Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅροι κατὰ πλάτος

Μέγας Βασίλειος

Εργασία, προσευχή και άσκηση τεχνών

Η συνύφανση της αδιάλειπτης προσευχής με τη σωματική εργασία, οι ενδεδειγμένες τέχνες για τον κοινοβιακό βίο και οι αρχές συναλλαγών και υπακοής κατά την εργασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 9 από 12

ΕΡΩΤΗΣΙΣ ΛΖʹ· Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλμῳδίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον, εἰ χρὴ ἐργάζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, Ἄξιος, οὐχ ἁπλῶς ἕκαστος, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ Ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστι· καὶ τοῦ Ἀποστόλου προστάσσοντος κοπιᾷν καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶ τὸ ἀγαθὸν, ἵνα ἔχωμεν μεταδιδόναι τῷ χρείαν ἔχοντι, τὸ μὲν, ὅτι χρὴ ἐργάζεσθαι σπουδαίως, δῆλόν ἐστιν αὐτόθεν. Οὐ γὰρ πρόφασιν ἀργίας, οὐδὲ ἀποφυγὴν πόνου τὸν τῆς εὐσεβείας σκοπὸν ἡγεῖσθαι χρὴ, ἀλλὰ ὑπόθεσιν ἀθλήσεως, καὶ πόνων περισσοτέρων, καὶ ὑπομονῆς τῆς ἐν θλίψεσιν, ἵνα καὶ ἡμῖν ἐξῇ λέγειν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις περισσοτέρως, ἐν λιμῷ καὶ δίψει· οὐ μόνον διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος χρησίμου οὔσης ἡμῖν τῆς τοιαύτης ἀγωγῆς, ἀλλὰ καὶ διὰ τὴν εἰς τὸν πλησίον ἀγάπην, ἵνα καὶ τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν δι’ ἡμῶν ὁ Θεὸς τὴν αὐτάρκειαν παρέχῃ, κατὰ τὸν ἐν ταῖς Πράξεσιν ὑπὸ τοῦ Ἀποστόλου δεδομένον τύπον, εἰπόντος· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων· καὶ πάλιν· Ἵνα ἔχητε μεταδιδόναι τῷ χρείαν ἔχοντι· ὅπως καταξιωθῶμεν ἀκοῦσαι· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐδώκατέ μοι πίνειν.

Καὶ ὅσον μὲν κακόν ἐστι τὸ τῆς ἀργίας, τί χρὴ λέγειν, τοῦ Ἀποστόλου φανερῶς παραγγέλλοντος, τὸν μὴ ἐργαζόμενον μηδὲ ἐσθίειν; Ὡς οὖν ἀναγκαῖον ἑκάστῳ ἡ καθημερινὴ τροφὴ, οὕτως ἀναγκαῖον καὶ τὸ κατὰ δύναμιν ἔργον. Οὐ γὰρ μάτην ὁ Σολομὼν ἐν ἐπαίνῳ ἔγραψε τό· Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Ἀπόστολος, ὅτι Οὔτε δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι· καίτοι ἔχων ἐξουσίαν, τὸ Εὐαγγέλιον καταγγέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Καὶ ὁ Κύριος δὲ τὴν ὀκνηρίαν τῇ πονηρίᾳ συνῆψεν, εἰπών· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Ἀλλὰ καὶ ὁ σοφὸς Σολομὼν οὐ μόνον ἐπαινεῖ τὸν ἐργαζόμενον διὰ τῶν μνημονευθέντων, ἀλλὰ καὶ ἐλέγχει τὸν ὀκνηρὸν συγκρίσει τῶν μικροτάτων ζώων, λέγων· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ. Ὥστε φοβεῖσθαι χρὴ, μήποτε ἡμῖν τοῦτο καὶ ἐν ἡμέρᾳ κρίσεως προενεχθῇ, τοῦ δεδωκότος ἡμῖν τὴν πρὸς τὸ ἐργάζεσθαι δύναμιν, ἀναλογοῦσαν τῇ δυνάμει τὴν ἐργασίαν ἐπιζητοῦντος. Διότι ᾯ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.

Ἐπεὶ δέ τινες προφάσει τῶν εὐχῶν καὶ τῆς ψαλμῳδίας παραιτοῦνται τὰ ἔργα, εἰδέναι δεῖ, ὅτι ἐπὶ μὲν ἄλλων τινῶν ἑκάστου καιρός ἐστιν ἴδιος, κατὰ τὸν Ἐκκλησιαστὴν εἰπόντα· Καιρὸς τῷ παντὶ πράγματι· προσευχῆς δὲ καὶ ψαλμῳδίας, ὥσπερ οὖν καὶ ἑτέρων πλειόνων, πᾶς καιρὸς ἐπιτήδειος, ὥστε μεταξὺ τὰς χεῖρας κινοῦντα πρὸς τὰ ἔργα, ποτὲ μὲν καὶ τῇ γλώσσῃ, ὅταν τοῦτο ᾖ δυνατὸν, μᾶλλον δὲ χρήσιμον πρὸς οἰκοδομὴν τῆς πίστεως· εἰ δὲ μή γε, τῇ καρδίᾳ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τὸν Θεὸν ἀνυμνεῖν. καθὼς γέγραπται, καὶ τὴν προσευχὴν μεταξὺ τοῦ ἔργου πληροῦν· εὐχαριστοῦντες μὲν τῷ δεδωκότι καὶ δύναμιν χειρῶν πρὸς ἔργα, καὶ σοφίαν διανοίας πρὸς ἀνάληψιν τῆς ἐπιστήμης, καὶ τὴν ὕλην χαρισαμένῳ, τήν τε ἐν τοῖς ἐργαλείοις, καὶ τὴν ὑποκειμένην ταῖς τέχναις, ἅσπερ ἂν τύχωμεν ἐργαζόμενοι· προσευχόμενοι δὲ κατευθυνθῆναι τὰ ἔργα τῶν χειρῶν ἡμῶν πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐαρεστήσεως.

Οὕτω καὶ τὸ ἀμετεώριστον τῇ ψυχῇ κατορθοῦμεν, ὅταν ἐφ’ ἑκάστῃ ἐνεργείᾳ τήν τε εὐοδίαν τῆς ἐργασίας παρὰ Θεοῦ αἰτῶμεν, καὶ τὴν εὐχαριστίαν τῷ δεδωκότι τὸ ἐνεργεῖν ἀποπληρῶμεν, καὶ τὸν σκοπὸν τῆς πρὸς αὐτὸν εὐαρεστήσεως φυλάσσωμεν, καθὰ προείρηται. Ἐπεὶ, εἰ μὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, πῶς δύναται συμβαίνειν ἀλλήλοις τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα, τό τε Ἀδιαλείπτως προσεύχεσθε, καὶ τὸ, Νύκτα καὶ ἡμέραν ἐργαζόμενοι;

Οὐ μὴν ἐπειδὴ ἡ ἐν παντὶ καιρῷ εὐχαριστία καὶ νόμῳ προστέτακται, καὶ ἀναγκαία ἡμῶν τῇ ζωῇ δέδεικται κατά τε φύσιν καὶ λόγον, παρορᾶσθαι δεῖ τοὺς διατετυπωμένους καιροὺς τῶν προσευχῶν ἐν ταῖς ἀδελφότησιν, οὓς ἀναγκαίως ἐξελεξάμεθα, ἑκάστου ἰδίαν τινὰ ὑπόμνησιν τῶν παρὰ τοῦ Θεοῦ ἀγαθῶν ἔχοντος· τὸν μὲν ὄρθρον, ὥστε τὰ πρῶτα κινήματα τῆς ψυχῆς, καὶ τοῦ νοῦ, ἀναθήματα εἶναι Θεοῦ, καὶ μηδὲν ἕτερον ἀναλαμβάνειν εἰς φροντίδα, πρὶν ἢ τῇ παρὰ Θεοῦ ἐννοίᾳ ἐνευφρανθῆναι, καθὼς γέγραπται· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην· μηδὲ σῶμα κινῆσαι πρὸς ἐργασίαν, πρὶν ποιῆσαι τὸ εἰρημένον, ὅτι Πρὸς σὲ προσεύξομαι, Κύριε· καὶ τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωὶ παραστήσομαί σοι, καὶ ἐπόψομαι· πάλιν δὲ κατὰ τὴν τρίτην ὥραν εἰς τὴν προσευχὴν ἀνίστασθαι, καὶ ἐπισυνάγειν τὴν ἀδελφότητα, κἂν τύχωσιν ἄλλοι πρὸς ἄλλα ἔργα μεμερισμένοι· καὶ ὑπομνησθέντας τῆς τοῦ Πνεύματος δωρεᾶς, τῆς κατὰ τὴν τρίτην ὥραν τοῖς ἀποστόλοις δεδομένης, προσκυνῆσαι πάντας ὁμοθυμαδὸν, εἰς τὸ ἀξίους γενέσθαι καὶ αὐτοὺς τῆς ὑποδοχῆς τοῦ ἁγιασμοῦ, καὶ αἰτοῦντας τὴν παρ’ αὐτοῦ ὁδηγίαν καὶ διδασκαλίαν πρὸς τὸ συμφέρον, κατὰ τὸν εἰπόντα· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με· καὶ ἀλλαχοῦ· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· καὶ οὕτω πάλιν τῶν ἔργων ἔχεσθαι.

