Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Περὶ τοῦ ἁγίου πνεύματος

Μέγας Βασίλειος

Ο ρόλος των αγγέλων ως μαρτύρων της θείας οικονομίας

Διευκρίνιση της θέσης των αγγέλων στην αποστολική παράδοση, σε αντιπαραβολή με τη φυσική κοινωνία του Αγίου Πνεύματος με τη Θεότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 7 από 16

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Αἰτίας ἀπόδοσις διὰ τὶ οἱ ἄγγελοι Πατρὶ καὶ Υἱῷ παρὰ τῷ Παύλῳ συμπαρελήφθησαν. Ἀλλὰ καὶ ἕτερα, φησί, συναριθμούμενα Πατρὶ καὶ Υἱῷ, οὐχὶ καὶ συνδοξάζεται πάντως. Ὡς ὁ ἀπόστολος ἀγγέλους συμπαρελάβετο, εἰς τὴν διαμαρτυρίαν τὴν ἐπὶ Τιμοθέου λέγων· «Διαμαρτύρομαί σοι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων»· οὓς οὔτε ἀλλοτριοῦμεν τῆς λοιπῆς κτίσεως, οὔτε Πατρὶ καὶ Υἱῷ συναριθμεῖν ἀνεχόμεθα.

Ἐγὼ δὲ εἰ καὶ μηδεμιᾶς ἀποκρίσεως ἄξιος ὁ λόγος, οὕτω πρόχειρον τὴν ἀτοπίαν ἔχων, ὅμως ἐκεῖνο λέγω, ὅτι μάρτυρα μὲν καὶ ὁμόδουλον ἄν τις τυχὸν παραστήσαιτο πράῳ κριτῇ καὶ ἡμέρῳ, καὶ μάλιστα δὴ ἐν τῇ πρὸς τοὺς κρινομένους ἐπιεικείᾳ τὸ ἀναντίρρητον τῆς τῶν κριμάτων δικαιοσύνης ἐπιδεικνύντι.

Ἐλεύθερος δὲ εἶναι ἀπὸ δούλου καὶ Υἱὸς κληθῆναι Θεοῦ καὶ ζωοποιηθῆναι ἀπὸ θανάτου, παρ᾽ οὐδενὸς ἑτέρου δύναται, ἢ παρὰ τοῦ τὴν κατὰ φύσιν οἰκειότητα κεκτημένου, καὶ τῆς δουλικῆς ἀξίας ἀπηλλαγμένου. Πῶς γὰρ οἰκειώσει Θεῷ ὁ ἀλλότριος; πῶς δὲ ἐλευθερώσει, αὐτὸς ἔνοχος ὢν τῷ ζυγῷ τῆς δουλείας; Ὥστε οὐκ ἐφ᾽ ὁμοίοις Πνεύματός ἐστι καὶ ἀγγέλων ἡ μνήμη, ἀλλὰ τὸ μὲν Πνεῦμα, ὡς ζωῆς κύριον, οἱ δ᾽ ἄγγελοι ὡς βοηθοὶ τῶν ὁμοδούλων καὶ πιστοὶ μάρτυρες τῆς ἀληθείας παραλαμβάνονται. Ἔθος γὰρ τοῖς ἁγίοις τὰς ἐντολὰς τοῦ Θεοῦ ἐπὶ μαρτύρων διδόναι· ὡς καὶ αὐτὸς οὗτός φησι Τιμοθέῳ· «Ἃ παρέλαβες παρ᾽ ἐμοῦ ἐπὶ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις.» Καὶ νῦν τοὺς ἀγγέλους ἐπιμαρτύρεται· οἶδε γὰρ ὅτι συμπαρέσονται ἄγγελοι τῷ κριτῇ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. «Ὃς γὰρ ἄν, φησίν, ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀπαρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.» Καὶ Παῦλος ἑτέρωθί φησιν· «Ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων.» Τούτου χάριν ἐντεῦθεν ἤδη διαμαρτύρεται ἐπὶ τῶν ἀγγέλων, εἰς τὸ μέγα κριτήριον εὐπρεπεῖς ἑαυτῷ τὰς ἀποδείξεις παρασκευάζων.

Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ λόγου τινὰ διακονίαν πεπιστευμένοι, οὐδένα χρόνον διαμαρτυρόμενοι παύονται, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐπιβοῶνται· ὡς καὶ νῦν πάσης πράξεως εἴσω αὐτῶν τελουμένης, καὶ ἐν τῇ ἐξετάσει τῶν βεβιωμένων συνεσομένων τοῖς κρινομένοις. «Προσκαλέσεται γάρ, φησί, τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.» Ὅθεν Μωϋσῆς παρατίθεσθαι μέλλων τὰ λόγια τῷ λαῷ, «διαμαρτύρομαι ὑμῖν, φησί, σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν». Καὶ πάλιν τὴν ᾠδὴν λέγων· «Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Καὶ Ἠσαΐας· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» Ἰερεμίας δὲ καὶ ἔκστασίν τινα τοῦ οὐρανοῦ ἐπὶ τῇ ἀκοῇ τῶν ἀνοσίων ἔργων τοῦ λαοῦ διηγεῖται· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου.» Καὶ ὁ ἀπόστολος τοίνυν ὥσπερ παιδαγωγούς τινας ἢ παιδονόμους ἐπιτεταγμένους τοῖς ἀνθρώποις τοὺς ἀγγέλους εἰδώς, εἰς μαρτυρίαν ἐπεκαλέσατο.

Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ καὶ λίθον μάρτυρα τῶν λόγων ἔστησεν—ἤδη δέ που καὶ βουνὸς μάρτυς παρὰ τοῦ Ἰακὼβ ὠνομάσθη. — «Ἔσται γάρ, φησίν, ὁ λίθος ἐν ὑμῖν σήμερον εἰς μαρτύριον ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ ἡμῶν»· τάχα μέν που πιστεύων τῇ δυνάμει τοῦ Θεοῦ καὶ τοὺς λίθους φωνὴν ἀφήσειν, εἰς ἔλεγχον τῶν παραβεβηκότων· εἰ δὲ μή, ἀλλὰ τό γε ἑκάστου συνειδὸς τῇ ἐνεργείᾳ τῆς ὑπομνήσεως πάντως κατατρωθήσεσθαι.

Οὕτω μὲν οὖν τοὺς μάρτυρας, οἵτινές ποτ᾽ ἂν ὦσιν, ὥστε εἰς ὕστερον αὐτοὺς παραστήσεσθαι, οἱ τὴν οἰκονομίαν τῶν ψυχῶν πεπιστευμένοι προετοιμάζονται. Τὸ δὲ Πνεῦμα οὐ διὰ τὴν ἐπὶ καιροῦ χρείαν, ἀλλὰ διὰ τὴν ἐκ φύσεως κοινωνίαν συντέτακται τῷ Θεῷ, οὐχ ὑφ᾽ ἡμῶν ἑλκυσθέν, ἀλλ᾽ ὑπὸ τοῦ Κυρίου παραληφθέν.