Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι ὁ θεὸς οὐκ ἔστιν αἴτιος τῶν κακῶν

Μέγας Βασίλειος

Το αυτεξούσιο, η πτώση του Αδάμ και η θεραπευτική λειτουργία του θανάτου

Εξέταση της ελεύθερης βούλησης, της εκούσιας απομάκρυνσης του ανθρώπου από τον Θεό κατά την πτώση και η ερμηνεία του θανάτου ως αναγκαίας παραχώρησης για τη θεραπεία της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 6

Πόθεν οὖν αὐτῷ τὸ εἶναι, εἰ μήτε ἄναρχόν ἐστι, φησὶ, μήτε πεποίηται; Ἀντερωτάσθωσαν οἱ τὰ τοιαῦτα ἐπιζητοῦντες· Πόθεν νόσοι; πόθεν αἱ πηρώσεις τοῦ σώματος; Οὔτε γὰρ ἀγέννητος ἡ νόσος, οὔτε μὴν δημιούργημα τοῦ Θεοῦ. Ἀλλ᾽ ἐκτίσθη μὲν τὰ ζῶα μετὰ τῆς πρεπούσης αὐτοῖς κατασκευῆς κατὰ φύσιν, καὶ παρήχθη πρὸς τὴν ζωὴν ἀπηρτισμένα τοῖς μέλεσιν, ἐνόσησε δὲ τοῦ κατὰ φύσιν παρατραπέντα. Ἐξίσταται γὰρ τῆς ὑγιείας ἢ διὰ πονηρὰν δίαιταν ἢ δι᾽ ἡσδηποτοῦν νοσοποιοῦ αἰτίας. Οὐκοῦν σῶμα μὲν ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον· καὶ ψυχὴν τοίνυν ἐποίησεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν· ἐκακώθη δὲ ἡ ψυχὴ, παρατραπεῖσα τοῦ κατὰ φύσιν. Τί δὲ ἦν αὐτῇ τὸ προηγούμενον ἀγαθόν; Ἡ προσεδρεία τοῦ Θεοῦ, καὶ ἡ διὰ τῆς ἀγάπης συνάφεια· ἧς ἐκπεσοῦσα, τοῖς ποικίλοις καὶ πολυτρόποις ἀῤῥωστήμασιν ἐκακώθη.

Διὰ τί δὲ ὅλως δεκτικὴ τοῦ κακοῦ; Διὰ τὴν αὐτεξούσιον ὁρμὴν, μάλιστα πρέπουσαν λογικῇ φύσει. Λελυμένη γὰρ πάσης ἀνάγκης, καὶ αὐθαίρετον ζωὴν λαβοῦσα παρὰ τοῦ κτίσαντος, διὰ τὸ κατ᾽ εἰκόνα γεγενῆσθαι Θεοῦ, νοεῖ μὲν τὸ ἀγαθὸν, καὶ οἶδεν αὐτοῦ τὴν ἀπόλαυσιν, καὶ ἔχει ἐξουσίαν καὶ δύναμιν, ἐπιμένουσα τῇ τοῦ καλοῦ θεωρίᾳ καὶ τῇ ἀπολαύσει τῶν νοητῶν, διαφυλάσσειν αὑτῆς τὴν κατὰ φύσιν ζωήν· ἔχει δὲ ἐξουσίαν καὶ ἀπονεῦσαί ποτε τοῦ καλοῦ.

Τοῦτο δὲ συμβαίνει αὐτῇ, ὅταν, κόρον λαβοῦσα τῆς μακαρίας τέρψεως, καὶ οἷον νυσταγμῷ τινι βαρυνθεῖσα καὶ ἀποῤῥυεῖσα τῶν ἄνωθεν, τῇ σαρκὶ διὰ τὰς αἰσχρὰς τῶν ἡδονῶν ἀπολαύσεις ἀναμιχθῇ. Ἦν ποτε ὁ Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει, ὅτε, ἄρτι ψυχωθεὶς καὶ ἀναβλέψας πρὸς οὐρανὸν, περιχαρὴς τοῖς ὁρωμένοις γενόμενος, ὑπεραγαπῶν τὸν εὐεργέτην, ζωῆς μὲν αἰωνίου ἀπόλαυσιν χαρισάμενον, τρυφαῖς δὲ παραδείσου ἐναναπαύσαντα, ἀρχὴν δὲ δόντα κατὰ τὴν τῶν ἀγγέλων, καὶ ἀρχαγγέλοις αὐτὸν ποιήσαντα ὁμοδίαιτον, καὶ φωνῆς θείας ἀκροατήν· ἐπὶ πᾶσι τούτοις ὑπερασπιζόμενος παρὰ Θεοῦ, καὶ ἀπολαύων τῶν αὐτοῦ ἀγαθῶν, ταχὺ πάντων ἀναπλησθεὶς, καὶ οἷον ἐξυβρίσας τῷ κόρῳ, τὸ τοῖς σαρκίνοις ὀφθαλμοῖς φανὲν τερπνὸν τοῦ νοητοῦ προετίμησε κάλλους, καὶ τὴν πλησμονὴν τῆς γαστρὸς τῶν πνευματικῶν ἀπολαύσεων τιμιωτέραν ἔθετο.

