Ἔργον
Μέγας Βασίλειος – Θεία Λειτουργία (ἀρχαιοτέρα σύντομος ἔκδοσις)
Κοινωνία και ευχαριστία
Η ψαλμωδία του κοινωνικού ύμνου, η συμμετοχή στα θεία μυστήρια, καθώς και οι ευχαριστήριες ευχές και η κεφαλοκλισία μετά τη μετάληψη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοινωνία και ευχαριστία
Η ψαλμωδία του κοινωνικού ύμνου, η συμμετοχή στα θεία μυστήρια, καθώς και οι ευχαριστήριες ευχές και η κεφαλοκλισία μετά τη μετάληψη.
Ὁ λαὸς λέγει· Ἀμήν. Ὁ διάκονος λέγει· Ἐν εἰρήνῃ καὶ ἀγάπῃ. Ὁ ἱερεὺς ἐκφωνήσει· Δι᾽ οὗ καὶ μεθ᾽ οὗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ.τ.λ. Ὁ ἱερεὺς λέγει ψαλμὸν νʹ καὶ τὸ κοινωνικὸν τῇ ἡμέρᾳ.
Ὁ διάκονος λέγει· Συνάχθητε καὶ εἰσέλθετε, οἱ διάκονοι, μετ᾽ εὐλαβείας. Εὐχὴ εὐχαριστίας μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων. Ὁ διάκονος λέγει· Ἐπὶ προσευχῇ στάθητε. Ὁ ἱερεὺς λέγει· Εἰρήνη πᾶσιν.
Ὁ λαὸς λέγει· Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος λέγει· Προσεύξασθε ὑπὲρ τῆς, κ.τ.λ. Ὁ λαὸς λέγει· Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην· Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως, ἐπὶ τῆς μεταλήψεως τῶν ἁγίων σου μυστηρίων, Κύριε. Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασας, ὁ Θεὸς, τοῖς ἀγαπῶσι τὸ ὄνομά σου τὸ ἅγιον, καὶ ἀπεκάλυψας αὐτὰ τοῖς νηπίοις τῆς ἁγίας σου Ἐκκλησίας.
Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Εὐλογητὸς εἶ, ὁ Θεὸς, ὁ Πατὴρ τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ, κ.τ.λ. Ὁ διάκονος λέγει· Τὰς κεφαλάς.
Εὐχὴ τῆς κεφαλοκλισίας. Δέσποτα Κύριε, ὁ Θεὸς, ὁ Πατὴρ ὁ παντοκράτωρ, ὁ ποιῶν ἔλεος εἰς χιλιάδας, τοῖς ἐπικαλουμένοις σε ἐν ἀληθείᾳ, ἔπιδε οὐρανόθεν εὐμενεῖ προσώπῳ, καὶ γαληνῷ ὄμματι ἐπὶ τοὺς δούλους σου σοὶ γὰρ ἔκλιναν τοὺς ἑαυτῶν αὐχένας τῶν καρδιῶν, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος, τὸ παρὰ σοῦ ἐλέους καὶ εὐλογίας λαβεῖν. Εὐλόγησον αὐτοὺς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ· ἁγίασον αὐτοὺς ἐν τῷ Πνεύματί σου τῷ ἁγίῳ. Ἄγγελον εἰρηνικὸν τῇ ἑκάστῃ ἡμῶν ζωῇ παρακατάστησον, φρουροῦντα, διατηροῦντα, διαφυλάσσοντα, φωτίζοντα, ὁδηγοῦντα ἡμᾶς εἰς πᾶν ἔργον ἀγαθόν. Ἀλλὰ ἐλεῶν ἐλέησον, καὶ οἰκτείρων σῶσον, οἰκτείρησον· καὶ εἰς τὸν αἰῶνα τὸ ἔλεός σου.
Τὴν δὲ ἁγίαν ἡμέραν ταύτην καὶ πάσας τὰς ἡμέρας τῆς ζοῆς ἡμῶν δὸς ἡμῖν, Κύριε ὁ Θεὸς, ἀναμαρτήτως διελθεῖν, μετὰ πάσης χαρᾶς, ὑγιείας, εἰρήνης, σωτηρίας, εὐεργεσίας, παντὸς ἁγιασμοῦ, καὶ τοῦ σου φόβου ἐπιτελέσαι, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Χριστοῦ Ἰησοῦ, μεθ᾽ οὗ εὐλογητὸς εἶ, καὶ δεδοξασμένος σὺν Πνεύματι ἁγίῳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.