Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Η ελεύθερη χρήση των προθέσεων στην Αγία Γραφή

Βιβλική τεκμηρίωση της αδιάκριτης χρήσης προθέσεων για τον Πατέρα, τον Υιό και το Άγιο Πνεύμα, υποδεικνύοντας το απαράλλακτο της ουσίας τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 16

ΚΕΦΑΛΑΙΟΝ Δʹ Ὅτι ἀπαρατήρητος τῇ Γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. Ἡμεῖς δὲ κεχρῆσθαι μὲν πολλαχοῦ ταῖς φωναῖς ταύταις καὶ τὸν τῆς ἀληθείας λόγον ὁμολογοῦμεν· οὐ μὴν τήν γε τοῦ Πνεύματος ἐλευθερίαν δουλεύειν πάντως φαμὲν τῇ σμικροπρεπείᾳ τῶν ἔξωθεν, ἀλλὰ κατὰ τὸ ἀεὶ προστυγχάνον, οἰκείως ταῖς χρείαις ὑπαλλάττειν τὰς ἐκφωνήσεις. Οὐ γὰρ πάντως τὸ ἐξ οὗ τὴν ὕλην σημαίνει, καθὼς ἐκείνοις δοκεῖ· ἀλλὰ συνηθέστερον τῇ Γραφῇ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν. Ὡς ἐπὶ τοῦ· «Εἷς Θεός, ἐξ οὗ τὰ πάντα.» Καὶ πάλιν· «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.» Κέχρηται μέντοι καὶ ὁ τῆς ἀληθείας λόγος τῇ λέξει ταύτῃ καὶ ἐπὶ τῆς ὕλης πολλάκις, ὡς ὅταν λέγῃ· «Ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων.» Καί· «Ποιήσεις τὴν λυχνίαν ἐκ χρυσίου καθαροῦ.» Καί· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός.» Καί· «Ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ.» Ἀλλ᾽ οὗτοι ἵνα, ὡς ἔφαμεν, τῆς φύσεως τὸ διάφορον παραστήσωσι, τῷ Πατρὶ μόνῳ προσήκειν τὴν λέξιν ταύτην ἐνομοθέτησαν. Τὰς μὲν ἀρχὰς τῆς παρατηρήσεως λαβόντες παρὰ τῶν ἔξωθεν, οὐ πάντα δὲ ἐκείνοις δι᾽ ἀκριβείας δουλεύσαντες· ἀλλὰ τῷ μὲν Υἱῷ, κατὰ τὴν ἐκείνων νομοθεσίαν, τὴν τοῦ ὀργάνου προσηγορίαν ἐπέθηκαν, τῷ δὲ Πνεύματι τὴν τοῦ τόπου. Ἐν Πνεύματι γὰρ λέγουσι· καὶ διὰ Υἱοῦ λέγουσι.

Τῷ δὲ Θεῷ τὴν ἐξ οὗ, οὐκέτι ἐνταῦθα κατακολουθοῦντες τοῖς ἀλλοτρίοις, ἀλλ᾽ ἐπὶ τὰς ἀποστολικάς, ὥς φασι, μεταβαίνοντες χρήσεις, καθὰ εἴρηται· «Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ.» Καί· «Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.» Τί οὖν ἐκ τῆς τεχνολογίας ταύτης τὸ συναγόμενον; Ἄλλη φύσις αἰτίου, καὶ ἄλλη ὀργάνου, καὶ ἄλλη τόπου· ἀλλότριος ἄρα κατὰ τὴν φύσιν ὁ Υἱὸς τῷ Πατρί, ἐπειδὴ καὶ τὸ ὄργανον τῷ τεχνίτῃ· ἀλλότριον δὲ καὶ τὸ Πνεῦμα, καθόσον κεχώρισται τόπος ἢ χρόνος τῆς τῶν ὀργάνων φύσεως ἢ τῆς τῶν μεταχειριζομένων αὐτά.

ΚΕΦΑΛΑΙΟΝ Εʹ Ὅτι καὶ ἐπὶ Πατρὸς λέγεται τὸ δι᾽ οὗ, καὶ ἐπὶ Υἱοῦ τὸ ἐξ οὗ, καὶ ἐπὶ Πνεύματος. Τὰ μὲν δὴ ἐκείνων, τοιαῦτα· ἡμεῖς δὲ δείξομεν ὃ προεθέμεθα, ὅτι οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβὼν τῷ Υἱῷ προσέρριψε τὸ δι᾽ οὗ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὴν τούτων νομοθεσίαν, εἰς τὴν τοῦ ἐξ οὗ, ἢ τὴν δι᾽ οὗ κοινωνίαν οὐ παραδέχεται· ὅπερ ἡ καινὴ τούτων κληροδοσία διώρισεν. «Εἷς Θεὸς καὶ Πατήρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα.» Αὗται οὐκ εἰσὶ νομοθετοῦντος φωναί, ἀλλὰ διευκρινουμένου τὰς ὑποστάσεις.

