Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι ὁ θεὸς οὐκ ἔστιν αἴτιος τῶν κακῶν

Μέγας Βασίλειος

Η εκούσια πτώση του διαβόλου και ο φθόνος κατά του ανθρώπου

Αναφορά στην προέλευση της πονηρίας του διαβόλου, στον φθόνο του έναντι του ανθρώπου, στη δοκιμασία του παραδείσου και στη φύση της περιορισμένης εξουσίας του στον κόσμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 6

Ἐπεισέρχεται δὲ τούτῳ, κατὰ τὸ ἀκόλουθον τῆς ἐννοίας, καὶ τὸ περὶ τοῦ διαβόλου ζήτημα. Πόθεν ὁ διάβολος, εἰ μὴ παρὰ Θεοῦ τὰ κακά; Τί οὖν φαμεν; Ὅτι ὁ αὐτὸς ἡμῖν ἀρκέσει καὶ περὶ τοῦ ζητήματος τούτου λόγος, ὁ καὶ περὶ τῆς ἐν ἀνθρώποις πονηρίας ἀποδοθείς. Πόθεν γὰρ πονηρὸς ὁ ἄνθρωπος;

Ἐκ τῆς οἰκείας αὐτοῦ προαιρέσεως. Πόθεν κακὸς ὁ διάβολος; Ἐκ τῆς αὐτῆς αἰτίας, αὐθαίρετον ἔχων καὶ αὐτὸς τὴν ζωὴν, καὶ ἐπ᾽ αὐτῷ κειμένην τὴν ἐξουσίαν, ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ. Γαβριὴλ ἄγγελος, καὶ παρέστηκε τῷ Θεῷ διηνεκῶς. Ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως παντελῶς. Κἀκεῖνον ἡ προαίρεσις διεφύλαξεν ἐν τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης τὸ αὐτεξούσιον. Ἐδύνατο γὰρ κἀκεῖνος ἀποστατῆσαι, καὶ οὗτος μὴ ἐκπεσεῖν. Ἀλλὰ τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον· τὸν δὲ ἀπόβλητον ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις. Τοῦτό ἐστι τὸ κακὸν, ἡ τοῦ Θεοῦ ἀλλοτρίωσις. Μικρὰ περιστροφὴ ὀφθαλμοῦ ἢ μετὰ ἡλίου ἡμᾶς εἶναι ποιεῖ, ἢ μετὰ τῆς σκιᾶς τοῦ σώματος ἡμῶν. Κἀκεῖ μὲν ἀναβλέψαντι ἕτοιμον τὸ φωτισθῆναι, ἀπονεύσαντι δὲ πρὸς τὴν σκιὰν ἀναγκαία ἡ σκότωσις. Οὕτω πονηρὸς ὁ διάβολος, ἐκ προαιρέσεως ἔχων τὴν πονηρίαν, οὐ φύσις ἀντικειμένη τῷ ἀγαθῷ. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος; Ὅτι, δοχεῖον ὢν πάσης κακίας, ἐδέξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς. Οὐ γὰρ ἤνεγκεν ἡμῶν τὴν ἄλυπον ζωὴν τὴν ἐν τῷ παραδείσῳ· δόλοις δὲ καὶ μηχαναῖς ἐξαπατήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ, ἣν ἔσχε πρὸς τὸ ὁμοιωθῆναι τῷ Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ ἐπηγγείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον τῷ Θεῷ καταστήσειν.

Ἐὰν γὰρ φάγητε, φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν κατεσκευάσθη, ἀλλ᾽ ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων καταῤῥιφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον ἐπὶ τὴν ἀξίαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον.

Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς, ἐφύλαξεν ἡμῖν ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι᾽ ὧν τῷ ὑπηρετησαμένῳ αὐτῷ θηρίῳ διελέγετο, πρὸς αὐτὸν ἀναφέρων τὴν ἀπειλήν· ὅτι Ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀναμέσον τοῦ σπέρματος αὐτῆς. Τῷ ὄντι γὰρ βλαβεραὶ αἱ πρὸς τὴν κακίαν καταλλαγαί· ἐπειδὴ νόμος οὗτος φιλίας δι᾽ ὁμοιότητος πέφυκε τοῖς συναπτομένοις ἐγγίνεσθαι. Ὅθεν ὀρθῶς ἔχει τὸ, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Ὡς γὰρ ἐν τοῖς νοσοποιοῖς χωρίοις ὁ κατὰ μέρος ἀναπνεόμενος ἀὴρ λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται· οὕτως ἡ πρὸς τὰ φαῦλα συνήθεια μεγάλα κακὰ ταῖς ψυχαῖς ἐναφίησι, κἂν τὴν παραυτίκα αἴσθησιν τὸ βλαβερὸν διαφεύγῃ. Διὰ τοῦτο ἀδιάλλακτος ἡ πρὸς τὸν ὄφιν ἔχθρα. Εἰ δὲ τὸ ὄργανον τοσούτου μίσους ἄξιον, πόσον ἐχθραίνειν ἡμᾶς τῷ ἐνεργήσαντι προσῆκεν;

Ἀλλὰ καὶ διὰ τί ἦν τὸ ξύλον, φησὶν, ἐν τῷ παραδείσῳ, δι᾽ οὗ τῷ διαβόλῳ ἔμελλε προχωρήσειν ἡ καθ᾽ ἡμῶν ἐπιχείρησις; Εἰ γὰρ μὴ εἶχε τῆς ἀπάτης τὸ δέλεαρ, πῶς ἂν ἡμᾶς διὰ τῆς παρακοῆς εἰς τὸν θάνατον ὑπηγάγετο; Ὅτι ἔδει εἶναι ἐντολὴν τὴν δοκιμάζουσαν ἡμῶν τὸ ὑπήκοον. Διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος, τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι, τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. Ἐπηκολούθησε δὲ τῇ βρώσει οὐ παρακοὴ μόνον τῆς ἐντολῆς, ἀλλὰ καὶ ἡ ἐπίγνωσις τῆς γυμνότητος. Ἔφαγον γὰρ, φησὶ, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσιν. Ἔδει δὲ μὴ γινώσκειν τὴν γύμνωσιν, ἵνα μὴ ὁ νοῦς τοῦ ἀνθρώπου περιεσπᾶτο πρὸς τὴν τοῦ λείποντος ἀναπλήρωσιν, ἀμφιέσματα ἑαυτῷ καὶ τῆς γυμνότητος παραμυθίαν ἐπινοῶν, καὶ ὅλως τῇ τῆς σαρκὸς ἐπιμελείᾳ τῆς πρὸς Θεὸν ἐνατενίσεως ἀφελκόμενος. Διὰ τί δὲ οὐκ εὐθὺς αὐτῷ συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα;

Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ τέχνης. Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστίν· οἷον πτερὰ, καὶ τρίχες, καὶ δερμάτων παχύτητες, στέγειν μὲν χειμῶνας, φέρειν δὲ καύσωνας δυναμένων. Ἐν οἷς οὐδὲν τὸ ἕτερον τοῦ ἑτέρου διενήνοχεν, ὁμοτίμου πᾶσι τῆς φύσεως ὑπαρχούσης· ἀνθρώπῳ δὲ ἔπρεπε, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγάπης, παρηλλαγμένας τῶν ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρχειν. Αἱ δὲ ἐκ τέχνης ἐπιτηδεύσεις ἀσχολίας ἂν ἐγένοντο πρόξενοι· ὃ μάλιστα φευκτὸν ἦν ὡς βλαβερὸν τῷ ἀνθρώπῳ. Διὸ καὶ ὁ Κύριος, εἰς τὴν ἐν τῷ παραδείσῳ ζωὴν ἡμᾶς ἀνακαλούμενος, ἐκβάλλει τὴν μέριμναν τῶν ψυχῶν, λέγων· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὔτε οὖν ἐκ φύσεως ἔπρεπεν αὐτῷ ἔχειν τὰ σκεπάσματα, οὔτε ἐκ τέχνης· ἀλλ᾽ ἕτερα ἦν ηὐτρεπισμένα, ἐπιδειξαμένῳ τὴν ἀρετὴν, τὰ ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐπανθεῖν τῷ ἀνθρώπῳ, καὶ περιαστράπτειν μέλλοντα φωτειναῖς τισι περιβολαῖς, ὁποῖαι αἱ τῶν ἀγγέλων, ὑπὲρ τὴν τῶν ἀνθέων ποικιλίαν, ὑπὲρ τὴν τῶν ἀστέρων φαιδρότητα καὶ στιλβότητα.

