Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι οὐ δεῖ τοῖς κοσμικοῖς προσκεῖσθαι

Μέγας Βασίλειος

Η διφυής φύση του ανθρώπου και η προτεραιότητα της ψυχής

Αναφορά στις ολέθριες συνέπειες των σαρκικών παθών, στην οντολογική διάκριση μεταξύ ψυχής και σώματος, καθώς και στην ανάγκη ιεράρχησης της πνευματικής μέριμνας έναντι της σωματικής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Τά γε μὴν εἰς βρῶσιν ἡμῖν ἐπινενοημένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρίστου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ᾽ ἂν ἡμέτερα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; Ἅ γε μικράν τινα τῇ γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδονὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσχεραίνομεν, καὶ μετὰ σπουδῆς ἔξω ποι βάλλομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τοῦ ζῇν κινδυνεύσοντες.

Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνατον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρόξενος. Κοῖται δὲ ἀσελγεῖς, καὶ βέβηλοι συμπλοκαὶ, καὶ πάντα ὅσα λυττώσης ἔργα καὶ παραφόρου ψυχῆς, οὐχὶ πρόδηλος πάντη ζημία τῇ φύσει, καὶ βλάβη περιφανὴς, καὶ τῶν ἰδίων ὄντως ἑκάστου μᾶλλον ἀλλοτρίωσίς τε καὶ μείωσις, ἐλαττουμένου τοῦ σώματος ἐν ταῖς μίξεσι, καὶ τῆς γνησιωτάτης καὶ συνεκτικωτάτης τῶν μελῶν ἀποσυλωμένου τροφῆς;

Τοιγαροῦν ἑκάστου τῶν ταῖς ἀσελγέσιν ἐγκαλινδηθέντων εὐναῖς, μετὰ τὴν πρᾶξιν εὐθὺς, ὅταν ὁ μὲν τῆς σαρκὸς οἶστρος ἀπομαρανθῇ, πρὸς τὸ βδελυρὸν δὲ ὧν ἐνεχείρησε πέρας ἐλθὼν ὁ νοῦς, ὥσπερ ἐκ μέθης ἢ χειμῶνός τινος, τοῦ λογίσασθαι, ποῖ ποτέ ἐστι, λάβοι σχολὴν, σφοδρός τις εἰσέρχεται τῆς ἀκρασίας μετάμελος. Ἀδρανεστέρου τε γὰρ αἰσθάνεται γεγενημένου τοῦ σώματος, καὶ πρὸς τὴν τῶν ἀναγκαίων ἐργασίαν νωθροῦ, καὶ παντάπασιν ἀσθενοῦς. Τοῦτο δὴ ἄρα καὶ τοῖς παιδοτρίβαις κατανοήσασιν ὁ τῆς σωφροσύνης ἐν ταῖς παλαίστραις γέγραπται νόμος, ἄσυλα παρὰ τῶν ἡδονῶν τοῖς νεανίσκοις φυλάττων τὰ σώματα, καὶ οὐκ ἐπιτρέπων ἀγωνιζομένοις αὐτοῖς, οὐδὲ ὄσον προσβλέψαι ταῖς λαμπούσαις μορφαῖς, εἴγε ἐθέλοιεν στεφανωθῆναι τὴν κεφαλὴν, ὡς τῆς ἀκρασίας γέλωτα ἀγούσης ἐν τῷ παλαίειν, οὐ στέφανον.

Ταῦτα μὲν ὡς ἀλλότρια πάντη καὶ περιττὰ, καὶ οὐδενὸς ἴδια γενέσθαι δυνάμενα, παρατρέχειν καλὸν, τοὺς ὀφθαλμοὺς ἐπιμύσαντας· τῶν δὲ ὄντως ἡμετέρων πρόνοιαν προσήκει ποιεῖσθαι πολλήν. Τί δὲ ὄντως ἡμέτερον; Ψυχή τε, ᾗ ζῶμεν, λεπτή τις οὖσα καὶ νοερὰ, καὶ οὐδὲν δεομένη τῶν βαρυνόντων· καὶ σῶμα, τὸ ταύτῃ δοθὲν ὄχημα πρὸς τὸν βίον παρὰ τοῦ κτίσαντος.