Οὐ γὰρ ἵνα τὸ ἀλλότριον τῆς φύσεως εἰσαγάγῃ, ἀλλ᾽ ἵνα ἀσύγχυτον Πατρὸς καὶ Υἱοῦ τὴν ἔννοιαν παραστήσῃ, οὕτω προήνεγκεν ὁ ἀπόστολος. Ἐπεὶ ὅτι γε αἱ φωναὶ ἀλλήλαις οὐκ ἀντιτάσσονται, οὐδ᾽ ὥσπερ ἐν πολέμῳ πρὸς ἀντίπαλον τάξιν ἀποκριθεῖσαι συνεκπολεμοῦσι τὰς φύσεις αἷς προσεχώρησαν, ἐκεῖθεν δῆλον. Συνήγαγεν ἀμφοτέρας ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος εἰπών· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Τοῦτο δὲ προδήλως εἰς τὸν Κύριον φέρειν πᾶς τις ἂν εἴποι ὁ καὶ μικρὸν τῷ βουλήματι τῆς λέξεως ἐπιστήσας. Προτάξας γὰρ ὁ ἀπόστολος ἐκ τῆς προφητείας τοῦ Ἠσαΐου τό· «Τίς ἔγνω νοῦν Κυρίου; καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» ἐπήγαγεν· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα». Ἅπερ ὅτι περὶ τοῦ Θεοῦ Λόγου τοῦ δημιουργοῦ πάσης κτίσεως εἴρηται τῷ προφήτῃ, ἐκ τῶν κατόπιν ἂν μάθοις. «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη ἐν σταθμῷ καὶ τὰς νάπας ἐν ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Τὸ γὰρ τίς ἐνταῦθα οὐχὶ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ, ὡς ἐπὶ τοῦ· «Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους;» Καί· «Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν;» Καί· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου;»

Οὕτω δὴ οὖν καὶ ἐνταῦθά ἐστι· «Τίς ὁ εἰδὼς τὸν νοῦν τοῦ Κυρίου, καὶ τῆς βουλῆς αὐτοῦ κοινωνός;» «Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ.» Οὗτός ἐστιν ὁ συνέχων τὴν γῆν καὶ περιδεδραγμένος αὐτῆς· ὁ εἰς τάξιν πάντα καὶ διακόσμησιν ἀγαγών· ὁ καὶ ὄρεσιν ἰσορροπίαν, καὶ ὕδασι μέτρα, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποπληρώσας· ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης ἑαυτοῦ δυνάμεως περιέχων, ἣν σπιθαμὴν τροπικῶς ὁ προφητικὸς ὠνόμασε λόγος. Ὅθεν οἰκείως ἐπήγαγεν ὁ ἀπόστολος τό· «Ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.» Ἐξ αὐτοῦ γὰρ τοῖς οὖσιν ἡ αἰτία τοῦ εἶναι κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς γίνεται. Δι᾽ αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις· τοῦ κτίσαντος τὰ πάντα καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν γενομένων ἐπιμετροῦντος. Διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται τὰ σύμπαντα, ἀσχέτῳ τινὶ πόθῳ καὶ ἀρρήτῳ στοργῇ πρὸς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα, κατὰ τὸ γεγραμμένον· «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι.» Καὶ πάλιν· «Πάντα πρὸς σὲ προσδοκῶσι.» Καί· «Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.» Εἰ δὲ πρὸς ταύτην ἡμῶν τὴν ἐκδοχὴν ἐνίστανται, τίς αὐτοὺς ἐξαιρήσεται λόγος τοῦ μὴ οὐχὶ φανερῶς ἑαυτοῖς περιπίπτειν;

Εἰ γὰρ μὴ ἐπὶ τοῦ Κυρίου δώσουσι τὰς τρεῖς εἰρῆσθαι φωνάς, τήν τε ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτόν, ἀνάγκη πᾶσα προσοικειοῦν τῷ Θεῷ καὶ Πατρί.

Ἐκ δὲ τούτου προδήλως αὐτοῖς διαπεσεῖται τὸ παρατήρημα. Εὑρίσκεται γὰρ οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι᾽ οὗ τῷ Πατρὶ προσαγόμενον. Ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τί δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσι τῷ Υἱῷ; Εἰ δὲ πάντως ἐστὶ διακονίας δηλωτικὸν, ἀποκρινάσθωσαν ἡμῖν· ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Χριστοῦ, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; Ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ᾽ ἑαυτῶν περιτρέπονται, ἡμῖν δὲ ἑκατέρωθεν τὸ ἰσχυρὸν φυλαχθήσεται.

