Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι ὁ θεὸς οὐκ ἔστιν αἴτιος τῶν κακῶν

Μέγας Βασίλειος

Εισαγωγή: Η αθεΐα και το ερώτημα για την προέλευση των κακών

Εισαγωγικές σκέψεις περί θλίψεων, ηθική αξιολόγηση της αθεΐας και η αρχική διατύπωση του προβλήματος σχετικά με τα αίτια των συμφορών και της προέλευσης του κακού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 6

ΟΜΙΛΙΑ ΟΤΙ ΟΥΚ ΕΣΤΙΝ ΑΙΤΙΟΣ ΤΩΝ ΚΑΚΩΝ Ο ΘΕΟΣ. Πολλοὶ τῆς διδασκαλίας οἱ τρόποι, οἱ διὰ ἱεροψάλτου Δαβὶδ παρὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Πνεύματος ὑποδειχθέντες ἡμῖν. Ποτὲ μὲν γὰρ, τὰ οἰκεῖα πάθη διηγούμενος ἡμῖν ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ᾽ ἑαυτὸν ὑποδείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, ὡς ὅταν λέγῃ· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ποτὲ δὲ τὴν ἀγαθότητα συνίστησι τοῦ Θεοῦ, καὶ τὸ τάχος αὐτοῦ τῆς ἀντιλήψεως, ἣν παρέχεται τοῖς ἀληθινῶς ἐκζητοῦσιν αὐτὸν, λέγων· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἰσοδυναμοῦντα τῷ προφήτῃ φθεγγόμενος τῷ εἰπόντι· Ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Τουτέστιν· Οὐκ ἔφθην ἐπικαλεσάμενος, καὶ προέλαβε τὸ τέλος τῆς ἐπικλήσεως ἡ ἀκοὴ τοῦ Θεοῦ. Πάλιν ἱκετηρίας προσφέρων τῷ Θεῷ καὶ δεήσεις, ἐκδιδάσκει ἡμᾶς τίνα τρόπον προσῆκε τοὺς ἐν ἁμαρτίαις ὄντας ἐξιλεοῦσθαι τὸν Θεόν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐν δὲ τῷ δωδεκάτῳ ψαλμῷ παράτασίν τινα πειρασμοῦ ἐνδειξάμενος ἐν τῷ λέγειν· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;

καὶ δι᾽ ὅλου τοῦ ψαλμοῦ διδάξας ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ᾽ ἀναμένειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι οἰκονομίᾳ τινὶ παραδίδωσιν ἡμᾶς ταῖς θλίψεσι, κατὰ τὴν ἀναλογίαν τῆς ἐνυπαρχούσης ἑκάστῳ πίστεως τὸ μέτρον ἐπάγων τῶν βασανιστηρίων. Ἐπεὶ οὖν εἴρηται τὸ, Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ, Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ; εὐθὺς μεταβαίνει ἐπὶ τὸ τῶν ἀθέων κακόν· οἳ, ὅταν μικρὸν αὐτοῖς τι τῶν κατὰ τὸν βίον προσκρούσῃ, μὴ φέροντες τὰς δυσκολωτέρας τῶν πραγμάτων περιστάσεις, εὐθὺς ἀμφίβολοι γίνονται ταῖς διανοίαις, εἰ ἔστι Θεὸς ἐπιμελούμενος τῶν τῇδε, εἰ ἐφορᾷ τὰ καθ᾽ ἕκαστον, εἰ διανέμει ἑκάστῳ τὰ πρὸς ἀξίαν. Εἶτα, ὅταν ἐπὶ πλεῖον ἴδωσιν ἑαυτοὺς παρατεινομένους ἐν τοῖς ἀβουλήτοις, βεβαιοῦσιν ἐν ἑαυτοῖς τὸ πονηρὸν δόγμα, καὶ ἀποφαίνονται ἐν ταῖς καρδίαις αὐτῶν, ὅτι Οὐκ ἔστι Θεός. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τοῦτο ἐμβαλλόμενος εἰς τὸν ἑαυτοῦ νοῦν, ἀφειδῶς λοιπὸν διὰ πάσης ἁμαρτίας χωρεῖ. Εἰ γὰρ οὐκ ἔστιν ὁ ἐπισκοπῶν, εἰ οὐκ ἔστιν ὁ ἀντιδιδοὺς ἑκάστῳ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων, τί κωλύει καταδυναστεύειν τὸν πένητα, ὀρφανοὺς φονεύειν, χήραν καὶ προσήλυτον ἀποκτείνειν, πάσης ἀνοσίας πράξεως κατατολμᾷν, ἀκαθάρτοις καὶ βδελυκτοῖς πάθεσι καὶ πάσαις κτηνώδεσιν ἐπιθυμίαις μολύνεσθαι;

Διὰ τοῦτο ὡς ἑπόμενον τῷ μὴ εἶναι Θεὸν, ἐπήγαγε τό· Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ἀμήχανον γὰρ ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας.

Πόθεν τὰ ἔθνη παραδέδοται εἰς ἀδόκιμον νοῦν, καὶ ποιεῖ τὰ μὴ καθήκοντα; Οὐκ ἐπειδὴ εἶπον· Οὐκ ἔστι Θεός; Πόθεν ἐμπεπτώκασιν εἰς τὰ πάθη τῆς ἀτιμίας, καὶ αἱ μὲν θήλειαι παρ᾽ αὐτοῖς μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄῤῥενες δὲ ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργάζονται;

Οὐκ ἐπειδὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι κτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν; Ἄφρων οὖν, ὡς ἀληθῶς ἐστερημένος νοῦ καὶ φρονήσεως, ὁ λέγων, ὅτι Οὐκ ἔστι Θεός. Παραπλήσιος δὲ τούτῳ, καὶ οὐδὲν κατὰ τὴν ἀφροσύνην ἀπολειπόμενος, καὶ ὁ λέγων τῶν κακῶν αἴτιον εἶναι τὸν Θεόν. Ὁμότιμον γὰρ αὐτῶν εἶναι τίθεμαι τὴν ἁμαρτίαν, διότι ἑκάτεροι ὁμοίως ἀρνοῦνται τὸν ἀγαθόν· ὁ μὲν οὐκ εἶναι τὸ παράπαν λέγων, ὁ δὲ οὐκ ἀγαθὸν αὐτὸν εἶναι διοριζόμενος. Εἰ γὰρ κακῶν αἴτιος, οὐκ ἀγαθὸς δηλονότι· ὥστε ἀμφοτέρωθέν ἐστιν ἄρνησις τοῦ Θεοῦ. Πόθεν οὖν, φησὶν, αἱ νόσοι; πόθεν αἱ τῶν θανάτων ἀωρίαι; πόθεν αἱ πανωλεθρίαι τῶν πόλεων; τὰ ναυάγια, οἱ πόλεμοι, οἱ λοιμοί; Καὶ γὰρ κακὰ, φησὶ, ταῦτα, καὶ πάντα Θεοῦ ποιήματα. Ὥστε τίνα ἔχομεν ἄλλον καὶ οὐχὶ τὸν Θεὸν τῶν γινομένων ἐπαιτιάσασθαι; Δεῦρο δὴ οὖν, ἐπειδὴ εἰς τὸ πολυθρύλλητον ἐμπεπτώκαμεν ζήτημα, ἐπί τινα ὁμολογουμένην ἀρχὴν τὸν λόγον ἀναγαγόντες, φιλοπονώτερον διαλαβόντες τὸ πρόβλημα, τρανὴν καὶ ἀσύγχυτον τὴν περὶ αὐτοῦ ἐξήγησιν πειραθῶμεν ποιήσασθαι.