Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Η δογματική σημασία των προθέσεων «συν» και «εν»

Ανάλυση της χρήσης των προθέσεων στη λειτουργική δοξολογία και η ερμηνεία του Αγίου Πνεύματος ως χώρου αγιασμού και φωτισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 13 από 16

ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ Ὅτι τῇ ἐν συλλαβῇ ἀντὶ τῆς σὺν ἡ Γραφὴ κέχρηται, ἐν ᾧ καὶ ὅτι ἡ καὶ ἰσοδυναμεῖ τῇ σύν. Πῶς οὖν, φησίν, ἡ Γραφὴ οὐδαμοῦ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα παρέδωκεν, ἀλλὰ πεφυλαγμένως ἐξέκλινε τὸ ‘σὺν τῷ Πνεύματι’ εἰπεῖν; πανταχοῦ δὲ τὸ ἐν αὐτῷ δοξάζειν ὡς ἁρμοδιώτερον προετίμησεν;

Ἐγὼ δὲ οὐδ᾽ ἂν αὐτὸς φαίην ἀτιμοτέρας εἶναι διανοίας παραστατικὴν τὴν ἐν συλλαβήν, ἀλλ᾽ ὑγιῶς ἐκλαμβανομένην πρὸς τὸ μέγιστον ὕψος ἀνάγειν τὰς διανοίας· ὅπου γε καὶ ἀντὶ τῆς σύν, πολλαχοῦ κειμένην αὐτὴν τετηρήκαμεν.

Ὡς τό· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν», ἀντὶ τοῦ μετὰ ὁλοκαυτωμάτων. Καὶ «ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ», τουτέστι μετὰ ἀργυρίου καὶ χρυσίου. Καὶ τό· «Οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν», ἀντὶ τοῦ σὺν ταῖς δυνάμεσιν ἡμῶν, καὶ μυρία τοιαῦτα. Ὅλως δὲ ἡδέως ἂν μάθοιμι παρὰ τῆς νέας σοφίας, ποίαν δοξολογίαν ὁ ἀπόστολος διὰ τοῦ ἐν ῥήματος ἀπεπλήρωσε, κατὰ τὸν τύπον ὃν οὗτοι νῦν ὡς ἐκ τῆς Γραφῆς ἀναφέρουσιν. Οὐδαμοῦ γὰρ εὗρον λεγόμενον τό· ‘σοὶ τῷ Πατρὶ ἡ τιμὴ καὶ ἡ δόξα διὰ τοῦ μονογενοῦς σου Υἱοῦ ἐν τῷ ἁγίῳ Πνεύματι’, ὅπερ τούτοις ἐστὶ νῦν καὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ἀναπνοῆς συνηθέστερον. Διεσπασμένως μὲν γὰρ τούτων ἕκαστόν ἐστιν εὑρεῖν· συνημμένως δὲ ἐν τῇ συντάξει ταύτῃ οὐδαμοῦ δεικνύειν ἕξουσιν. Ὥστε εἰ μὲν ἀκριβολογοῦνται περὶ τὰ ἔγγραφα, δειξάτωσαν πόθεν λέγουσιν.

Εἰ δὲ συγχωροῦσι τῇ συνηθείᾳ, μηδὲ ἡμᾶς ἐξειργέτωσαν. Ἡμεῖς γὰρ ἀμφοτέρας ἐν τῇ τῶν πιστῶν χρήσει καταλαμβάνοντες τὰς ῥήσεις, ἀμφοτέραις κεχρήμεθα· τὴν μὲν δόξαν τῷ Πνεύματι ὁμοίως ἀφ᾽ ἑκατέρας πληροῦσθαι πεπιστευκότες· τοὺς δὲ κακουργοῦντας τὴν ἀλήθειαν ἐπιστομίζεσθαι μᾶλλον διὰ τῆς προκειμένης λέξεως, ἥτις τὴν δύναμιν τῶν Γραφῶν παραπλησίαν ἔχουσα, οὐκέτι ἐστὶν ὁμοίως τοῖς ἐναντίοις εὐεπιχείρητος—ἔστι δὲ αὕτη ἡ ἀντιλεγομένη νῦν παρὰ τούτων—ἀντὶ τοῦ καὶ συνδέσμου παρειλημμένη.