Ἐάν τε γὰρ νικήσῃ περὶ τοῦ Υἱοῦ εἶναι τὸν λόγον, εὑρεθήσεται τὸ ἐξ οὗ τῷ Υἱῷ προσαρμόζον· ἐάν τέ τις φιλονεικῇ ἐπὶ τὸν Θεὸν ἀναφέρειν τοῦ προφήτου τὴν λέξιν, πάλιν τὴν δι᾽ οὗ φωνὴν τῷ Θεῷ πρέπειν δώσει, καὶ τὴν ἴσην ἕξει ἀξίαν ἑκατέρα, τῷ κατὰ τὸν ἴσον λόγον ἐπὶ Θεοῦ παρειλῆφθαι.

Καὶ οὕτω γε κἀκείνως ὁμότιμοι ἀλλήλαις ἀναφανήσονται, ἐφ᾽ ἑνὸς προσώπου καὶ τοῦ αὐτοῦ τεταγμέναι. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Γράφων ὁ ἀπόστολος πρὸς Ἐφεσίους, φησίν· «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ᾽ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται.» Καὶ πάλιν ἐν τῇ πρὸς Κολασσαεῖς πρὸς τοὺς οὐκ ἔχοντας τοῦ Μονογενοῦς τὴν γνῶσιν εἴρηται ὅτι· «Ὁ κρατῶν τὴν κεφαλήν, τουτέστι τὸν Χριστόν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Ὅτι γὰρ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, ἑτέρωθι μεμαθήκαμεν, τοῦ ἀποστόλου λέγοντος· «Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ.» Καί· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ αὐτὸς ὁ Κύριος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ ὅλως, τῷ φιλοπόνως ἀναλεγομένῳ πολύτροποι αἱ χρήσεις ἀναφανήσονται τοῦ ἐξ οὗ. Καὶ γὰρ καὶ ὁ Κύριος· «Ἔγνων, φησί, δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.» Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος τετηρήκαμεν πολλαχοῦ τὸ ἐξ οὗ κείμενον. «Ὁ γὰρ σπείρων, φησίν, εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ ὁ Ἰωάννης· «Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκε.»

Καὶ ὁ ἄγγελος· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθέν, ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ ὁ Κύριός φησι· «Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστι.» Τοῦτο μὲν δὴ τοιοῦτον.

Ὅτι δὲ τὴν δι᾽ οὗ φωνὴν ὁμοίως ἐπί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ Γραφὴ παραδέχεται, ἤδη δεικτέον. Ἐπὶ μὲν δὴ τοῦ Υἱοῦ παρέλκον ἂν εἴη μαρτυρίας κομίζειν, διά τε τὸ γνώριμον καὶ διὰ τὸ παρὰ τῶν ἐναντίων αὐτὸ τοῦτο κατασκευάζεσθαι. Ἡμεῖς δὲ δείκνυμεν ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς τὸ δι᾽ οὗ τέτακται. «Πιστός, φησίν, ὁ Θεός, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καί· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ».

Καὶ πάλιν· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ Θεοῦ.» Καὶ τό· «Ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός.» Καὶ ὁ Ἠσαΐας· «Οὐαί, φησίν, οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου.» Πολλὰς δὲ καὶ ἐπὶ τοῦ Πνεύματος τῆς φωνῆς ταύτης μαρτυρίας ἔξεστι παραθέσθαι. «Ἡμῖν δέ, φησίν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος.» Καὶ ἑτέρωθι· «Τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου.» Καὶ πάλιν· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας.» Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς ἐν συλλαβῆς εἰπεῖν ἔχομεν, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν χρῆσιν αὐτῆς ἡ Γραφὴ παραδέδεκται, ὡς ἐπὶ μὲν Παλαιᾶς· «Ἐν τῷ Θεῷ, φησί, ποιήσωμεν δύναμιν.» Καί· «Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.» Καὶ πάλιν· «Ἐν τῷ ὀνόματί σου ἀγαλλιάσομαι.» Παρὰ δὲ Παύλῳ· «Ἐν τῷ Θεῷ, φησί, τῷ τὰ πάντα κτίσαντι.» Καί· «Παῦλος καί· Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρί.» Καί· «Εἰ δήποτε εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.» Καί· «Καυχᾶσαι, φησίν, ἐν Θεῷ.» Καὶ ὅσα οὐδὲ ἀριθμῆσαι ῥᾴδιον. Ἔστι δὲ ἡμῖν οὐ πλήθους μαρτυριῶν ἐπίδειξις, ἀλλ᾽ ἔλεγχος τοῦ μὴ ὑγιῶς αὐτοῖς τὰς παρατηρήσεις ἔχειν. Τὸ γὰρ περὶ τοῦ Κυρίου ἢ τοῦ ἁγίου Πνεύματος παρειλημμένην τὴν χρῆσιν ταύτην ἐπιδεικνύναι, ὡς γνώριμον ὑπερβήσομαι.