Κἂν ποῤῥωτέρω δέ που διὰ τὴν τῶν ἔργων ἢ τῶν τόπων φύσιν διάγοντες ἀπολειφθῶσι, πληροῦν ἀναγκαίως ὀφείλουσιν ἐκεῖ ἕκαστα τὰ κοινῇ δόξαντα, μηδὲν διακρινόμενοι· ὅτι Ὅπου ἂν ὦσι δύο ἢ τρεῖς συνηγμένοι, φησὶν ὁ Κύριος, εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐν δὲ τῇ ἕκτῃ ὥρᾳ κατὰ μίμησιν τῶν ἁγίων ἀναγκαίαν εἶναι τὴν προσευχὴν ἐκρίναμεν, τῶν λεγόντων· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου· καὶ ὥστε ῥυσθῆναι ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ, ἅμα καὶ τοῦ ψαλμοῦ τοῦ ἐνενηκοστοῦ λεγομένου·

Ἡ δὲ ἐννάτη παρ’ αὐτῶν ἡμῖν τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν ἀναγκαία εἰς προσευχὴν παραδέδοται ἱστορούσαις, ὅτι Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν Ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Συμπληρωθείσης δὲ τῆς ἡμέρας, ἡ εὐχαριστία περὶ τῶν ἐν αὐτῇ δεδομένων ἡμῖν ἢ κατωρθωμένων ἡμῖν, καὶ τῶν παρεθέντων ἡ ἐξαγόρευσις, εἴτε ἑκούσιον, εἴτε ἀκούσιον, εἴτε που καὶ λανθάνον πλημμέλημα γέγονεν, ἢ ἐν ῥήμασιν, ἢ ἐν ἔργοις, ἢ κατ’ αὐτὴν τὴν καρδίαν, περὶ πάντων ἐξιλεουμένων ἡμῶν διὰ τῆς προσευχῆς τὸν Θεόν.

Μέγα γὰρ ὄφελος ἡ ἐπίσκεψις τῶν παρελθόντων πρὸς τὸ μὴ τοῖς ὁμοίοις αὖθις περιπεσεῖν. Διό φησιν· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Καὶ πάλιν, τῆς νυκτὸς ἀρχομένης, ἡ αἴτησις τοῦ ἀπρόσκοπον ἡμῖν καὶ φαντασιῶν ἐλευθέραν ὑπάρξαι τὴν ἀνάπαυσιν· λεγομένου καὶ ἐν ταύτῃ τῇ ὥρᾳ ἀναγκαίως τοῦ ἐνενηκοστοῦ ψαλμοῦ.

Τὸ δὲ μεσονύκτιον Παῦλος καὶ Σίλας ἡμῖν ἀναγκαῖον εἰς προσευχὴν παραδεδώκασιν, ὡς ἡ τῶν Πράξεων ἱστορία παρίστησι, λέγουσα· Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας ὕμνουν τὸν Θεόν· καὶ ὁ Ψαλμῳδὸς λέγων· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Καὶ πάλιν χρὴ προφθάσαντας τὸν ὄρθρον εἰς τὴν προσευχὴν διανίστασθαι, ὡς μὴ ἐν ὕπνῳ καὶ κοίτῃ ὑπὸ τῆς ἡμέρας καταληφθῆναι, κατὰ τὸν εἰπόντα· Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾷν τὰ λόγιά σου. Ὧν οὐδένα χρὴ καιρὸν τοῖς ἐπιτετηρημένως εἰς δόξαν Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ προαιρουμένοις ζῇν παρορᾶσθαι. Χρησιμεύειν δὲ λογίζομαι τὴν ἐν ταῖς προσευχαῖς καὶ ψαλμῳδίαις κατὰ τὰς ἐπικεκριμένας ὥρας διαφοράν τε καὶ ποικιλίαν, καὶ κατ’ ἐκεῖνο, ὅτι ἐν μὲν τῇ ὁμαλότητι πολλάκις που καὶ ἀκηδιᾷ ἡ ψυχὴ, καὶ ἀπομετεωρίζεται· ἐν δὲ τῇ ἐναλλαγῇ καὶ τῷ ποικίλῳ τῆς ψαλμῳδίας καὶ τοῦ περὶ ἑκάστης ὥρας λόγου νεαροποιεῖται αὐτῆς ἡ ἐπιθυμία καὶ ἀνακαινίζεται τὸ νηφάλιον.