Ἴσον γάρ ἐστιν εἰπεῖν· ‘Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος’, καὶ ‘Παῦλος σὺν Τιμοθέῳ καὶ Σιλουανῷ’. Ἡ γὰρ συμπλοκὴ τῶν ὀνομάτων δι᾽ ἑκατέρας ὁμοίως τῆς ἐκφωνήσεως σῴζεται. Εἰ τοίνυν, τοῦ Κυρίου εἰπόντος Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, αὐτὸς εἴποιμι Πατέρα καὶ Υἱὸν σὺν τῷ ἁγίῳ Πνεύματι, ἄλλο τι εἰρηκὼς κατὰ τὴν δύναμιν ἔσομαι; Τῆς δὲ διὰ τοῦ καὶ συνδέσμου συμπλοκῆς τῶν ὀνομάτων, πολλὰ τὰ μαρτύρια. «Ἡ χάρις γάρ, φησί, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος.» Καὶ πάλιν· «Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος.» Εἰ τοίνυν ἀντὶ τῆς καὶ τῇ σὺν ἐθελήσαιμεν χρήσασθαι, τί διάφορον πεποιηκότες ἐσόμεθα; Ἐγὼ μὲν οὐχ ὁρῶ, πλὴν εἰ μὴ ψυχραῖς γραμματικαῖς τις τὸν μὲν σύνδεσμον ὡς συμπλεκτικὸν καὶ πλείονα ποιοῦντα τὴν ἕνωσιν προτιμῴη, τὴν δὲ πρόθεσιν, ὡς οὐκ ἔχουσαν τὴν ἴσην δύναμιν, ἀποπέμποιτο. Ἀλλ᾽ εἴ γε περὶ τούτων τὰς εὐθύνας ὑπείχομεν, ἴσως οὐκ ἂν πολλοῦ λόγου πρὸς τὴν ἀπολογίαν ἐπεδεήθημεν.

Νῦν δέ, οὐ περὶ συλλαβῶν οὐδὲ περὶ τοιοῦδε ἢ τοιοῦδε φωνῆς ἤχου ὁ λόγος αὐτοῖς, ἀλλὰ περὶ πραγμάτων ἐν δυνάμει καὶ ἀληθείᾳ μεγίστην ἐχόντων διαφοράν. Ὧν ἕνεκεν, ἀπαρατηρήτου τῆς χρήσεως τῶν συλλαβῶν οὔσης, οὗτοι τὰς μὲν ἐγγράφειν, τὰς δὲ ἀποδιώκειν τῆς Ἐκκλησίας ἐπιχειροῦσιν.

Ἐγὼ δέ, εἰ καὶ ἐκ τῆς πρώτης ἀκοῆς ἐναργὲς ἔχει τὸ χρήσιμον, ἀλλ᾽ οὖν καὶ τὸν λόγον παρέξομαι καθ᾽ ὃν οἱ πατέρες ἡμῶν οὐκ ἀργῶς συμπαρέλαβον τὴν χρῆσιν τῆς προθέσεως ταύτης. Πρὸς γὰρ τῷ τὸ τοῦ Σαβελλίου κακὸν ἰσοσθενῶς τῇ καὶ συλλαβῇ διελέγχειν, καὶ παραπλησίως ἐκείνῃ τὸ τῶν ὑποστάσεων ἴδιον παριστᾷν, ὡς τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα», καὶ τό· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», ἐξαίρετον ἔχει τῆς ἀϊδίου κοινωνίας καὶ ἀπαύστου συναφείας τὸ μαρτύριον. Ὁ γὰρ εἰπὼν σὺν τῷ Πατρὶ τὸν Υἱὸν εἶναι, ὁμοῦ τήν τε τῶν ὑποστάσεων ἰδιότητα καὶ τὸ ἀχώριστον τῆς κοινωνίας ἔδειξεν. Ὅπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων ἐστὶν ἰδεῖν· ὁ μὲν καὶ σύνδεσμος τὸ κοινὸν τῆς ἐνεργείας παρίστησιν· ἡ δὲ σὺν πρόθεσις τὴν κοινωνίαν πως συνενδείκνυται. Οἷον, ἔπλευσαν εἰς Μακεδονίαν Παῦλος καὶ Τιμόθεος· ἀλλὰ καὶ Τυχικὸς καὶ Ὀνήσιμος ἀπεστάλησαν Κολοσσαεῦσιν· ἐκ τούτων, ὅτι μὲν ταὐτὸν ἐνήργησαν, μεμαθήκαμεν. Ἐὰν δὲ ἀκούσωμεν ὅτι συνέπλευσαν καὶ συναπεστάλησαν, ὅτι καὶ μετ᾽ ἀλλήλων τὴν πρᾶξιν ἐπλήρωσαν προσεδιδάχθημεν. Οὕτω τὸ τοῦ Σαβελλίου κακόν, ὡς οὐδεμία τῶν ἄλλων φωνῶν καταλύουσα, προστίθησιν ἐκείνοις καὶ τοὺς κατὰ διάμετρον ἀσεβοῦντας. Λέγω δὴ τούτους οἳ χρονικοῖς διαστήμασι τοῦ μὲν Πατρὸς τὸν Υἱόν, τοῦ δὲ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον διαιροῦσι.

