Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ὅτι οὐ δεῖ τοῖς κοσμικοῖς προσκεῖσθαι

Μέγας Βασίλειος

Το παράδειγμα του Ιώβ και η τελική δικαίωση

Παραμυθητική αναφορά στις πολυώδυνες δοκιμασίες του δικαίου Ιώβ, την ακλόνητη υπομονή του απέναντι στις μεθοδείες του διαβόλου και την τελική εσχατολογική του αποκατάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 4

Ὑμεῖς δὲ οἱ διαφυγόντες τὸν κίνδυνον, ἀδελφοὶ, μὴ σφόδρα ἄχθεσθε τοῖς συμβεβηκόσι κακοῖς, μηδὲ κατασεισθῆτε τὴν ἔννοιαν, ἀλλ᾽ ἀποτινάξασθε τὴν τῆς λύπης ἀχλὺν, καὶ τὰς ψυχὰς ἀναῤῥώσατε λογισμοῖς ἀνδρειοτέροις χρησάμενοι, καὶ τὸ συμβεβηκὸς στεφάνων ποιήσασθε πρόφασιν. Ἂν γὰρ ἀκατάσειστοι μείνητε, καὶ τῇ πίστει φανήσεσθε δοκιμώτεροι, καθάπερ χρυσὸς εὐγενὴς ἐκ τοῦ πυρὸς ἀναλάμψαντες, καὶ τῷ δυσμενεῖ τὴν αἰσχύνην αὐξήσετε μᾶλλον, ὡς οὐδὲ δάκρυον ὑμῖν δυνηθέντι κινῆσαι, δι᾽ ὧν ἐπεβούλευσεν. Ἀναμνήσατε τῆς τοῦ Ἰὼβ ἑαυτοὺς καρτερίας. Εἴπατε πρὸς ἑαυτοὺς ἅπερ ἐκεῖνος· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καὶ μηδεὶς ἐξ ὧν ἔπαθεν ἀναπεισθῇ λογίσασθαί τε καὶ λέγειν, ὡς ἄρα οὐδεμία πρόνοια τάττει τὰ καθ᾽ ἡμᾶς, μηδὲ κατηγορείτω τῆς οἰκονομίας τοῦ Δεσπότου καὶ κρίσεως· ἀλλ᾽ εἰς τὸν ἀθλητὴν ἐκεῖνον ὁράτω, κἀκεῖνον σύμβουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐφ᾽ οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ διαβόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶσαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσατο φήμαις.

Ἔτι γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμφορὰν ἐξαγγέλλοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρόνων πραγμάτων φέρων κατήφειαν· ἀλλήλοις τε ἐπισυνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρότερον δάκρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δίκαιος δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑποδεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν, καὶ τὴν εὐγνώμονα πρὸς τὸν Δεσπότην ἠφίει φωνήν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· καὶ οὐδὲν τῶν συμβαινόντων δακρύων ἠξίωσεν. Ἐπειδὴ δὲ ἧκέ τις ἀγγέλλων, ὡς τοῖς παισὶ καὶ ταῖς θυγατράσιν εὐωχουμένοις ἐπετίναξε πνεῦμά τι βίαιον τὸ τῆς εὐφροσύνης δωμάτιον, τότε μόνον τὴν ἐσθῆτα διέῤῥηξε, τὸ τῆς φύσεως ἐπιδεικνύμενος συμπαθὲς, καὶ ὅτι πατὴρ εἴη φιλόστοργος οἷς ἔπραττε μαρτυρόμενος. Πλὴν καὶ τότε ταῖς λύπαις ὅρον καὶ μέτρον ἐπιτιθεὶς, καὶ ταῖς εὐσεβέσιν ἐκείναις φωναῖς κοσμῶν τὸ γινόμενον, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, μονονουχὶ τοιαῦτα βοῶν· Ἐκλήθην πατὴρ ἐφ᾽ ὅσον ὁ τοῦτό με ποιήσας ἐβούλετο χρόνον. Περιελεῖν μου τὸν ἐκ τῆς γονῆς στέφανον ἐβουλεύσατο πάλιν, οὐ διαμάχομαι περὶ τῶν ἰδίων αὐτῷ. Κρατείτω τὸ τῷ Δεσπότῃ δοκοῦν· αὐτός ἐστιν ὁ πλάστης τοῦ γένους, ἐγὼ δὲ ὄργανον.