Ἔξω μὲν εὐθὺς ἦν τοῦ παραδείσου, ἔξω δὲ τῆς μακαρίας ἐκείνης διαγωγῆς, οὐκ ἐξ ἀνάγκης κακὸς, ἀλλ᾽ ἐξ ἀβουλίας, γενόμενος. Διὰ τοῦτο καὶ ἥμαρτε μὲν διὰ μοχθηρὰν προαίρεσιν, ἀπέθανε δὲ διὰ τὴν ἁμαρτίαν· Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος.

Ὅσον γὰρ ἀφίστατο τῆς ζωῆς, τοσοῦτον προσήγγιζε τῷ θανάτῳ. Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ τῆς ζωῆς θάνατος. Ὥστε ἑαυτῷ τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασε, κατὰ τὸ γεγραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Οὕτως οὐχὶ Θεὸς ἔκτισε θάνατον, ἀλλ᾽ ἡμεῖς ἑαυτοῖς ἐκ πονηρᾶς γνώμης ἐπεσπασάμεθα.

Οὐ μὴν οὐδὲ ἐκώλυσε τὴν διάλυσιν διὰ τὰς προειρημένας αἰτίας, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀῤῥωστίαν διατηρήσῃ. Ὥσπερ ἂν εἴ τις σκεῦος πήλινον διαῤῥυὲν μὴ καταδέχοιτο παραδοῦναι πυρὶ, ἕως ἂν τὸ ἐνυπάρχον αὐτῷ πάθος διὰ τῆς ἀναπλάσεως ἐξιάσαιτο.

Ἀλλὰ διὰ τί οὐκ ἐν τῇ κατασκευῇ τὸ ἀναμάρτητον ἔσχομεν, φησὶν, ὥστε μηδὲ βουλομένοις ἡμῖν ὑπάρχειν τὸ ἁμαρτάνειν; Ὅτι καὶ σὺ τοὺς οἰκέτας, οὐχ ὅταν δεσμίους ἔχῃς, εὔνους ὑπολαμβάνεις, ἀλλ᾽ ὅταν ἑκουσίως ἴδῃς ἀποπληροῦντάς σοι τὰ καθήκοντα. Καὶ Θεῷ τοίνυν οὐ τὸ ἠναγκασμένον φίλον, ἀλλὰ τὸ ἐξ ἀρετῆς κατορθούμενον. Ἀρετὴ δὲ ἐκ προαιρέσεως, καὶ οὐκ ἐξ ἀνάγκης γίνεται Προαίρεσις δὲ τῶν ἐφ᾽ ἡμῖν ἤρτηται. Τὸ δὲ ἐφ᾽ ἡμῖν ἐστι τὸ αὐτεξούσιον. Ὁ τοίνυν μεμφόμενος τὸν ποιητὴν ὡς μὴ φυσικῶς κατασκευάσαντα ἡμᾶς ἀναμαρτήτους, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ, καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμπράκτου. Ταῦτα εἰ καὶ παρεκβατικῶς, ἀλλ᾽ ἀναγκαίως εἴρηται, ἵνα μὴ, εἰς βυθὸν διαλογισμῶν ἐμπεσὼν, πρὸς τῇ στερήσει τῶν περισπουδάστων, ἔτι καὶ Θεοῦ στέρησιν ὑπομείνῃς. Παυσώμεθα οὖν ἐπανορθούμενοι τὸν σοφόν. Παυσώμεθα τὸ βέλτιον τῶν παρ᾽ αὐτοῦ γινομένων ἐπιζητοῦντες. Εἰ γὰρ καὶ τῶν κατὰ μέρος οἰκονομουμένων διαφεύγουσιν ἡμᾶς οἱ λόγοι, ἀλλ᾽ ἕν γε ἐκεῖνο δόγμα ταῖς ψυχαῖς ἡμῶν ἐνυπαρχέτω, τὸ, μηδὲν κακὸν παρὰ τοῦ ἀγαθοῦ γίνεσθαι.