Πρὸς δὲ τὴν ἐν συλλαβὴν ἐκεῖνο μάλιστα τὸ διάφορον ἔχει, ὅτι ἡ μὲν σὺν τὴν πρὸς ἀλλήλους συνάφειαν τῶν κοινωνούντων παρίστησιν, οἷον τῶν συμπλεόντων, ἢ συνοικούντων, ἢ ὁτιοῦν τῶν πάντων κοινῶς ἐκτελούντων· ἡ δὲ ἐν τὴν σχέσιν τὴν πρὸς τὸ ἐν ᾧ τυγχάνουσιν ἐνεργοῦντες δηλοῖ. Ἐμπλέουσι γὰρ καὶ ἐνοικοῦσιν ἀκούσαντες, τὸ σκάφος καὶ τὴν οἰκίαν εὐθὺς ἐννοήσαμεν.

Κατὰ μὲν οὖν τὴν κοινὴν χρῆσιν, ἡ πρὸς ἀλλήλας αὐτῶν διαφορὰ τοιαύτη, καὶ ἐπὶ πλεῖον ἂν εὑρεθείη παρὰ τῶν φιλοπόνων. Οὐ γὰρ ἐμοὶ σχολὴ τὰ περὶ τῶν συλλαβῶν ἐξετάζειν. Ἐπεὶ οὖν δέδεικται ἡ σὺν εὐσημότατα ἀποδιδοῦσα τῆς συναφείας τὴν ἔννοιαν, γενέσθω ὑμῖν ἔνσπονδος, εἰ δοκεῖ, καὶ παύσασθε τοῦ χαλεποῦ πρὸς αὐτὴν καὶ ἀκηρύκτου πολέμου.

Ὅμως μέντοι οὕτως εὐφήμου τῆς φωνῆς ὑπαρχούσης, εἴ τῳ φίλον ἐν δοξολογίαις τῇ καὶ συλλαβῇ συνδεῖν τὰ ὀνόματα καὶ δοξάζειν, ὡς ἐν Εὐαγγελίοις ἐπὶ τοῦ βαπτίσματος μεμαθήκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· καὶ οὕτω γινέσθω, οὐδεὶς ἀντερεῖ. Ἐπὶ τούτοις, εἰ δοκεῖ, καταθώμεθα. Ἀλλὰ τὰς γλώσσας ἂν πρόοιντο μᾶλλον, ἢ τὴν φωνὴν ταύτην δέξαιντο.

Τοῦτο μὲν οὖν ἐστιν, ὃ τὸν ἀκήρυκτον ἡμῖν καὶ ἄσπονδον πόλεμον ἐπεγείρει. Ἐν τῷ Πνεύματι, φησί, τῷ ἁγίῳ τὴν δοξολογίαν ἀποδοτέον τῷ Θεῷ, οὐχὶ δὲ καὶ τῷ Πνεύματι· καὶ ἐκθυμότατα τῆς φωνῆς ταύτης ὡς ταπεινωτικῆς τοῦ Πνεύματος περιέχονται. Περὶ ἧς οὐκ ἄχρηστον καὶ διὰ μακροτέρων εἰπεῖν. Ὧν ἀκούσαντες οὗτοι, θαυμάσαιμεν ἄν, εἰ μὴ ὡς προδότιν αὐτὴν καὶ πρὸς τὴν τοῦ Πνεύματος δόξαν αὐτομολοῦσαν ἀποκηρύξωσιν.

