Ἔργον
Μέγας Βασίλειος – Περὶ ταπεινοφροσύνης
Βιβλικά παραδείγματα υπερηφάνειας και ταπείνωσης
Ανάλυση της πτώσης του διαβόλου, της αλαζονείας του Φαρισαίου και των Ισραηλιτών, έναντι της δικαίωσης του Τελώνη και της μετάνοιας του Αποστόλου Πέτρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλικά παραδείγματα υπερηφάνειας και ταπείνωσης
Ανάλυση της πτώσης του διαβόλου, της αλαζονείας του Φαρισαίου και των Ισραηλιτών, έναντι της δικαίωσης του Τελώνη και της μετάνοιας του Αποστόλου Πέτρου.
Διώκω, φησὶν, εἰ καὶ καταλάβω, ἐφ᾽ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ. Οὐχ ὑμεῖς με ἐξελέξασθε, φησὶν ὁ Κύριος, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς. Ἀλλ᾽ ὅτι τετίμησαι, μέγα φρονεῖς, καὶ τὸν ἔλεον πρόφασιν ὑπερηφανίας λαμβάνεις; Καὶ τότε γνώσῃ σεαυτὸν ὅστις εἶ, ὡς Ἀδὰμ ἐκβληθεὶς ἐκ τοῦ παραδείσου, ὡς Σαοὺλ καταλειφθεὶς ὑπὸ Πνεύματος Θεοῦ, ὡς Ἰσραὴλ τῆς ἁγίας ῥίζης ἀποτμηθείς. Τῇ πίστει, φησὶν, ἕστηκας· μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. Κρίσις ἕπεται χάριτι, καὶ ὅπως ἐχρήσω τοῖς χαρισθεῖσιν, ὁ κριτὴς ἐξετάσει. Εἰ δὲ μηδὲ τοῦτο αὐτὸ συνίῃς, ὅτι χάριτος τετύχηκας, ἀλλ᾽ ἴδιον ποιῇ κατόρθωμα τὴν χάριν ὑπερβολῇ τῆς ἀναισθησίας, οὐκ εἶ τοῦ μακαρίου τιμιώτερος ἀποστόλου Πέτρου. Οὐδὲ γὰρ ἀγάπῃ τῇ πρὸς τὸν Κύριον ὑπερβαλέσθαι δυνήσῃ τὸν οὕτω σφοδρῶς ἀγαπῶντα, ὡς καὶ ὑπεραποθνήσκειν ἐθέλειν.
Ἀλλ᾽ ὅτι μεγαλοφρονέστερον ἐφθέγξατο, λέγων, Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ᾽ ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι, παρεδόθη τῇ ἀνθρωπίνῃ δειλίᾳ, καὶ πέπτωκεν εἰς ἄρνησιν, σωφρονιζόμενος τῷ σφάλματι πρὸς εὐλάβειαν, καὶ διδασκόμενος φείδεσθαι τῶν ἀσθενούντων, τῷ καὶ τὴν ἑαυτοῦ καταμαθεῖν ἀσθένειαν, καὶ γνῶναι σαφῶς, ὅτι καθάπερ ἐν τῷ πελάγει καταποντιζόμενος, ἐκουφίσθη τῇ τοῦ Χριστοῦ δεξιᾷ, οὕτως ἐν τῷ κλύδωνι τοῦ σκανδαλισμοῦ κινδυνεύσας ἀπολέσθαι δι᾽ ἀπιστίας, ἐφυλάχθη δυνάμει Χριστοῦ, ὃς καὶ προεῖπεν αὐτῷ τὸ συμβησόμενον, λέγων· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο τοῦ σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον. Κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου, καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. Καὶ Πέτρος μὲν οὕτως ἐλεγχθεὶς, δικαίως ἐβοηθεῖτο, πρὸς ἀπόθεσιν ἀλαζονείας καὶ φειδὼ τῶν ἀσθενούντων ἐκπαιδευόμενος· ὁ δὲ Φαρισαῖος ἐκεῖνος, ὁ βαρὺς καὶ καθ᾽ ὑπερβολὴν ὑπερήφανος, ὁ μὴ μόνον ἐφ᾽ ἑαυτῷ θρασυνόμενος, ἀλλὰ καὶ τὸν τελώνην ἐπὶ Θεοῦ διασύρων, ἀπώλεσε τῆς δικαιοσύνης τὸ καύχημα διὰ τὸ τῆς ὑπερηφανῖας ἔγκλημα. Καὶ κατῆλθεν ὁ τελώνης δεδικαιωμένος ὑπὲρ αὐτὸν, ὅτι τὸν ἅγιον ἐδόξαζε Θεὸν, καὶ οὐδὲ ἀναβλέπειν ἐτόλμα, ἀλλ᾽ ἱλασμὸν ἐζήτει μόνον, κατήγορος ὢν ἑαυτοῦ καὶ τῷ σχήματι καὶ τῇ κατὰ στήθους πληγῇ, καὶ τῷ ζητεῖν οὐδὲν ἄλλο πλὴν ἱλασμόν.