Διὰ τοῦτο οὖν οὐκ εὐθὺς αὐτῷ τὰ ἐνδύματα, ἐπειδὴ ἆθλα ἦν ἀρετῆς ἀποκείμενα τῷ ἀνθρώπῳ, εἰς ἃ φθάσαι ὑπὸ τῆς ἐπηρείας τοῦ διαβόλου οὐκ ἐπετράπη. Ἀγωνιστὴς τοίνυν ἕστηκεν ἡμῖν ὁ διάβολος διὰ τὸ ἐξ ἐπηρείας πάλαι γενόμενον ἡμῖν πτῶμα, τοῦ Κυρίου οἰκονομήσαντος ἡμῖν τὴν πρὸς αὐτὸν πάλην, ὥστε διὰ τῆς ὑπακοῆς ἀναπαλαῖσαι ἡμᾶς, καὶ καταστεφανωθῆναι τοῦ ἀντιδίκου. Εἴθε μὲν γὰρ μὴ ἐγεγόνει διάβολος, ἀλλ᾽ ἔμεινεν ἐν τῇ τάξει, ἐν ᾗ ἐξ ἀρχῆς ἐτάχθη παρὰ τοῦ ταξιάρχου! ἐπειδὴ δὲ γέγονεν ἀποστάτης, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ ἀνθρώπων τῶν κατ᾽ εἰκόνα Θεοῦ γεγενημένων (διὰ τοῦτο γάρ ἐστι μισάνθρωπος, διότι καὶ θεομάχος· καὶ μισεῖ μὲν ἡμᾶς ὡς κτήματα τοῦ Δεσπότου, μισεῖ δὲ ὡς ὁμοιώματα τοῦ Θεοῦ)· συνεχρήσατο οὖν αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τῷ τῆς ἐχίδνης ἰῷ εἰς σωτηρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος. Τίς οὖν ἦν ὁ διάβολος; καὶ τίς ἡ τάξις; καὶ τί τὸ ἀξίωμα; καὶ πόθεν ὅλως Σατανᾶς προσηγόρευται;

Σατανᾶς μὲν οὖν, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ· οὕτω γὰρ σημαίνει ἡ φωνὴ τῶν Ἑβραίων, ὡς ἐν ταῖς Βασιλείαις μεμαθήκαμεν· Ἐξήγειρε γὰρ, φησὶ, Κύριος τῷ Σολομῶντι Σατᾶν, Ἄδερ τὸν βασιλέα τῶν Σύρων· διάβολος δὲ, ἐπειδὴ ὁ αὐτὸς καὶ συνεργὸς τῆς ἁμαρτίας ἡμῶν καὶ κατήγορος γίνεται· χαίρων μὲν ἡμῶν ἀπωλείᾳ, παραδειγματίζων δὲ ἡμᾶς ἐπὶ τοῖς πεπραγμένοις. Φύσις δὲ αὐτοῦ ἀσώματος, κατὰ τὸν Ἀπόστολον, τὸν εἰπόντα· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Ἀξίωμα δὲ ἀρχικόν· Πρὸς γὰρ τὰς ἀρχὰς, φησὶ, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. Τόπος δὲ τῆς ἀρχῆς ὁ ἐναέριος, ὥς φησιν ὁ αὐτός· Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.

Διὰ τοῦτο καὶ κόσμου ἄρχων λέγεται, ἐπειδὴ περίγειος αὐτοῦ ἐστιν ἡ ἀρχή. Καὶ οὕτως φησὶν ὁ Κύριος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Καὶ πάλιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.

Ἐπειδὴ δὲ εἴρηται περὶ τῆς στρατιᾶς τοῦ διαβόλου, ὅτι Πνευματικά ἐστι τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, εἰδέναι χρὴ, ὅτι οὐρανὸν συνήθως ἡ Γραφὴ τὸν ἀέρα λέγει, ὡς τὸ, Τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ τὸ, Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν· τουτέστιν, ἐπὶ πολὺ τοῦ ἀέρος ὑψοῦνται. Διὰ τοῦτο καὶ ὁ Κύριος Εἶδε τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα· τουτέστι, τῆς οἰκείας ἀρχῆς ἐκπεσόντα, καὶ κάτω γενόμενον, ἵνα πατῆται ὑπὸ τῶν εἰς Χριστὸν ἠλπικότων. Ἔδωκε γὰρ δύναμιν τοῖς ἑαυτοῦ μαθηταῖς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.