ΚΕΦΑΛΑΙΟΝ Κϛʹ Ὅτι ὁσαχῶς λέγεται τὸ ἐν, τοσαυταχῶς καὶ ἐπὶ τοῦ Πνεύματος λαμβάνεται. Ἐμοὶ τοίνυν σκοπουμένῳ δοκεῖ, ἁπλῆς καὶ συντόμου τῆς ἐκφωνήσεως οὔσης, πολλὰ καὶ ποικίλα εἶναι τὰ δι᾽ αὐτῆς σημαινόμενα. Ὁσαχῶς γὰρ λέγεται τὸ ἐν, τοσαυταχῶς εὑρίσκομεν ταῖς περὶ τοῦ Πνεύματος ἐννοίαις ὑπηρετούμενον.

Λέγεται μὲν οὖν τὸ εἶδος ἐν τῇ ὕλῃ εἶναι, καὶ ἡ δύναμις ἐν τῷ δεκτικῷ, καὶ ἡ ἕξις ἐν τῷ κατ᾽ αὐτὴν διακειμένῳ, καὶ πολλὰ τοιαῦτα. Οὐκοῦν, καθὸ μὲν τελειωτικὸν τὸ ἅγιον Πνεῦμα τῶν λογικῶν, ἀπαρτίζον αὐτῶν τὴν ἀκρότητα, τὸν τοῦ εἴδους λόγον ἐπέχει. Ὁ γὰρ μηκέτι κατὰ σάρκα ζῶν, ἀλλὰ Πνεύματι Θεοῦ ἀγόμενος, καὶ υἱὸς Θεοῦ χρηματίζων, καὶ σύμμορφος τῆς εἰκόνος τοῦ Υἱοῦ τοῦ Θεοῦ γενόμενος, πνευματικὸς ὀνομάζεται.

Καὶ ὡς ἡ δύναμις τοῦ ὁρᾷν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ. Διὸ καὶ Παῦλος εὔχεται Ἐφεσίοις, πεφωτισμένους ὀφθαλμοὺς αὐτῶν εἶναι ἐν τῷ Πνεύματι τῆς σοφίας. Καὶ ὡς ἡ τέχνη ἐν τῷ ἀναλαβόντι αὐτήν, οὕτως ἡ χάρις τοῦ Πνεύματος ἐν τῷ ὑποδεξαμένῳ, ἀεὶ μὲν συμπαροῦσα, οὐχὶ δὲ καὶ ἐνεργοῦσα διηνεκῶς. Ἐπεὶ καὶ ἡ τέχνη, δυνάμει μὲν ἐν τῷ τεχνίτῃ ἐστίν· ἐνεργείᾳ δὲ τότε, ὅταν κατ᾽ αὐτὴν ἐνεργῇ.

Οὕτω καὶ τὸ Πνεῦμα, ἀεὶ μὲν συμπάρεστι τοῖς ἀξίοις, ἐνεργεῖ δὲ κατὰ τὴν χρείαν, ἢ ἐν προφητείαις, ἢ ἐν ἰάμασιν, ἢ ἐν ἄλλοις τισὶ δυνάμεων ἐνεργήμασιν. Ἔτι ὡς ἐν σώμασιν ὑγίεια, ἢ θερμότης, ἢ ὅλως αἱ εὐκίνητοι διαθέσεις· οὕτω καὶ ἐν ψυχῇ πολλάκις ὑπάρχει τὸ Πνεῦμα, τοῖς διὰ τὸ τῆς γνώμης ἀνίδρυτον, εὐκόλως, ἣν ἐδέξαντο χάριν ἀπωθουμένοις, μὴ παραμένον· οἷος ἦν ὁ Σαούλ, καὶ οἱ ἑβδομήκοντα πρεσβύτεροι τῶν υἱῶν Ἰσραήλ, πλὴν τοῦ Ἐλδὰδ καὶ Μωδὰδ—τούτοις γὰρ μόνοις ἐκ πάντων φαίνεται παραμεῖναν τὸ Πνεῦμα—, καὶ ὅλως εἴ τις τούτοις τὴν προαίρεσιν παραπλήσιος. Καὶ ὡς ὁ λόγος δὲ ἐν ψυχῇ, ποτὲ μὲν ὡς τὸ ἐγκάρδιον νόημα, ποτὲ δὲ ὡς ὁ προφερόμενος διὰ γλώσσης, οὕτω τὸ Πνεῦμα τὸ ἅγιον· νῦν μὲν ὅταν συμμαρτυρῇ τῷ πνεύματι, καὶ ὅταν κράζῃ ἐν ταῖς καρδίαις ἡμῶν· Ἀββᾶ ὁ Πατήρ, νῦν δὲ ὅταν λαλῇ ὑπὲρ ἡμῶν, κατὰ τὸ εἰρημένον, ὅτι «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν».