ΕΡΩΤΗΣΙΣ ΛΗʹ. Δείξαντος ἱκανῶς τοῦ λόγου καὶ τὴν προσευχὴν ἀπαράλειπτον, καὶ τὸ ἐργάζεσθαι ἀναγκαῖον, ἀκόλουθον διδαχθῆναι ἡμᾶς ποῖαι τέχναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμόζουσιν. ΑΠΟΚΡΙΣΙΣ. Ἰδικῶς μὲν ἀφορίσαι τέχνας τινὰς οὐκ εὔκολον, διὰ τὸ ἄλλας παρ’ ἄλλοις ἐπιζητεῖσθαι κατὰ τὴν ἰδιότητα τῶν τόπων καὶ τὴν ἐπιτηδειότητα τῶν ἐν ἑκάστῃ χώρᾳ πραγματειῶν· κοινῷ δὲ λόγῳ τὴν ἐκλογὴν τούτων ὑποτυπώσασθαι δυνατὸν, ὅσαι τὸ εἰρηνικὸν καὶ τὸ ἀθόρυβον τῆς ζωῆς ἡμῶν συντηροῦσι, μήτε πολλῆς πραγματείας εἰς τὸν πορισμὸν τῆς οἰκείας ὕλης δεόμεναι, μήτε πολλοῦ τοῦ ἀγῶνος πρὸς τὴν τῶν ἀπεργασθέντων διάπρασιν, μήτε ὅσαι συντυχίας ἡμῖν ἀνδρῶν ἢ γυναικῶν ἀπρεπεῖς ἢ βλαβερὰς προξενοῦσιν· ἀλλ’ ἐν παντὶ σκοπὸν οἰκεῖον ἡμῖν προκεῖσθαι νομίζειν χρὴ τὴν λιτότητα, καὶ τὴν εὐτέλειαν, φεύγοντας τὸ ὑπηρετεῖν ἐπιθυμίαις ἀνθρώπων ἀνοήτοις καὶ βλαβεραῖς, διὰ τοῦ τὰ ἐπιζητούμενα παρ’ αὐτῶν ἐξεργάζεσθαι. Ἀλλ’ ἐν μὲν τῇ ὑφαντικῇ, τὸ ἐμπολιτευόμενον τῇ συνηθείᾳ τοῦ βίου, οὐ τὸ πρὸς ἄγραν καὶ παγίδα τῶν νέων ὑπὸ τῶν ἀκολάστων ἐπινοούμενον, παραδεκτέον ἡμῖν.

Ὁμοίως δὲ καὶ ἐπὶ σκυτοτομικῆς τοῖς τὰ ἀναγκαῖα τῆς χρείας ἐπιζητοῦσι διὰ τῆς τέχνης ὑπηρετήσωμεν. Οἰκοδομικὴ δὲ, καὶ τεκτονικὴ, καὶ χαλκευτικὴ, καὶ γεωργία, αὐταὶ μὲν καθ’ ἑαυτὰς ἀναγκαῖαι τῷ βίῳ, καὶ πολὺ τὸ χρήσιμον παρεχόμεναι, καὶ τῷ οἰκείῳ λόγῳ οὐκ ἀπόβλητοι ἡμῖν· πλὴν ὅταν ποτὲ ἢ θορύβους ἡμῖν ἐμποιῶσιν, ἢ τὸ ἡνωμένον τῆς ζωῆς τῶν ἀδελφῶν διασπῶσι, τότε αὐτὰς ἐξ ἀνάγκης ἐκκλίνωμεν· προτιμῶντες τὰς τέχνας τὰς διατηρούσας ἡμῖν τὴν ἀπερίσπαστον ζωὴν καὶ εὐπάρεδρον τῷ Κυρίῳ, καὶ μήτε καιροῦ ψαλμῳδίας, μήτε προσευχῆς, μήτε τῆς λοιπῆς εὐταξίας ἀφελκούσας τοὺς τῇ ἀσκήσει τῆς εὐσεβείας προσκαρτεροῦντας. Ἐπεὶ, ὅταν γε μηδὲν ὑπάρχῃ παρ’ αὐτῶν εἰς τὴν προηγουμένην ζωὴν καταβλάπτεσθαι, πολλῶν εἰσι προτιμότεραι, καὶ μάλιστα ἡ γεωργία, αὐτόθεν ἔχουσα τῶν ἀναγκαίων τὸν πορισμὸν, καὶ τῆς ἐπὶ πολὺ πλάνης, καὶ ἄνω καὶ κάτω διαδρομῆς ῥυομένη τοὺς γεωργοῦντας, μόνον εἰ, καθ’ ὃν εἴπομεν τρόπον, μήτε ἀπὸ γειτόνων μήτε ἀπὸ συνοίκων θορύβους ἡμῖν ἐπάγει καὶ ταραχάς.