Ἐκεῖνο δὲ ἀναγκαῖον εἰπεῖν, ὅτι συνετῷ ἀκροατῇ ἱκανὸς ἔλεγχος τῶν προταθέντων, ὁ ἀπὸ τοῦ ἐναντίου.

Εἰ γὰρ τὸ διάφορον τῆς ἐκφωνήσεως παρηλλαγμένην ἐδείκνυ τὴν φύσιν κατὰ τὸν τούτων λόγον, ἡ τῶν φωνῶν ταυτότης ἀπαράλλακτον νῦν τὴν οὐσίαν αὐτοὺς ὁμολογεῖν δυσωπείτω. Οὐ μόνον δὲ ἐπὶ τῆς θεολογίας αἱ χρήσεις τῶν φωνῶν ἐπαλλάττονται, ἀλλ᾽ ἤδη καὶ πρὸς τὰ ὑπ᾽ ἀλλήλων σημαινόμενα πολλάκις ἀντιμεθίστανται, ὅταν ἑτέρα τὴν τῆς ἑτέρας σημασίαν ἀντιλαμβάνῃ. Οἷον· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ», φησὶν ὁ Ἀδάμ, ἴσον λέγων τῷ ἐκ τοῦ Θεοῦ.

Καὶ ἑτέρωθι· «Ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραὴλ διὰ τοῦ προστάγματος Κυρίου.» Καὶ πάλιν· «Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν;» ὁ Ἰωσὴφ περὶ τῶν ἐνυπνίων τοῖς ἐν τῷ δεσμωτηρίῳ διαλεγόμενος, σαφῶς καὶ αὐτὸς ἀντὶ τοῦ ἐκ Θεοῦ εἰπεῖν διὰ τοῦ Θεοῦ εἴρηκε. Καὶ ἀνάπαλιν τῇ ἐξ οὗ προθέσει, ἀντὶ τῆς δι᾽ οὗ, κέχρηται Παῦλος· ὡς ὅταν λέγῃ· «Γενόμενος ἐκ γυναικός», ἀντὶ τοῦ διὰ γυναικός. Τοῦτο γὰρ ἡμῖν ἑτέρωθι σαφῶς διεστείλατο, γυναικὶ μὲν προσήκειν λέγων τὸ ἐκ τοῦ ἀνδρὸς γεγεννῆσθαι, ἀνδρὶ δὲ τὸ διὰ τῆς γυναικός, ἐν οἷς φησιν ὅτι «Ὥσπερ γυνὴ ἐξ ἀνδρός, οὕτως ἀνὴρ διὰ τῆς γυναικός». Ἀλλ᾽ ὅμως ἐνταῦθα, ὁμοῦ μὲν τὸ διάφορον τῆς χρήσεως ἐνδεικνύμενος, ὁμοῦ δὲ καὶ τὸ σφάλμα τινῶν ἐν παραδρομῇ διορθούμενος τῶν οἰομένων πνευματικὸν εἶναι τοῦ Κυρίου τὸ σῶμα, ἵνα δείξῃ ὅτι ἐκ τοῦ ἀνθρωπείου φυράματος ἡ θεοφόρος σὰρξ συνεπάγη, τὴν ἐμφατικωτέραν φωνὴν προετίμησε—τὸ μὲν γὰρ διὰ γυναικὸς παροδικὴν ἔμελλε τὴν ἔννοιαν τῆς γεννήσεως ὑποφαίνειν· τὸ δὲ ἐκ τῆς γυναικὸς ἱκανῶς παραδηλοῦν τὴν κοινωνίαν τῆς φύσεως τοῦ τικτομένου πρὸς τὴν γεννήσασαν—, οὐχ ἑαυτῷ που μαχόμενος, ἀλλὰ δεικνὺς ὅτι ῥᾳδίως ἀλλήλαις ἀντεπιχωριάζουσιν αἱ φωναί.

Ὁπότε τοίνυν καὶ ἐφ᾽ ὧν διωρίσθη τὸ δι᾽ οὗ κυρίως λέγεσθαι, ἐπὶ τῶν αὐτῶν τούτων τὸ ἐξ οὗ μετελήφθη, τίνα λόγον ἔχει ἐπὶ συκοφαντίᾳ τῆς εὐσεβείας, πάντῃ ἀλλήλων ἀφορίζειν τὰς λέξεις;