Ἤδη δὲ καὶ ὡς ὅλον ἐν μέρεσι νοεῖται τὸ Πνεῦμα κατὰ τὴν τῶν χαρισμάτων διανομήν. Πάντες γὰρ ἀλλήλων ἐσμὲν μέλη, «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσαν ἡμῖν διάφορα». Διὰ τοῦτο «οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω». Ἀλλὰ πάντα μὲν ὁμοῦ συμπληροῖ τὸ σῶμα τοῦ Χριστοῦ ἐν τῇ ἑνότητι τοῦ Πνεύματος· ἀλλήλοις δὲ ἀναγκαίαν τὴν ἐκ τῶν χαρισμάτων ἀντιδίδωσιν ὠφέλειαν. Ὁ μὲν γὰρ Θεὸς ἔθετο τὰ μέλη ἐν τῷ σώματι, ἓν ἕκαστον αὐτῶν, καθὼς ἠθέλησε. Τὰ μέντοι μέλη τὸ αὐτὸ μεριμνῶσιν ὑπὲρ ἀλλήλων, κατὰ τὴν πνευματικὴν κοινωνίαν τῆς συμπαθείας αὐτοῖς ὑπαρχούσης. Διόπερ «εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.» Καὶ ὡς μέρη δὲ ἐν ὅλῳ, οἱ καθ᾽ ἕνα ἐσμὲν ἐν τῷ Πνεύματι· ὅτι οἱ πάντες ἐν ἑνὶ σώματι, εἰς ἓν Πνεῦμα ἐβαπτίσθημεν.

Ὃ δὲ παράδοξον μὲν εἰπεῖν, ἀληθὲς δὲ οὐδενὸς ἔλαττον, ὅτι καὶ ὡς χώρα τῶν ἁγιαζομένων πολλάκις τὸ Πνεῦμα λέγεται. Καὶ φανήσεται οὐδὲ οὗτος ὁ τρόπος κατασμικρύνων τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον δοξάζων. Τὰ γάρ τοι σωματικὰ τῶν ὀνομάτων καὶ ἐπὶ τὰς πνευματικὰς ἐννοίας ἐναργείας ἕνεκεν πολλάκις ὁ λόγος μετακομίζει. Τετηρήκαμεν οὖν καὶ ἐπὶ τοῦ Θεοῦ τὸν ψαλμῳδὸν λέγοντα· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Περὶ δὲ τοῦ Πνεύματος· «Ἰδοὺ τόπος, φησί, παρ᾽ ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας», τί ἄλλο λέγων τὸν τόπον, ἢ τὴν ἐν Πνεύματι θεωρίαν, ἐν ᾗ γενόμενος, ἐδύνατο ἰδεῖν γνωστῶς ἐμφανιζόμενον αὐτῷ τὸν Θεὸν ὁ Μωϋσῆς; Οὗτός ἐστιν ὁ τόπος ὁ τῆς ἀληθινῆς λατρείας ἴδιος. «Πρόσεχε γάρ, φησί, μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ· ἀλλ᾽ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου.» Ποῖον οὖν ἐστιν ὁλοκαύτωμα πνευματικόν; Ἡ θυσία τῆς αἰνέσεως.