ΕΡΩΤΗΣΙΣ ΛΘʹ. Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διάπρασιν, καὶ πῶς ἀποδημεῖν ΑΠΟΚΡΙΣΙΣ. Χρὴ δὲ σπουδάζειν καὶ τὰ ἐκ τῶν ἐργασιῶν μὴ μακράν που διατίθεσθαι, μήτε δημοσιεύειν ἑαυτοὺς τῆς πράσεως ἕνεκεν. Εὐπρεπεστέρα γὰρ ἡ ἐφ’ ἑνὸς τόπου διαγωγὴ, καὶ ὠφελιμωτέρα πρός τε τὴν οἰκοδομὴν ἀλλήλων καὶ ἀκριβῆ συντήρησιν τοῦ καθ’ ἡμέραν βίου, ὥστε αἱρεῖσθαι μᾶλλον καὶ ὑφαιρεῖν τι τῆς ἀξίας, ἢ ὑπὲρ ὀλίγου κέρδους ὑπερορίους ἀποδημεῖν. Ἐὰν δὲ τοῦτο ἀδύνατον ἡ πεῖρα δείξῃ, ἐκλέγεσθαι καὶ τόπους καὶ πόλεις ἀνδρῶν εὐλαβῶν, ὡς μὴ ἄκαρπον ἡμῖν τὴν ἀποδημίαν γίνεσθαι, καὶ ἐν ταῖς ἀποδεδειγμέναις πανηγύρεσι πλείονας ὁμοῦ συνδραμεῖν τῶν ἀδελφῶν, ἕκαστον τὰ ἐκ τῆς οἰκείας ἐργασίας ἐπιφερόμενον. Καὶ κοινὴν μὲν τὴν ἀποδημίαν στέλλεσθαι, ὡς καὶ τὴν ὁδὸν μετὰ ψαλμῶν καὶ προσευχῶν καὶ τῆς ἐν ἀλλήλοις οἰκοδομῆς ἐκτελεῖν· καὶ ἐπὶ τὸν τόπον δὲ γενομένους, τὰς αὐτὰς αἱρεῖσθαι καταγωγὰς τῆς τε ἀλλήλων φυλακῆς ἕνεκεν, καὶ τοῦ μηδένα καιρὸν προσευχῆς, μήτε ἡμερινὸν μήτε νυκτερινὸν, ἡμᾶς διαφεύγειν, καὶ τὰς τῶν δυσσυναλλάκτων καὶ πλεονεκτικῶν συντυχίας ἀβλαβέστερον διαβῆναι μετὰ πλειόνων ὄντα ἢ καθ’ ἑαυτόν. Παραιτοῦνται γὰρ πολλοὺς ἔχειν τὰς ἀδικίας μάρτυρας καὶ οἱ βιαιότατοι.

ΕΡΩΤΗΣΙΣ Μʹ. Περὶ τῶν ἐν συνόδοις πραγματειῶν. ΑΠΟΚΡΙΣΙΣ. Ἀλλ’ οὐδὲ τὰς ἐν τοῖς μαρτυρίοις γινομένας ἀγορασίας οἰκείας ἡμῖν ὁ λόγος δείκνυσιν. Οὐ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐν τοῖς μαρτυρίοις ἢ ἐν τοῖς περὶ αὐτὰ τόποις φαίνεσθαι ἐπιβάλλει Χριστιανοῖς, ἢ προσευχῆς ἕνεκεν καὶ τοῦ εἰς ὑπόμνησιν ἐλθόντας τῆς τῶν ἁγίων ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἐνστάσεως πρὸς τὸν ζῆλον τὸν ὅμοιον προτραπῆναι· μεμνημένους τῆς φοβερωτάτης ὀργῆς τοῦ Κυρίου, ὅτι, καίπερ πάντοτε καὶ πανταχοῦ πραῢς ὢν, καὶ ταπεινὸς τῇ καρδίᾳ, καθὼς γέγραπται, μόνοις τοῖς περὶ τὸ ἱερὸν πωλοῦσι καὶ ἀγοράζουσι τὴν μάστιγα ἐπανετείνατο, ὡς τῆς ἐμπορίας τὸν οἶκον τῆς προσευχῆς μεταποιούσης εἰς σπήλαιον λῃστῶν.

Οὐ μὴν, ἐπειδὴ ἕτεροι προλαβόντες παρέφθειραν τὴν κεκρατηκυῖαν ἐπὶ τῶν ἁγίων συνήθειαν, καὶ ἀντὶ τοῦ προσεύχεσθαι ὑπὲρ ἀλλήλων, καὶ μετὰ πλειόνων προσκυνεῖν καὶ προσκλαίειν τῷ Θεῷ, καὶ ἐξιλάσκεσθαι μὲν αὐτὸν ὑπὲρ τῶν ἁμαρτιῶν, εὐχαριστεῖν δὲ ὑπὲρ τῶν εὐεργεσιῶν, οἰκοδομεῖν δὲ διὰ τοῦ λόγου τῆς παρακλήσεως, ὅπερ ἔτι καὶ ἐπὶ τῆς ἡμετέρας μνήμης τηρούμενον ἔγνωμεν, ἀντὶ τούτων ἀγορὰν, καὶ πανήγυριν, καὶ κοινὸν ἐμπόριον τόν τε καιρὸν καὶ τὸν τόπον ποιοῦνται, ἤδη καὶ ἡμᾶς ἀκολουθεῖν αὐτοῖς προσῆκε, καὶ βεβαιοῦν τὰ ἄτοπα τῇ κοινωνίᾳ τοῦ πράγματος· ἀλλὰ μιμεῖσθαι τὰς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τοῖς Εὐαγγελίοις ἱστορουμένας συνόδους, καὶ πληροῦν τὰ ὑπὸ τοῦ Ἀποστόλου ὡς συντελοῦντα τῷ τοιούτῳ τύπῳ διατεταγμένα. Γράφει δὲ οὕτως· Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.

