Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κλήμης Ῥώμης – Διαμαρτυρία (Νόθος)

Κλήμης Ῥώμης

Η αναγκαιότητα της διασφάλισης των κειμένων και κατακλείδα

Ο Ιάκωβος αιτιολογεί τη λήψη αυστηρών μέτρων προς αποφυγή νοθείας της αλήθειας, και η σύναξη ολοκληρώνεται με προσευχή και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κλήμης Ῥώμης

—

Κεφάλαιο 3 από 3

Ταῦτα τοῦ Ἰακώβου εἰπόντος ὠχρίασαν ἀγωνιάσαντες οἱ πρεσβύτεροι. συνιδὼν οὖν ὁ Ἰάκωβος, ὅτι λίαν πεφόβηνται, ἔφη· Ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι. ἐὰν τὰς βίβλους πᾶσιν ὡς ἔτυχεν παράσχωμεν καὶ αὗται ὑπὸ τολμηρῶν ἀνδρῶν τινων νοθευθῶσιν ἢ ταῖς ἑρμηνείαις διαστραφῶσιν, ὡς ἤδη τινὰς ἠκούσατε πεποιηκότας, ἔσται λοιπὸν καὶ τοῖς ὄντως τὴν ἀλήθειαν ζητοῦσιν ἀεὶ πλανᾶσθαι. διὸ ἄμεινον παρ᾽ ἡμῖν αὐτὰς εἶναι καὶ μεταδιδόναι μετὰ πάσης τῆς προειρημένης ἀσφαλείας τοῖς θέλουσι ζῆν καὶ ἄλλους σῴζειν. εἰ δέ τις μετὰ τὸ οὕτως διαμαρτύρασθαι ἄλλως ποιήσει, εὐλόγως αἰωνίᾳ ὑποπεσεῖται κολάσει. τίνι γὰρ λόγῳ ἄλλων ἀπωλείας αἴτιος γενόμενος αὐτὸς οὐκ ἀπολεῖται; τῶν οὖν πρεσβυτέρων ἐπὶ τῇ τοῦ Ἰακώβου γνώμῃ ἡσθέντων καὶ εἰπόντων· Εὐλόγηται ὁ σὲ ὡς πάντα προειδὼς καλῶς ἡμῖν καταστήσας ἐπίσκοπον—καὶ ταῦτα εἰπόντων αὐτῶν ἐγερθέντες προσηυξάμεθα τῷ τῶν ὅλων πατρὶ καὶ θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.