Ἐν ποίῳ δὲ τόπῳ ταύτην προσφέρομεν; ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ποῦ τοῦτο μεμαθήκαμεν; Παρ᾽ αὐτοῦ τοῦ Κυρίου λέγοντος ὅτι «οἱ ἀληθινοὶ προσκυνηταὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνήσουσι τῷ Πατρί». Τοῦτον τὸν τόπον ἰδὼν ὁ Ἰακὼβ ἔφη ὅτι «Κύριος ἐν τῷ τόπῳ τούτῳ».

Ὥστε τὸ Πνεῦμα, τόπος ἀληθῶς τῶν ἁγίων. Καὶ ὁ ἅγιος, τόπος οἰκεῖος τῷ Πνεύματι ἐμπαρέχων ἑαυτὸν πρὸς ἐνοίκησιν τὴν μετὰ Θεοῦ, καὶ ναὸς αὐτοῦ χρηματίζων. Ὡς γὰρ ἐν Χριστῷ λαλεῖ Παῦλος· «Κατενώπιον γάρ, φησί, Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν»· καὶ Χριστὸς ἐν Παύλῳ, ὡς αὐτὸς λέγει· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» οὕτω καὶ «ἐν Πνεύματι λαλεῖ τὰ μυστήρια», καὶ τὸ Πνεῦμα πάλιν λαλεῖ ἐν αὐτῷ.

Ἐν μὲν οὖν τοῖς γεννητοῖς οὕτω πολυμερῶς καὶ πολυτρόπως ἐνεῖναι λέγεται τὸ Πνεῦμα· Πατρὶ δὲ καὶ Υἱῷ οὐχὶ ἐνεῖναι μᾶλλον, ἀλλὰ συνεῖναι εἰπεῖν εὐσεβέστερον. Ἡ μὲν γὰρ παρ᾽ αὐτοῦ χάρις οἰκοῦντος ἐν τοῖς ἀξίοις καὶ ἐνεργοῦντος τὰ ἑαυτοῦ, καλῶς ἐνυπάρχειν τοῖς δεκτικοῖς αὐτοῦ λέγεται. Ἡ δὲ προαιώνιος ὕπαρξις, καὶ ἄπαυστος διαμονὴ μεθ᾽ Υἱοῦ καὶ Πατρὸς θεωρουμένη, τὰς τῆς ἀϊδίου συναφείας προσηγορίας ἐπιζητεῖ. Τὸ γὰρ κυρίως καὶ ἀληθῶς συνυπάρχειν ἐπὶ τῶν ἀχωρίστως ἀλλήλοις συνόντων λέγεται. Τὴν γὰρ θερμότητα τῷ μὲν πυρακτωθέντι σιδήρῳ ἐνυπάρχειν φαμέν· αὐτῷ δὲ τῷ πυρὶ συνυπάρχειν. Καὶ τὴν μὲν ὑγίειαν τῷ σώματι ἐνυπάρχειν, τὴν δὲ ζωὴν τῇ ψυχῇ συνυπάρχειν. Ὥστε ὅπου μὲν οἰκεία καὶ συμφυὴς καὶ ἀχώριστος ἡ κοινωνία, σημαντικωτέρα φωνὴ ἡ σύν, τῆς ἀχωρίστου κοινωνίας τὴν διάνοιαν ὑποβάλλουσα. Ὅπου δὲ προσγίνεσθαι ἡ ἀπ᾽ αὐτοῦ χάρις καὶ πάλιν ἀπογίνεσθαι πέφυκεν, οἰκείως καὶ ἀληθῶς τὸ ἐνυπάρχειν λέγεται, κἂν τοῖς δεξαμένοις πολλάκις διὰ τὸ ἑδραῖον τῆς περὶ τὸ καλὸν διαθέσεως, ἡ ἀπ᾽ αὐτοῦ χάρις διαρκὴς παραμένῃ.