ΕΡΩΤΗΣΙΣ ΜΑʹ Περὶ αὐθεντίας καὶ ὑπακοῆς. ΑΠΟΚΡΙΣΙΣ. Ἐν αὐταῖς μέντοι ταῖς συγκεχωρημέναις τέχναις οὐχ ἕκαστος ἣν ἔχει, ἢ βούλεται μαθεῖν, ἐπιτρέπεσθαι ὀφείλει, ἀλλ’ εἰς ἣν ἂν δοκιμασθῇ ἐπιτήδειος εἶναι. Ὁ γὰρ ἀρνησάμενος ἑαυτὸν, καὶ πάντα τὰ ἑαυτοῦ θελήματα ἀποθέμενος, οὐχὶ ὃ βούλεται ποιεῖ, ἀλλ’ ὃ διδάσκεται. Οὐ μὴν οὐδὲ ἀφ’ ἑαυτοῦ ἐκλέγεσθαι τὸ συμφέρον συγχωρεῖ ὁ λόγος τῷ ἅπαξ τὴν ἑαυτοῦ οἰκονομίαν ἐπιτρέψαντι ἑτέροις, οἳ πρὸς ὅπερ ἂν καταμάθωσιν ἐν ὀνόματι Κυρίου ἐπιτήδειον, εἰς ἐκεῖνο αὐτὸν τάξουσιν· ἐπεὶ ὅ γε κατ’ ἰδίαν ἐπιθυμίαν ἐκλεγόμενος ἔργον κατηγορίαν ἑαυτοῦ ἐκφέρει, πρῶτον μὲν αὐταρεσκείας, ἔπειτα, ὅτι ἢ διὰ δόξαν κοσμικὴν, ἢ διὰ κέρδους ἐλπίδα, ἢ διά τι τοιοῦτον προσπέπονθε τῷ ἐπιτηδεύματι, ἢ δι’ ὄκνον καὶ ῥᾳθυμίαν προτιμᾷ τὸ κουφότερον. Τὸ δὲ ἐν τούτοις εἶναι ἀπόδειξίς ἐστι τοῦ μήπω ἀπηλλάχθαι τῆς τῶν παθῶν κακίας. Οὔτε δὲ ἠρνήσατο ἑαυτὸν ὁ ἰδίας ὁρμὰς ἐκτελεῖν θέλων, οὔτε ἀπετάξατο τοῖς τοῦ κόσμου πράγμασιν, εἴπερ ἔτι πρὸς κέρδος καὶ πρὸς δόξαν ἐπτόηται. Οὐδὲ μὴν ἐνέκρωσεν αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς ὁ τὸν ἐν τοῖς ἔργοις κόπον μὴ ὑπομένων· ἀλλὰ καὶ αὐθαδείας δεῖγμα καθ’ ἑαυτοῦ ἐκφέρει, ἀκριβεστέραν οἰόμενος εἶναι τὴν ἰδίαν ἑαυτοῦ κρίσιν τῆς τῶν πλειόνων δοκιμασίας.

Εἴτε οὖν ἔχει τις τέχνην μὴ κατεγνωσμένην ὑπὸ τοῦ κοινοῦ, ἀποπηδᾷν αὐτῆς οὐκ ὀφείλει· ἀστάτου γὰρ γνώμης, καὶ προαιρέσεως ἀβεβαίου, ἐξουθενεῖν τὰ παρόντα· εἴτε μὴ ἔχει, μὴ ἑαυτῷ λαμβανέτω· ἀλλὰ τὸ παρὰ τῶν μειζόνων δοκιμασθὲν ὑποδεχέσθω, ἵνα ἐν παντὶ τὸ εὐπειθὲς διασώζῃ. Ὡς δὲ τὸ ἑαυτῷ ἐπιτρέπειν ἀπρεπὲς ἀπεδείχθη, οὕτω καὶ τὸ παρ’ ἑτέρων ἐγκριθὲν μὴ καταδέχεσθαι, κατεγνωσμένον ἐστίν.

