διὰ χρὴ τοὺς φιλαλήθεις ἔσωθεν ἐκ βάθους ψυχῆς ἐκκαλέσασθαι πρὸς ἐπικουρίαν ἀληθεῖ λογισμῷ τὸν μόνον θεὸν, κύριον δὲ ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν, καὶ παρ᾽ αὐτοῦ γνῶσιν λαβεῖν, ἵνα τις ἐντὸς ὢν ἐν τῷ οἴκῳ τῷ πεπλησμένῳ καπνοῦ, τῷ κόσμῳ τούτῳ φημὶ, προσιὼν ἀνοῖξαι δυνηθῇ θύραν, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνὸν, ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν πρὸ τῶν αἰώνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ ἀῤῥήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αἰώνιον, ἀΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἁπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερίληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτισμάτων δημιουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν· καὶ οὕτως ἀναγεννηθέντες δι᾽ ὕδατός τε καὶ πνεύματος συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ.