λεγέτω δέ· Μάρτυρας ἔχοιμι οὐρανόν, γῆν, ὕδωρ, ἐν οἷς τὰ πάντα περιέχεται, πρὸς τούτοις δ᾽ ἅπασιν καὶ τὸν διὰ πάντων διήκοντα ἀέρα, οὗ ἄνευ οὐκ ἀναπνέω, ὡς ἀεὶ ὑπήκοος ἔσομαι τῷ τὰς βίβλους μοι τῶν κηρυγμάτων διδόντι, καὶ αὐτὰς τὰς βίβλους, ἃς ἄν μοι δῷ, οὐ μὴ μεταδῶ τινι κατ᾽ οὐδένα τρόπον, οὐ γράψας, οὐ γεγραμμένον δούς, οὐ γράφοντι ἀναδιδούς, οὐκ αὐτός, οὐ δι᾽ ἄλλου, οὐ δι᾽ ἄλλης τινὸς ἀγωγῆς ἢ δόλου ἢ μηχανῆς, ἢ ἀμελῶς φυλάσσων ἢ τιθῶν ἢ νεύων ἢ ἄλλῳ οἱῳδήποτε τρόπῳ ἢ ἐπινοίᾳ ἑτέρῳ αὐτὰ μεταδιδούς. πλὴν ἐὰν δοκιμάσω τινὰ ἄξιον (ὡς αὐτὸς ἐκρίθην ἢ καὶ πλεῖον δοκιμάσας, πλὴν οὐκ ἔλαττον ἔτεσιν ἕξ) τότε εὐλαβεῖ καὶ ἀγαθῷ, διδάσκειν ἐπαναιρουμένῳ, ὡς παρέλαβον παραδώσω, καὶ ταῦτα ἐπὶ τῇ τοῦ ἐπισκόπου μου γνώμῃ ποιησάμενος. ἄλλως δὲ οὐδ᾽ ἂν τέκνον ἢ ἀδελφὸς ἢ φίλος ἢ ἄλλως πώς ποτε γένους μοι ἀνήκων, ἐάνπερ ἀνάξιος ᾖ, τοῦδε μὴ μεταδοῦναι χάριν, ὡς οὐ προσῆκεν. οὔτε ἐπιβουλὴν φοβηθήσομαι, οὐ δώροις κολακευθήσομαι. ἀλλ᾽ εἰ καὶ δόξειέν μοί ποτε τὰ διδόμενά μοι τῶν κηρυγμάτων βιβλία μὴ ἀληθῆ εἶναι, οὐδ᾽ οὕτως μεταδώσω, ἀλλ᾽ ἀποδώσω. ἀποδημῶν δὲ σὺν ἐμοὶ αὐτὰ κομίσω, ἅπερ ἂν τύχω κεκτημένος· εἰ δὲ μὴ βουληθῶ μεθ᾽ ἑαυτοῦ αὐτὰ περιφέρειν, ἐπὶ τῆς οἰκίας μου εἶναι αὐτὰ οὐκ ἐάσω, ἀλλὰ τῷ ἐπισκόπῳ μου τῷ τὴν αὐτὴν ἔχοντι πίστιν καὶ ἀπὸ τῶν αὐτῶν ὁρμωμένῳ παρακαταθήσομαι.