Ἀλλὰ καὶ ἐὰν ἔχῃ τις τέχνην, μὴ ἀρέσκῃ δὲ αὐτῆς ἡ χρῆσις τῇ ἀδελφότητι, ἑτοίμως αὐτὴν ἀποῤῥιπτέτω, δεικνὺς, ὅτι πρὸς οὐδὲν τῶν ἐν τῷ κόσμῳ ἐμπαθῶς διάκειται. Διότι τὸ μὲν ποιεῖν τὰ θελήματα τῶν διανοιῶν τοῦ μὴ ἔχοντός ἐστιν ἐλπίδα, κατὰ τὸν λόγον τοῦ Ἀποστόλου· τὸ δὲ ἐν παντὶ εὐπειθὲς ἀποδοχῆς ἄξιον, τοῦ αὐτοῦ Ἀποστόλου ἐπαινοῦντός τινας, ὅτι ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ, ἔπειτα καὶ ἡμῖν διὰ θελήματος Θεοῦ.

Ἕκαστον μέντοι χρὴ τῇ ἰδίᾳ ἐργασίᾳ προσέχειν, καὶ ταύτης ἐπιθυμητικῶς φροντίζειν, καὶ ὡς Θεοῦ ἐφορῶντος, ἐν σπουδῇ ἀόκνῳ καὶ ἐπιμελείᾳ προσεχεστέρᾳ ἀμέμπτως ταύτην ἀποπληροῦν, ἵνα ἔχῃ παῤῥησίαν λέγειν ἀεὶ τό· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν· καὶ μὴ ἄλλοτε εἰς ἄλλο ἀποπηδᾷν. Οὐδὲ γὰρ ἡ φύσις ἡμῶν πολλὰ ὁμοῦ κατορθοῦν ἐπιτηδεύματα δύναται· καὶ τὸ μίαν φιλοπόνως ἐκτελεῖν τοῦ πολλῶν ἀτελῶς ἐφάπτεσθαι χρησιμώτερον. Ὁ γὰρ εἰς πλείονα μερισμὸς, καὶ ἡ ἄλλοτε ἐπ’ ἄλλο μετάβασις πρὸς τὸ μηδὲν τελειοῦν τῶν ἔργων, ἔτι καὶ ἤθους ἐλαφρίαν ἢ προϋπάρχουσαν ἐλέγχει, ἢ καὶ μὴ οὖσαν ἐμποιεῖ. Ἐὰν δέ ποτε χρεία καταλάβῃ, ἐπιβοηθεῖν καὶ ἄλλαις τέχναις τὸν ἐπιτηδείως ἔχοντα ἀκόλουθον. Καὶ οὐδὲ τοῦτο ἀφ’ ἑαυτοῦ· ἀλλ’ εἴ ποτε προσκληθείη, οὐ προηγουμένως ἡμῶν ποιούντων τοῦτο, ἀλλὰ κατὰ περίστασιν· ὡς καὶ ἐπὶ τῶν μελῶν τοῦ σώματος, ὅταν, ὀκλάσαντος τοῦ ποδὸς, ἐπιστηριζώμεθα τῇ χειρί.

Καὶ πάλιν, ὥσπερ τὸ ἀφ’ ἑαυτοῦ ἐπιπηδᾷν ἀσύμφορον, οὕτω τὸ προσταχθὲν μὴ καταδέχεσθαι κατηγορίας ἄξιον, ἵνα μήτε πάθος αὐθαδείας τρέφηται, μήτε ὁ τῆς ὑπακοῆς καὶ εὐπειθείας ὅρος διαλύηται. Καὶ ἡ τῶν ἐργαλείων δὲ φροντὶς διαφέρει μὲν προηγουμένως τῷ ἑκάστης ἐργασίας τεχνίτῃ· ἐὰν δὲ ἄρα ποτὲ παροφθῆναι συμβαίη τι, ὡς κοινὸν πάντων κτῆμα, οὕτω τῆς προσηκούσης προνοίας ἀξιούσθω ὑπὸ τῶν πρώτως θεασαμένων. Εἰ γὰρ καὶ ἡ χρῆσις αὐτῶν ἰδιάζουσα, ἀλλὰ τὸ ἐξ αὐτῶν χρήσιμον κοινόν. Τὸ γὰρ ὡς οὐδὲν προσηκόντων τῶν ἐκ τῆς ἄλλης τέχνης καταφρονεῖν ἀλλοτριώσεως ἀπόδειξιν ἔχει. Οὐ μὴν οὐδὲ τοὺς μεταχειριζομένους τὰς τέχνας δεσποτείαν ἐκδικεῖν τῶν ἐργαλείων προσήκει, ὡς ἢ τῷ προεστῶτι τῆς ἀδελφότητος μὴ συγχωρεῖν αὐτοῖς κεχρῆσθαι πρὸς ὅπερ ἂν θέλῃ, ἢ ἑαυτοῖς ἐπιτρέπειν πωλεῖν αὐτὰ ἢ διαμείβειν, ἢ κατὰ ἄλλον τινὰ τρόπον προΐεσθαι· ἢ καὶ προσκτᾶσθαι τοῖς οὖσιν ἕτερα· ὁ γὰρ ἅπαξ κρίνας μηδὲ τῶν χειρῶν εἶναι τῶν ἑαυτοῦ κύριος, ἀλλ’ ἑτέρῳ τὴν ἐνέργειαν αὐτῶν οἰκονομεῖν ἐπιτρέψας, πῶς ἂν ὁ τοιοῦτος ἀκόλουθα πράσσοι, τοῖς ἐργαλείοις τῆς τέχνης ἐναυθεντῶν, καὶ δεσποτείας ἀξιώματι ἐπ’ αὐτῶν κεχρημένος;