Τοῦτο γὰρ ἄνθρωπος· νοῦς ἐνδεδεμένος προσφόρῳ καὶ πρεπούσῃ σαρκί. Τοῦτο ὑπὸ τοῦ πανσόφου τεχνίτου τῶν ὅλων ἐν τοῖς μητρῴοις ἡμῶν πλάττεται κόλποις. Τοῦτο εἰς φῶς ἐκ τῶν σκοτεινῶν ἐκείνων θαλάμων ὁ τῶν ὠδίνων ἄγει καιρός. Τοῦτο ἄρχειν ἐτάχθη τῶν ἐπὶ γῆς. Τούτῳ γυμνάσιον ἀρετῆς ἡ κτίσις ὑφήπλωται. Τούτῳ κεῖται νόμος, μιμεῖσθαι τὸν πλάστην εἰς δύναμιν, καὶ τὴν ἐν οὐρανοῖς εὐταξίαν σκιαγραφεῖν ἐπὶ γῆς. Τοῦτο, ἐντεῦθεν καλούμενον, ἀπανίσταται. Τοῦτο τῷ τοῦ πέμψαντος Θεοῦ παρίσταται βήματι. Τοῦτο εὐθύνεται· τοῦτο δέχεται τὴν τῶν ἐνταῦθα πεπολιτευμένων ἀντίδοσιν. Καὶ τὰς ἀρετὰς δὲ ἡμέτερα κτήματα γινόμενα εὕροι τις ἂν, ὅταν ἐξ ἐπιμελείας συνυφανθῶσι τῇ φύσει· καὶ οὔτε ἐπὶ γῆς μοχθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν, ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς· ἐκεῖσέ τε ἐπειγομένων προτρέχουσι, καὶ τοῖς ἀγγέλοις τὸν κτησάμενον συντάττουσι, καὶ λάμπουσι δι᾽ αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφάνεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ᾽ ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξανόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν, ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι.

Ὁ μὲν οὖν ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειράσεται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσπαλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, τὸ τοῦ Παύλου φωνῶν ἐφ᾽ ἑκάστου τῶν δυσχερῶν, καὶ φθεγγόμενος· Εἰ καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ᾽ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέραν καθ᾽ ἡμέραν. Καὶ οὔτε τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιὼς, ἀλλ᾽ ἑαυτῷ λέξει θαῤῥῶν· Οἴδαμεν, ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.

Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος ἀναγκαίου ψυχῇ, καὶ συνεργοῦντος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τούτου χρείας ἐπιστραφήσεται, καὶ ὥστε συνέχειν μόνον αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπιμελείας ἐῤῥωμένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου σκιρτᾷν. Εἰ δὲ ἴδοι ποτὲ ταῖς τοῦ πλείονος καὶ πέρα τοῦ λυσιτελοῦντος ἐπιθυμίαις φλεγόμενον, βοήσει πρὸς αὐτὸ τὸ τοῦ Παύλου νομοθετῶν· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.

Ταῦτα μὲν γὰρ ἐπᾴδων αὐτῷ συνεχῶς καὶ βοῶν, εὐήνιόν τε αὐτὸ καὶ κοῦφον ἀεὶ πρὸς τὴν οὐράνιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκείμενα κτήσεται συνεργόν· εἰ δὲ ὑβρίζειν αὐτὸ συγχωρήσοι, καὶ πάντων ἐφ᾽ ἡμέραν ἐμπίπλασθαι, καθάπερ τι θηρίον ἀνήμερον, ὕστερον ταῖς βιαίοις αὐτοῦ πρὸς γῆν ἀνθολκαῖς συνεπισπασθεὶς, κείσεται στένων ἀνόνητα. Καὶ πρὸς τὸν Δεσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδοθείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνήσει μακρὰ, καὶ σκότος οἰκήσει διηνεκὲς, πολλὰ τῇ τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ᾽ ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη καιρόν· οὐδὲν δὲ ἐκ τῶν δακρύων ἔτι κερδαίνων. Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; φησὶν ὁ Δαβίδ.