Ὥστε ὅταν μὲν τὴν οἰκείαν ἀξίαν τοῦ Πνεύματος ἐννοῶμεν, μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ θεωροῦμεν. Ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι τὸ Πνεῦμα λέγομεν. Καὶ ἥ γε προσαγομένη δοξολογία παρ᾽ ἡμῶν ἐν τῷ Πνεύματι, οὐχὶ τῆς ἐκείνου ἀξίας ὁμολογίαν ἔχει, ἀλλὰ τῆς ἡμετέρας αὐτῶν ἀσθενείας ἐξομολόγησιν· δεικνύντων ὅτι οὔτε δοξάσαι ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ἐν ᾧ δυναμωθέντες, τὴν ὑπὲρ ὧν εὐεργετήθημεν, τῷ Θεῷ ἡμῶν εὐχαριστίαν ἀποπληροῦμεν· κατὰ τὸ μέτρον τῆς ἀπὸ κακίας καθαρότητος, ἕτερος ἑτέρου πλέον ἢ ἔλαττον τῆς ἐκ τοῦ Πνεύματος βοηθείας μεταλαμβάνοντες, εἰς τὸ προσφέρειν τὰς θυσίας τῆς αἰνέσεως τῷ Θεῷ. Καθ᾽ ἕνα μὲν οὖν τρόπον οὕτως εὐσεβῶς ἐν Πνεύματι τὴν εὐχαριστίαν ἀποπληροῦμεν.

Καίτοι καὶ τοῦτο οὐκ ἀβαρές, αὐτόν τινα ἑαυτῷ μαρτυρεῖν, ὅτι Πνεῦμα Θεοῦ ἐν ἐμοί, καὶ διὰ τῆς ἀπ᾽ αὐτοῦ χάριτος σοφισθεὶς ἀναφέρω τὴν δόξαν. Παύλῳ γὰρ πρέπουσα ἡ φωνή· «Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν.» Καὶ πάλιν· «Τὴν καλὴν παρακαταθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν»· καὶ περὶ τοῦ Δανιήλ· ὅτι Πνεῦμα Θεοῦ ἅγιον ἐν αὐτῷ· καὶ εἴ τις ἐκείνοις τὴν ἀρετὴν παραπλήσιος.

Δεύτερος δὲ νοῦς, οὐδὲ αὐτὸς ἀπόβλητος· ὅτι ὥσπερ ἐν τῷ Υἱῷ ὁρᾶται ὁ Πατήρ, οὕτως ὁ Υἱὸς ἐν τῷ Πνεύματι. Ἡ τοίνυν ἐν τῷ Πνεύματι προσκύνησις, τὴν ὡς ἐν φωτὶ γινομένην τῆς διανοίας ἡμῶν ἐνέργειαν ὑποβάλλει, ὡς ἐκ τῶν πρὸς τὴν Σαμαρεῖτιν εἰρημένων ἂν μάθοις. Ἐν τόπῳ γὰρ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην ὁ Κύριος ἡμῶν μεταδιδάσκων, ἐν Πνεύματι καὶ ἀληθείᾳ χρῆναι προσκυνεῖν ἔφησεν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν. Ὥσπερ οὖν ἐν τῷ Υἱῷ προσκύνησιν λέγομεν, τὴν ὡς ἐν εἰκόνι τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ ἐν τῷ Πνεύματι, ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ Κυρίου θεότητα.

Διὸ καὶ ἐν τῇ προσκυνήσει ἀχώριστον ἀπὸ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἔξω μὲν γὰρ ὑπάρχων αὐτοῦ, οὐδὲ προσκυνήσεις τὸ παράπαν· ἐν αὐτῷ δὲ γενόμενος οὐδενὶ τρόπῳ ἀποχωρίσεις ἀπὸ Θεοῦ· οὐ μᾶλλόν γε, ἢ τῶν ὁρατῶν ἀποστήσεις τὸ φῶς. Ἀδύνατον γὰρ ἰδεῖν τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, μὴ ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος.

Καὶ τὸν ἐνατενίζοντα τῇ εἰκόνι, ἀμήχανον τῆς εἰκόνος ἀποχωρίσαι τὸ φῶς. Τὸ γὰρ τοῦ ὁρᾶν αἴτιον, ἐξ ἀνάγκης συγκαθορᾶται τοῖς ὁρατοῖς. Ὥστε οἰκείως καὶ ἀκολούθως διὰ μὲν τοῦ φωτισμοῦ τοῦ Πνεύματος, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καθορῶμεν· διὰ δὲ τοῦ χαρακτῆρος, ἐπὶ τὸν οὗ ἐστιν ὁ χαρακτὴρ καὶ ἡ ἰσότυπος σφραγὶς ἀναγόμεθα.