ΕΡΩΤΗΣΙΣ ΜΒʹ. Ποίῳ σκοπῷ καὶ ποίᾳ διαθέσει ἐργάζεσθαι δεῖ τοὺς ἐργαζομένους. ΑΠΟΚΡΙΣΙΣ. Ἐκεῖνο μέντοι εἰδέναι χρὴ, ὅτι ὁ ἐργαζόμενος, οὐχ ἵνα ταῖς ἑαυτοῦ χρείαις ὑπηρετῇ διὰ τῶν ἔργων, ἐργάζεσθαι ὀφείλει, ἀλλ’ ἵνα τὴν ἐντολὴν τοῦ Κυρίου πληρώσῃ, τοῦ εἰπόντος· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τὸ γὰρ ὑπὲρ ἑαυτοῦ μεριμνᾷν παντάπασίν ἐστιν ὑπὸ τοῦ Κυρίου κεκωλυμένον, εἰπόντος· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· καὶ ἐπενεγκόντος· Ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ.

Σκοπὸς οὖν ἑκάστῳ προκεῖσθαι ὀφείλει ἐν τῷ ἔργῳ ἡ ὑπηρεσία τῶν δεομένων, οὐχὶ ἡ ἰδία αὐτοῦ χρεία. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὸ ἔγκλημα φεύξεται, καὶ τῆς φιλαδελφίας τὴν εὐλογίαν παρὰ τοῦ Κυρίου λήψεται, λέγοντος· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε. Καὶ μηδεὶς τοῦ Ἀποστόλου ἐναντιοῦσθαι ἡμῶν τῷ λόγῳ νομιζέτω, εἰπόντος· Ἵνα ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Τοῦτο γὰρ πρὸς τοὺς ἀτάκτους καὶ ἀργοὺς εἴρηται· ὡς αἱρετώτερον τῆς ἐν ἀργίᾳ ζωῆς τὸ ἑαυτῷ γοῦν ὑπηρετεῖν ἕκαστον, καὶ μὴ ἄλλοις ἐπιβαρῆ γίνεσθαι· Ἀκούομεν γὰρ, φησὶ, τινὰς ἀτάκτως περιπατοῦντας ἐν ὑμῖν, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· τοῖς οὖν τοιούτοις, φησὶ, παραγγέλλομεν, καὶ παρακαλοῦμεν, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Καὶ τὸ, Νύκτα δὲ καὶ ἡμέραν ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, εἰς τὸν αὐτὸν φέρει νοῦν· τοῦ Ἀποστόλου διὰ φιλαδελφίαν εἰς ἐκκοπὴν τῶν ἀτάκτων ἑαυτὸν τοῖς ὑπὲρ τὸ διατεταγμένον αὐτῷ πόνοις ὑποβάλλοντος.

Τοῦ δὲ πρὸς τὴν τελείωσιν σπεύδοντός ἐστι νυκτὸς καὶ ἡμέρας ἐργάζεσθαι, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Ἐπεὶ ὅ γε ἑαυτῷ, ἢ καὶ τῷ τὴν φροντίδα τῶν χρειῶν ἀναδεδεγμένῳ ἐλπίζων, καὶ ἢ τὴν οἰκείαν ἢ τὴν τοῦ συνόντος ἐργασίαν ἱκανὴν ἀφορμὴν πρὸς τὸ ζῇν τιθέμενος, καθόσον ἐπ’ ἄνθρωπον τὴν ἐλπίδα ἔθετο, κίνδυνον ἔχει ὑποπεσεῖν τῇ κατάρᾳ τῇ λεγούσῃ·

Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ Κυρίου ἀποσταίη ἡ ψυχὴ αὐτοῦ· τοῦ λόγου διὰ μὲν τοῦ, Ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, τῷ ἑτέρῳ ἐπελπίζειν· διὰ δὲ τοῦ, Καὶ στηρίξει σάρκα βραχίονος αὐτοῦ, τὸ ἐφ’ ἑαυτῷ πεποιθέναι ἀπαγορεύοντος· ἑκάτερον δὲ αὐτῶν ἀποστασίαν ἀπὸ Κυρίου ὀνομάζοντος, καὶ τὸ τέλος ἀμφοτέρων ἐπάγοντος, Ὅτι ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ· καὶ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά· δεικνύντος τοῦ λόγου, ὅτι τὸ ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἐπελπίζειν ἀποστῆναί ἐστιν ἀπὸ Κυρίου.