδωλομόρφους ἐξομοιώσεις. Εἴρηται μετὰ παῤῥησίας, ἀλλ᾽ οὐδὲν κατ᾽ ἀξίαν τῶν πραττομένων. Ἀλλ᾽ ἐρεῖ τις· Σκληρὸς ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Καὶ τὸ ὑποκριτικὸν καὶ ἀπεχθέστατον γένος τοῦτο εἴρηκέ ποτε πρὸς τὸν Σωτῆρα· ἀλλ᾽ ἴστε ἅπαντες, τίνα αὐτοῖς ἀπόκρισιν ἔδωκεν.

Οὕτως καὶ ἐνταῦθα· ὁ βουλόμενος κατανυσσέσθω. Λόγοι γὰρ σοφῶν, ὡς τὰ βούκεντρα, καὶ ὡς ἧλοι πεπυρωμένοι, φησὶν ἡ Γραφή. Νομίζω ἀξιόπιστα ταῦτα τυγχάνειν, εἰ καὶ μέτρια τῷ λόγῳ, πρὸς τὴν τῶν τὰς συνεισάκτους ἐχόντων μανίαν. Ἀνακοπτέτω τοίνυν ὁ λόγος τὸν χρεμετισμὸν χαλινοῦ δίκην, καὶ εἰς τάξιν ἀγέτω τὴν ἄλογον ὁρμὴν τοῦ γυναικείου ῥεύματος παρασυρομένων. Φόβος πρόκειται καὶ τρόμος, καὶ τὸ πῦρ ἀπηχεῖ. Μηδεὶς καταφρονείτω. Κἂν γάρ τις θηριώδης τυγχάνῃ, ὑπὸ πυρὸς δαμασθήσεται· κἂν γάρ τις δρακοντώδης τὴν προαίρεσιν, τάρταρος ἡτοίμασται· κἂν Σοδομιτικὴν καρδίαν περιφέρῃ, πῦρ ἀπ᾽ οὐρανοῦ. βρέχει· ὅλοι γὰρ οἱ οὐρανοὶ πυρὶ τεθησαυρισμένοι.

Μηδεὶς τῆς τοῦ λέγοντος φωνῆς παρακουέτω, ἀλλὰ τῆς τῶν λόγων δυνάμεως σκοπείτω τὸ φοβερὸν, καὶ τὴν τοῦ Θεοῦ κρίσιν πρὸ ὀφθαλμῶν ἐχέτω· Ὡς ἀνέλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεον. Λοιπὸν δέ μοι καιρὸς καὶ πρὸς ὑμᾶς μέτρια εἰπεῖν, ὦ ἄνθρωποι, οἱ τῶν ἀδελφῶν ἐχθροὶ, καὶ τῶν γυναικῶν φίλοι, οἱ εἰς τὴν τῶν γυναικῶν θολερὰν φιλίαν ζέοντες, καὶ εἰς τὴν καθαρὰν τῶν ἀδελφῶν ἀγάπην ψυχρότατοι. Ἀλλ᾽ ἐρεῖς, ὅτι διὰ Χριστὸν αὐτὸ πράττεις προνοούμενος τοῦ ἀσθενοῦς σκεύους.

Ναὶ οἶδα. Διὰ τί τοίνυν καὶ τῷ ἀδελφῷ σου τῷ διὰ Χριστὸν πενομένῳ τὸ αὐτὸ οὐ ποιεῖς, ἀλλὰ τοὺς ἀδελφοὺς ὡς ἐπιβούλους ὁρᾷς, τὰς δὲ ἐπιβούλους, ὡς ἀδελφάς; Ἀλλ᾽ ἐρεῖς μοι· Πῶς δύναμαι τὸν ἀδελφὸν μετ᾽ ἐμαυτοῦ προσλαβέσθαι; ἐκείνη με ἔθαλπεν· ἐκείνη με ἐκολάκευεν· ἐκείνη μοι ἱμάτια ποικίλα κατεσκεύαζε, θρυπτὰ καὶ στρεπτοὺς καὶ νεήλατα ἐποίει· ἐκείνης ἡ φωνὴ ἡδεῖα, καὶ τὸ βλέμμα τρυφερόν.

Οὐκ οἶδας τί φρονεῖς. Ταῦτα ἐνθουσιαζόντων τὰ ῥήματα. Ἐκείνης τὰ γλυκερὰ ῥήματα ὕστερον πικρότερα χολῆς εὑρεθήσεταί σοι· ἐκείνης τὸ τρυφερὸν βλέμμα εἰς ταρτάρου σε κλεῖθρα κατάγει· ἡ δὲ τοῦ ἀδελφοῦ ἀγάπη βασιλείαν οὐρανῶν σοι προξενεῖ. Τί τὴν τῆς ἀσπιδοχελώνης ὕπουλον ἀγάπην προτιμᾷς τῆς τοῦ ἀδελφοῦ γνησίας ἀγάπης; τί τὸ ἀπόλλον διώκεις, τὸ σῶζον ἀπωθούμενος; Εἰ γὰρ ἄνδρες Νινευῗται οἱ ἐπὶ τῷ τοῦ προφήτου κηρύγματι πιστεύσαντες, ἀναστάντες ἐν τῇ κρίσει κατακρινοῦσι τοὺς παρακούσαντας τῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ῥημάτων, πάντως που καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ, οἱ τὴν φιλοσοφίαν ἀσκήσαντες, καὶ τὴν μισογυνίαν ἑλόμενοι, κατακρινοῦσι τοὺς ἐν τῇ ἀληθινῇ σοφίᾳ ὄντας, καὶ συμπεπλεγμένους γυναικαρίοις ἀσώτοις· ὅτι ἐκεῖνοι διὰ γραμματικὴν ἐμπειρίαν καὶ ῥητορικὴν δεινότητα, ἥτις μωρία παρὰ τῷ Θεῷ ἐστιν, ἐγκράτειαν ἤσκησαν, καίπερ εἰδώλοις ἀψύχοις λατρεύοντες.

Ἀλλὰ καὶ οἱ ἐν τῷ τῆς μανίας σταδίῳ τρέχοντες, καταφρονοῦσι τοῦ πράγματος, μηδὲ τὸ σύνολον εἰς γυναῖκα ἐμβλέποντες, τοῦ φθαρτοῦ βραβείου χάριν· ὑμεῖς δὲ τὰ μυστήρια τῶν ἐπουρανίων πραγμάτων ἐπιγνόντες, καὶ τὰ τοῦ μέλλοντος αἰῶνος φοβερὰ κριτήρια προακούσαντες, τὴν σωφροσύνην οὐκ ἐτηρήσατε, οὐδὲ τὴν ἐγκράτειαν ἐφυλάξατε, ματαίῳ λογισμῷ ὑπαχθέντες τῇ τῶν ὁμοσκήνων ἑταιρείᾳ.

Καὶ πῶς τις ἐξ ὑμῶν δυνήσεται Ἐκκλησίας προνοήσασθαι, καὶ τὸν περὶ κατηχήσεως λόγον ἐν ἐκκλησίᾳ λαλῆσαι, αὐτὸς μὴ προκαθαρίσας τὴν ἑαυτοῦ συνείδησιν; Πρὸς ὃν ἄν τις εὐλόγως εἴποι· Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε δυνήσῃ ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Πῶς δὲ καὶ περὶ σωφροσύνης τολμήσεις λαλῆσαι, αὐτὸς γυναικομανίᾳ δεδουλωμένος; ἢ πῶς τὰ περὶ δικαιοσύνης διδάξαι, αὐτὸς ὑπὸ τῆς ἀδικίας κρατούμενος;