Τί με χρὴ δοῦλον ὄντα δυσχεραίνειν ἀνόνητα, καὶ μέμφεσθαι ψῆφον ἣν οὐ δύναμαι λύειν;

Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντιζε ῥήμασιν. Ἐπειδὴ δὲ αὐτὸν νικῶντα εἶδε πάλιν ὁ δυσμενὴς, καὶ οὐδενὶ τούτων τιναχθῆναι δυνάμενον, αὐτῇ τῇ σαρκὶ τὸ τῆς πείρας προσῆγε μηχάνημα, καὶ τὸ σῶμα μαστίξας ἀῤῥήτοις πληγαῖς, σκωλήκων ἀναδίδοσθαι πηγὰς ἐξ αὐτοῦ παρεσκεύασε· καὶ τῶν τῆς βασιλείας θρόνων τὸν ἄνδρα καταγαγὼν, ἐπὶ κοπρίας ἐκάθισεν. Ὁ δὲ, καὶ τοιούτοις βαλλόμενος πάθεσιν, ἀκίνητος ἔμεινε· καὶ σπαραττομένου τοῦ σώματος, ἄσυλον ἐφύλαττε τὸν τῆς εὐσεβείας θησαυρὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς. Οὐκ ἔχων τοίνυν ὅ τι ποιήσει λοιπὸν ὁ πολέμιος, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τὴν τοῦ γυναίου διάνοιαν ὑποσύρας εἰς ἀσεβῆ γνώμην καὶ βλάσφημον, δι᾽ ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν.

Καὶ ἡ μὲν πρὸς τὸν μακρὸν χρόνον ἀπαγορεύσασα, τῷ δικαίῳ παρίστατο, κάτω νενευκυῖα, καὶ τὰς χεῖρας ἐπὶ τοῖς ὁρωμένοις συγκρούουσα, καὶ τοὺς τῆς εὐσεβείας αὐτῷ καρποὺς ὀνειδίζουσα, καὶ καταλέγουσα μὲν τὴν παλαιὰν εὐθηνίαν τῶν οἰκείων, ὑποδεικνύουσα δὲ τὰ παρόντα κακὰ, καὶ οἷον ἐξ οἵων ἔλαχε βίον, καὶ τίνα τῶν πολλῶν θυσιῶν ἐδέξατο παρὰ τοῦ Δεσπότου μισθὸν, ἔλεγέ τε ἀεὶ τῆς μὲν τῶν γυναικῶν ὀλιγοψυχίας ἄξια ῥήματα, ταράξαι δὲ πάντα ἄνδρα δυνάμενα, καὶ περιτρέψαι καὶ γενναίαν διάνοιαν· πλανῆτις γὰρ καὶ λάτρις περιέρχομαι, ἡ βασιλὶς δουλεύω, καὶ πρὸς τὰς τῶν ἐμῶν οἰκετῶν χεῖρας ἠνάγκασμαι βλέπειν, καὶ τρέφουσα πάλαι πολλοὺς, ἀγαπητῶς ἐκ τῶν ἀλλοτρίων παρατρέφομαι νῦν· καὶ ὅτι καλὸν εἴη καὶ χρήσιμον, ἀσεβέσι χρησάμενον ῥήμασιν ἑαυτὸν τῆς γῆς ἐκτεμεῖν, τὸ τῆς τοῦ κτίσαντος ὀργῆς ἀκονήσαντα ξίφος, ἢ διακαρτεροῦντα πρὸς τὰ δεινὰ, τὸν ἐν τοῖς ἀγῶσι μόχθον ἑαυτῷ καὶ τῇ συνοικούσῃ μηκύνειν.

Ὁ δὲ, ἐπὶ τούτοις τοῖς ῥήμασιν ἀχθεσθεὶς, ὡς ἐπ᾽ οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα καθάπερ πρὸς πολεμίαν ἀποστραφεὶς, τί φησιν; Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐφθέγξω; Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβουλήν. Μέχρι τίνος τὴν κοινὴν ἐν οἷς λέγεις ὑβρίζεις ζωήν; Ἐψεύσω καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐχόμην, ἀναστροφὴν, διέβαλες ἐν οἷς ἐλάλησας καὶ τὸν ἐμὸν βίον. Ἐξ ἡμισείας ἠσεβηκέναι νενόμικα νῦν, ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσες.

Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀνάμνησον τῶν φθασάντων σεαυτὴν ἀγαθῶν. Ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐδενὸς ἀνθρώπων ὁ βίος διόλου μακάριος. Τὸ διὰ παντὸς εὖ πράττειν μόνου Θεοῦ· Σὺ δὲ, εἰ τοῖς παροῦσιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σαυτὴν παραμύθησαι.

Νῦν δακρύεις, ἀλλ᾽ ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ᾽ ἐπλούτησας πρότερον. Ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν τοῦτο πίνουσα καρτέρησον. Οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα διόλου φαίνεται καθαρά. Ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς καὶ κύμασιν ἀλλεπαλλήλοις πληρούμενος.

Τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ δὲ ἔτι πορεύεται· καὶ τὸ μὲν ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει· καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;

Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν πράγματα δι᾽ αἰῶνος ἡμῖν; Διδάσκομεν τὸν Δεσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν. Ὅπως βούλεται τάττει τὰ καθ᾽ ἡμᾶς. Σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις.

Μὴ περιεργάζου τοῦ Δεσπότου τὴν κρίσιν. Ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ᾽ ἡδονῆς. Δεῖξον ἐν τοῖς ἀλγεινοῖς, ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαινεν; Ἔφυγε αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον.

Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σάρξ· ἤνθησεν ὁ βίος πάλιν πᾶσι τοῖς ἀγαθοῖς, καὶ διπλασίων ἐπὶ τὸν οἶκον πανταχόθεν ὁ πλοῦτος συνέῤῥευσεν, ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολωλεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. Διὰ τί δὲ ἵππους μὲν, καὶ ἡμιόνους, καὶ καμήλους, καὶ πρόβατα, καὶ γεώργια, καὶ πᾶσαν τὴν τῆς περιουσίας τρυφὴν ἐκ τοῦ διπλασίονος ὑπεδέξατο, ὁ τῶν παίδων δὲ ἀριθμὸς ἴσος τοῖς ἀποθανοῦσιν ἐβλάστησεν; Ὅτι τὰ μὲν ἄλογα κτήνη, καὶ πᾶς ὁ πλοῦτος διαφθειρόμενος, εἰς τελείαν ἦλθεν ἀπώλειαν· οἱ παῖδες δὲ, καὶ τεθνεῶτες, ἔζων τῷ καλλίστῳ μέρει τῆς φύσεως. Κοσμηθεὶς οὖν αὖθις ἑτέροις υἱοῖς καὶ θυγατράσιν ὑπὸ τοῦ κτίσαντος, καὶ τοῦτο εἶχε κτῆμα διπλοῦν. Οἱ μὲν γὰρ παρῆσαν τὴν ἐν τῷ βίῳ τοῖς γεννήσασιν εὐφροσύνην παρέχοντες, οἱ δὲ προοδεύσαντες ἀνέμενον τὸν φυτεύσαντα· τότε πάντες περιστησόμενοι τὸν Ἰὼβ, ὅταν ὁ κριτὴς τῆς ἀνθρωπίνης ζωῆς συναγάγῃ τὴν Ἐκκλησίαν τὴν πάνδημον· ὅταν ἡ σάλπιγξ, ἡ τὴν τοῦ βασιλέως ἐπιδημίαν σημαίνουσα, τοῖς τάφοις σφοδρότερον ἐμβοήσασα, τὴν τῶν σωμάτων ἀπαιτήσῃ παρακαταθήκην.

Τότε καὶ οἱ νῦν εἶναι δοκοῦντες νεκροὶ θᾶττον τῶν ζώντων παραστήσονται τῷ τῶν ὅλων δημιουργῷ. Διὰ τοῦτο, οἶμαι, διπλοῦν τὸν ἄλλον πλοῦτον ἐπιμετρήσας αὐτῷ, τοῖς παισὶν ἀρκεῖσθαι τοῖς ἴσοις αὐτὸν ἐδικαίωσεν. Ὁρᾷς ὁπόσα ὁ δίκαιος Ἰὼβ ἐκ τῆς ὑπομονῆς ἑαυτῷ συνέλεξεν ἀγαθά; Καὶ σὺ τοίνυν, εἴ τί σοι προσεπέλασε δυσχερὲς ἀπὸ τοῦ χθὲς ἀναφθέντος πυρὸς ἐκ τῆς τῶν δαιμόνων ἐπιβουλῆς, τοῦτο καρτέρησον, καὶ τὴν ἐκ τοῦ πάθους ἀνίαν κρείττοσι κατεύνασον λογισμοῖς· καὶ κατὰ τὸ γεγραμμένον, Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.