Ὅρα δὴ οὖν καὶ φυλάττου τὸ παράδειγμα τῆς χαλεπῆς δι᾽ ὑπερηφανίαν ζημίας. Ἐζημιώθη τὴν δικαιοσύνην ὑπερηφανευσάμενος, ἀπώλεσε τὸν μισθὸν θρασυνόμενος· ἠλαττώθη τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ, μεγαλύνας ἑαυτὸν ὑπὲρ ἐκεῖνον, καὶ οὐκ ἀναμείνας τὴν παρὰ Θεοῦ κρίσιν, ἀλλὰ τὴν παρὰ αὑτοῦ ἐξενεγκών. Σὺ δὲ κατ᾽ οὐδενὸς ἐπαρθήσῃ ποτὲ, οὐδὲ κατὰ τῶν ἄγαν ἁμαρτωλῶν. Ῥύεται πολλάκις ἡ ταπεινοφροσύνη τὸν ἡμαρτηκότα πολλὰ καὶ μεγάλα. Μὴ οὖν σεαυτὸν δικαιώσῃς ὑπὲρ ἕτερον, μήποτε, δικαιωθεὶς τῇ σεαυτοῦ ψήφῳ, τῇ τοῦ Θεοῦ κατακριθῇς. Οὐκ ἀνακρίνω, φησὶν, ἐμαυτὸν, ὁ Παῦλος. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν.
Οἴει κατορθοῦν ἀγαθόν; Εὐχαρίστει τῷ Θεῷ, μὴ κατὰ τοῦ πλησίον ἐπαίρου. Τὸ ἔργον ἑαυτοῦ, φησὶ, δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Τί γὰρ ὤνησας τὸν πλησίον, ὅτι πίστιν ὡμολόγησας, ἢ φυγὴν ὑπέμεινας διὰ ὄνομα Χριστοῦ, ἢ τοῖς νηστείας ἐνεκαρτέρησας πόνοις; Οὐχ ἑτέρου τὸ κέρδος, ἀλλὰ σόν. Φοβήθητι τῆς τοῦ διαβόλου. πτώσεως τὴν ὀμοίωσιν· ὃς, ἐπαρθεὶς κατὰ τοῦ ἀνθρώπου, πέπτωκεν ὑπ᾽ ἀνθρώπου, καὶ παραδέδοται πάτημα τῷ πεπατημένῳ. Τοιαύτη καὶ τῶν Ἰσραηλιτῶν ἡ πτῶσις.
Ἐπαιρόμενοι γὰρ κατὰ τῶν ἐθνῶν, ὡς ἀκαθάρτων, ἀκάθαρτοι γεγόνασιν ἀληθῶς· τὰ δὲ ἔθνη κεκάθαρται. Καὶ τῶν μὲν ἡ δικαιοσύνη γέγονεν ὡς ῥάκος ἀποκαθημένης, τῶν δὲ ἐθνῶν ἡ ἀνομία καὶ ἡ ἀσέβεια διὰ πίστεως ἐξήλειπται. Καθόλου μέμνησο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται· καὶ ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.