Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Όροι ΟΑ΄-ΟΒ΄: Επίσκοποι, πρεσβύτεροι, διάκονοι και δοκιμασία της διδασκαλίας

Τα ηθικά και πνευματικά προσόντα των κληρικών, καθώς και η υποχρέωση των πιστών να δοκιμάζουν τους διδασκάλους με βάση τις Γραφές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 13 από 15

ΟΡΟΣ ΟΑʹ. Ὅσα κατὰ συνάφειαν εἴρηται περὶ ἐπισκόπων καὶ πρεσβυτέρων.

Κεφάλ. αʹ. ΠΡΟΣ ΤΙΜ. αʹ. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Ἀλλὰ δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΤΙΜ. αʹ. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς, ἐν πάσῃ ἀγνείᾳ. ΠΡΟΣ ΤΙΜ. βʹ. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς, ὅτι γεννῶσι μάχας. Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, καὶ τὰ ἑξῆς.

ΠΡΟΣ ΤΙΜ. βʹ. Σὺ δὲ παρηκολούθηκάς μου τῇ πίστει, τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν. ΠΡΟΣ ΤΙΤ. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃς, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τις ἐστὶν ἀνέγκλητος, καὶ τὰ ἑξῆς.

Κεφάλ. βʹ. —Περὶ διακόνων. ΠΡΑΞΕΙΣ. Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ τοὺς λοιποὺς, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.

ΠΡΟΣ ΤΙΜ. αʹ. Διακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, καὶ τὰ ἑξῆς.

ΟΡΟΣ ΟΒʹ. Περὶ ἀκροατῶν. Ὅτι δεῖ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς Γραφὰς, δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα· καὶ τὰ μὲν σύμφωνα ταῖς Γραφαῖς δέχεσθαι, τὰ δὲ ἀλλότρια ἀποβάλλειν· καὶ τοὺς τοιούτοις διδάγμασιν ἐπιμένοντας ἀποστρέφεσθαι σφοδρότερον.

Κεφάλ. αʹ. ΜΑΤΘΑΙΟΣ. Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτόν· ὁμοίως καὶ περὶ χειρὸς καὶ ποδός. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Καὶ μετ᾽ ὀλίγα· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ΠΡΟΣ ΓΑΛ.

Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. ΠΡΟΣ ΘΕΣΣ. αʹ, Προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δοκιμάζετε· τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

Ὅτι δεῖ τοὺς μὴ πολλὴν ἔχοντας τὴν τῶν Γραφῶν γνῶσιν, ἐν τοῖς καρποῖς τοῦ Πνεύματος γνωρίζειν τὸν χαρακτῆρα τῶν ἁγίων· καὶ τοὺς μὲν τοιούτους δέχεσθαι, τοὺς δὲ ἄλλως ἔχοντας ἀποστρέφεσθαι.

Κεφάλ. βʹ. ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. ΠΡΟΣ ΦΙΛΙΠΠ. Συμμιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.

Ὅτι δεῖ τῶν ὀρθοτομούντων τὸν λόγον τῆς ἀληθείας οὕτως ἀνέχεσθαι, ὡς τοῦ Κυρίου, εἰς δόξαν αὐτοῦ τοῦ ἀποστείλαντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

Κεφάλ. γʹ. ΜΑΤΘΑΙΟΣ. Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται. ΙΩΑΝ. Ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει. ΛΟΥΚΑΣ. Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει. ΠΡΟΣ ΓΑΛ. Καὶ τὸν πειρασμὸν, τὸν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.

Ὅτι οἱ ἀπειθοῦντες τοῖς παρὰ τοῦ Κυρίου ἀποστελλομένοις, τὴν ἀτιμίαν οὐ μέχρι τούτων ἱστῶσιν, ἀλλὰ ἀνάγουσιν ἐπὶ τὸν ἀποστείλαντα, καὶ κρῖμα ἑαυτοῖς χεῖρον τῶν ἐν Σοδόμοις καὶ Γομόῤῥοις ἐπισπῶνται.

Κεφάλ. δʹ. ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς πόλεως ἢ τῆς οἰκίας ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. ΛΟΥΚΑΣ.

Ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς. Ὅτι δεῖ τὴν διδασκαλίαν τῶν ἐντολῶν τοῦ Κυρίου οὕτως δέχεσθαι, ὡς ζωῆς αἰωνίου καὶ βασιλείας οὐρανῶν περιποιητικήν· καὶ προθύμως ἐνεργεῖν αὐτὴν, κἂν ἐπίπονος εἶναι δοκῇ.

Κεφάλ. εʹ. ΙΩΑΝΝΗΣ. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. ΠΡΑΞΕΙΣ. Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει· καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Ὅτι δεῖ τὸν ἔλεγχον καὶ τὴν ἐπιτίμησιν οὕτως δέχεσθαι, ὡς φάρμακον ἀναιρετικὸν πάθους, καὶ ὑγείας κατασκευαστικόν. Ἐξ οὗ δῆλόν ἐστιν, ὅτι οἱ ἐν πάθει ἀνθρωπαρεσκείας ἐπιείκειαν ὑποκρινόμενοι, καὶ μὴ ἐλέγχοντες τοὺς ἁμαρτάνοντας, τὸ ὅλον ζημιοῦσι, καὶ εἰς αὐτὴν τὴν ἀληθινὴν ζωὴν ἐπιβουλεύουσιν.

Κεφάλ. ϛʹ. ΜΑΤΘΑΙΟΣ. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. ΠΡΟΣ ΚΟΡ. αʹ. Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. ΠΡΟΣ ΚΟΡ. βʹ. Ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεὸν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. ΠΡΟΣ ΤΙΤ. Δι᾽ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει.