Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογοι περὶ τῆς ἁγίας τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος Τρίτος: Η αληθής θεότητα του Υιού

Ο τρίτος διάλογος αποδεικνύει ότι ο Υιός είναι αληθινός Θεός, δημιουργός, νομοθέτης και κριτής, αναιρώντας τη δοξασία περί κτιστότητάς του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 8

ΛΟΓΟΣ ΤΡΙΤΟΣ Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. Α. Ἄριστον μέν, ὦ Ἑρμεία, φαίης ἂν οἶδ᾽ ὅτι καὶ αὐτός που τάχα τοῖς εἰς ἀρετὴν σπουδάσμασιν ἐναγλαΐζεσθαι δεῖν, ἐμφιλοχωρεῖν δὲ μάλιστα τοῖς εἰς εὐσέβειαν λόγοις, εἶεν δ᾽ ἂν οὗτοι οἱ περὶ Θεοῦ. Τοιγάρτοι καὶ Γράμμα φησὶν ἱερόν· «Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανιστάμενος.» Τὸ γὰρ οἶμαι δεῖν ἀκαταλήκτως ἔχειν τὸν θεῖον ἡμᾶς ἐπὶ γλώττης λόγον οὐκ ἀσυντελὲς εἰς ὄνησιν καὶ οὐχ ἑτέροις ἂν πρέποι μᾶλλον, ἢ οἷς ἐν φροντίδι τὸ διαβιῶναι θεοφιλῶς. Β. Σύμφημι κἀγώ· τοῦδε γὰρ ἄμεινον οὐδέν. Ἐπειδὴ δὲ ἀποχρώντως ἡμῖν εἴς γε τὸ παρὸν ὁ περὶ τῆς θείας τε καὶ ἀπορρήτου γεννήσεως ἐκβεβασάνισται λόγος, ὡς ἐξέφυ μὲν ἑτέρωθεν οὐδαμῶς, ἐξ αὐτῆς δὲ ἡμῖν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέλαμψεν ὁ Υἱός· ὧδε γὰρ ἔχων ἐφαίνετο· τί τὸ ἀναπεῖθον ἔτι τοὺς δι᾽ ἐναντίας, ἕνα μὲν ὑπάρχειν οἴεσθαι Θεὸν τὸν Πατέρα κατὰ φύσιν καὶ ἀληθινόν, συναριθμεῖν δὲ αὐτῷ μηδένα παντελῶς, ἀλλὰ καὶ αὐτὴν τοῖς ἄλλοις ὁμοῦ πόρρω που τῆς ἀληθοῦς θεότητος, τὴν τοῦ μόνου καὶ ἀληθῶς Υἱοῦ παρωθεῖσθαι φύσιν; Α. Τί τὸ ἀναπεῖθον, ἐπείπερ ἔρεσθαί σοι δοκεῖ, φαίην ἂν ἔγωγε περὶ τῶν ὧδε διειληφότων, ὡς εἴη μὲν «Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας.

Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ οἶνος αὐτοῖς.» Ἐκμεμεθυσμένοι γὰρ ὥσπερ τοῖς οὐκ οἶδ᾽ ὅθεν ἐξευρημένοις ψευδηγορήμασιν, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτῶν ἐρεύγονται πονηρά. Ἀχάλινοι δὲ ταῖς ἐφ᾽ Υἱῷ δυσφημίαις ἀνέντες τὴν γλῶτταν, κἂν ἀδελφὴν καὶ γείτονα τῆς τῶν Φαρισαίων ἀφιλοθεΐας νοσοῦντες ἀπόνοιαν, ἀκουόντων σὺν ἐκείνοις· «Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λέγειν πονηροὶ ὄντες;» Καίτοι χρῆν δή που ταῖς οὕτω σεπταῖς τε καὶ ἀπορρήτοις ἐρεύναις ἐνιέντας τὸν νοῦν τὸ μὲν σφίσι δοκοῦν οὐχὶ δή που πάντως οἴεσθαι καλῶς καὶ ἀδιαβλήτως ἔχειν, ἐν κύκλῳ δὲ ὥσπερ τὸν ἔσω καὶ κεκρυμμένον περικομίζοντας ὀφθαλμὸν καὶ μυρίων ὅσων ἐννοιῶν διαθέοντας πλάτος, ἀποφοιτᾶν μὲν ὡς ἀπωτάτω τῶν ἐξ ἐλαφρίας συντεθειμένων, δοκιμάσαντας δὲ ἀκριβῶς τὸ τελοῦν εἰς ὄνησιν καὶ τῆς εἰς εὐθὺ διαλήψεως καὶ ἀκραιφνῶς ἔχοντος λόγου ποδηγούντων εἰς κατάληψιν, μόνοις ἐφιζῆσαι τοῖς τῆς ἀληθείας δόγμασιν. Ἀποπληξία γάρ, οἶμαι, νοῦ καὶ παρακοπὴ Θεὸν μὲν οὐκ εἶναι λέγειν κατὰ φύσιν καὶ ἀληθινὸν τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν, ὡς λόγον ἐκ νοῦ ἢ ὥσπερ ἂν εἴη τοῦ φωτὸς ἀπαύγασμα τυχόν, εἰκαίοις δὲ ὥσπερ ἐπινήχεσθαι λογισμοῖς καὶ κιβδήλοις ἐννοιῶν ἐπαυχεῖν εὑρήμασιν.

Ἦ γὰρ οὐκ ἄμεινον ἐξ εὐμαθοῦς διανοίας ἐκεῖνο ἰδεῖν, ὡς ἔνθαπερ ἂν εἴη τὸ γεννᾶσθαι κατὰ φύσιν οὐ διεψευσμένον, ἐκεῖ δήπου πάντως καὶ τῷ γεννωμένῳ πρὸς τὸ γεννῶν εἴη ἂν οὐ σχετικὴ μᾶλλον ἢ ψευδώνυμος ἡ οἰκειότης, ἀλλὰ φυσική; Ἐξ αὐτῆς γὰρ ἔσται τῆς οὐσίας τοῦ τεκόντος τὸ ἀληθῶς γεννώμενον. Πῶς ἂν οὖν ἁμάρτοι καὶ ἐξοίχοιτο κατ᾽ αὐτοὺς τοῦ κατ᾽ ἀλήθειαν εἶναι Θεὸς τὸ ἐκ Θεοῦ γεννηθέν; Β. Ναὶ καὶ αὐτὸν φαῖεν ἂν ἴσως ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ, πλὴν ἑτεροίως καὶ παρηλλαγμένως. Α. Οὐκοῦν, τὸ μὲν ἑτεροίως ὅ τί ποτ᾽ ἐστὶ συνίημι μὲν οὐ σφόδρα ἐγώ, φράσαις δ᾽ ἂν ἴσως αὐτός, εἴπερ οἶσθά που. Διαπεπύσθαι γὰρ δή σε καὶ μάλα εἰκός. Β. Ἐπυθόμην. Θεὸν μὲν γὰρ εἶναί φασιν ἀληθινὸν τὸν Πατέρα, τὸν δέ γε Υἱὸν οὐχ ὧδε ἔχειν, καὶ εἰ καλοῖτο Θεός, εἶναι δὲ καὶ ἐκ Θεοῦ. Καὶ γάρ τοί φασι· Καὶ τὰ πάντα ἐκ Θεοῦ. Α. Καὶ μὴν τοῦτό γέ ἐστιν ἀπημφιασμένως ἀνακεκράγειν ὡς οὔτε Θεός ἐστιν ὁ Υἱός, ἀλλὰ καὶ ἐν ἴσῳ τοῖς ἄλλοις ἐκ Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν τῆς δημιουργίας, παρῆκται δὴ οὖν εἰς γένεσιν καὶ παρακεκόμισται πρὸς τὸ εἶναι μὴ ὤν, καὶ κτίσει λοιπὸν ὡς ἀδελφῇ συντετάξεται.

Κατασκιασμάτων γὰρ ἤδη τῶν ἐκ πανούργου τέχνης ἀπαμφιάσαι τὸν λόγον ἄριστον οἶμαί που καὶ σοφόν, ῥηματίοις δὲ τοῖς κεκομψευμένοις καταχρυσοῦν οὐκ ἐᾶν τὴν τοῦ Υἱοῦ φύσιν τοὺς δι᾽ ἐναντίας, οὐδὲν ἀληθὲς ἐπ᾽ αὐτῷ δοξάζοντας, διαρρήδην δὲ μᾶλλον ἀναπείθειν εἰπεῖν ὅπερ εἶναι πιστεύουσιν.

Ἅπας γὰρ οἶμαί που τῆς ἐκείνων ἠλιθιότητος κατορχήσεται λόγος. Καὶ ὅτι μὲν τὸ ἐκ Θεοῦ πεφηνέναι τὸν Υἱὸν οὐχ ἕτερόν τι δηλοῦν ὑπολάβοι τις ἄν, εἴ γε νοῦν ἔχοι τὸν ἀπαράφθορον, ἢ ὅτι γεγέννηται καὶ ὡς αὐτῆς ἐξέφυ τῆς οὐσίας τοῦ Πατρός, ὁ γείτων ἡμῶν καὶ πεπερασμένος ἀρτίως παρέδειξε λόγος. Ἁτέρῳ γε μὴν τὸν ἐμβασανίζειν εἰδότα καταθῆξαι νοῦν, οἰήσομαι δεῖν. Β. Ὡς ἥδιστά γε δρῴης ἂν ἐπὶ τοῦτο παρορμώμενος.

Ὃ δὲ δὴ δεῖν ἐγνώκασι τοῖς παρ᾽ ἡμῶν ἀντεξάγειν λόγοις ἐκεῖνό ἐστιν. Εἷς γὰρ ὠνόμασται, φασί, Θεὸς ἀληθινός, ὁ Πατήρ, ἔν γε τοῖς Ἀρχαιοτέροις καὶ τοῖς Νέοις Γράμμασιν.

Ἔφη μὲν γὰρ ὁ Μωσῆς· «Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι.» Καὶ μὴν καὶ ἐν ᾠδαῖς αὐτὸν εἰσκεκόμικεν ἀνακεκραγότα τὸν Θεόν· «Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ.» Καὶ πάλιν· «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ.» Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός φησι πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.» Παραθεῖεν δ᾽ ἂν ἀμογητὶ συμφέροντες μύρια μὲν ὅσα τοιαῦτα, νεανικώτερον δὲ τοῖς σφῶν αὐτῶν ἐπαγωνιοῦνται λόγοις, καὶ μὴν καὶ ἐλπίδος αὐτοῖς οὐ μακρὰν οἰχήσεται τὸ συμφρονεῖν ἑλέσθαι τινὰς ὡς εἴη μὲν εἷς τε καὶ μόνος ἀληθῶς καὶ φύσει Θεὸς ὁ Πατήρ, ἕτερος δὲ πρὸς αὐτῷ τὸ σύμπαν οὐδείς. Α. Κενὰ δὲ ἱδροῦν, εἰπέ μοι, τί τὸ ἀναπεῖθον αὐτούς;

Οὐ γὰρ, ὦ ᾽γαθέ, δεηθείημεν ἂν οὐδενὸς ἔν γε τούτῳ πόνου, συνθεόντων ἑτοιμότατα καὶ ἡμῶν αὐτῶν, ἕνα τε καὶ φύσει καὶ ἀληθινὸν εἰσδεδεγμένων ἐν πίστει Θεὸν τὸν Πατέρα.

Πῶς γὰρ ἢ πόθεν ἐνδοιάσαι τις ἄν; Εἰ δὲ δὴ καὶ φαῖεν ὅτι Θεὸς ἕτερος ἐπ᾽ αὐτῷ τὸ σύμπαν οὐδείς, ἥκιστά γε τουτὶ τῇ τοῦ Υἱοῦ διαλυμανεῖται φύσει. Ἔξω γὰρ πάντων καὶ οὐκ ἔν γε τοῖς πᾶσίν ἐστι, τῷ ἰδίῳ Πατρὶ συνυφεστηκὼς καὶ συναναλάμπων ἀεί, καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει τῷ τεκόντι συννοούμενος. Εἷς τοιγαροῦν ὁ Θεός, καὶ οὗτος ὁ ἀληθινός. Ἐκλελυτρώμεθα γὰρ ἐκ πολυθεΐας, καὶ τὴν ἐπὶ τούτῳ κηλίδα διανιψάμενοι, ὀψὲ μὲν καὶ μόλις, τὸν δ᾽ οὖν ἕνα καὶ ἀληθῶς Δεσπότην ἐγνώκαμεν. Ταυτὶ δὲ μεθέντες εἰς τὸ παρόν, ἐπ᾽ ἐκεῖνο ἴωμεν· ὧδε γὰρ δή σοι χρῆναι δοκεῖ. Β. Τὸ ποῖόν τι φῄς; Α. Μόνον ἔφη Θεὸν ἀληθινὸν ὁ Υἱὸς τὸν Πατέρα. Β. Ἔφη γάρ. Α. Καὶ μὴν ὅτι Θεὸς ἕτερος παρ᾽ αὐτὸν οὐδεὶς τὸ ἀρχαῖον ἡμῖν ἀνεφώνει λόγιον. Β. Ἀληθές. Α. Ἰτέον δὴ οὖν, ὦ φιλότης, καὶ ἡμῖν οὐτοῖς ἐπὶ τὸ Γράμμα τὸ ἱερόν, καὶ τοὺς τῶν ἁγίων πολυπραγμονοῦντες λόγους, φέρε δή, φέρε καταθρήσωμεν εἰ δή πή τις ἄρα μόνον ἔφη Θεὸν τὸν Υἱόν, ἐπωνόμασε δὲ καὶ ἀληθινόν. Β. Εὖ λέγεις. Α. Οὐκοῦν αὐτίκα δὴ μάλα παρέσται μὲν ἡμῖν ὁ σοφὸς Ἰωάννης, ὁ καὶ βροντῆς υἱὸς κατωνομασμένος, διαρρήδην ἀνακεκραγώς· «Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ.

Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Συνεισδραμεῖται δὲ αὖ καὶ ὁ μέγας ἡμῖν Βαροὺχ καὶ σαφῆ ποιήσεται τὴν ἀνάρρησιν τῆς τοῦ Υἱοῦ φύσεώς τε καὶ δόξης, ὡδὶ καὶ αὐτὸς ἀναβοῶν, μονονουχὶ δὲ καὶ δακτύλῳ καταδεικνύς· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ μὴν ἔχοιμ᾽ ἂν εἰπεῖν ὡς ἕνα μὲν Κύριον Ἰησοῦν Χριστὸν ὁ ἱερὸς ἡμῖν ἔφη Παῦλος.

Ψάλλει δὲ καὶ ὁ Δαβὶδ ἐν Πνεύματι ὅτι «Τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;». Ἆρ᾽ οὖν οὐχὶ σαφέστατά γε καὶ ἐναργέστατα διὰ τῆς τῶν θεολόγων φωνῆς εἷς τε καὶ μόνος καὶ ἀληθινὸς ἀνεκηρύχθη Θεὸς ὁ Μονογενής; Β. Ἀληθές. Α. Ὅτε τοίνυν μόνος ἡμῖν καὶ ἀληθινὸς εἰσκεκόμισται Θεὸς ὁ Πατήρ, ἰσοτρόπως δὲ αὖ καὶ ἀπαραλλάκτως ἔχων ὁ Υἱός· καταλογισθείη γὰρ ἂν ἕτερος ἐπ᾽ αὐτῷ τὸ σύμπαν οὐδείς· ποῖ ποτε ἄρα δραμεῖται τῶν πιστευόντων ὁ νοῦς, εἴπερ ἄμφω διὰ σφῶν αὐτῶν ἐξωθεῖεν ἄν, καὶ οὐκ ἐν βεβαίῳ τῆς θεοπρεποῦς ἔσονται δόξης, εὐκατάσειστόν τε καὶ εὐανάτρεπτον κομιδῇ λαχόντε τὴν φύσιν; Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ εἶναι παραδεξαίμεθα μόνον καὶ ἀληθινὸν Θεὸν τὸν Πατέρα, κατασφραγιοῦμεν εὐθὺς τὸ ἑτεροφυὲς τῷ Υἱῷ, καὶ τῶν τῆς ἀληθοῦς θεότητος ὅρων ἀποσοβοῦντες αὐτόν, ἐν ἑτέρᾳ που φύσει γεγονότα διοψόμεθα; Εἰ δὲ δὴ μόνῳ τῷ Υἱῷ τὸ τῆς ἀληθοῦς θεότητος ὄνομά τε καὶ χρῆμα προσνέμοντες, οὐδένα τὸ σύμπαν ἐπ᾽ αὐτῷ καταλογισαίμεθα, ἆρ᾽ οὐχὶ καθοριοῦμεν τῆς τοῦ Πατρὸς δόξης ἃ μὴ θέμις εἰπεῖν; Β. Ἕρπει μὲν εἰς τοῦτο τῶν ἐννοιῶν ἡ δύναμις· πλὴν τάχα που κἀκεῖνο εἰκὸς τοὺς δι᾽ ἐναντίας εἰπεῖν, ὡς περιεστήξει πάντως ἡμῖν εἴπερ ἐστὶ Θεὸς ἀληθινὸς ὁ Υἱός, οὐχ ἕνα δὴ λέγειν, ἀλλὰ δύο τοὺς θεούς. Α.

Ἀνεπιτήδευτον μὲν τῶν ἄγαν ἐκτόπων ἐκείνοις οὐδέν, δυσφημίας δὲ τρόπος ἁπαστισοῦν βάσιμός τε καὶ ἱππήλατος. Σκοπὸς δὲ ἡμῖν οὐχὶ τοῦτο φάναι ποθέν, συνωθεῖ δὲ μᾶλλον εἰς ὁμολογίαν ὁ λόγος τοῦ χρῆναι νοεῖν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας διὰ τῆς ἀληθοῦς γεννήσεως ἀναφύναι τὸν Υἱόν, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, οὐκ εἰς ὀθνείαν τινὰ καὶ ἔκφυλον ἐκπεφυκότα φύσιν, ἀλλ᾽ ὄντα τοῦτο οὐσιωδῶς ὅπερ ἂν εἶναι νοοῖτο καὶ ὁ Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. Συναριθμουμένου γὰρ ὧδε καὶ συναναθρώσκοντος εἰς θεολογίαν τοῦ ἁγίου Πνεύματος, μία λοιπὸν ἡ ἀληθινὴ καὶ φύσει θεότης ἐν ὁμοουσίῳ προσκυνεῖται Τριάδι. Β. Ἀλλ᾽ εἰ τρεῖς εἶναι, φασί, τὰς ὑποστάσεις δώσομεν, καὶ ἡ θεότης ἐν τριπλῷ νοηθείη ἄν, κατά γε τὸν εἰκότα λογισμόν. Α. Ἀλλ᾽ ὅ γε τῆς ἀληθοῦς μυσταγωγίας ἡμᾶς οὐχ ὧδε ταῦτ᾽ ἔχειν ἐκπεπαίδευκε λόγος. Βεβαπτίσμεθα γὰρ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ οὔ τί πού φαμεν εἰς τρεῖς ὅτι θεοὺς ἡ πίστις, ἀλλ᾽ εἰς μίαν θεότητα, τὴν ἐν Τριάδι προσκυνητήν. Τί τοίνυν ἀποβιβάζῃ, καὶ λογισμοῖς ἀνθρωπίνοις ὑποφέρειν πειρᾷ τὰ ὑπὲρ νοῦν καὶ λόγον, ἃ καὶ οἶμαι δεῖν ἀπεριεργάστῳ καὶ μόνῃ τιμᾶσθαι τῇ πίστει;

Ἀνόσιον γὰρ κομιδῇ καὶ δυσσεβείας εἰς λῆξιν ἧκον τὴν ἀνωτάτω τὸ φάναι περιεργότατα, πῶς ἄρα καὶ τίς ἡ Τριάς, ἔχει δὲ ὅπως καθ᾽ ἑαυτὴν ἡ τῆς θεότητος φύσις; Εὐσεβὲς δὲ μᾶλλον τὸ περινοεῖν ἐθέλειν ὀρθῶς, κατὰ τίνα δὴ τρόπον ἐν ἁγίᾳ Τριάδι μία προσκυνεῖται θεότητος φύσις. Φάθι δὴ οὖν, ὦ Ἑρμεία, τουτὶ μὲν ἡμᾶς οἴεσθαί τε καὶ δοξάζειν ὀρθῶς, ἀνοσιουργεῖν δὲ τοὺς δι᾽ ἐναντίας, τὰ καὶ νοῦ παντὸς ὑπερφέροντα λογισμῶν ἀθλίων εὑρήμασιν ἀσυνέτως ἐκβασανίζοντας. Β. Εὖ λέγεις. Φημὶ γὰρ οὖν ἔγωγε, τοῦτο δρᾶν αὐτούς.

Πῶς οὖν ἄρα Θεὸς εἷς ἐν ἡμῖν, εἴπερ ἐν ἰδίαις ὑποστάσεσι καὶ ὁ Πατὴρ νοοῖτο καὶ ὁ Υἱός; Α. Συλλήπτορά τε καὶ ἀρωγὸν ἀναγκαίως εἰς τοῦτο παραληψόμεθα τὸν τῆς ὁμοουσιότητος τρόπον, τὸ διττὸν ἐν ὑποστάσεσιν εἰς ἕν τι τὸ δι᾽ ἀμφοῖν κατασφίγγοντα καὶ τὸ διαχεῖσθαι δοκοῦν εἰς ἰδιότητα τὴν ἐφ᾽ ἑκατέρῳ καὶ ἀναμέρος εἰς ταὐτότητα συλλέγειν εὖ μάλα δυνάμενον, ὡς ἂν μήτε τὸ διπλοῦν τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ πρὸς τινοσοῦν ὅλως ἐπιφημίζοιτο φύσει, μήτε μὴν αἰδοῖ τοῦ μὴ δοκεῖν τὸν τῆς ἁπλότητος κατασίνεσθαι λόγον, τὸ διττὸν ἐν ὑποστάσεσιν ἀναιροῦντες ἁλισκοίμεθα. Ἀληθῆ δὲ ὄντα τὸν τῆς ὁμοουσιότητος λόγον, καὶ αὐτά που μάλα διεκφήνειεν ἂν τὰ ἐφ᾽ Υἱῷ μαρτύρια, τῶν ἱερῶν ἡμῖν παρακεκομισμένα Γραμμάτων. Μόνος γὰρ ὢν ὁ Πατὴρ φύσει τε καὶ ἀληθῶς Θεός, μόνον ὄντα Θεὸν φύσει τε καὶ ἀληθῶς τὸν Υἱὸν παραδέξαιτο ἂν οὐχ ἑτέρως εἴς τε τὸ ὑπάρχειν ἰδιοσυστάτως καὶ εἰς ταὐτότητα φυσικήν, εἰ μὴ ὑπάρχοι μὲν αὐτὸς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἔχοι δὲ αὖ ὁ Υἱὸς ἐν ἰδίᾳ φύσει τὸν γεγεννηκότα, ταύτῃ τοι νοοῖτο λέγεσθαί τε καὶ ὑπάρχειν ἕν. Καὶ γοῦν ὁ χρηστὸς ἡμῖν ἐπετιμᾶτο Φίλιππος, τὸ τῆς διανοίας εὐμαθὲς οὐ τοῖς ἄγαν ἐξητασμένοις κατακαλλύνων ῥήμασι. Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς καταθεᾶσθαι φύσιν, ἐλιπάρει λέγων· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν.»

Καὶ πρός γε ταῦτα Χριστός· «Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ ἀληθὴς ὁ λόγος. Ἐπειδὴ γὰρ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπέφηνεν ὁ Υἱός, ἐνυπάρχει μὲν αὐτὸς τῷ ἰδίῳ Πατρί, παραδείξειε δ᾽ ἂν ἐν ἑαυτῷ διὰ ταὐτότητος φυσικῆς καὶ τὴν τοῦ γεγεννηκότος.

Νοηθείη δ᾽ ἂν ὁ Πατὴρ οὐχ ἑτέρως ἢ δι᾽ Υἱοῦ τε καὶ ἐν Υἱῷ, ἐπείπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὴν ὅθεν ἐξέφυ διαστίλβων φύσιν ἐν ἰδίᾳ μορφῇ. Χρῆναι γὰρ οἶμαι καὶ καθ᾽ ἡμᾶς εἰπεῖν· τοιγάρτοι καὶ ἐπ᾽ ἀμφοῖν ὅπερ ἂν ὑπό του λέγοιτο τυχόν, χωρήσει δὴ πάντως καὶ ἀναμέρος ἐφ᾽ ἑκατέρῳ, καὶ τὴν οὐδενὸς ἀδικήσει δόξαν. Β. Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; Α. Οὐ γὰρ ἐπαΐεις ἀνακεκραγότος, ὦ τᾶν, τοῦ μακαρίου Παύλου περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;» Β. Ἀλλὰ τί μήν; Α. Ἴθι δὴ οὖν, καὶ ἄθρει τὸ ἰσοστατοῦν εἰς δόξαν ἀπονέμοντα τῷ Υἱῷ, καὶ τὴν τοῦ Μονογενοῦς καταχρυσοῦντα φύσιν, οἷς ἂν καὶ αὐτὸς ὁ Πατὴρ εὖ μάλα κατασεμνύνοιτο.

Ἔφη γάρ που περὶ αὐτοῦ· «Τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.» Β. Ἔφη γάρ. Α. Οὐκοῦν ἀπορήσειεν ἄν, οἶμαί που, πᾶς τισοῦν, ὧδέ πη διενθυμούμενος τὸ ὅπως ἂν ἔχοι τὸ χρῆμα. Ἀναπιμπλάντος γὰρ ἡμῖν τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἐν πᾶσιν ὄντος τε καὶ νοουμένου θεοπρεπῶς, ὅποιπερ ἂν ἔτι χωρήσειεν ἡ δι᾽ Υἱοῦ πλήρωσις κατιδεῖν οὐκ ἔχω. Ἆρ᾽ οὖν ἀνάγκη περινοεῖν ὡς, εἰ μή ἐστιν ἐν ἀμφοῖν οὐσιωδῶς ἑκάτερος, περιττή τις, ὡς ἔοικεν, ἡ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀναφανεῖται πλήρωσις, ἀποχρώσης εὖ μάλα πρὸς τοῦτο ἡμῖν τῆς δι᾽ Υἱοῦ, ἤγουν ἐπεισφέρεται τοῖς οὖσιν εἰκῆ καὶ οὐκ ἔτι καθηκόντως ἡ δι᾽ Υἱοῦ πλήρωσις, διαρκέστατά τε καὶ οὐκ ἀνικάνως ἔχοντος τοῦ Πατρὸς εἰς τὸ πληρῶσαι τὰ πάντα. Τίνος δ᾽ ἂν ἔτι καὶ δεδεῆσθαι τὰ πάντα καταδείξαι τις ἄν, τὴν πλήρωσιν ἔχοντα τὴν παρὰ Πατρός; Ἆρ᾽ οὖν, ὦ ἑταῖρε, περιττὸς εἰς λόγους ἀναφανεῖται λοιπὸν καὶ ἐρραψῴδηκε μάτην ὁ σοφὸς Ἰωάννης, ἁγίων τε πέρι καὶ τοῦ Υἱοῦ λέγων· «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;» Τίνος γὰρ ἔτι δεδεημένοι τὰ ἐκ τοῦ πληρώματος δέχονται τοῦ Υἱοῦ, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀποχρώντως ἔχοντος ἔν γε τοῖς καθ᾽ ἑαυτὸν εἰς τὸ καταστῆσαι τὴν κτίσιν, τῶν παρ᾽ ἑτέρου τινὸς ἀνεπιδεᾶ; Β. Ὀρθότατα ἔφης.

Α, Εἰ δὲ δὴ καὶ αὐτὴν ἥτις ποτέ ἐστι τὴν δι᾽ ἑκατέρου πλήρωσιν πολυπραγμονεῖν ἐθέλομεν, ἆρ᾽ οὐκ ἂν γένοιτο παντί τῳ σαφὲς ὡς εἴπερ ἀμφοῖν ὁ τῆς οὐσίας διῴκισται λόγος εἰς τὸ ἑτεροίως ἔχειν, ὡς ἂν ἑκάτερος ἔχοι φύσεως οὕτω τὴν εἰς ἡμᾶς ἐνεργήσει πλήρωσιν; Β. Ἀναγκαίως. Α. Καὶ εἴπερ ἐστὶ Θεὸς μὲν ἀληθινὸς ὁ Πατήρ, θεία τις ἔσται πάντως που καὶ ἡ ἐνέργεια, διεκπίπτοντός γε μὴν τῆς ἀληθοῦς θεότητος τοῦ Υἱοῦ, θεία μὲν οὐκ ἔτι, κατ᾽ αὐτὸν δὲ πάντως, καὶ ἡ τῆς πληρώσεως δύναμις. Ἐνηργήμεθα δὴ οὖν εἰς πλήρωσιν, διττῶς τε καὶ ἀνομοίως. Καὶ εἰ μὲν ἀποχρήσειν ἔμελλε τοῖς ἐνεργουμένοις εἰς σωτηρίαν ἡ πλήρωσις τοῦ Πατρός, θεία τις οὖσα καὶ τῆς ἑτέρας ἀμείνων, τί καὶ ὅλως ἐνήργηκεν εἰς ἡμᾶς ὁ Υἱός, καίτοι τὴν χείρω προστιθείς, εἴπερ οὐχ οὕτως ἐνεργήσειεν ἂν καθὰ καὶ ὁ φύσει Θεός; Εἰ δὲ δὴ χρήσιμόν τε καὶ ἀναγκαῖον εἰς σωτηρίαν ἐφόδιον τὴν δι᾽ Υἱοῦ πλήρωσιν πεπλουτήκαμεν, περιέσται δή που νοεῖν τε καὶ λέγειν ὅτι τοῦ χείρονος ἐδεήθη τὸ ὑπερτεροῦν, καὶ τὸ ἐλλελοιπὸς τῷ προὔχοντι προσετίθει τὸ ἔλαττον, εἴπερ ἡμᾶς οὐκ εἰσάπαν ἐξήρκεσεν ἂν ἡ τοῦ Θεοῦ καὶ Πατρὸς διασῶσαι πλήρωσις. Ἀλλ᾽ εἶναί φημι τῆς ἐσχάτης ἀποπληξίας αἰτίαμα καὶ γραφὴν τὸ ἀμωμήτως ἔχειν οἴεσθαί τε καὶ φάναι ταυτί. Οὐκοῦν, διερρίφθω μὲν ὡς ἀπωτάτω τὸ ὧδε ληρεῖν.

Διακεισόμεθα δὲ καὶ πιστεύσομεν μίαν εἶναι τὴν εἰς ἡμᾶς δι᾽ ἀμφοῖν ἐνέργειάν τε καὶ πλήρωσιν. Μία γὰρ ἡ φύσις. Φύσεις γὰρ ἀλλήλαις εἰς διαφορὰν ἱγμέναι τὴν καθ᾽ ἑτερότητα νοουμένην, καὶ εἰς ὀθνειότητα τὴν εἰσάπαν ἐκπεφορημέναι, τὸ ταὐτοειδὲς κατ᾽ ἐνέργειαν καὶ ἀπαραλλάκτως ἴσον οὐκ ἂν ἔχοιεν τὴν ἐπί τισι τῶν ὄντων, ἀλλ᾽ ἔνθαπερ ἂν ὁ τοῦ πῶς εἶναί τισιν ἑτεροφανὴς εἴη λόγος ἕψεταί που πάντως ἐκεῖ καὶ τὸ κατ᾽ ἐνέργειαν οὐχ ὁμοίως ἔχειν. Β. Ἀληθές· πλὴν ὡς ἥδιστα ἄν σου διαπυθοίμην τὸ ὅπως ἂν ἐν ἡμῖν ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πλήρωσις νοοῖτό τε καὶ πράττοιτο μία τις οὖσα καὶ οὐ διάφορος. Α. Καὶ μὴν οὐδ᾽ ὁπωστιοῦν ἔν γε δὴ τούτῳ τὸ χαλεπὸν ἢ δυσέφικτον. Πῶς γὰρ ἂν ἑτέρως ἢ διὰ τοῦ ἁγίου Πνεύματος, θείων ἡμᾶς χαρισμάτων ἀναπιμπλάντος δι᾽ ἑαυτοῦ καὶ τῆς ἀρρήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος; Ὧδε γάρ πού φησι τοῦ Σωτῆρος ὁ μαθητής· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Β. Δι᾽ ἑνὸς οὖν τοῦ ἁγίου Πνεύματος ἡ παρ᾽ ἀμφοῖν ἐνεργεῖται πλήρωσις, οὐ μεμερισμένως; Α. Πάνυ μὲν οὖν, ὦ Ἑρμεῖα· τὸ δὲ δὴ χρῆναι φιλοπευστεῖν ἀναπεῖθον καὶ ἀναμανθάνειν ἐπείγεσθαί σε, τὸ ὅπως ἂν γένοιτο δι᾽ ἑνὸς τοῦ Πνεύματος ἡ παρ᾽ ἀμφοῖν ἐνέργεια, τελοῦσα πρὸς πλήρωσιν, ἐκεῖνο, οἶμαι, ἔστιν. Β. Οἴει δὲ δὴ τί; Α.

Διανοῇ γάρ που, κατὰ τὸ εἰκός, ὡς εἴπερ ἀλλήλοιν οὐχ ὁμοίαν λαχόντες φύσιν, ἅτε δὴ τὸ μεῖον οὐσιωδῶς ἔχοντος τοῦ Υἱοῦ, κατά γε τό, οὐκ οἶδ᾽ ὅπως, ἐκείνοις δοκοῦν, ἐνεργήσειάν τι τῶν εἰς ἡμᾶς, οὐκ ἐν ἴσῳ τρόπῳ καὶ ἀπαραλλάκτως ἔχοντι κατὰ πᾶν ὁτιοῦν, ἐκπεπεράνθαι τυχὸν τὰ τῆς ἐνεργείας αὐτοῖς νοηθείη ἄν. Εἶτα πῶς ἂν ἔτι δι᾽ ἑνὸς τοῦ ἁγίου Πνεύματος ἡ παρ᾽ ἀμφοῖν ἐν ἡμῖν ἔσται πλήρωσις, οὐχ ὑπουργικῶς ἐνσημαίνοντος τὰ ἑκατέρου τυχὸν καὶ τὴν διακονικὴν ἐν ἡμῖν ἀποπληροῦντος χρείαν, ἀλλ᾽ ὡς ἐν ἰδίᾳ φύσει καὶ τὴν ἀμφοῖν εἰσκομίζοντος; Β. Προμηθέστατα ἔφης. Τουτὶ γὰρ δή μοι στρέφεται κατὰ νοῦν. Α. Τετράφθω δὴ οὖν ἐπ᾽ αὐτὸ δὴ τουτὶ τοῦ λόγου τὸ σπούδασμα· φαίην δ᾽ ἂν ὅτι τό τινος ἑτέροις ἐμποιοῦν δι᾽ ἑαυτοῦ τὴν μέθεξιν τῆς μὲν πρὸς ἐκεῖνο συμφυΐας ἀποφοιτήσειεν ἂν οὐδαμῶς, ἐνεργήσει δὲ οὕτως ὡς εἴπερ ἦν ἴσως κἀκεῖνο τυχόν. Ἀναγκαίῳ γάρ, οἶμαι, πρὸς οὐσιώδη ταὐτότητα συντετάχαται νόμῳ τὰ ὅσαπερ ἂν ἀλλήλοις ταὐτοσθενῆ τὴν ἐνέργειαν διαλαχόντα φαίνοιτο. Β. Ἴθι μοι διὰ παραδειγμάτων, ἕπομαι γὰρ οὐ λίαν. Α. Οὐκοῦν εἶμί τοι, καὶ δὴ καὶ ἐρῶ. Ἥλιος μὲν γὰρ αὐτό τι καθ᾽ ἑαυτὸ νοεῖταί τε καὶ ἔστι καὶ ἀνῳκισμένην μέν τινα διέρπει τρίβον, τοῖς τοῦ πεποιηκότος νεύμασι τὸ τῇδε ἔχειν διαλαχών. Καθιεὶς δὲ τὴν ἀκτῖνα καὶ τῶν ἐπὶ γῆς ἐπαφώμενος, ἐνίησι μὲν τῆς θερμότητος τὴν αἴσθησιν.

Εἰ δὲ δὴ τίνα τε καὶ ποδαπὴν τὴν φύσιν διεκληρώσατο πολυπραγμονεῖν ἐθέλοιμεν, ἀνιδρωτὶ κατορθώσομεν. Ὅτι γὰρ θερμὸς καὶ πυρώδης, ἁπαστισοῦν εὐκόλως τῶν γε ἅπαξ μετεσχηκότων περινοήσειεν ἄν, τὴν ἐξ αὐτοῦ προεκκύπτουσαν καὶ προχεομένην ἀκτῖνα θερμὴν παραλαβὼν εἰς ἀπόδειξιν. Β. Εὖ λέγεις. Συνήσει γὰρ οὖν, ἐπείτοι καὶ ἀταλαίπωρον τὸ χρῆμά ἐστιν. Α. Εἶτα πῶς ἐκεῖνο λοιπὸν τοῖς γε νοῦν ἔχουσιν οὐκ ἐμφανές; Β. Τὸ τί δὴ φῄς; Α. Ὅτι τῆς ἡλίου φύσεως, ἥτις ποτέ ἐστιν, ἑτεροφυὲς οὔ τί που τὸ ἐξ αὐτοῦ προχεόμενον εἰς τὰ τῆς αἰσθήσεως δεκτικά. Πῶς γὰρ ἂν ἑτέρως ἔχοι τὸ ἐνεργεῖν ὡς ἐκεῖνος, μὴ οὐχὶ τὴν ἡλίου φύσιν τῆς ἰδίας ἐκδρομῆς ῥίζαν ὥσπερ τινὰ καὶ μητέρα λαχόν, ἵν᾽ ἐξ ὧν εἶναι πεπίστευται, τῆς τοῦ προέντος οὐσίας ὅλην ἔχον ἐν ἑαυτῷ τὴν ποιότητα διεκφαίνοιτο; Β. Οὐχ ἑτέρως ἂν ἔχοι. Α. Ἰτέον δὴ οὖν ἐπ᾽ αὐτὴν ἤδη πως τὴν τοῦ ἁγίου Πνεύματος φύσιν, καὶ περιεργότερον βασανίζοντες, ἐκεῖνο διασκεψώμεθα, οὐκ ἐξαγωνίοις τισὶν ἐπιθρῴσκοντες λόγοις, καιροῦ δὲ διέρπειν ἐφ᾽ ἕτερα πρεπωδέστατα παραθήγοντος, πότερόν ποτε Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα συντετάξεται καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει καταγραπτέον ἢ μή; Β. Ἕνα φασὶν ἀληθινὸν εἶναι Θεόν, τὸν Πατέρα, ἐπαριθμοῦσι δὲ αὐτῷ τὸ σύμπαν οὐδένα. Α.

Οὐκοῦν ἐξωσθήσεται κατ᾽ αὐτοὺς τῆς ἀληθοῦς θεότητος σὺν Υἱῷ καὶ τὸ Πνεῦμα, καὶ εἰς τὴν τῶν γεγονότων ἀπολισθήσει πληθύν, καὶ ὁμοφυὲς μὲν ἔσται κατ᾽ αὐτοὺς τῷ Υἱῷ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, τῆς δὲ τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὡς πορρωτάτω. Ποῖος οὖν ἔτι Θεὸς ἐν ἡμῖν εἰ καὶ ἐναυλίζοιτο τοῖς βαπτιζομένοις καὶ ἐγκατοικήσαι τὸ Πνεῦμα, παραδεικνύντων ἐκεῖνοι. Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐδὲ αὐτοὶ φαῖεν ἄν, καθάπερ ἐγᾦμαι.

Τῆς γὰρ κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν μέθεξιν οὐκ ἄν τις ἕλοι ποτὲ διὰ γενητοῦ τοῦ Πνεύματος, ἐπεὶ μὴ τοῦτο ἐκείνου μέθεξις φυσική. Λείπεται τοίνυν εἰπεῖν ὡς εἴη μὲν μόνος ἐν ἡμῖν ὁ Υἱός, καίτοι κατ᾽ ἐκείνους ὠνομασμένος ἑτεροφυὴς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκβεβηκώς, διά τε τοῦτο τῇ κτίσει συναριθμούμενος.

Κτίσις οὖν ἐν ἡμῖν, οὐκ ἔτι Θεός, καὶ διὰ κτιστοῦ τοῦ Πνεύματος καταπλουτεῖ τὸν ἁγιασμὸν ἡ κτίσις, οὐδὲν ἔχουσα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἰ δὲ δὴ μεθέντες τουτί, παρατρέποιντο πρὸς τὸ ἄμεινον καὶ Θεὸν εἶναι λέγοιεν τὸν Υἱόν, φραζόντων ἐκεῖνο, πότερα θεῶν ἐν ἡμῖν ἔσται δυάς, ἐγκατοικισθέντων ἡμῖν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ γοῦν εἷς τε καὶ μόνος; Ἔφη γὰρ ὁ Χριστός· «Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.» Β. Δύο μέν, οἶμαι, θεοὺς οὐδ᾽ ἂν αὐτοὺς ἐκείνους ἑλέσθαι νοεῖν· τετράψονται δὲ ἴσως πρός γε τὸ εὐθὺ καὶ ἀμωμήτως ἔχον, Θεὸν ἐν ἡμῖν ἕνα διδόντες, τὸν ἀληθινόν τε καὶ φύσει, προσθεῖεν δ᾽ ἂν ἴσως αὐτοὶ τὸν Πατέρα καὶ μόνον. Α. Οὐκοῦν ἀνάγκη καὶ οὐχ ἑκόντας ἤδη πως ἐκεῖνο φάναι τολμᾶν ὡς εἴπερ ἐστὶν εἷς ἐν ἡμῖν καὶ μόνος Θεὸς ὁ Πατήρ, συνεισβαλεῖ μὲν οὐκέτι χρησίμως, μᾶλλον δὲ ἤδη καὶ περιττῶς ὁ Υἱός, καίτοι τὸ εἶναι Θεὸς ἀληθινὸς οὐκ ἔχων, ὄχλος δὲ ὥσπερ εἰκαῖος ἐν ἡμῖν ἔσται τυχὸν ἡ παρ᾽ αὐτοῦ πλήρωσις. Εἴη δ᾽ ἂν καὶ ἑτέρως οὐκ ἐν κόσμῳ τῷ καθήκοντι τετελεσμένα τὰ τῆς εὐκαίρου συνεισδρομῆς.

Ναοὶ γὰρ εἴπερ ἐσμὲν τοῦ Θεοῦ, καὶ οὔ τί που θεῶν, ἐξιτητέον τῆς ἁπάντων καρδίας ἐπιφωνείτω τίς ἤδη τῷ Υἱῷ, μᾶλλον δὲ τί γὰρ ὅλως καὶ συνειβάλλειν ἐπαγγέλλεται τὴν ἀρχήν, εἴπερ οὐδεὶς ἔσται συνεισβαλών, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἀποχρώντως εὖ μάλα τὸν ἐν ᾧπερ ἂν γένοιτο πληροῦντος ναόν; Οὐκοῦν—ἀνακυκλήσω γὰρ αὖθις τὸν ἐπὶ τῷδε λόγον—, οὔτε Θεὸς ἐν ἡμῖν διὰ τοῦ Πνεύματος· ἐνεργήσει γὰρ οὐδαμῶς τῆς θείας φύσεως ἐν ἡμῖν τὴν μέθεξιν, τὸ μὴ ἐξ αὐτῆς κατ᾽ ἐκείνους· περιττὸς δέ, ὡς ἔοικε, τῷ ἰδίῳ Πατρὶ συνειστρέχων ὁ Υἱός, καὶ οὐδὲν ἔτι τὸ ἀπεῖργον εἰπεῖν ἁμαρτοεπῆ τε καὶ εἰκαιόμυθον τὸν μακάριον Παῦλον, γεγραφότα σαφῶς ὅτι Χριστὸς ἐν ἡμῖν ὡς Θεὸς διὰ τοῦ Πνεύματος, καλοῦντος δι᾽ ἑαυτοῦ πρὸς μέθεξιν τῆς κατὰ φύσιν τε καὶ ἀληθοῦς θεότητος. Β. Λῆρός που ταυτὶ καὶ δυσσεβείας εἰς ἄκρον ἥκοντες λόγοι. Α. Διακεισόμεθα τοίνυν, μία μὲν ὅτι θεότητος φύσις, ᾗ καὶ τὸ εἶναι κατὰ ἀλήθειαν τοῦθ᾽ ὅπερ ἐστὶ καὶ λέγεται πάντη τε καὶ πάντως ἕποιτο ἄν, ἔκφυλός γε μὴν οὐκ ἔτι κατ᾽ ἐκείνους ὁ Υἱὸς τῷ Πατρί, ἀλλ᾽ ὡς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς ὑπάρχων ἀληθινός, συντετάξεται τῷ γεγεννηκότι πρὸς ταὐτότητα φυσικήν. Ὧδε γὰρ ἐν ἡμῖν δύο μὲν οὐκ ἔτι θεοὶ νοηθεῖεν ἄν, εἷς δὲ καὶ μόνος ἐν ἁγίᾳ Τριάδι προσκυνούμενος. Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν ἢ ὡς οὐκ ἂν εὖ ἔχοι πειρᾶσθαι λέγειν; Β. Οὐδαμῶς. Α.

Ἄθρει δὴ οὖν, εἰ δοκεῖ, καὶ αὐτόν, ὦ φιλότης, Μωσέα τὸν ἱερώτατον τῇ ἁπλῇ τε καὶ ἀσυνθέτῳ τοῦ Θεοῦ φύσει τὸν ἐοικότα προσώπῳ τῷ μὴ ἁπλῷ προσάπτοντα λόγον.

Ἔνεστι γὰρ δὴ κἀντεῦθεν ἀμογητὶ διασκοπουμένοις ἰδεῖν τὸ ἐν μιᾷ τῇ θεότητι τριπλοῦν καθ᾽ ὑπόστασιν. Β. Καὶ μὴν ὅτι ποτέ ἐστιν ὃ φῂς ἐθέλοιμ᾽ ἂν ἐπαΐειν ἔτι.

Φράζε δὴ οὖν μοι σαφέστερον. Α. Ἦ γὰρ οὐχὶ τὸ πρῶτον ἡμῖν τῆς ἑαυτοῦ συγγραφῆς συντιθεὶς βιβλίον, γενεσιουργὸν μὲν καὶ τεχνίτην τῶν ὅλων ἀναγράφει τὸν Θεόν; Ἔφη δὲ εἰπεῖν ἐπὶ μόνῃ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καίτοι τὴν τῶν ἄλλων ἁπάντων ἀποσχεδιάσαντα γένεσιν· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν.» Καί τι διὰ μέσου προσρίψας βραχύ· «Καὶ ἐποίησεν, ἔφη, τὸν ἄνθρωπον ὁ Θεός, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Β. Μανθάνω. Α. Πύργον δὲ ἀναδείμασθαι τὸν οὐρανομήκη προτεθυμημένων τινῶν ἐξ ἀποπληξίας ποτέ, «Δεῦτε,» φησὶν ὁ τῶν ὅλων Θεός, «καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὰς γλώσσας.» Τίς δὴ οὖν ὁ λέγων καὶ τίσιν ἄρα τὸ «Δεῦτε, καὶ καταβάντες συγχέωμεν;» Οὐ γὰρ δὴ φαῖεν ἄν, οἶμαί που, τινὲς τῆς τῶν ἁγίων ἀγγέλων δεδεῆσθαι χειρός, ἢ γοῦν ὅλως τῆς παρά του τῶν ὄντων συμπνοίας καὶ συνδρομῆς εἰς τὸ κατισχῦσαι τὸν Θεὸν διαπερᾶναι τὸ δοκοῦν. Παναλκὲς γάρ που τὸ Θεῖόν ἐστι πρὸς πᾶν ὁτιοῦν, καὶ καταπλουτοῦν ἐν ἑαυτῷ τὸ ὅπερ ἂν βούλοιτο κατορθοῦν εὐκόλως, καὶ αὐτὸ τῶν ὄντων ἐστὶν ἡ πᾶσα δύναμις.

Ὥσπερ γὰρ εἶναί φαμεν σοφίαν αὐτὸ καὶ ζωήν, καὶ οὐκ ἄν τι δύναιτο διαζῆν ἢ γοῦν τῶν σοφίας μετασχεῖν ἀγαθῶν μὴ οὐχὶ παρ᾽ αὐτοῦ καθάπερ ἀπὸ πηγῆς ἀναβρύουσαν ἔχον τὴν χορηγίαν, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, οὐκ ἂν ἕλοι τι τῶν ὄντων ἰσχὺν οὐδ᾽ ἂν εἰς τὸ δύνασθαί τι κατορθοῦν προήκοι ποτὲ μὴ οὐχὶ παρὰ τῆς τῶν ὅλων ἰσχύος εἰς τοῦτο ἠγμένον. Ἐξέσται δὴ οὖν ἀδιαβλήτως εἰπεῖν ὡς οὐκ ἂν ἀγγέλοις ἢ γοῦν ἑτέραις τισὶ δυνάμεσι λογικαῖς τὸ «Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας» ἔφη Θεός, ἀλλ᾽ οἱονεί πως ὡς ἐν ἁπλῇ κινήσει φύσεως μιᾶς ἑαυτὴν εἰς ἐνέργειαν τὴν ἐπί τισι διεδόνησέ πως ἡ ἁγία Τριάς, ἐπεί τοι καὶ μόνης δημιουργικῆς ἐξουσίας ἔργον ἦν καὶ γλώττης εὔρυθμον κίνημα μεταπλάσαι πρὸς τὸ δοκοῦν καὶ λόγου φύσιν τοῦ καθ᾽ ἡμᾶς τε καὶ ἐν ἡμῖν ἐξ ἁπλῆς τῆς τότε φωνῆς εἰς πολυειδῆ καὶ πολυηχεστέραν ἁπλῶσαι διεκδρομήν, ὥστε καὶ ἀήθη τινὰ καὶ οὐ πάλαι διεγνωσμένην οἶμον ἐλθεῖν τὸν ἑκάστου τῶν διεστραμμένων παρασκευάσαι νοῦν. Ἵνα τοίνυν ἔχοιμεν ἐννοεῖν ὡς ἥκιστα μὲν ἀγγέλων, αὐτουργίας δὲ μᾶλλον κατόρθωμα θεϊκῆς τὸ δρώμενον ἦν, τὸ «Δεῦτέ» φησιν αὐτὴ πρὸς ἑαυτὴν ἡ ἁγία τε καὶ ὁμοούσιος Τριάς. Β. Ὀρθῶς ἔχει. Α. Πῶς δ᾽ ἂν καὶ ὅλως τὴν ἀνθρώπου φύσιν διαμεμορφῶσθαι πρὸς Θεὸν οἰηθεῖεν ἄν; Τὴν τίνος ἐροῦσιν ἐνσεσημάνθαι τοῖς ἐπὶ γῆς εἰκόνα; Β. Τί γὰρ εἰ λέγοιεν τὴν τοῦ Θεοῦ καὶ Πατρός; Α.

Ἀλλ᾽ εἰ δὴ μόνον φαῖεν τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς ἐσχάτην ἀθλιότητα κατοιχήσονται λογισμῶν. Β. Τίνα τρόπον; Α. Πρῶτον μὲν ὅτι τὸ «Ποιήσωμεν» καὶ μὴν καὶ τὸ «κατ᾽ εἰκόνα τὴν ἡμετέραν» οὐχ ἑνὶ προσώπῳ, πρέποι δ᾽ ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο. Πρὸς δέ γε τούτῳ, φαμὲν ἐκεῖνο διενθυμούμενοι. Τὸ ἀναμορφούμενον, διαμαρτούσης αὐτῷ τῆς πρώτης ἰδέας καὶ λελωβημένης εἰς τὸ ἀκαλλές, ἆρ᾽ οὐκ εἰς ἐκεῖνο καθηκόντως ὑπονοστήσειεν ἂν πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς, καὶ τὸ ἐκ τοῦ πεπηρῶσθαι βλάβος ἀποπεμψάμενον, ἐπὶ τὴν ἀλώβητον τῆς φύσεως ὄψιν ἀναθρώσκει πάλιν; Β. Πῶς δὴ φῄς; Α. Πεύσῃ τοι καὶ μάλα σαφῶς· φράσω γὰρ ὡς ἔνι.

Εἴ τις τῶν ἄριστα καὶ τελείως ἐξησκηκότων ἐπιστήμην, φέρε εἰπεῖν τὴν χαλκουργικήν, ἀνδριάντα διατεχνήσαιτο, μορφὴν ἐγχαράξας τὴν ἰδίαν αὐτῷ, ὁ δὲ τῆς ἕδρας ὑπό του τῶν διεφθονηκότων ἐκμεμοχλευμένος, πεσών τε καταδουπήσειε, καταπηρωθείη τε οὕτω καὶ μεταθεῖτο πρὸς τὸ ἀκαλλές· εἶτα τὸ χρῆμα οὐ φορητὸν εἰ ποιοῖτο τυχὸν ὁ τοῦδε τεχνίτης, βούλοιτό τε τὸν τοῦ κατασιναμένου κατατῆξαι φθόνον, ἀγριωτέρᾳ φλογί, καὶ δὴ μεταπλάττοι πρὸς εἶδος αὖθις τὸ ἐν ἀρχαῖς τὸ τέχνημα, τὰ ἐκ τοῦ πεπηρῶσθαι βλάβη περιελών· ἆρα ἄν σοι δόξαι φρονεῖν ὀρθῶς εἰ, τὸ οἰκεῖον εἶδος ἀφείς, ἀτεχνῶς αὐτὸ πρὸς τὴν ἑτέρου του μεταστοιχειώσαι μορφήν; Β. Οὐ πάνυ. Α. Ἐντιθείς γε μὴν τὸ εἶδος αὐτῷ τὸ ἐν ἀρχαῖς, ἀνεμόρφωσέ τε κατὰ ἀλήθειαν καὶ τὴν ἰδίαν αὐτῷ πάλιν ἐνεχάραξεν εἰκόνα; Β. Καὶ μάλα. Α. Ὧδε τοιγαροῦν ἔχοντος ἡμῖν τοῦ τοιοῦδε λόγου, τί δὴ ἄρα πεπραχέναι δώσομεν τὸν Πατέρα καὶ Θεὸν ἐς γεγονότα τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν αὐτοί τε καὶ μόνου—τοῦτο γάρ που φῂς ἐννενοηκέναι τοῦ δι᾽ ἐναντίας—ἐπείπερ ἠθέλησεν ἀναμορφοῦν διωλισθηκότα καὶ λελωβημένον, οὐχὶ δὴ μᾶλλον εἰς εἶδος αὐτὸν κεκαινούργηκε τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς ὁμοίωσιν τὴν πρὸς ἑαυτόν, ἐνετίθει δὲ μᾶλλον αὐτῷ μορφήν τε καὶ εἶδος ἕτερον, εἴπερ οὖν ἕτερος παρ᾽ αὐτὸν φυσικῶς ὁ Υἱός, πρὸς ὃν μεμορφώμεθα;

Γράφει γὰρ ὧδέ τισιν ὁ σοφώτατος Παῦλος· «Τεκνία, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ πάλιν· «Οὓς γὰρ προέγνω, καὶ προώρισε, (δῆλον δὲ δή που πάλιν ὅτι ὁ Θεός) συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν.» Ἀναμορφοῖ γὰρ ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς ἰδίαν εἰκόνα Χριστὸς καὶ τῆς ἑαυτοῦ φύσεως ταῖς τῶν εὐσεβούντων ψυχαῖς νοητῶς τε καὶ ἀπορρήτως τὸ κάλλος ἐνσημαίνεται. Μεμορφώμεθα δὴ οὖν, οἶμαί που, πρὸς Θεὸν μὲν οὐκέτι τὸν ἀληθινόν, εἶδος δὲ ἡμῖν ἐμπρέπει τὸ κτίσματος. Τόδε δὴ καὶ πάλαι διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὑμνούμενον· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου,» οἴχοιτο ἂν ἤδη πρὸς τὸ μηδέν, εἰκαῖον ὡς ἔοικεν ἀναδεδειγμένον. Ἀνακαινισμὸς γὰρ οὔ τί που, κατὰ τὰς Γραφάς, καινουργία δὲ μᾶλλον τὰ καθ᾽ ἡμᾶς, ἀναφοίτησιν μὲν οὐδαμῶς τὴν εἰς τὸ ἄνω λαχόντα καὶ ἀναδρομὴν οὐκ ἔχοντα τὴν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς, ἐκβεβιασμένα δέ πως ἐπὶ τὸ μεῖον ἢ πρὶν καὶ πολὺ νοσοῦντα τὸ ἀκαλλές. Εἴη δ᾽ ἂν ἔτι καὶ ἀσυγκρίτως ὑπερκειμένη τὸν διὰ Χριστὸν καινισμὸν ἡ πρεσβυτέρα ποίησις, εἴπερ ἡμῖν ἐνετίθει μὲν ἐκείνη τὸ ἐν μορφῇ διαπρέπειν τῇ τοῦ μόνου τε καὶ ἀληθῶς Θεοῦ, ἡ δὲ πρὸς εἶδος ἡμᾶς ἀναζωγραφεῖ τὸ μὴ οὕτως ἔχον, μεταστοιχειοῦσα πρὸς τὸν Υἱόν.

Τί δὴ οὖν ἄρα διὰ Χριστοῦ πεπλουτήκαμεν, καὶ αὐτήν, ὡς ἔοικεν, ἐκλελῃστευμένοι τὴν πρὸς Θεὸν ὁμοίωσιν καὶ εἰσάπαν ἤδη τὸ περιφανὲς τῆς φύσεως ἀποδυσάμενοι καύχημα, εἴπερ ἐστὶν ἡμῖν ἡ πᾶσα μακαριότης ἔν γε τῷ καθ᾽ ὁμοίωσιν γενέσθαι Θεοῦ; Ἀλλ᾽ ὕθλος, οἶμαι, καὶ γέλως ἤδη ταυτί, καὶ γραώδη μυθάρια. Ἀναστοιχειούμεθα γὰρ εἰς εἰκόνα τὴν πρώτην, ἀκριβεῖ σημάντρῳ κατασφραγιζόμενοι τῷ Υἱῷ πρὸς τὸ τῇδε ἔχειν, ὅς ἐστι καὶ χαρακτὴρ καὶ ὁμοίωσις τοῦ Πατρὸς καὶ οὐχ ἕτερος παρ᾽ αὐτόν, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν. Β. Ἀκριβέστατα ἔφης. Α. Θέα γὰρ δὴ πρὸς ὅσην αὐτοῖς ἀτοπίαν ἐξολισθήσειεν ἂν ὁ λόγος, ἐπιτιμᾶν ἐγνωκόσι τοῖς τῇδε δοξάζουσι καὶ φρονεῖν ἑλομένοις. Θεὸς γὰρ εἴπερ ἐστὶ μόνος τε καὶ ἀληθινὸς ὁ Πατήρ—ὧδέ τε ἔχειν ἐξ ἀποπληξίας ἐροῦσιν—, ἐξωσθείη ἄν, οἶμαί που, καθάπερ ἐξ ἀναγκαίου λόγου τοῦ κατὰ ἀλήθειαν εἶναι Θεὸς ὁ Υἱός. Β. Ἀνάγκη. Α. Ἀλλ᾽ ἔσται που πάντως ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἐπεί τοι τὸ πάντων ἐπέκεινα Θεὸς ὁ φύσει καὶ ἀληθῶς. Β. Ἔσται γὰρ οὖν· ἀποφέρει γάρ πως εἰς τοῦτο λοιπὸν ὁ λόγος. Α. Ἄθρει δὴ οὖν ὅτι κινδυνεύομεν, ὦ Ἑρμεία, κατά γε τὸ ἐκείνοις ἀσυνέτως δοκοῦν, καίτοι μειονεκτούμενον τὸν Υἱόν, ἀμείνω πως ἤδη καὶ προὔχοντα καὶ αὐτοῦ καταλογίζεσθαι τοῦ Θεοῦ καὶ Πατρός, εἰ ταῖς τῶν ἁγίων φωναῖς ἀμελλητὶ καταπείθεσθαι διαλογιζόμεθα δεῖν. Β.

Καὶ μὴν τὸ χρῆμά ἐστιν οὐκ ἀμφίλογον. Α. Πεύσῃ δὴ οὖν ἀνακεκραγότος ὡδὶ τοῦ θεσπεσίου Παύλου ὡς γένοιτο μὲν «κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος, ἀλλ᾽ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Β. Ἔφη γὰρ οὖν, ἀλλὰ τί ἂν βούλοιτο τουτί; Α. Οὐ γὰρ ὅτι Θεὸς καὶ Κύριος εἷς διακεχρησμῴδηκε τοῖς ἀρχαιοτέροις ὁ νόμος; Β. Ναί. Α. Τοῦτον δὲ εἶναί φασι τὸν Πατέρα που τάχα. Β. Φασίν. Α. Ὁ δὲ δὴ τῶν ἀπορρήτων Χριστοῦ ταμίαν ἑαυτὸν ἡμῖν ἀναδεδεῖχθαι λέγων, ὁ τῆς οἰκουμένης μυσταγωγός, τί ἄρα μαθὼν ἢ διενθυμούμενος τῆς πρεσβυτέρας καὶ νομικῆς παιδεύσεως ἀσυγκρίτως ἐν ἀμείνοσι τὴν Χριστοῦ γνῶσιν ἐτίθει, καὶ ὑπερέχουσαν ὀνομάζει, καὶ σκύβαλα μὲν ἡγεῖται τὰ ἐν νόμῳ, κατατέθηπε δὲ καὶ ὑπερηγάσθη λίαν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα; Ἢ οὐκ ἀναγκαῖον ἡμᾶς ὑπολογίζεσθαι καὶ φρονεῖν ὡς ὧνπερ ἂν εἴη μείζων ἡ γνῶσις, τούτοις ἕποιτο ἂν εὐθὺς καὶ τὸ ὑπερκεῖσθαι πρέπειν τῶν συγκρινομένων; Β. Οἶμαί γε. Α. Εἶτα ὅπως εἰς τοῦτο καθίκοιτο ἂν ἡμῖν ἠλιθιότητός τε καὶ ἀμαθίας ὁ νοῦς ὡς ἀμείνω λέγειν ἢ γοῦν οἴεσθαί ποτε τοῦ Πατρὸς τὸν Υἱόν, τὸν οἱονεὶ ῥίζαν ἔχοντα καὶ πηγὴν τὸν γεννήτορα;

Συνυβριοῦμεν γὰρ πάντως τῷ φυτῷ τὸν καρπὸν καὶ ὁμοῦ τῇ ῥίζῃ τὸ βλάστημα, τῇ πηγῇ τὸ ἐξ αὐτῆς προχεόμενον νᾶμα καὶ οὐκ ἀλλότριον αὐτῆς, τῷ φωτὶ τὸ ἐξ αὐτοῦ διαλάμπον καὶ ἀπαστράπτον ἀπαύγασμα. Β. Συνυβριοῦμεν· πῶς γὰρ οὔ; Α. Ἀναγκαίως οὖν ἄρα παραληψόμεθα τὸν εἰς ἑνότητα φυσικὴν συνεισδέοντα λόγον τῷ Πατρὶ τὸν Υἱὸν καὶ ἐν τῇ κατὰ φύσιν καὶ ἀληθινῇ θεότητι συνεισφέροντα; Β. Ἀναγκαῖον μὲν οὖν· ἔχει γὰρ ὧδε ταυτί. Πλὴν ἐκεῖνο λέγε τὸ ὅπως ἂν προὔχοι τε καὶ ὑπερκείσεται τῆς ἀρχαίας καὶ νομικῆς παιδεύσεως ἡ γνῶσις Χριστοῦ, καίτοι συμπαραληφθέντος εἰς ταὐτότητα φυσικὴν τῷ Πατρὶ καὶ Θεῷ τῷ ἀληθινῷ συγκεκηρυγμένου διὰ τῶν ἀρχαίων Γραμμάτων; Α. Ἀμείνων ἔσται παρὰ πολὺ καὶ ὑπεραλεῖται τὴν πρώτην. Φανερωτέραν γὰρ ἔχει τὴν ἀνάρρησιν καὶ εἰς γνῶσιν εὐρύνεται τὴν ἀσυνήθη τῷ νόμῳ. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ ἱεροφάντης Μωσῆς ἐλιπάρει μέν, καὶ μάλα συχνῶς, ἀκριβῆ τε καὶ ἀκατάσκιον τὴν περὶ τοῦ Ὄντος γνῶσιν ἑλεῖν, καὶ δὴ καὶ ἔφασκε πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· «Ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε.» Προσετάττετό γε μὴν ὀρύττειν ἐν πέτρᾳ καὶ διὰ στενοτάτης ὀπῆς, εἰ βούλοιτο, καταθρεῖν, αἰνιγματωδῶς ἡμῖν ὑποσημαίνοντος, οἶμαί που, κἀν τούτῳ Θεοῦ ὅτι βραχεῖαν ὁ νόμος τὴν περὶ Θεοῦ γνῶσιν ἐναστράπτει τοῖς παιδευομένοις καὶ μονονουχὶ δι᾽ ὀπῆς τὸν ἐπὶ τῷδε μόλις ἐνίησι φωτισμόν.

Ὅτι γὰρ μόνον εἷς ἐστι Θεὸς πιστεύειν ἤθελε τῶν ἐν ὑπολήψει θεότητος ἀφιστὰς τοὺς πεπλανημένους· τὸ δὲ ὅπως ἐν τοῖς καθ᾽ ἑαυτὴν ἡ θεία τε καὶ ἄρρητος ἔχει φύσις οὐ παρέδειξε σαφῶς, καθάπερ ἀμέλει τὸ σωτήριον κήρυγμα, φημὶ δὴ τὸ διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἐγνώκαμεν τὸν Υἱόν, πιστεύομεν ὅτι πέφηνέ τε καὶ ἀνέφυ καθάπερ ἐκ ῥίζης τοῦ Πατρός, καὶ ἡ τοῦ γεννήματος δόξα τὴν τοῦ γεννήτορος φύσιν καθάπερ ἐν πίνακι καταγράφουσα τῶν ὑπὲρ νοῦν καὶ λόγον ἐφικνεῖσθαι παρεσκεύασε τῆς διανοίας τὸν ὀφθαλμόν. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· «Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις·» πρὸς δέ γε τοὺς Ἰουδαίους· «Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε.» Τὸ δὲ εἰδέναι μέν τι τῶν ὄντων ὅτι ἔστι, μὴ μὴν ἔτι καὶ ὅπως ἔχει, μεῖον, οἶμαί που, παρὰ πολὺ πᾶς τισοῦν εἶναι φήσειεν ἂν τοῦ εἰδέναι δεῖν μετὰ τοῦ ὅτι ἔστι καὶ ὅπως ἔστιν. Οἴχεται δὴ οὖν κατόπιν ἡμῖν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ διὰ νόμου παίδευσις, εἷς μὲν ὅτι δὴ μόνον ἐστὶ Θεὸς τοῖς ἀρχαιοτέροις διακηρύττουσα, ἀνευρύνουσα δὲ οὐδαμῶς τὴν τῆς θεότητος φύσιν εἰς τὸ τριπλοῦν καθ᾽ ὑπόστασιν καὶ αὖ συλλέγουσα πρὸς ἑνότητα φυσικήν. Ταυτὶ γὰρ ἡμᾶς τὸ νέον ἐδίδαξε Γράμμα.

Ἑνώσεως τοίνυν καὶ ταὐτότητος φυσικῆς οὐκ εἰσδεδεγμένης ἐπί τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦ Υἱοῦ—εἶμι γὰρ δὴ κατευθὺ τῶν ἐν ἀρχαῖς προκειμένων—, σύγχυσις ἔσται καὶ διαστροφή, καὶ τῶν ἱερῶν Γραμμάτων ἡ πίστις οὐδαμόθεν ἔτι, καθάπερ ἐγᾦμαι, τὸ βέβαιον ἕξει καὶ ἐρηρεισμένον. Β. Πῶς ἢ τίνα τρόπον; Α. Ἕνα γὰρ εἶναι Θεὸν τὸν φύσει τε καὶ ἀληθῶς τῆς θείας ἡμῖν ἀναβοώσης Γραφῆς, τῆς ἐπὶ τούτῳ τιμῆς τε καὶ δόξης τὸν Υἱὸν ἐκπέμψομεν, εἰ μὴ τὸ τῆς οὐσίας ταὐτὸν καὶ ἀπαραλλάκτως ἔχον συνεισφρήσαι τρόπον τινὰ τῷ Θεῷ καὶ Πατρί. Ἢ οὐ διεπύθου τῶν ἁγίων ἡμῖν ἀνακεκραγότων περὶ Θεοῦ, πῇ μέν, ὅτι «Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς,» πῇ δὲ αὖ, «Ὁ μόνος ἔχων ἀθανασίαν;» Τίνα δὴ οὖν ὑποτοπητέον μόνον εἶναι νομοθέτην καὶ κριτὴν καὶ μόνον ἔχοντα τὴν ἀθανασίαν; Β. Τὸν Πατέρα που πάντως· οἶμαι γὰρ αὐτοὺς οὐχ ἕτερόν τι παρὰ τοῦτο ἐρεῖν. Α. Ἐροῦσι γὰρ οὖν καὶ αὐτὸς οἶδ᾽ ὅτι· ἥκει γὰρ δὴ πρὸς τοῦτο αὐτοῖς δυσβουλίας ὁ σκοπός. Οἰησόμεθα δὴ οὖν ἥκιστα μὲν εἶναι νομοθέτην καὶ κριτὴν τὸν Υἱόν, τητᾶσθαι δὲ καὶ ἀθανασίας καὶ θύραθεν εἰσπεπορισμένην ἔχειν ἐν ἑαυτῷ τὴν ζωήν; Καὶ τί τὸ ἐντεῦθεν; Ὑπὸ νόμον ἤδη πως καὶ κρίσιν ἔσται καὶ οὐχ ἑκὼν καὶ τοῖς ἀποθνήσκουσι συντετάξεται κατά γε τὸ τῆς ἰδίας φύσεως μέτρον.

Εἶτα πῶς οὐκ ἀπάτη καὶ φενακισμὸς καὶ ἐν τοῖς ἔτι τούτων αἰσχίοσι τὸ θεῖον ἡμῖν ἔσται κήρυγμα, φημὶ δὴ τὸ εὐαγγελικόν, τοῖς τοῦ Υἱοῦ λόγοις ἐπιψηφίζεσθαι δεῖν ἀναπεῖθον ἡμᾶς τὴν ἀλήθειαν; Ἔφη γὰρ ὅτι «Ἐγώ εἰμι ἡ ζωή,» καίτοι κατ᾽ ἐκείνους ἀθανασίαν οὐκ ἔχων, εἴπερ ἐστὶ μόνος ἀθάνατος ὁ Πατήρ. Καὶ μὴν ὡς ἔσται κριτὴς καὶ πέφηνε νομοθέτης, οὐδενός, οἶμαί που, δεηθείης ἂν εἴς γε τὸ συνιέναι πόνου. Ἦ γὰρ οὐκ ἐπύθου λέγοντος πῇ μὲν ὅτι «Ἐρρέθη· Οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμεῖσθαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ,» πῇ δὲ αὖ, «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ;» Β. Ἐπυθόμην. Φράζε δὲ ὅμως ἐκεῖνο, βούλει ταῖς εἰς ἀντιλογίαν ἐνστάσεσι τὸν λόγον διαγυμνάζωμεν, ἢ καταθεῖν ὥσπερ ἐρήμην ἐῶμεν τῶν δι᾽ ἐναντίας παραποδίσματος δίχα; Α. Καὶ μὴν ἴθι τοι πρός γε τοῦτο γεννικῶς. Καταθήξαι γὰρ ἂν τὸ χρῆμα τὸν νοῦν, εἰς τὸ θερμότερον μὲν ἢ πάλαι τοῖς ἀντεξάγουσιν ἀντιφέρεσθαι, νεανικώτερον δὲ τοὺς τῶν ἀνθεστάναι δοκούντων ἀποκρούεσθαι λογισμούς. Β. Οὐκοῦν ἀναμέρος ἕκαστά τε καὶ σαφῶς ἤδη λέγωμεν. Α. Φράζε τὸ δοκοῦν. Καταλογιοῦμαι γὰρ ἥκιστα μὲν εἶναι σήν, δόξαν δὲ μᾶλλον αὐτὸ τῶν δι᾽ ἐναντίας. Β. Εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς ὁ Θεὸς καὶ Πατήρ.

Πρέποι γὰρ ἂν καὶ μόνῃ τῇ τῶν ὅλων βασιλίδι φύσει τὸ θεσμοθετεῖν καὶ τὸ κρίνειν. Ἀφῖκταί γε μὴν καὶ ὁ Υἱὸς εἰς τοῦτο δόξης, κατανεύσαντος αὐτῷ τὸ ἑλεῖν τοῦ Θεοῦ καὶ Πατρός. Α. Καὶ τίνι τῶν εὖ φρονούντων ἀσυμφανὲς ὡς εἰκαίους ἡμῖν, ὦ φιλότης, ἐπαντλήσεις λόγους, ψυχρὰν δὲ καὶ ἄχρηστον ἐννοιῶν ἐπισωρεύσεις πληθύν, εἰ μὴ συνηχούσας οἷς ἔφης τὰς τῶν ἁγίων ἡμῖν ἐπιδείξαις συγγραφάς; Ἑψόμεθα γὰρ οὐχὶ τοῖς ἐθέλουσί τε καὶ εἰωθόσι τὰ ἀπὸ μόνης τῆς σφῶν αὐτῶν ἐρεύγεσθαι διανοίας, ἀλλὰ τοῖς λαλοῦσιν «ἀπὸ στόματος Κυρίου,» κατὰ τὸ γεγραμμένον. Β. Εὖ λέγεις. Οὐκοῦν ὁ μὲν θεῖος, φησίν, ὕμνησέ που Δαβὶδ (ἐποιεῖτο δὲ τοὺς λόγους ὡς πρὸς τὸν Πατέρα Θεὸν περὶ τῆς κλήσεως τῶν ἐθνῶν)· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ᾽ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.» Ἐκπεπεράνθαι δὲ τοῦτο καὶ μάλα σαφῶς ἐφ᾽ ἑαυτῷ καὶ αὐτὸς ἡμῖν ἀφικνεῖται λέγων ὁ Υἱός· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ὁ δὲ τῆς ἑτέρου θελήσεως δῶρον ἔχων τὸ βασιλεύειν καὶ νομοθετεῖν, πῶς ἂν οὐκ εἰσποίητον ἔχοι καὶ φυσικὴν μὲν οὐδαμῶς, εἰσκεκριμένην δὲ μᾶλλον τὴν ἐπ᾽ ἀμφοῖν ἐξουσίαν; Α. «Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν,» ἐπιφωνείτω τις καὶ μάλα εἰκότως τοῖς διεστραμμένοις.

Ὑπάρχων μὲν γὰρ ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁ Υἱὸς τῷ Πατρί, κένωσιν μὲν ὑπέστη τὴν ἐθελούσιον, καθεὶς ἑαυτὸν εἰς εἶδος τὸ καθ᾽ ἡμᾶς, γέγονε δὲ ἄνθρωπος, ᾧ τὸ βασιλεύειν καὶ νομοθετεῖν οὐχ ἑτέρως ἢ δοτόν. Ἐπειδὴ δὲ συνεπτώχευσέ τε ἡμῖν καὶ δουλοπρεπὲς ὑπέδυ μέτρον οἰκονομικῶς, εἰσποιητὸν ἔχειν ὁμολογεῖ τὸ φύσει προσόν, καὶ τοῖς τῆς κενώσεως ἔργοις τε καὶ λόγοις εὖ μάλα συμπλάττεται, καὶ οὐδὲν ἄν, οἶμαι, τὸ βλάβος ἔκ γε τουτουῒ τοῖς εἰς αὐτὸν πιστεύουσιν, εἰ τὸν τοῖς λόγοις πρέποντα περιαθροῖεν καιρόν. Πότε γὰρ νενομοθέτηκε μὲν τοῖς ἔθνεσιν ὁ Χριστός, πότε δὲ ἀφῖκται διαγγέλλων ἐν Σιὼν τὸ πρόσταγμα Κυρίου; Ἢ ὅτε γέγονεν ἄνθρωπος; Καίτοι καὶ μάλα σαφῶς κατίδοι τις ἂν ἐν μωσαϊκοῖς συγγράμμασιν ὡς οὐ καθ᾽ ἕτερόν τινα χρόνον ἐστάλη διαγγελῶν τὸ πρόσταγμα Κυρίου τοῖς ἐξ Ἰσραὴλ ὁ Υἱὸς ἢ ὅτε τὴν καθ᾽ ἡμᾶς εἰσέδυ πτωχείαν, καὶ ὁ προφητῶν δεσπότης προφήτης ὠνόμασται, καὶ τοῖς ἐκ τῆς γῆς ἐναρίθμιος ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς ἀπεφάνθη Λόγος. Ἔφη γάρ που Θεός, Μωσέα τὸν ἱερώτατον ἐπ᾽ αὐτῷ δὴ τούτῳ πληροφορῶν· «Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ. Καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ.»

Ἆρ᾽ οὖν, ὦ φιλότης, οὔπω τὴν πρὸς σάρκα σύνοδον ἔχων ὁ Λόγος καὶ ὑπὲρ νοῦν τε καὶ ἀπορρήτως τῇ ἀνθρωπείᾳ φύσει συνηνωμένος, ἀδελφὸς ἂν νοοῖτο τῶν ἐξ Ἰσραὴλ καὶ ἐξ αὐτῶν ἀνέφυ τῶν γηγενῶν; Ἢ γοῦν ἐκεῖνό που φῂς ἄμεινόν τε καὶ ἀληθές, ὅτι κεχρημάτικεν ἀδελφὸς καὶ ἐν τάξει γέγονε τῇ Μωσέως, παιδαγωγὸς δηλονότι, καὶ εἰς τὸ χρῆναι νομοθετεῖν ἠγμένος καὶ ὑπουργικὴν ὥσπερ τινὰ τὴν διακονίαν ἀποπληρῶν, ὅτε τῆς ἐμφύτου δόξης τὸ ὑπερφερὲς εὖ μάλα παρωθούμενος, ὡς ἐν καιρῷ τε καὶ χρείᾳ καθῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν; Β. Καὶ μὴν ὡς ἄριστα ἔφης, ἴσθι τοι νοοῦντα κἀμέ. Α. Οὐκοῦν εἴπερ ἕλοιντο τὸ ἑκάστῳ πρέπον καιρῷ διανέμειν ὀρθῶς, οὐκ ἄν, οἶμαι, διολισθήσειαν εἰς ἐξεστηκότα νοῦν καὶ καρδίαν διεστραμμένην· περιέσται δὲ σφίσιν ἤδη πως καὶ τὸ νοεῖν ὀρθῶς δύνασθαι τῆς ἀληθείας τὸν λόγον.

Προσθεὶς δ᾽ ἂν οἷς ἔφην εἴποιμ᾽ ἂν ἔτι καὶ τόδε ὡς εἴ γέ τῳ σμικρὸν εἶναί τε δοκεῖ καὶ λελόγισται παρ᾽ οὐδὲν τὸ ἑκάστῳ χρῆναι τῶν γεγραμμένων παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τὸν αὐτῷ πρέποντά τε καὶ οἰκειότατον ἐφαρμόσαι καιρόν, τί τὸ ἐμποδών, κἂν εἰ νοοῖτο τυχὸν οὔπω καθ᾽ ἡμᾶς γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τεθνάναι λέγειν αὐτόν, σταυρὸν ὑπομείναντα, καὶ τὰ ἐν αὐτῷ, καὶ πρὸ συνδρομῆς καὶ συνόδου τῆς εἰς τήνδε τὴν ἀπὸ γῆς σάρκα ἐμπαροινῆσαι μὲν ἀνοσίως τοὺς Ἰουδαίους αὐτῷ, δρᾶσαι δὲ καὶ εἰπεῖν ἃ τάχα που μόναις ταῖς ἐκείνων ἀπονοίαις πρέπει· ἐπεί τοι καὶ ὡς ἤδη πεπονθὼς ἔφη που Χριστός· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Ἆρ᾽ οὖν οὐκ ἀποπληξία καὶ γέλως εἴη ἂν εἰκότως τὸ οἴεσθαι ταυτὶ μὴ ἐν καιρῷ τῷ καθήκοντι, δῆλον δὲ ὅτι τῷ μετὰ σαρκός, ἀνατλῆναι τὸν Υἱόν; Β. Ἀληθές. Α. Ἀλλὰ γὰρ ἀνέντες τὸν ἐπὶ τῷδε λόγον, εἴς γε τὸ παρὸν ἴωμεν εἴ τοι φίλον δοκεῖ. Β. Τὸ ποῖον; Α. Τὸ καθικέσθαι φημὶ πρὸς βάσανον καὶ ἀναμαθεῖν ἀκριβῶς, ἔρεσθαί τε τοὺς δι᾽ ἐναντίας εἰ ἐν τῷ καθίστασθαι βασιλέα καὶ νομοθέτην τὸ τοιῶσδε εἶναι κατ᾽ οὐσίαν ἢ γοῦν τοιῶσδε τυχόν ἐστι τοῦ Υἱοῦ. Β.

Οὐκ ἐν τῷ καθίστασθαι, καθάπερ ἐγᾦμαι, τὸ εἶναι τοιῶσδε τυχὸν ἢ μὴ φαῖεν ἂν εἶναι τοῦ Υἱοῦ· οὐ γὰρ, οἶμαί που, καθίκοιντο ἂν εὐηθείας εἰς τοῦτο, καίτοι ληροῦντες ἀμέτρως, ὡς καὶ οὐσίας ὅρον τὸ καθίστασθαι λέγειν ἀποτολμᾶν· ἐκεῖνο δὲ ἴσως ἐροῦσιν ὅτι τεκμηριοῖ τοῦ καθισταμένου τὴν φύσιν αὐτὸ τὸ καθίστασθαι. Οὐ γὰρ ἂν ἐδέξατο παρ᾽ ἑτέρου, φασί, τὸ φύσει προσὸν αὐτῷ. Α. Οὐκοῦν, ὦ γενναῖοι, πρὸς ἡμῶν εἰρήσεται πάλιν, ὡς ἥκιστα μὲν ἀρτίφρονες καὶ δογματικῆς ὀρθότητος ἐρασταί, κομιδῇ δὲ μᾶλλον εὔκολοι πρὸς παραφορὰν καὶ ἀπάτην ὄντες ἁλώσεσθε. Ἐκλέλησθε γὰρ ὀξέως τοῦ χρῆναι καιροῖς τοῖς καθήκουσιν ἀπονέμειν τὰ γεγραμμένα, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χαρίζεσθαι χρόνοις τὰ μὴ σφόδρα θεοπρεπῆ, κἂν εἰ λέγοιτο τυχὸν περὶ τοῦ Μονογενοῦς. Ἐπειδὴ δὲ οὐκ εἰσάπαν τῶν εἰς ὀρθότητα διεκνεύοντες λογισμῶν, οὐκ οὐσίαν εἶναί φατε τὸ καθίστασθαι, κατηγορούμενον τοῦ Υἱοῦ, πράγματος δὲ εἶναι σημαντικόν, τί τὸ ἐμποδὼν οἴεσθαί τε καὶ λέγειν ὅτι βασιλέα καὶ νομοθέτην οὐσιωδῶς ὄντα τὸν Υἱὸν ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ τοῦθ᾽ ὅπερ ἐστὶν ἀναφαίνεσθαι τοῖς ἐπὶ τῆς γῆς; Καὶ οὔ τί πού φημι τοῦ βασιλεύειν ἀρξάμενον, ἀλλὰ διανεύσοντά πως ἐπὶ τὸ χρῆναι λοιπὸν θεσμοθετεῖν αὐτοῖς καὶ εἰς τὸ ἐθέλειν ἤδη τοῖς ἰδίοις ἐγκαταζεῦξαι σκήπτροις τοὺς ἀρχῆς τε καὶ ἐξουσίας τῆς ὑπ᾽ αὐτῷ διὰ τῆς πολυθέου πλάνης ἀπολισθήσαντας.

Ἄτοπον δὲ οἶμαι παντελῶς τὸν τοῦ Πατρὸς Λόγον, εἰ κατασοφοῦν ἕλοιτό τινας, εὐδοκίᾳ τοῦ γεγεννηκότος εἰς ἀρχὰς κεκλῆσθαι λέγειν τοῦ νομοθετεῖν, μὴ μὴν ἔτι νομοθέτην οἴεσθαι κατὰ φύσιν ὑπάρχειν ὡς Θεόν. Ἆρα γὰρ εἰ ἐν οἰκίσκῳ ζοφώδει καὶ ἀχλύος ἔμπλεῳ, κατὰ χρόνους μέν τινας τῆς ἡλιακῆς ἀκτῖνος οὐκ εἰσέδυ τὸ φῶς, οὐδενὸς ἀνέντος τὴν εἰσβολήν, εἶτα τοῦδε γεγονότος, εἰσέφρησέ τε εὐθὺς καὶ ἀπελήλατο μὲν ὁ σκότος, τὸ δὲ ἀσύνηθες τοῖς τόποις ἐνεγέλασε φῶς, ὃ καί, εἴπερ ἕλοι φωνήν, ἐκδιηγοῖτο τυχὸν τοῖς τὸ χρῆμα κατατεθηπόσιν ὡς εἴη τεθὲν παρὰ τοῦ τεκόντος ἡλίου πρὸς τὸ ἐγχεῖσθαι δεῖν καὶ ἐκείνῳ τῷ χώρῳ καὶ καταφαιδρύνειν ἀεὶ τὰ σκότῳ κεκρατημένα· ἆρα δοίη τις ἂν τότε δὴ πρῶτον αὐτὸ καὶ εἰς φωτὸς παρῆχθαι φύσιν, ὅτε καὶ πρῶτον εἰσέδυ; Β. Οὔ τί που, κατὰ τὸ εἰκός· ἦν γὰρ ἀεὶ φῶς. Α. Τί δὴ οὖν ἡμῖν ὡς δυσάλωτον ἐπιτείχισμα κατεξανιστᾶσιν ἐκεῖνοι τὸ λέγεσθαι τὸν Υἱὸν καθίστασθαι νομοθέτην ἤτοι βασιλέα παρὰ τοῦ Θεοῦ καὶ Πατρός, καίτοι τοῦ νομοθετεῖν ἥκιστα μὲν εἰς ἀρχὰς ἰόντα τότε τῆς κατὰ φύσιν εὐκλείας ἀποδεικνύοντος, τὸ δέ γε χρῆναι λοιπὸν θεσμοῖς ἰδίοις καὶ τὰς τῶν ἐθνῶν ἀγέλας ὑπενεγκεῖν σημαίνοντος, συνευδοκοῦντός τε καὶ συγκατανεύοντος τοῦ Θεοῦ καὶ Πατρός, καίτοι μόνον κατὰ τοὺς ἄνωθεν ἔτι καιρούς τε καὶ χρόνους κατεζευγμένου τοῦ Ἰσραὴλ καὶ τοῖς θείοις νόμοις ὑπέχοντος τὸν αὐχένα; Β.

Ἀλλ᾽ εἴπερ ἕλοιντο νομοθέτην ὄντα σαφῶς ἐπιδείκνυσθαι τὸν Υἱόν, πῶς ἂν ἢ πόθεν τοῦτο γένοιτο πρὸς ἡμῶν; Α. Καὶ μὴν ἀποχρήσειν ἔν γε τουτωῒ τοῖς εὐμαθεστέροις οἰήσομαι δεῖν ὅπερ ἔφαμεν ἀρτίως. Νόμου γὰρ πέρι καὶ τῶν τοῖς ἀρχαιοτέροις τεθεσπισμένων Θεοῦ λέγοντος ἐναργῶς, ἐπ᾽ αὐτῶν οὐκ ἔστι προσθεῖναι καὶ ἀπ᾽ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν—πρέποι γὰρ ἂν καὶ μόνῃ τὸ χρῆναι θεσμοθετεῖν τῇ τῶν ὅλων βασιλίδι φύσει, προσθεῖναί τε καὶ ὑφελεῖν τὰ ἅπερ ἂν βούλοιτο· τεθεσμοθέτηκεν ὁ Υἱός, καὶ τὴν μὲν ἀρχαίαν ὑφεῖλεν ὡς ἀνόνητον ἐντολήν, ἐπεισέφρησε δὲ τὴν νέαν, τουτέστι τὴν εὐαγγελικήν, καὶ τοῦτο ὡς νομοθέτης, οὐχ ὑπεσταλμένως, ἀλλ᾽ ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ. Κατασφραγιεῖ δὲ τὸν λόγον καὶ ὁ σοφὸς ἐπιστέλλων Παῦλος· «Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ᾽ ἔννομος Χριστῷ, ἵνα κερδήσω τοὺς ἀνόμους.» Ἄθρει γὰρ ὅπως τὸ ἄνομος εἶναι Θεῷ παρωθούμενος, ἔννομος εἶναί φησι τῷ Χριστῷ, τὸ ἐπ᾽ ἀμφοῖν εὐκλεὲς ἀπονέμων αὐτῷ καὶ ὡς Θεῷ κατὰ φύσιν τὸ χρῆναι θεσμοθετεῖν ἀνατιθεὶς ὡς ἐξαίρετον. Ὅτε τοίνυν, κατὰ τὴν τοῦ ἁγίου φωνήν, οὐκ ἄνομος ἂν εἴη Θεῷ Χριστῷ τις ἔννομος ὤν, ποῖος ἔτι λόγος ἐξώσειεν ἂν τοῦ καὶ νομοθέτην εἶναι καὶ Θεὸν τὸν Υἱόν; Β. Οὐδείς, καθάπερ ἐγᾦμαι.

Α. Ἐποίσειε δ᾽ ἄν τις τοῖς εἰρημένοις εὖ μάλα καὶ τόδε. Β. Τὸ ποῖον; Α. Ὡς νομοθετοῦντα μὲν ἰδικῶς τε καὶ μόνον τοῖς ἀρχαιοτέροις ἢ τοῖς μετ᾽ ἐκείνους ἔτι τὸν Πατέρα καὶ Θεὸν ἥκιστα μὲν δὴ καταδείξειεν ἄν, οἶμαι, τίς, καταθρήσαι δ᾽ ἂν καὶ λίαν ἀμογητὶ σὺν Υἱῷ τε καὶ δι᾽ Υἱοῦ. Ποῦ γὰρ ἢ τίσι τεθεσμοδότηκεν ὁ Πατήρ, σεσιγημένου τε καὶ ἀπόντος τοῦ Υἱοῦ; Β. Καὶ μὴν ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος ὅτι «Πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις.» Μωσῆς δὲ τοῖς ἐξ Ἰσραὴλ ἔφη που πάλιν· «Κύριος ὁ Θεὸς ἡμῶν ἐλάλησεν ἡμῖν ἐν Χωρήβ.» Α. Εὖγε, ὦ φιλότης. Τετηρηκότων γὰρ τῶν ἁγίων, ὡς φῄς, τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἐν σκιαῖς χρησμῴδημα, φέρε σοι δεικνύωμεν ἴδιον ὄντα λόγον ὀνομάσαντος αὐτὸ τοῦ Υἱοῦ. Ἀφῖκται γὰρ δὴ καταλύσων μὲν οὐδαμῶς τὸν νόμον, ἥκιστα δὲ ἀνατρέψων τὰ προφητῶν, ἀποπερανῶν δὲ μᾶλλον καὶ προφήτας καὶ νόμον· «Λέγω γὰρ ὑμῖν, φησίν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Συνίης οὖν ὅπως ἐκτελευτῆσαι δεῖν πάντη τε καὶ πάντως ἅπαντα πρὸς ἀλήθειαν τὸν νόμον εἰπών, ἰδίους ἔφη λόγους αὐτόν;

Ἴδοι δ᾽ ἄν τις αὐτὸν καὶ ἑτέρωθί που δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν ἀνακεκραγότα σαφῶς· «Αὐτὸς ὁ λαλῶν πάρειμι.» —Ἐνηνθρώπηκά τε γὰρ καὶ ἐν εἴδει γέγονα τῷ καθ᾽ ὑμᾶς, ὁ πάλαι λαλῶν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς τὰ διὰ τῶν ἁγίων προφητῶν κεχρησμῳδηκότος. Ὅτι δὲ τῷ γε ἅπαξ τὴν τοῦ νομοθέτου δόξαν ἔχοντι, φυσικῶς ἕψεταί που πάντως καὶ τὸ δεῖν εἶναι κριτήν, τοὺς ἀτιμάζοντας τὸ διορισθὲν καὶ εἰς τὸ σφίσι δοκοῦν ἀποκλίνοντας πικραῖς ὑποφέροντα δίκαις, οὐδαμόθεν ἀμφίλογον. Β. Παντάπασι μὲν οὖν. Α. Ὥσπερ οὖν εἰ καὶ λέγοιτο τυχὸν εἷς μὲν νομοθέτης, εἷς δὲ κριτὴς ὁ Πατήρ, κατ᾽ οὐδένα τρόπον διολισθήσειεν ἂν τῆς ἐπ᾽ ἀμφοῖν δόξης τε καὶ ἀληθείας ὁ Υἱός, ἐπείτοι τὸ διατέμνον οὐδὲν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος φυσικῆς· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, κἂν εἰ μόνος ἔχειν τὴν ἀθανασίαν ὁ Θεὸς λέγοιτο καὶ Πατήρ, οὐσιῶδες ἔσται καὶ ἐν Υἱῷ τὸ ἀξίωμα, καὶ συγχρηματιεῖ πάντως ἀθάνατος, ἤγουν αὐτὸ κατὰ φύσιν ἀθανασία, καὶ τοῖς τοῦ τεκόντος ὑψώμασι κατηγλαϊσμένος, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνηθήσεται. Εἰ δὲ δὴ φαῖεν ἂν οὐχ ὧδε ταῦτ᾽ ἔχειν καὶ ψευδομυθίας ἡμῖν ἐπιπλέκουσι γραφήν, καίτοι πρεσβεύουσι τἀληθές, φραζόντων ἐκεῖνο. Β. Τὸ ποῖον αὖ; Α.

Πρῶτον μὲν εἰ τὸ ζωῆς καὶ ἀθανασίας τητώμενον, οἴκοθέν τε τοῦτο οὐκ ἔχον, θνητὸν ἔσται πάντως, καὶ εἰσκεκριμένον ἔχει τὸ ζῆν, ὡς παρ᾽ ἑτέρου δοτόν; Β. Θνητὸν γὰρ ἔσται δυνάμει, τὸ μὴ ἀθάνατον φύσει. Α. Καὶ πρός γε δὴ τούτοις, ἀποκρινάσθων ἔτι, τίς ἂν νοοῖτο τυχὸν ἡ ζωῆς ἐνέργεια εἰς τὰ ζωῆς ἐπιδεᾶ; Β. Ἡ ζωοποίησις δηλονότι, καθάπερ ἀμέλει καὶ τὸ φωτίζειν ἔργον ἂν εἴη φωτός. Α. Εὖ λέγεις. Εἰ δὲ δή τις οἴοιτο ζωογονεῖσθαι μὲν πρὸς ἑτέρου τὴν ζωήν, καταφωτίζεσθαι δὲ καὶ τὸ φῶς, ἄρα ἄν σοι δόξειεν εἰκάζειν ὀρθῶς; Β. Οὔ τί που· λογισμοῦ δὲ μᾶλλον ἀπολισθεῖν τοῦ σώφρονος. Ζωὴ γὰρ οὐκ ἔτι τὸ πρὸς ἑτέρου ζωοποιούμενον. Α. Ὅταν οὖν ἡμῖν εἰς μέσον ἥκῃ διακεκραγὼς ὁ Μονογενής· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή,» ἀθανασίας ἐρήμην ὑποτοπητέον εἶναι τὴν εἰρημένην ζωήν, ἢ πῶς; Β. Οὐκ ἐρήμην, πόθεν; Ζωὴν γὰρ εἶναί φημι τὴν κατὰ φύσιν ἀθανασίαν. Α. Μόνου δὴ οὖν τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ἀθανασίαν ἔχοντος—ὧδε γάρ που τὸ θεῖον ἡμῖν ἔφη λόγιον—, πῶς ἂν ἔχοι ταύτην καὶ ὁ Υἱός; Ἀλλ᾽ οἶμαί που πάντως ὅτι τὸ τῆς ἑνότητος χρῆμα διαδείξειεν ἂν ἐπ᾽ ἀμφοῖν, καὶ μάλα ῥᾳδίως, οὐσιώδη τὴν ζωὴν καὶ ἔμφυτον τὴν ἀθανασίαν, οὐκ εἰσποίητον, ἀγαθόν.

Εἰ δὲ δὴ δεῖν οἴοιντο παραφρονοῦντες λέγειν ὡς ὀθνεῖός τε εἴη τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς καὶ ἑτέραν τινὰ καὶ ἰδίαν ἀπετέμετο φύσιν καὶ τὸ ἀληθῶς εἶναι Θεὸς οὐκ ἔχει, καίτοι κατὰ φύσιν ἀθάνατος ὤν, μᾶλλον δὲ αὐτόχρημα ζωή, ἆρ᾽ οὐχὶ τὰ μόνῃ τῇ θείᾳ καὶ ἀρρήτῳ προσόντα φύσει, καὶ τὰ δι᾽ ὧν εἰκότως τεθαύμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων περιθεῖεν ἄν, καὶ ἐνυπάρχειν ἐροῦσι καὶ τῷ τελοῦντι λοιπὸν ἐν κτίσμασι, κατά γε τὸ αὐτοῖς φληνάφως δοκοῦν; Β. Τίνα τρόπον; Α. Πρέπειν, οἶμαί που, τῷ γε ὄντως φύσει τε καὶ ἀληθείᾳ Θεῷ καὶ αὐτοὶ φαῖεν ἂν οἶδ᾽ ὅτι τὸ ζωογονεῖν δύνασθαι καὶ εἶναι ζωή. Εἴπερ οὖν τοῦτό ἐστιν οὐσιωδῶς ὁ πατήρ, ἐξώλισθε δέ, κατ᾽ ἐκείνους, τῆς πρὸς αὐτὸν φυσικῆς ταὐτότητος ὁ Υἱός, καὶ σμικροπρεπείας εἰς τοῦτο τελῶν, καὶ ζωὴν ἑαυτὸν εἶναί φησι καὶ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἐξαίρετον τῇ ἰδίᾳ καταγράφει φύσει, πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; Ἐκκεκόμισται γὰρ ἤδη τὸ τῆς ἀρρήτου φύσεως ἴδιον καὶ εἰς τὸ μὴ ὂν ἐξ αὐτῆς, κεκλημένον δὲ ὥσπερ ὁμοῦ τοῖς ἄλλοις εἰς γένεσιν. Νοηθεῖεν γὰρ ἂν ἔν γε τοῖς εἶναι πεπιστευμένοις, Θεὸς μὲν πρὸ πάντων, καὶ μετὰ τοῦτο κτίσις. Ἕτερον δὲ μεταξὺ τὸ σύμπαν οὐδέν. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; Β. Ἀληθές. Α.

Εἴπερ οὖν ἐστιν ἑτεροούσιος ὁ Υἱὸς καὶ οὐκ ἐν οἷς εἶναί φασι τὸν Πατέρα, πῶς ἂν νοοῖτο μία τε καὶ ἀπαράλλακτος ἐνέργεια φυσικὴ τῶν τῇδε διεστηκότων, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον; «Ὥσπερ γάρ, φησίν, ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Β. Ἀλλὰ ναί, φασί. Ζωὴ μὲν ἔστιν ὁ Υἱός, ἔφη δ᾽ οὖν ὅμως· «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα.» Ζωὴ τοιγαροῦν ἐστι διὰ τὸν Πατέρα. Α. Ἆρ᾽ οὖν, ὦ γενναῖοι, καὶ αὐτὸν ζωοποιεῖσθαι τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὁμοῦ τοῖς ἄλλοις ὑποληψόμεθα, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν ἐπαριθμητέον τὴν ζωήν; Συντετάχθω δὴ οὖν καὶ τοῖς ἀποθνήσκουσιν ὁ Υἱός· ἀπόβλητον γὰρ τὸ εἰσκεκριμένον καὶ ὧνπερ ἄν τις ἕλοιτο τὴν κτῆσιν ἀπεμπολήσειεν ἂν αὐτὴν κατά γε τὸ ἐγχωροῦν, ὅτε μὴ φυσικοῖς εἰς τὸ ἀραρότως ἔχειν διακρατοῖτο νόμοις. Β. Πῶς οὖν οἴοιτ᾽ ἄν τις αὐτὸν διὰ τὸν Πατέρα ζῆν, εἴπερ ἐστὶ καὶ αὐτὸς κατὰ φύσιν ζωή; Α. Καὶ μὴν τοῦτό γέ ἐστι τῆς ἐκ Θεοῦ καὶ Πατρὸς εὐγενείας ἀπόδειξις καὶ τῆς κατὰ φύσιν ταὐτότητος μήνυσις ἀκριβής. Β. Πῶς λέγεις; Α. Ἔφη γὰρ οὔ τί που σαφῶς ζωογονεῖσθαι παρὰ τοῦ Πατρός, πλὴν ὅτι «Ζῶ διὰ τὸν Πατέρα.» Β. Τί οὖν τοῦτό γε; Α.

Ὅτι τῷ μὲν τὴν ἰδίαν ἔχοντι φύσιν ἀθανασίας ἐρήμην καὶ ζωῆς, εἰσποίητον δὲ παρ᾽ ἑτέρου τὸ χρῆμα κερδαίνοντι, ἁρμόσαι ἂν οἶμαι καὶ μάλα ὀρθῶς εἰπεῖν· «Ζωήν μοι δέδωκεν ὁ Πατήρ.» Τοῦ γε μὴν εἰδότος ὅτι ζωὴ πέφηνεν ἐκ ζωῆς καὶ καρπὸν οὐσίας ἔχει τὴν ἀθανασίαν, τὸ φάναι θεοπρεπῶς· «Ζῶ διὰ τὸν Πατέρα.» Ἆρα γάρ, εἰ τοῦ ἀνθρώπου γέννημα τυχόν, λογικὸν ἐκ λογικοῦ πεφηνὸς τοῦ ἰδίου πατρός, Λογικόν εἰμι, λέγοι, διὰ τὸν πατέρα, ἢ γοῦν καθ᾽ ἕτερον τρόπον ἡ πυρὸς εἰς τὸ ἔξω διεκφοιτῶσα θερμότης, εἰ φωνὴν ἱεῖσα λέγοι· Θερμὴν ἔχω τὴν προσβολὴν διὰ τὸ ἐξ οὗ πέφηνα πῦρ, οὐκ ἄν τῳ δόξειαν, εἴ γε νοῦν ἔχοι, φύσεων ἰδιότητα τὴν ἐξ ὧν εἰσὶ λαχόντα μᾶλλον ἐφ᾽ ἑαυτοῖς, ἢ γοῦν εἰσπεπορισμένην καὶ ἐν τάξει τῶν δεδωρημένων τὴν τοῦ εἶναι τοιῶσδε δόξαν ἑλεῖν; Β. Ἔοικεν. Α. Ζῇ τοιγαροῦν ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ζωὴ γὰρ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός, ἀληθινὸς ὢν Θεὸς καθάπερ ἀμέλει καὶ ὁ τεκών. Συλλήπτορα δὲ τοῖς ἐμαυτοῦ ποιήσομαι λόγοις καὶ τὸν σοφώτατον Ἰωάννην, ὡδὶ γεγραφότα περὶ αὐτοῦ· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἀγαθὴν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Ἰησοῦ Χριστῷ, τῷ Υἱῷ αὐτοῦ.

Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος.» Ἆρα δή σοί τι τοῦδε ἂν γένοιτο φανερώτερον ἔτι, ἤγουν εἰς ἐλέγχους εὐσθενέστερον, τοῦ μὴ ἑτεροίως ἔχειν οἴεσθαι τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχοι κατὰ φύσιν ὁ Πατήρ; Β. Οὐδέν, ὡς ἐγᾦμαι, τῆς τοῦ Θεολόγου φωνῆς ἄμαχόν τινα τοῖς δι᾽ ἐναντίας ἐξανιστάσης τὴν μαρτυρίαν. Πλὴν εἰ λέγοιτο Θεὸς ἀληθινὸς ὁ Υἱός, διαγελῶσιν εὐθὺς καί φασιν οὐκ εἶναι Θεὸν μὲν ὄντως ἀληθινόν, κεχαρίσθαι δὲ αὐτῷ τοὔνομα κατὰ θέλησιν τοῦ Πατρός. Ἔφη γάρ που, φασίν, ὁ θεσπέσιος Παῦλος ὅτι «Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Α. Κεχαρίσθαι μὲν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα φαίην ἄν, ἴσθι τοι, καὶ αὐτὸς ἐγώ. Τὸ γάρτοι φληνάφως ἀντιφέρεσθαι δοκεῖν ταῖς τῶν θεολόγων φωναῖς οἰηθείην ἂν οὔ τί που φρενὸς ἀγαθῆς, λογισμοῦ δὲ μᾶλλον παραπαίοντος ἤδη πως καὶ ἐξεστηκότος ἀδρανὲς ἐγχείρημα.

Καταπέπληγμαί γε μὴν τὸ εἰς ἀπάτην εὐμήχανον τῶν δι᾽ ἐναντίας, οἵ γε τὴν μὲν τοῦ κεχαρίσθαι πρόφασιν οὐδ᾽ ὅσον εἰς νοῦν ποιεῖσθαι σπουδάζουσι, λεξιθηροῦσι δὲ οὕτως καὶ τριποθήτως ἁρπάζουσι πᾶν ὅπερ ἂν φαίνοιτο τῇ τοῦ Υἱοῦ τιμῇ τε καὶ δόξῃ καθεστηκὸς ἐναντίον, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, καίτοι τὸν τοῦ δεδωρῆσθαι καιρὸν οὐχ ἕτερον ἡμῖν τῆς θεοπνεύστου διοριζούσης Γραφῆς ἢ ἐκεῖνον αὐτὸν καθ᾽ ὅν «Ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Μονογενὴς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» καθὰ γέγραπται «ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τότε γὰρ δὴ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Τί οὖν τοῦτό γε; Α. Οἶμος ἂν εἴη ψιλή τε καὶ ὁμαλὴ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ἀναφέρουσα πρὸς τὸ ἀληθές. Σύνες οὖν, ὦ τᾶν, τὸ ὡς ἐν χάριτος τάξει λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστιν ἡ λαλουμένη κένωσις καὶ ἡ πρὸς ἡμᾶς οἰκονομικὴ τοῦ Λόγου ταπείνωσις.

Εἰ δὲ ἐν τοῖς τῆς κενώσεως μέτροις εὑρίσκεται τὸ λαβεῖν, ἐξεστηκότα που πάντως τοῦ χρῆναι λαβεῖν τὰ πρὸ τῆς κενώσεως ὁρᾶται λοιπόν, διά γέ τοι τὸ κεκτῆσθαι φυσικῶς ὅπερ ἦν, τουτέστι τὸ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ εἰ τεταπείνωκεν ἑαυτόν, ἐξ ἀνῳκισμένου τινὸς καὶ ὑπερανέχοντος πράγματος ἐπὶ τὸ μεῖον ἐλθών, ὑπονοστήσει που πάντως εἰς ὅπερ ἦν ὑψούμενος, οὐκ εἰς ἀλλοτρίαν ἀναθρώσκων τιμήν τε καὶ δόξαν, ἀλλ᾽ ὡς εἰς ἰδίαν τὴν ἐν ἀρχαῖς. Εἰ δὲ δὴ ποιοῖντο περὶ πολλοῦ τὸ ἰσχυρίζεσθαι δεῖν ὡς εἰς ἀσυνήθη τιμήν τε καὶ δόξαν ἀναπεφοίτηκεν ὁ Υἱός, τὸ ὑπὲρ πᾶν ὄνομα λαβὼν ὡς δοτὸν παρὰ τοῦ Πατρός, οὐδὲν ἔτι τὸ ἀντιστοιχοῦν, κατά γε τὸν ἐν εἰκότι λόγον, ἀντίστροφον ἤδη πειρᾶσθαι νοεῖν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ μετατετράφθαι τὸ χρῆμα πρὸς πᾶν τοὐναντίον. Ἐρῶ δὲ καὶ ὅπως. Εἰ γὰρ μή ἐστι κένωσις τῷ Υἱῷ τὸ λαβεῖν, εὕρημα δὲ μᾶλλον αὐτῷ τῶν οὐδαμῶς προσπεφυκότων οὐσιωδῶς κενωθέντι συμβέβηκε, κένωσις μὲν εἴη ἂν κατά γε τὸ ἀληθέστερον ὁ πρὸ τῆς κενώσεως καιρός, ὑπεροχῆς δὲ καὶ δόξης ὁ καθ᾽ ὃν οὐκ οἶδ᾽ ὅπως κεκενῶσθαι λέγεται, καίτοι κατακτώμενος τὰ ὑπὲρ φύσιν τε καὶ μέτρον τὸ ἐνὸν αὐτῷ, καὶ τοῖς ἀσυγκρίτως ὑπερκειμένοις ἢ πρότερον ἦν ἀδοκήτως ἐπιπηδῶν.

Ἄραρεν οὖν ὅτι κατά γε τὸ ὀρθῶς ἔχειν καὶ αὐτῷ σοι δοκοῦν, πρέποι ἂν δὴ τότε δεδόσθαι νομίζειν τὸ ὄνομα τῷ Υἱῷ τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτε καὶ σχῆμα τὸ καθ᾽ ἡμᾶς ὑποδύς, ὡς εἷς ἐξ ἡμῶν εἰς υἱὸν ἐγράφετο Θεοῦ, θετὸς μεθ᾽ ἡμῶν καὶ δι᾽ ἡμᾶς, ὁ γνήσιος, ἵνα καὶ ἡμεῖς δι᾽ αὐτόν, υἱοὶ τῆς ὑπὲρ φύσιν εὐκλείας ἐπιδραττόμενοι καὶ τῆς θείας αὐτοῦ φύσεως διαδεικνύμενοι κοινωνοί. Ἢ οὐκ οἴει κατευθὺ τοῦ πρέποντος διαστείχειν ἡμῖν τὸν ἐπὶ τῷδε λόγον; Β. Εἶσι γὰρ οὖν. Α. Καίτοι τῆς ἐκείνων δυσβουλίας τὰ ἀμείνω φρονεῖν εὖ μάλα διεσκεμμένοι, ἀλώβητον μὲν τὴν τοῦ Μονογενοῦς τηρήσομεν δόξαν, λογισμοὺς δὲ καθαιρήσομεν, καὶ «πᾶν ὕψωμα ἐπαιρόμενον,» καθὰ γέγραπται, καὶ «πᾶν αἰχμαλωτιοῦμεν νόημα εἰς τὴν ὑπακοὴν αὐτοῦ.» Εἰ δὲ δὴ τοῦτο δρᾶν οὐκ ἀνεξόμεθα, παραχωρήσομεν δὲ τὸ χρῆναι νικᾶν ταῖς ἐκείνων συκοφαντίαις, καὶ τοῦ εἶναι Θεὸν ἀληθῶς ἐκπέμψομεν τὸν Μονογενῆ, ἐροῦμέν τε οὕτω παρ᾽ ἡμᾶς οὐδὲν διακεκτῆσθαι τὸ πλεῖον. Β. Φράσαις ἂν ὅπως, ἢ κατοκνήσεις εἰπεῖν. Α. Καὶ μὴν ἔγωγε προθύμως ἐρῶ, κατοκνήσαιμι γὰρ ἂν ἔν γε τούτοις οὐδαμῶς. Ἦ γὰρ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ αὐτῷ κεχάρισται τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ δοτὸν ἤδη πως τὸ διακεκλῆσθαι Θεός, ἀπολισθήσειεν ἂν αὐτοῦ κατά γε τὸ ἐγχωροῦν; Τὸ γάρτοι δοτὸν οὐκ εἰσάπαν ἐρηρεισμένον.

Κατακινδυνεύσειε δ᾽ ἂν καὶ αὐτὸς ὁ Πατήρ, ὅσον ἧκεν εἰς λογισμούς, εἰς ἃ μὴ θέμις εἰπεῖν. Ἔσται γὰρ μείων ἢ καθ᾽ Υἱόν, καὶ τὴν τοῦ γεγεννηκότος ὑπερκείσεται φύσιν ὁ κατ᾽ αὐτοὺς ἐν ἐλάττοσι, μᾶλλον δὲ ὁ τὴν τῆς θεότητος δόξαν παράσημον ἔχων, καὶ νενοθευμένοις ἀξιώμασιν ἐπαυχήσας μόλις, εἴπερ ἐστὶν ἀληθῶς ἐν ψιλῷ καὶ μόνῳ τῷ κεκλῆσθαι Θεός. Β. Ὡς δεινά γε ὁ λόγος ἡμῖν εἰσφέρει τὰ ἄτοπα. Α. Δεινὰ γάρ, ὡς ἀληθῶς, πλὴν ἀναγκαίαν ἔχοντα τὴν παράθεσιν. Μετασοβεῖ γὰρ ἔσθ᾽ ὅτε τὸ μὴ ὀρθῶς ἔχειν ὑπειλημμένον ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ νενευκὸς εἰς ἀλήθειαν. Εἴπερ οὖν, ὡς οἴονται, μεμισθοφόρηκεν ὁ Υἱὸς καὶ ἀντέκτισιν ὥσπερ τινὰ τῆς κενώσεως ἐκομίσατο παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, πρὸ τῶν τῆς κενώσεως χρόνων καὶ αὐτοῦ δὲ τούτου τητώμενος νοοῖτ᾽ ἂν εἰκότως, εἴπερ ὁρᾶται πεπλουτηκὼς ἐν χρόνῳ τῷ κατ᾽ αὐτὴν τὴν εἰσποίητον ταυτηνὶ καὶ εὐαπόβλητον χάριν.

Εἶτα, πῶς ἦν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, κένωσιν μὲν οὔπω τὴν ἑκούσιον ὑποστάς, μορφὴν δὲ καὶ μέτρον τὸ δουλοπρεπὲς οὐκ ἀξιώσας ἑλεῖν; Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καίτοι τοῦτο ἔχειν ἐξόν. Εἴπερ οὖν εἶναί φαμεν καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς τὸν Υἱόν, ἐκτετίμηται δὲ κενωθεὶς καὶ ἀναπεφοίτηκεν εἰς μέτρον τῆς ἐνούσης αὐτῷ δόξης τὸ ὑπερτεροῦν, ὑπερήλατό που τάχα καὶ αὐτὸν τὸν Πατέρα. Β. Ὡς δριμὺς ὁ λόγος. Α. Ἀληθὴς δ᾽ οὖν ὅμως, τό γε ἧκον εἰς λογισμούς.

Καὶ εἰ μὲν δή τι τὸ ἄμεινον ἀποκεκέρδακεν ὁ Υἱὸς τὸ ὑπὲρ πᾶν ὄνομα λαβών, ὑπερανεστήξει που πάντως ἔν γε τοῖς καθ᾽ ἑαυτὸν καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν. Τουτὶ γὰρ ἡμῖν ὁ δριμὺς ἀρτίως κατέδειξε λόγος.

Εἰ δὲ ἥκιστα μὲν ἐν ἀμείνοσιν ἤπερ ἦν, κἂν εἰ νοοῖτο λαβών, κατίδοι τις ἂν αὐτόν, προσετίθει δὲ τὸ σύμπαν ἡ χάρις οὐδέν, οὐκ ἀσύφηλοι καὶ ψευδοεπεῖς ἁλοῖεν ἂν οἱ θράσους εἰς τοῦτο προήκειν οὐ παραιτούμενοι ὡς ἤδη φάναι τολμᾶν ὅτι μικρὰ τὴν κτίσιν, ἵνα μὴ λέγοιμι παντελῶς οὐδέν, ἡ τῆς ἀρρήτου θεότητος πλεονεκτήσει φύσις; Ὀνήσειε δ᾽ ἂν ἥκιστά γε πρὸς τὸ λαμπρότερον ἀναφέρουσα καὶ εἴ τῳ τυχὸν τῶν ὄντων περιθείη τὰ ἑαυτῆς. Ἀλλ᾽ ὧδε νοεῖν ἀπόπληκτον· ἀξιόληπτα δὲ τὰ Θεοῦ, καὶ εἰς λῆξιν ἀναφέρει τὴν ἀνωτάτω· ἑαυτοῦ πως ἤδη καὶ ἀμείνων ὁ Θεὸς καὶ Πατὴρ ὀφθήσεται, καὶ τῶν ἀμεινόνων ἢ ἐν οἷς ἐστι δοτήρ. Β. Τίνα τρόπον; Α. Ἐν μορφῇ γὰρ ὄντα καὶ ἐν ἰσότητι τῇ πρὸς ἑαυτὸν τὸν Υἱὸν καὶ πρό γε τῶν τῆς κενώσεως χρόνων, καὶ κατ᾽ οὐδένα τρόπον τῆς ἐνούσης αὐτῷ δόξης μειονεκτούμενον, ἄνω που καὶ ὑψηλὸν ἐτίθει, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα αὐτῷ.

Ἆρ᾽ οὖν οὐχὶ συρφετός τε ἤδη ταυτί, καὶ δυσφημιῶν ἀγριότης, καὶ λογισμῶν ἀτοπία, τῆς ἁπασῶν ἐσχάτης ἀμαθίας ἐξόζουσα; Β. Πάνυ μὲν οὖν. Α. Καὶ ἑτέρως δ᾽ ἄν τις τῆς ἐκείνων ἀτοπίας δικαιοτάτην ἄν, οἶμαι, ποιήσαιτο τὴν κατάρρησιν, κἀκεῖνο διεσκεμμένος.

Εἰ γὰρ οἶδεν ἑαυτὸν ψιλῷ διακεχρημένον ὀνόματι τῷ τῆς θεότητος ὁ Υἱὸς καὶ οὐ φύσεως ἔχοντα τὸ χρῆμα καρπόν, τί τὸ ἀναπεῖθον ἀναφανδὸν ἤδη βοᾶν· «Ἐγώ εἰμι ἡ ἀλήθεια;» Τὸ γάρτοι νόθον οὐκ ἀληθές, καὶ τὸ τοῖς ἔξωθεν καὶ εἰσκεκριμένοις ὡραϊσμοῖς οὐχ ὅπερ ἐστὶ κατὰ φύσιν ὁρώμενον εἰσβιάζεται μὲν καὶ εἰσδύνειν ἀποτολμᾷ τῆς ἀληθείας τὴν δόξαν, ἔχοι δ᾽ ἂν οὐχ ὧδε κατὰ ἀλήθειαν, καὶ βασάνοις τοῖς ἐκ λογισμῶν ἀκαλλὲς ἐξελέγχεται. Τί δὲ οὐχὶ τοῖς κατὰ θέσιν θεοῖς ἑαυτὸν ἐπαριθμεῖν ὁ μὴ φύσει Θεὸς ᾤετο δεῖν, τῆς δὲ τῶν ἁγίων ἀπαλλάξας πληθύος, καὶ εἰς τόπον ἴδιον ὥσπερ τινὰ καὶ οὐδενὶ τῶν ἄλλων βατὸν ἀνεφοίτα, λέγων· «Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο καὶ οὐ δύναται ἡ Γραφὴ λυθῆναι, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι;» Εἰ γὰρ ἐκεῖνοι, φησί, διακέκληνται θεοί, τὸν τοῦ Θεοῦ λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχήν, πῶς οὐκ ἂν εἴη Θεὸς ὁ δι᾽ ὃν ἐκεῖνοι θεοί; «Θεὸς γὰρ ὁ Λόγος ἦν,» κατὰ τὴν Ἰωάννου φωνήν. Τὸ δὲ ἦν, οὐ νεωτέραν αὐτῷ τὴν δόξαν, ἀλλὰ παντὸς δὴ χρόνου πρεσβυτέραν ἀνάπτει.

Διαπταῖσαι γὰρ ἂν ὅποι ποτὲ ἄρα τὸ ἦν, ἢ πρὸς ποῖον ἡμῖν ἀφίξεται τέλος, ἀεὶ προσωτέρω χωροῦν καὶ ἀσχέτῳ δρόμῳ πεμπόμενον, καὶ χρόνῳ χαρίζεσθαι τὸ πρεσβύτερον οὐκ εἰδός, προαναθρώσκειν δὲ ὥσπερ ἐννοίας ἁπάσης τῆς ἐπέκεινα καιροῦ μεμελετηκός; Β. Εὖ λέγεις· χρόνου γὰρ ἄμεινον ἀεί πώς ἐστι τὸ ἦν. Α. Ὁ δὲ δὴ θεσπέσιος Παῦλος νόθοις μὲν οὐχὶ κατηγλαϊσμένον ἀξιώμασι τὸν Υἱόν, φύσει δὲ μᾶλλον οἶδεν ὄντα Θεόν, ἑνώσει συνδέων τῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν οὐσιώδει καὶ φυσικῇ. Β. Τίνα τρόπον; Α. Γράφει γὰρ ὧδε· «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα.» Εἴπερ οὖν ἠπίστατο τοῖς κατὰ χάριν θεοῖς ἐναριθμεῖσθαι πρέπειν αὐτόν, τί μὴ τοῖς ἄλλοις ἐφιεὶς ἀναμίξ, ἕνα καὶ μόνον ἡμῖν κατεδείκνυ Θεὸν καὶ Κύριον τὸν Πατέρα, ἀναμέρος δὲ ὥσπερ τὸ ἑκάτερον τιθείς, τὸ μὲν τῆς θεότητος ὄνομα τῷ Πατρί, τὸ δὲ τῆς κυριότητος ἀπονέμεσθαι δεῖν ἐδοκίμαζε τῷ Υἱῷ; Ἀλλ᾽, οἶμαί που, σοφὸν ἂν νοοῖτο καὶ ἀναγκαῖον οὔτε τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν τοῦ δύνασθαι κρατεῖν καὶ κυριεύειν τῶν ὅλων ἐκμοχλεύεσθαι δόξαν, οὔτε μὴν τῆς ἀληθοῦς κυριότητος ἔξω πέτεσθαι φιλεῖν τὴν τῆς θεότητος φύσιν· προσείη δ᾽ ἂν μᾶλλον ἀμφοῖν τὸ ἑκάτερον, καὶ ἀναμέρος εἶναι δοκοῦν.

Φύσεως δὲ μιᾶς ἀπόδειξις ἐναργὴς τὸ οἱονεὶ κατεστέφθαι τελείως οἷς ἂν ἑκάτερον ἔχοι φυσικοῖς ἰδιώμασι, καὶ τὸ δι᾽ ἀμφοῖν ἐν ἅπασιν ἰσοφυὲς καὶ ἀδιαβλήτῳ ταὐτότητι μαρτυρούμενον τὸ κατά τι γοῦν ὅλως ὀθνεῖον οὐκ εἰσδέξεται. Β. Πῶς γὰρ ἄν; Α. Ἐρομένῳ δέ τῳ πότερα τὴν οὐσιώδη καὶ φυσικὴν περιθείης ἂν υἱότητα τῷ Υἱῷ, ἤγουν τὴν ἐν μόνῃ θελήσει τοῦ Πατρός, καθάπερ ἀμέλει δοίη τις ἂν καὶ ἐφ᾽ ἡμῶν αὐτῶν, τί ἂν ἔφης αὐτός, ὦ Ἑρμεία; Β. Οὐσιώδη μὲν ἔγωγε φαίην ἄν, δόξαιμι δ᾽ ἂν ἥκιστά γε τοῖς δι᾽ ἐναντίας ἀληθὴς εἶναί τις. Α. Δόξειας γὰρ ἄν. Προσθεῖεν δ᾽ ἂν ὅτι καὶ φρενὸς ἐκκεκρούσμεθα καὶ παρατετράμμεθα λογισμοῦ τοῦ βλέποντος εἰς εὐθύ. Τίνα γάρ, εἰπέ μοι, τῶν οὐ συμφρονεῖν ἑλομένων αὐτοῖς οὐκ ἂν κατασκώψειαν, οἵ γε τοσοῦτον διαλελυττήκασι καὶ μανίας ἀκράτου πρὸς τοῦτο ἥκουσι μέτρον ὡς εἰσποίητον εἶναι δεῖν οἴεσθαι τὸν Υἱὸν καὶ συντετάχθαι τοῖς ἄλλοις, εἰ καὶ τοῖς ἰδίοις εὑρήμασιν ἐπερυθριῶντες, καὶ λελυπημένην ὥσπερ καταγοητεύοντες τὴν ἀλήθειαν, δόξαν αὐτῷ περιπλάττουσι τὴν ἐξαίρετον καὶ τοῖς ἄλλοις ἀστιβῆ, καὶ τοσαύτην αὐτοὶ καθ᾽ ἑαυτοὺς ἐπινοοῦσι τὴν εὔκλειαν ὅσηνπερ ἂν βούλοιντο κατ᾽ ἐξουσίαν ἐπιμετρεῖν. Ἀλλ᾽ ὡς ἥδιστα ἂν ἠρόμην αὐτοὺς τῆς ἐπ᾽ ἀμφοῖν νοουμένης υἱοθεσίας τὸν τρόπον τίνα δὴ ἄρα πεπρᾶχθαί φασι.

Κεκλήμεθα μὲν γὰρ εἰς υἱοὺς ἡμεῖς, τὸ δὲ ὅπως οὐχ ἡμεῖς ἐροῦμεν, μυσταγωγήσει δὲ γράφων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Οὐκοῦν, ἐπειδήπερ ἡμῖν ἀρρήτως ἐνῴκισται διὰ τοῦ ἰδίου Πνεύματος ὁ Υἱός, πρὸς υἱότητα τὴν πνευματικὴν ἑαυτοὺς εἰσκεκλῆσθαί φαμεν.

Ἦ οὐχ ὧδε πεπρᾶχθαι τοῦτο ἐρεῖς; Β. Καὶ μάλα. Μεμνήσομαι γὰρ καὶ τοῦ σοφωτάτου διακεκραγότος ἡμῖν Ἰωάννου περὶ τοῦ Υἱοῦ· «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι.» Α. Ἄθρει δὴ οὖν, ὦ φιλότης, ὅποι ποτὲ ἡμῖν ὁ περὶ τοῦ Μονογενοῦς ἐκτελευτήσει λόγος, εἰ τοῖς εἰς υἱότητα κατακεκλημένοις ἰσοτρόπως συντετάξεται. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἐν υἱοῦ τάξει τὸ ποιηθὲν εἰ μὴ δι᾽ Υἱοῦ ἐν Πνεύματι. Καὶ μαρτυρήσει λέγων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Ἐν τίνι δὴ οὖν εἰς Υἱὸν ἔσται καὶ αὐτός; Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ἐν ἑαυτῷ τε καὶ δι᾽ ἑαυτοῦ, καίτοι τοῖς κατὰ θέσιν ἐναρίθμιος ὤν, εἴπερ ἐξοίχοιτο κατ᾽ αὐτοὺς τοῦ κατὰ φύσιν καὶ ἀληθῶς. Β. Ἀλλ᾽ εἰ φαῖεν ὅτι τὸν μὲν Υἱὸν ἡμεῖς, αὐτός γε μὴν εἰσοικίζεται τὸν Πατέρα, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν; Α. Φαίην ἂν ὅτι εἰ μὲν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὴν θείαν ἡμῖν ὅπως ἔχει διορίζουσι φύσιν καὶ νόμους ἐπ᾽ αὐτῇ κατὰ τὸ ἀβασανίστως δοκοῦν ἐκφέρουσι, βραχὺς κομιδῇ, μᾶλλον δὲ ὅλως οὐδεῖς γένοιτ᾽ ἂν εἰκότως τῶν γε ἅπαξ εἰς τοῦτο ἡκόντων ὁ λόγος, ἐπείπερ ἐρεύγονται μὲν τὰ ἀπὸ καρδίας αὐτῶν, τῶν δὲ ἀπὸ στόματος Κυρίου λαλοῦσιν οὐδέν.

Εἰ δὲ δεῖν οἴονται τὴν τῆς ἀκραιφνοῦς θεογνωσίας διαστείχειν ὁδόν, ὃ φρονεῖν ἐγνώκασι ταῖς ἀπὸ τῆς θείας Γραφῆς κατασφραγιζόντων φωναῖς. Β. Ναί, φησίν. Ἔφη γὰρ ὁ Υἱὸς πρὸς Φίλιππον· «Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Α. Ἆρ᾽ οὖν ἁγιάζει τὸν Υἱὸν ὁ Πατὴρ ἐν αὐτῷ γεγονώς; Β. Ἐροῦσί που πάντως. Α. Ἅγιος ὢν κατὰ φύσιν καὶ οἴκοθεν ἔχων τὸν ἁγιασμὸν καὶ τὸ ἁγιάζειν δύνασθαι τοὺς ἐν οἷς ἂν γένοιτο τυχόν, ἢ γοῦν παρ᾽ ἑτέρου τοῦτο τὸ χρῆμα πεπλουτηκώς; Β. Ἅγιος δηλονότι κατὰ φύσιν αὐτὸς ὤν. Α. Οὐκοῦν, ὦ γεννάδαι καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν ἀπηχεστάτων, ἁγιότητος μὲν φυσικῆς ὁ Υἱὸς ἐστέρηται, καὶ τοῦ πλημμελεῖν οὐκ ἐλευθέραν, ἤγουν εἰσάπαν ἀπηλλαγμένην τὴν φύσιν διεκληρώσατο, τό γε ἧκον εἰς αὐτήν. Εἴπερ οὖν ἀπόνασθαί τι δοῖεν ἂν αὐτήν, ἔκ γε τοῦ ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τὴν ἐφ᾽ οἷς τεθαύμασται πρὸς ἡμῶν ἴδρυσίν τε καὶ δόξαν ἑλεῖν, προστιθέντος δὲ τῷ Υἱῷ τοῦ ἡγιάσθαι μηδέν, εἰκαῖον, οἶμαί που, τὸ φάναι λοιπὸν ἐνηυλίσθαι τε καὶ ἐνοικεῖν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. Ἀλλὰ μὴν αὐτός τέ ἐστιν ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Καὶ τίς ἂν γένοιτο τυχὸν ὁ τοῦδε τρόπος ἢ ὅπως ἂν ἔχοι τὸ χρῆμα ἄριστα ἂν ὧδε διασκεψαίμεθα. Ὁ μὲν γὰρ Υἱός, κατά γε τὸ αὐτοῖς τάχα που καὶ μόνοις ἀνοσιώτατα δοκοῦν, εἰσοικίζεται τὸν Πατέρα δεδεημένος ἁγιασμοῦ.

Τί δ᾽ ἂν νοοῖτο πεπλουτηκὼς καὶ αὐτὸς ὁ Πατήρ, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ;

Εἰ μὲν οὖν ὡς ἔστιν ἐροῦσι τρόπος οὑτοσὶ τοῦ τελείως ἁγιάζεσθαι δεῖν τὸ ἁγιάζεσθαι πεφυκός, τί μὴ καὶ ἡμεῖς τὸ Πνεῦμα δεχόμενοι μετακεχωρήκαμεν εἰς αὐτό, ὡς ἐκεῖνο μὲν ἐν ἡμῖν, ἡμᾶς δὲ αὖ κατοικεῖν ἐν αὐτῷ; Εἰ δὲ θορυβεῖ 〈μέντοι〉 ἐν τούτοις τὸ λίαν ἀπρεπές—τὸ Πνεῦμα γὰρ ἐν ἡμῖν, καὶ οὐχ ἡμεῖς ἐν αὐτῷ κατὰ φύσιν—, πῶς οὐχ ἑώλοις ἐπινήχονται λογισμοῖς, οὐχὶ τῇ ταὐτότητι τῆς οὐσίας ἀπονέμεσθαι δεῖν οἰόμενοι τὸ ἐν Πατρὶ μὲν Υἱόν, Πατέρα δὲ αὖ καταγράφειν ἐν Υἱῷ, ἀλλ᾽ ἐν μοίρᾳ τῶν θύραθεν καὶ συμβεβηκότων ἀγαθῶν ἐνοικίζεσθαι τῷ Υἱῷ τὸν γεγεννηκότα διατείνεσθαί τε καὶ φρονεῖν ᾑρημένοι; Ἄλλως τε κἀκεῖνο γάρ, οἶμαι, δεήσει λέγειν· οὐχὶ τῇ πρὸς Υἱὸν ἑνότητι τῇ διὰ τοῦ Πνεύματος ἐν τοῖς ἑλοῦσιν ἐνεργουμένῃ, πρὸς υἱότητα διαμορφούμεθα, πρὸς δόξαν ὥσπερ ἰδίαν ἀναπλάττοντος ἡμᾶς τοῦ Υἱοῦ καὶ τοὺς τῆς ἰδίας μορφῆς χαρακτῆρας ἐνσημαινομένου καὶ οἱονεί πως ἐγγράφοντος ταῖς τῶν δεχομένων ψυχαῖς; Β. Καὶ πάνυ. Α. Ἀνακείσεται δὴ οὖν ὡς ἐνέργεια φυσικὴ τὸ υἱοποιεῖν δύνασθαι τῷ Υἱῷ, καὶ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, καλῶς τε καὶ ἀμωμήτως ἔχειν ἢ ἐπείπερ ἐστὶν Υἱός; Β. Ἔστω. Τί δὴ οὖν ἐντεῦθεν; Α. Ὅτι τὴν Πατρὸς ἐνοίκησιν κατά γε τὸν εἰκότα καὶ ἀκριβῆ λογισμὸν οὐχ ἑτερουργὸν εἶναι δώσομεν, ἐπιτελεῖσθαι δὲ οὕτως ὡς ἂν νοοῖτο καὶ ἐφ᾽ Υἱοῦ τὸ δι᾽ αὐτοῦ πληρούμενον.

Πατέρα γὰρ πάντως καὶ οὖχ Υἱὸν διαδείξειεν ἂν ὁ Πατὴρ τὸν ἐν ᾧπερ ἂν ἕλοιτο κατοικεῖν καὶ εἰς ἰδίαν αὐτὸν εἰκόνα διαμορφοῦν. Β. Ἆρ᾽ οὖν, εἰπέ μοι, τὸν θεῖον ἐν ἡμῖν ἐξεικονισμόν, ὃν ἡ τοῦ ἀνθρώπου φύσις καταπλουτῆσαι λέγεται— πεποίηται γὰρ κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ—, πρὸς μόνην ἐμφέρειαν τὴν εἰς Υἱὸν εἶναι δώσομεν, ἢ καὶ εἰς τοῦτο συνεισδεξόμεθα τῷ Υἱῷ τὸν Πατέρα, καὶ πρὸς ὅλην ἐροῦμεν τὴν θείαν ἡμᾶς μεμορφῶσθαι φύσιν, καίτοι χρηματίζοντας υἱοὺς καὶ τεταγμένους ἐν τέκνοις; Α. Εἶτα, ὦ φιλότης, οὐκ οἴει χρῆναι νοεῖν ὡς ὁ σύμπας ἡμῖν τῆς πίστεως ἔν γε τουτῳῒ λόγος εἰς μίαν μὲν βλέπει θεότητος φύσιν, τὴν ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, αἳ σύμμορφοι καὶ ταὐτοειδεῖς ἀλλήλαις εἰς ἕν τι τὸ ἀνωτάτω συνθέουσι κάλλος, πρὸς ὃ καὶ ἡμεῖς μεμορφώμεθα, κατὰ τὰς Γραφάς, κατεσφραγίσμεθα δὲ πρὸς υἱότητα δι᾽ Υἱοῦ ἐν Πνεύματι; Εἴη γὰρ ἂν εἰκὼν Υἱοῦ μὲν υἱότης, Πατρὸς δὲ πατρότης· οὐκοῦν υἱοὶ δι᾽ Υἱόν, εἰκὼν δὲ Θεοῦ καὶ ὁμοίωσις ἡμεῖς, πρὸς ὅλην οὕτω τὸ ἐν ἀρχαῖς πεπλαστουργημένοι τὴν φύσιν, δῆλον δὲ ὅτι τὴν ἀνωτάτω. Β. Εὖ λέγεις. Α. Ἀδολεσχία τοιγαροῦν, τὸ τελοῦν εἰς ὄνησιν οὐδὲν ἔχουσα παντελῶς, τὸ ὑπερτείνεσθαι φιλεῖν εἰς τὴν τοῦ πρέποντος ἐπέκεινα ζήτησιν. Χρῆμα δὲ οἶμαι σοφὸν τὸ διασκέπτεσθαι καὶ φρονεῖν τὰ οἷσπερ ἂν ἕποιτο πάντη τε καὶ πάντως τὸ λυσιτελές. Β. Κομιδῇ μὲν οὖν. Α.

Ὕθλοι δὴ οὖν τὰ ἐκείνων, καὶ διερρίφθω μακρὰν πρὸς αὐτό που τὸ λοῖσθον ἥκοντα τῶν κακῶν. Ἥκιστα δὲ ἡμεῖς οἰηθείημεν ἄν ποτε νόθον μὲν εἶναι Θεὸν καὶ ἀρτιφανῆ τὸν Υἱόν, ἁγιάζεσθαί τε, ἤγουν εἰς υἱότητα διακεκλῆσθαι παρὰ Θεοῦ, καὶ δόξαν ἑλεῖν τὴν εἰσποίητον σὺν ἡμῖν, φύσεως δὲ μᾶλλον διακεκτῆσθαι νόμῳ τοῦθ᾽ ὅπερ ἐστίν. Υἱοποιηθείη δ᾽ ἂν οὔ τί που διὰ τοῦ ἰδίου Πνεύματος. Ὅτι γὰρ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός, ἀναμάθοι τις ἄν, καὶ λίαν ἀμογητί, αὐτοῦ μὲν λέγοντος· «Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» Καὶ πάλιν· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Ὡδὶ δὲ καὶ Παύλου τοῖς πιστεύουσιν ἐπιστέλλοντος· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾽ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.

Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην.» Τὸ τοίνυν ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς τῇ τῆς υἱότητος δόξῃ καταχρυσοῦν, φημὶ δὴ τὸ Πνεῦμα, ἐπείπερ ἐστὶ τοῦ Υἱοῦ, ἐνεργήσει μὲν εἰς ἑτέρους τὴν υἱοποίησιν, ἀπρακτήσει δὲ παντελῶς περὶ τὸν οὗπέρ ἐστιν, οὐκ εἰσκεκριμένον, οὔτε μὴν ἔξωθεν εἰσπεφοιτηκός, ἀλλ᾽ οὐσιωδῶς ὑπάρχον αὐτοῦ, καὶ δι᾽ αὐτοῦ προχεόμενον τοῖς ἑλεῖν ἀξίοις ἐν εὐδοκίᾳ Πατρός. Ἢ οὐκ ὀρθῶς σοι ταῦτα φάναι τε καὶ ἐννενοῆσθαι δοκῶ; Β. Παντάπασι μὲν οὖν. Α. Ὁ δὲ δὴ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Ἰωάννης, ὅταν εἰς μέσον ἥκῃ βοῶν περί τε Θεοῦ καὶ ἡμῶν· «Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν,» πῶς οὐ παντελῶς ἀταλαίπωρον ἰδεῖν ὅτι Θεὸς ἀληθῶς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφοίτηκεν ὁ Υἱός, εἴπερ ἐστὶν ὡς Θεὸς καὶ οὐχ ἕτερόν τι κατοικοῦν ἐν ἡμῖν τὸ Πνεῦμα αὐτοῦ;

Καὶ πρός γε τούτῳ φημί, εἰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ἐν ᾧ τὴν τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ζωοποιεῖ τε καὶ ἁγιάζει φύσιν, ἴδιόν ἐστι καὶ τοῦ Υἱοῦ, τίς ἂν εἰς τοῦτο προήκοι χυδαιότητος λογισμῶν ὡς νοεῖν ἢ φράσαι τῆς πρὸς Πατέρα καὶ Θεὸν ὁμοουσιότητος ἐκπεφοιτηκέναι καὶ τελεῖν ἐν κτίσμασι, καὶ οὐχὶ τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα τῶν ταύτης ὅρων ἐξοίσει τε καὶ χαριεῖται τῇ κτίσει, ὡς ὁρᾶσθαι λοιπὸν τὸ παραλλάττον οὐδέν, ἰσομέτρως δὲ εἶναι λαμπρὰν κτίσιν τε καὶ φύσιν ᾗ τὸ κατὰ πάντων ἔνεστι κράτος; Β. Σφαλερὸν τὸ χρῆμα. Πῶς γὰρ οὔ; Α. Οὐκοῦν, ἐπειδήπερ τοῖς τοῦ Πατρὸς ἰδιώμασιν ἐκλελαμπρυσμένον παρά γε τοῖς ἱεροῖς Γράμμασι καταθρήσαι τις ἂν εὖ μάλα τὸν Μονογενῆ, φέρε δή, φέρε, καὶ ἑτέρας ἐννοίας τοῖς εἰρημένοις ἐπισυλλέγοντες, τὸν ἀδρανῆ καὶ ἀπόπληκτον τῶν δι᾽ ἐναντίας ἐκπολιορκῶμεν λόγον, καὶ παραθῶμεν εἰς μέσον τὰ δι᾽ ὧν ἂν φαίνοιτο καὶ ἰσουργὸς καὶ ἰσοσθενὴς τῷ Θεῷ καὶ Πατρί, καὶ μὴν καὶ Θεός, οὐ τοῖς κατὰ χάριν εἰς τοῦτο ἠγμένοις ἐναρίθμιος ὤν, οὔτε μὴν εὐκλείαις ταῖς ἔξωθεν κατηγλαϊσμένος, ἀληθινὸς δὲ μᾶλλον, καὶ τὸ κατά τι γοῦν ὅλως μειονεκτεῖσθαι φυγὼν τῆς τοῦ τεκόντος ὑπεροχῆς, ἧσπερ ἀνέχειν νοοῖτο κατὰ παντὸς γενητοῦ. Β. Ὡς πολλοῦ γε, ὦ τᾶν, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον φαίην ἂν ἔγωγε τουτί. Α.

Οἴει δὴ οὖν, ὦ ἑταῖρε, μετεῖναί τινι τῶν κεκλημένων εἰς ὕπαρξιν τὸ ἐνεργεῖν δύνασθαι καὶ διαπεραίνειν εὐκόλως ἅπερ ἂν αὐτὴ καὶ μόνη κατορθώσειεν ἥ γε τῶν ὅλων κατάρχουσα φύσις; Β. Οὐδενί. Α. Ὀρθῶς ἔφης. Ἀνάπτει δὴ οὖν ὁ ἱερώτατος Παῦλος ὡς ὑπερφυὲς καὶ ἐξαίρετον καὶ τοὺς ὅρους ὑπερτρέχον παντός, οἶμαι, τοῦ πεποιημένου τῷ Θεῷ καὶ Πατρὶ τὸ ζωογονεῖν δύνασθαι τοὺς νεκρούς. Ἔφη δὲ οὕτως· «Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν, καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε κατέναντι οὗ ἐπίστευσε Θεοῦ τοῦ ζωογονοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα.» Ἴθι δὴ οὖν καὶ ἐπ᾽ αὐτήν, εἰ δοκεῖ, τὴν τοῦ Υἱοῦ δόξαν. Ἥκιστα μὲν γὰρ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατήρ, ἰσομέτροις δὲ μᾶλλον ταῖς ἐνεργείαις κατεστεμμένον κατόψει δὴ πάλιν. Ὁ αὐτὸς γὰρ ἡμῖν ἔφη Παῦλος· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ζωὴ γάρ ἐστιν, οὐχ ἑτεροίως ἔχων ἔν γε τοῖς καθ᾽ ἑαυτὸν ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Διεπύθου γάρ που λέγοντος αὐτοῦ· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.»

Τοιγάρτοι τὸ θεοπρεπὲς εἰς ἐνέργειαν μήνυσιν ἐναργῆ τῆς ἑαυτοῦ φύσεώς τε καὶ δόξης ἐποιεῖτο λέγων· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Ἦ γὰρ οὐχὶ διὰ τούτων ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἠξίου γνωρίζεσθαι; Ὡς εἴπερ τῳ φαίνοιτο προσὸν τὸ ἰσουργεῖν δύνασθαι τῷ Θεῷ, ἰσοκλεὴς πάντως που καὶ ἕτερον οὐδὲν εἴη ἂν ἢ Θεός. Ἄγει γάρ, οἶμαι, πρὸς τοῦτο ἡμᾶς ὁ λόγος. Β. Ἔοικεν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν τοῖς ἴσοις ἀπαραλλάκτως ἐπαυχεῖν κατορθώμασι, μὴ οὐχὶ τῆς ἴσης μεταποιούμενος δόξης. Α. Ἱεροῦ δὲ ἡμῖν ἐπιφωνοῦντος Γράμματος· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔστι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα,» πόθεν ἂν ᾠήθης αὐτὸς τὴν τῶν θείων ἡμῖν χαρισμάτων πράττεσθαι διανομήν; Β. Ἐκ Θεοῦ Πατρὸς δηλονότι. Α. Καὶ μὴν τοῖς ἁγίοις ἀποστόλοις ἐπ᾽ ἐξουσίας ἐδίδου τὴν κατὰ πνευμάτων ἀκαθάρτων εὐσθένειαν ὁ Χριστός, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ τὸ ἔτι τούτων ὑπερτεροῦν, καὶ αὐτοῦ δύνασθαι καταθλεῖν θανάτου διεκελεύετο, θεοπρεπέστατα λέγων· «Ἀσθενοῦντας θεραπεύετε καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε.»

Διωμολόγηκέ τε καὶ μάλα σαφῶς ὁ θεσπέσιος ἡμῖν Ἰωάννης λέγων· «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν.» Δόσις δὲ ἀγαθὴ καὶ δώρημα τέλειον εἴη ἂν ἕτερόν τι, κατά γε τὸ αὐτῷ σοι δοκοῦν, πλὴν ὅτι τοι τὸ μεταλαχεῖν ἁγίου Πνεύματος; Β. Οὐδαμῶς. Α. Ἄθρει δὴ οὖν καὶ διὰ τούτων ἡμῖν, ὦ φιλότης, ἐξ ἰδίου πληρώματος προϊέντα τὸν Υἱὸν τὸ ἴδιον αὐτοῦ καὶ ἀναποβλήτως ἐμπεφυκὸς ἅγιον Πνεῦμα, δι᾽ οὗ πᾶσα δόσις ἀγαθή. Ἐπειδὴ γὰρ ἀνέβη ὁ καταλύσας τὴν φθορὰν καὶ τοῖς τοῦ θανάτου δεσμοῖς ἐρρῶσθαι φράσας, ἀνακομίζων ἡμᾶς εἰς ἁγιασμὸν καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλλος καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους τοῖς ἀποστόλοις ἐντιθείς, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτῶν λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἀλλ᾽ εἴπερ ἐστὶν ἄνωθέν τε καὶ παρὰ Πατρὸς πᾶν δώρημα τέλειον, ἐνεργεῖ δὲ τὴν τούτων διανομὴν οὐ διακονικῶς ὁ Υἱός, ἐν ἐξουσίᾳ δὲ μᾶλλον τῇ θεοπρεπεῖ, κατὰ τίνα δὴ ἄρα λοιπὸν ἀφεστήξει τρόπον τοῦ μὴ εἶναι κατὰ φύσιν τοῦθ᾽ ὅπερ ἐστὶν ὁ γεννήσας αὐτόν, ἀληθινὸς δηλονότι Θεός, καὶ οὐ νόθαις τισὶ καθάπερ ἐν πίνακι κατακεχρωσμένος τιμαῖς; Β. Κατ᾽ οὐδένα, καθάπερ ἐγᾦμαι. Α. Ὁ δὲ δὴ τῆς πίστεως λόγος οὐκ ἂν διαρκέσαι πρὸς ἔνδειξιν τὴν τελεωτάτην τοῦ κατὰ φύσιν εἶναι Θεὸν τὸν Υἱόν; Β. Πῶς φῄς; Α.

Ὅτι Χριστῷ πιστεύοντες, πρόσιμεν οὕτω Θεῷ τῷ κατὰ φύσιν καὶ ἀληθινῷ, καὶ τῆς πολυθέου πλάνης ἀπηλλάγμεθα, τὸ κτίσει λατρεύειν ἐκβεβηκότες, καὶ τῆς ἐπὶ τούτῳ γραφῆς ἐλευθέραν ποιούμενοι τὴν προσκύνησιν. Καὶ γοῦν τοῖς κεκλημένοις διὰ τῆς πίστεως εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ὁ σοφὸς γράφει Παῦλος πῇ μὲν ὅτι «Διὸ μνημονεύετε ὑμεῖς, τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς ἐλπίδος τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.» Καὶ ἑτέρωθι δὲ πάλιν φησίν· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ἄθεοι δὲ εἴπερ ἦσαν οἱ δίχα Χριστοῦ, καὶ Θεὸν ἐπεγνώκασι λοιπὸν διὰ τοῦ προσήκασθαι τὴν πίστιν καὶ συγκατανεῦσαι λέγοντι τῷ Υἱῷ· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὅτι πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ,» πῶς οὐκ ἂν νοοῖτο Θεός, οὐ ταῖς καταπλάστοις καὶ ἔξωθεν εὐφημίαις πρός τε ἡμῶν αὐτῶν καὶ 〈τῶν ἁγίων〉 ἀγγέλων τιμώμενος, ἀλλ᾽ οὐσιωδῶς εἶναι πεπιστευμένος ὅπερ ἐστίν, ἀληθῶς Θεὸς δηλονότι καὶ ἐκ Θεοῦ κατὰ φύσιν;

Τί γάρ, εἰπέ μοι, δοίης ἂν ἐννενοηκέναι τὸν Παῦλον, γεγραφότα περὶ αὐτοῦ καὶ λέγοντα· «Ὅτι Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν· ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ Θεῷ.» Ὅτε τοίνυν εἰ Χριστῷ τις ἴοι πρὸς καταλλαγήν, Θεῷ καταλλάσσεται, καὶ ἐν Χριστῷ τὴν σύμβασιν κόσμος ἔχει πρὸς Θεόν. Ἆρ᾽ οὐκ ἂν γελῷτο, καὶ σφόδρα εἰκότως, τὸ δεῖν οἴεσθαι τῆς τοῦ Πατρὸς οὐσίας ἀπολισθεῖν τὸν ἐξ αὐτοῦ φύντα τε καὶ ἐν αὐτῷ Λόγον; Β. Παντελῶς. Α. Τὸ δὲ δὴ χρῆναι κατάρχειν τῶν ὅλων καὶ τὸ ἐκπρεπὲς ἐν ὑπεροχῇ κατὰ παντὸς τοῦ πεποιημένου καὶ κεκλημένου πρὸς γένεσιν, ἀναθείης ἂν ὅτῳ μάλιστα τῶν ὄντων, καὶ οὐκ ἂν ἁμάρτοις λογισμοῦ τοῦ καθήκοντος; Β. Θεῷ δηλονότι. Ψάλλει γάρ που Δαβίδ· «Ὅτι τὰ σύμπαντα δοῦλα σά.» Καὶ μὴν ὅτι· «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς. Ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Α. Εὖγε, ὦ ἑταῖρε· Θεὸς γὰρ ἡμῖν ἔν γε τουτοισὶ διαρρήδην ὁ ὑμνούμενος. Μέτεστι δὴ οὖν τῶν πεποιημένων οὐδενὶ τὸ ὡς ἐν ἰδίοις εἶναι τοῖς κτίσμασιν, ἤγουν ἑαυτοῦ τὰ ὄντα λέγειν καὶ σκήπτροις ἰδίοις ὑποφέρειν ἀποτολμᾶν.

Ἢ εἴπερ ἕλοιτο τοῦτο δρᾶν τῇ τῆς βασιλείας δόξῃ μὴ κατεστεμμένος, οὐκ ἂν ὑπαίτιον εἶναι φήσομεν ἐγκλήματος καὶ γραφῆς; Β. Ὧδε ἔχει. Α. Εἶτα τί μαθὼν ὁ Υἱὸς οὔ τί που μᾶλλον ἔφη Πατρός, ἑαυτοῦ δὲ πρόβατα τοὺς πεπιστευκότας; «Τὰ γὰρ πρόβατα τὰ ἐμά, φησί, τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.» Ἀφῖχθαί γε μὴν «εἰς τὰ ἴδιά» φησιν αὐτὸν ὁ θεολόγος ἡμῖν Ἰωάννης, ἴδια λέγων αὐτοῦ τήν τε ἐπὶ γῆς ἀνθρωπότητα, καὶ πᾶν, οἶμαι, τὸ πεποιημένον. Ἐνεργεῖ δὲ καὶ εἰς ἡμᾶς τὴν Πατρὸς ἐνέργειαν οὐχ ὑπεσταλμένως, καὶ τὴν τῆς κυριότητος δόξαν οὐκ ὀθνείαν ἔχων ὁρᾶται, ποιεῖται δὲ μᾶλλον ἰδίαν τῇδέ τε ἔχειν ἀξιοῖ. Διαλεγόμενος γάρ που τοῖς συνθέουσί τε καὶ ἑπομένοις αὐτῷ μαθηταῖς· «Ὁ μὲν θερισμός, ἔφη, πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.» Ἀλλὰ τὴν τῶν ἀμώντων ἀνάδειξιν, καίτοι τοῖς τοῦ Πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων ὡς ἐξαίρετον. Αὐτοῦ δὲ εἶναι τὴν ἅλω καὶ ὁ σοφὸς Ἰωάννης διισχυρίσατο λέγων· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ.»

Καὶ πρός γε τούτοις, αὐτῷ τοὺς πεπιστευκότας ὡς Δεσπότῃ καὶ Θεῷ καταγράφει λέγων ὁ Παῦλός ποτε μέν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Ποτὲ δὲ αὖ· «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ·» καίτοι Θεῷ λέγοντός τινος, μᾶλλον δὲ ἁγίου παντός· «Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.» Ἆρ᾽ οὖν ἔσθ᾽ ὅπως οἵπερ ἂν, ἴδιοι νοοῖντο τοῦ Πατρὸς, εἶεν ἂν οὗτοι Χριστοῦ κατὰ τὸν ἴσον τρόπον μὴ οὐχὶ συνεισδουμένης εἰς ἑνότητα τῆς ἀμφοῖν οὐσίας; Β. Οὔ φημι. Θεὸς γὰρ εἷς ἐφ᾽ ἡμᾶς καὶ Κύριος εἷς.

Διήκοι δ᾽ ἂν ἐπ᾽ ἀμφοῖν οὐσιωδῶς ἑκάτερον. Α. Ἀληθὴς ὁ λόγος. Ἀνάπλεως γὰρ κυριότητος καὶ τῆς ἐπὶ τούτῳ δόξης μεμεστωμένος ὡς Θεὸς ὁ Πατήρ, καὶ μὴν καὶ Θεὸς ὡς Κύριος ὁ Υἱός. Εἴη δ᾽ ἂν οὔτε Θεὸς ὁ Πατὴρ τοῦ κυριεύειν δίχα, οὔτ᾽ ἂν ἀληθῶς Κύριος ὁ Υἱὸς τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος ἐκμεμοχλευμένος.

Τοιγάρτοι πρὸς ἀδιάσπαστον κοινωνίαν οἱονεί πως ἀνακιρνὰς τὰ ἀμφοῖν ὁ θεσπέσιος Παῦλος, ὁτὲ μὲν Θεοῦ τοῦ Πατρὸς ὁτὲ δὲ Χριστοῦ τὸ Εὐαγγέλιον εἶναί φησι. Βούλει, λέγωμεν τὰ ἐξ ἱερῶν ἑλόντες Γραμμάτων εἰς πληροφορίαν; Β. Καὶ μάλα. Α. Ἔφη τοίνυν· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Μετακομίζων δὲ ὥσπερ τὴν τοῦ Θεοῦ δόξαν ἐπὶ τὸν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ σὺν αὐτῷ νοούμενον Υἱόν, ἔφη πάλιν· «Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.» Ἀμφοῖν δὲ τοῖν ὀνομάτοιν τὴν δήλωσιν κατασφίγγων εἰς ἕν, διὰ τὴν ταὐτότητα τῆς οὐσίας· «Τολμηρότερον δέ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.» Ἓν οὖν ἄρα τὸ Εὐαγγέλιον Χριστοῦ καὶ Θεοῦ, καὶ ὅσπερ ἂν γένοιτο περὶ Θεοῦ λόγος, οὑτοσὶ ἤδη πρέπων ἂν εἴη καὶ τῷ Υἱῷ. Εἰ δὲ δή τι τὸ μεσολαβοῦν καὶ διιστῶν εἰς ἀνομοιότητα κατεφαίνετο τοῦ τεκόντος τὸ γεννηθέν, γένοιτ᾽ ἂν ἤδη πως οὐχ ὁ αὐτὸς ἐπ᾽ ἀμφοῖν ἔτι λόγος. Ἢ οὐκ ἀληθὲς εἶναι φῄς, ὦ Ἑρμεία; Β. Ἔγωγε. Α.

Διεστήξει δὴ οὖν καὶ ἀποιχήσεταί ποι πρὸς τὸ ἑτεροίως ἔχον τὰ διηγήματα, καὶ οὐχ ὅπερ ἄν τις ὀρθῶς ἔχειν οἴοιτο τυχὸν περὶ Θεοῦ καὶ Πατρός, τοῦτό τοι διανοεῖσθαι προσήκοι ἂν καὶ περὶ Υἱοῦ. Ἓν οὖν ἄρα πῶς ἂν εἴη τὸ ἀμφοῖν Εὐαγγέλιον, προήκοι δ᾽ ἂν ὅπως διὰ τῶν αὐτῶν ἡμῖν ἀπαραλλάκτως διηγημάτων, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, καὶ οὐχὶ δὴ μᾶλλον καταπλανήσειεν ἂν τὸν μυσταγωγούμενον, ἢ γοῦν σαγηνεύσει πρὸς ἀληθείας ἐπίγνωσιν; Β. Ἀληθές. Α. Ὁ δὲ τὸ τοῦ Θεοῦ μυστήριον, τουτέστι τὴν ἐπ᾽ αὐτῷ πίστιν, τοῖς οὔπω μαθοῦσιν ἱερουργῶν, πῶς ἂν λέγοιτο Χριστοῦ λειτουργὸς καὶ Χριστὸν διακηρύξῃ, Θεῷ τὴν δόξαν πραγματευόμενος καὶ Θεοῦ μὲν διάκονον ἑαυτὸν ἀποκαλῶν; «Ἐν παντὶ γάρ, ἔφη, συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.» Ἐτέρωθι δέ που περί τινων· «Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λέγω, ὑπὲρ ἐγώ.» Ἆρ᾽ οὖν ἐστί τις ὡς ἔν γε τουτοισὶ λόγος, πρὸς ἀνομοιότητα φυσικὴν διιστὰς τοῦ Θεοῦ καὶ Πατρὸς τὸν Υἱόν; Β. Οὐκ ἔχω νοεῖν. Α. Ἔκτοπον δὲ καὶ ἑτέρως τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν εἶναι τὸν Υἱόν, Θεοῦ μὲν εἶναι τὴν Ἐκκλησίαν, Χριστοῦ δὲ αὖ πάλιν ἀνακεκραγότων αὐτὴν τῶν ἱερῶν Γραμμάτων. Ἔφη γὰρ ὧδέ τισιν ὁ θεσπέσιος Παῦλος· «Ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.» Ἑαυτῷ δὲ πάλιν παραστῆσαι τὴν Ἐκκλησίαν ἄσπιλόν τε καὶ ἀρρυτίδωτον διισχυρίσατο τὸν Υἱόν.

Καὶ μὴν καὶ Θεοῦ λέγοντος δι᾽ ἑνὸς τῶν προφητῶν κατοικήσειν τε καὶ ἐμπεριπατήσειν ἐν ἡμῖν, Χριστὸς ἐνοικεῖ, καὶ τὸ πάλαι τεθεσπισμένον ὡς Θεὸς ἐνεργεῖ. «Πιστὸς μὲν γὰρ ἦν ὁ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, κατὰ τὸ γεγραμμένον, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς.» Β. Τὸ ἀπεῖργον οὖν ἄρα παντελῶς οὐδὲν οἴεσθαί τε καὶ φρονεῖν ἀληθῶς ὡς ἐπείπερ ἡμῖν ἐξ αὐτῆς ἀνέφυ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱός, οὐχ ἕτερος ἂν νοοῖτο παρ᾽ αὐτὸν ὑπάρχειν, ὅσον εἰς ταὐτότητα φυσικήν. Α. Εὖγε, ὦ φιλότης· ἐδόκει γὰρ ὀρθῶς ἔχειν τὸ τῇδε δοξάζειν καὶ τῷ μακαρίῳ Παύλῳ· «Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, φησί, τίς καθ᾽ ἡμῶν; Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;». Εἴπερ οὖν ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱός, ἆρα ἂν ἐξοίχοιτο πρὸς ἀλλοτριότητα φυσικήν, ἐπινοηθείη δ᾽ ἂν λόγος τὸ καταψέγεσθαι δεῖν οὐκ ἔχων, εἰς ὀθνειότητα διιστὰς καὶ ἀλλότριον ἀποφαίνων τό τινος ἴδιον, οὗπερ ἂν ἴδιον νοοῖτο καὶ λέγοιτο; Β. Οὐκ οἶμαι. Α. Τί δέ; Οὐχὶ μυρίους εἶναί φαμεν τοὺς εἰς υἱότητα κεκλημένους τὴν ὑπὸ Θεῷ; Β. Καὶ μάλα. Γέγραπται γάρ· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Α.

Ἆρ᾽ οὖν ἕνα τυχὸν ἢ δύο τῆς οὕτως ἀμέτρου πληθύος ἐξελών, κατατολμήσειεν ἄν τις ἰδίους υἱοὺς εἶναι λέγειν τοῦ Θεοῦ καὶ Πατρός, καὶ οὐκ ἂν ὄφλοι δίκην ἥνπερ ἄν τις ἐπαρτήσαι τυχὸν τοῖς παρασημαίνειν ἐθέλουσι τῆς ἀληθείας τὸ κάλλος; Β. Φαίην ἂν ἔγωγε· λέγεις γὰρ ὀρθῶς. Α. Εἰ δὲ δὴ βουλοίμην ἀναμαθεῖν ἀνθ᾽ ὅτου μυρίοι μὲν ὅσοι διακέκληνται θεοὶ καὶ υἱοί, ἕρπει γε μὴν τὸ ἴδιον ἐφ᾽ ἑνὸς κυρίως τε καὶ ἀληθῶς, τί ἂν ἔφης αὐτός; Β. Ἔφην ἄν, ὅτι, οἱ μὲν γὰρ εἰσπεποίηνται πρὸς υἱότητα φιλοτιμίας τῆς ἄνωθεν εὕρημά τε καὶ δῶρον τὴν ἐπὶ τῷδε κλῆσιν ἀποκερδαίνοντες· ὁ δέ ἐστιν οὐχ ὧδε ἔχων, ἀλλ᾽ ἴδιος ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρός, ἅτε δὴ καὶ σὺν αὐτῷ τὴν ἐπέκεινα πάντων ἀποτεμόμενος φύσιν. Α. Ἴδιον δὲ Θεοῦ φυσικῶς τὸ μὴ Θεὸς ἄρα, κτιστὸν δὲ μᾶλλον, ἢ πῶς; Β. Καὶ μὴν τοῦτο ἀμφίλογον οὐδαμῶς. Θεότης γὰρ πάντως ἴδιον Θεοῦ, καθάπερ ἀμέλει καὶ κτιστὸν κτίσεως. Α. Εἰ δὲ δή τις οἴοιτο κτιστὸν ἢ κτίσιν ἴδιον εἶναι Θεοῦ φυσικῶς, τὴν ἀντίστροφον ἰέναι τῷ λόγῳ τρίβον ἀσφαλὲς οἶμαί που. Κτίσεως γὰρ ἴδιον θεότητα λέγειν, τὸ λυποῦν οὐδέν· ἀλλ᾽ ὧδε φρονεῖν οὐ θέμις. Συνωθούσης οὖν ἄρα τῆς τῶν λογισμῶν ἀτοπίας ἐπὶ τὸ χρῆναι νοεῖν ὀρθῶς, ἴδιος ἂν εἴη λοιπὸν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, οὐ τοῖς εἰσποιήτοις ἐπαριθμούμενος, ἀλλ᾽ ὡς Θεὸς ἐκ Θεοῦ.

Καὶ ἐπείπερ οὐ διάφορόν τε καὶ διεσχοινισμένον εἰς ὀθνειότητα φυσικὴν τὸν τοῦ πῶς εἶναι λόγον διεκληρώσατο τὰ ὅσαπερ ἂν εἰς ἓν καὶ ἀπαραλλάκτως ἀναδεσμοῖτο γένος τε καὶ εἶδος· εἷς γὰρ ἂν γένοιτο κατὰ παντὸς ἀνθρώπου λόγος τε καὶ ὅρος τῆς οὐσίας σημαντικός· οὐκ ἄρα Θεὸς ἑτεροφυὴς παρὰ τὸν ἐξ οὗ πέφηνεν ὁ Υἱός, Θεὸς δὲ μᾶλλον ἀληθινός· ἴδιος γὰρ ὠνόμασται Θεοῦ τοῦ φύσει καὶ ἀληθῶς, καὶ πληθύος μὲν εἰσποιήτου διενεγκών, εἰς δὲ τὴν τοῦ ἑνός τε καὶ ἀληθῶς ἀναθρῴσκων δόξαν. Β. Εὖ λέγεις. Α. Τοιγάρτοι καὶ Γράμμα πάλιν ἡμῖν ἱερὸν οὐσιώδη τὴν ἕνωσιν ἀποσώζεσθαι δεῖν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα φησίν. Ἔχει γὰρ ὧδε· «Παντὸς γὰρ ἀνδρός, φησίν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός·» τό, οἶμαι, γνήσιον τῆς οὐσίας καὶ τὸ αὐτῆς ἐκπεφάνθαι κατ᾽ ἀλήθειαν τὸν Υἱὸν διὰ τούτου σημαῖνον. Β. Πῶς λέγεις; Α. Βασανίζεσθαι γὰρ ὅλως οἴει χρῆναι πρὸς ἡμῶν τὸν ἐπὶ τῷδε λόγον; Τί τὸ ἄναντες καὶ κατασοβοῦν εἰς δυσχέρειαν ἐρομένῳ φράσον. Β. Φασὶ γὰρ μάλιστα τοῦτο ἐξοικιεῖν τῆς πρὸς Θεὸν Πατέρα ταὐτότητος τὸν Υἱόν. Α. Τίνα δὴ τρόπον, ἆρα ἂν ἔχοις εἰπεῖν; Β. Καὶ μάλα.

Εἰ γὰρ δὴ γυναικὸς μέν, φησίν, ὁ ἀνὴρ κεφαλὴ διάτοι τὸ πρὸς αὐτὴν ὁμοφυές τε καὶ ἐν οὐσίᾳ ταὐτόν, εἰ καὶ ἐν μοίρᾳ τυχὸν νοοῖτο τῇ κρείττονι—χρῆμα γὰρ τίμιον καὶ ἐν δόξῃ πλεονεκτοῦν ἐν σώματι κεφαλή— ἀνδρὸς δὲ ὠνόμασται Χριστὸς κεφαλή, σχέσεως δὲ δηλονότι φυσικῆς καλούσης αὐτὸν εἰς ἀγχιστείαν τοῖς κτίσμασι, καθάπερ ἀμέλει καὶ ἐπ᾽ ἀνδρός τε καὶ γυναικός, πῶς ἂν λέγοιτο Θεὸς ἔτι καὶ ἀληθινός, ἢ πῶς ἂν ἔχειν δύναιτο τὴν πρὸς Θεὸν Πατέρα ταὐτότητα φυσικήν, τοῖς ἐν γενέσει κατειλεγμένος, εἰ καὶ ἐν τάξει νοοῖτο τῆς κεφαλῆς; Ὑπερκείσεται γάρ, φησί, τὸ τῆς κτίσεως μέτρον ὡς ἐν ὑπεροχῇ δόξης, ὁ Υἱός. Α. Βαβαὶ τῆς εὐροίας τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτοπωτάτων.

Ὡς δεινὸς ἡμῖν καὶ οἷον κατὰ πρανοῦς ὁ παράσημος οὑτοσὶ τῶν δι᾽ ἐναντίας διᾴττει λόγος. Ποίημα γὰρ ἐναργῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα δεδυσφήμηκεν Υἱόν. Ἀλλὰ τοῦδε μὲν πέρι διαληψόμεθα, καιρὸν ἀπονέμοντες ταῖς θεωρίαις τὸν πρέποντα, καὶ σχολαῖοι πάλιν εἰς τοῦτο καθέντες καὶ νοῦν τε καὶ γλῶτταν. Ὃ δὲ δὴ μάλιστα θαυμάζειν ἔπεισιν ἐκεῖνό φημι· διημαρτήκασι γὰρ τῶν εἰς ὀρθότητα λογισμῶν οὐδὲν ἧττον ἢ πάλαι καὶ νῦν, ὡς ἔοικεν, οἱ πρὸς πᾶσαν ἀμαθίαν εὔκολοι. Ἀνδρὸς μὲν γὰρ εἴρηται κεφαλὴ Χριστὸς διὰ τὸ ἐν σχέσει φυσικῇ συναφές· ἐξαρνήσομαι γὰρ οὔ τί που τό γε ὡς ἄριστά τε καὶ ὀρθῶς εἰρημένον.

Ἐπειδὴ δὲ Χριστοῦ κεφαλὴ τέθειται Θεός, τί τὸ ἀντιστατοῦν, ὦ γενναῖοι, φαίη τις ἂν αὐτοῖς, ἢ τί τὸ ἀπεῖργον ἐννοεῖν ὡς, εἴπερ ἐστὶν ὁμογενὴς τοῖς κτίσμασιν ὁ Υἱὸς ἐπείπερ ἀνδρὸς εἴρηται κεφαλή, καὶ αὐτὸν ἤδη κατακομίζειν ἀποτολμᾶν ἐν γενητοῖς τὸν Πατέρα; Κεφαλὴ γὰρ τέθειται τῷ Υἱῷ, καίτοι κτιστῷ καὶ πεποιημένῳ καθ᾽ ὑμᾶς ὑπάρχοντι.

Δοκεῖ γὰρ οἴεσθαι ταυτὶ καλῶς τε καὶ ἀμωμήτως ἔχειν παραληρεῖν ᾑρημένοις, ἀλλ᾽, οἶμαι, τῆς δυσφημίας τὸν ὄγκον καταναρκήσειν αὐτούς, καίτοι λίαν ἀπεσκληκότας καὶ τοῖς οὕτως ἀναγκαίοις μειρακιωδῶς ἐναθύροντας. Φέρε δὴ οὖν, ταυτὶ διωθούμενοι καὶ μεθέντες εἰς ὄρος ἢ διαρριπτοῦντες εἰς κῦμα, καταλογιζώμεθά τι τῶν ἐπιεικεστέρων. Κεφαλὴν μὲν γὰρ γυναικὸς τὸν ἄνδρα φαμέν, ἐπείπερ ἐξ αὐτοῦ πέφηνεν ἐν ἀρχαῖς καὶ διεμορφώθη πρὸς τὴν ἀνδρὸς εἰκόνα, Θεὸν τὸ ἀρχέτυπον ἔχοντος—πεποίηται γὰρ οὕτω, κατὰ τὰς Γραφάς. Ὁριζόμεθα δὲ κεφαλὴν ἀνδρὸς εἶναι Χριστόν, ὡς ῥίζαν τοῦ γένους δευτέραν καὶ ἀπαρχὴν ἀνθρωπότητος ἀναθρῳσκούσης εἰς ἀφθαρσίαν δι᾽ ἁγιασμοῦ ἐν Πνεύματι.

Ὄνομα δὲ Χριστῷ δεύτερος Ἀδὰμ καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ᾽ ἢ τοῦδέ τε καὶ μόνου. Χριστοῦ γε μὴν εἶναι κεφαλὴν τὸν Πατέρα διακεισόμεθα καὶ πιστεύσομεν ὡς ὁμοούσιον αὐτῷ καὶ συναφῆ φυσικῶς, καθὸ νοεῖται καὶ ἔστι Θεός, εἰ καὶ πέφηνεν ἐν σαρκὶ καὶ γέγονε καθ᾽ ἡμᾶς.

Μεθόριον δὲ ὥσπερ τι θεότητός τε καὶ ἀνθρωπότητος ὁ Χριστός, τὴν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον, καὶ τῶν τῇ φύσει διεστηκότων εἰς ταὐτότητα συνδρομὴν καθ᾽ ἕνωσιν οἰκονομικήν, ἀστιβῆ μὲν νῷ καὶ ἀνέμβατον, γλώττῃ δὲ καὶ λόγοις οὐκ ἐγνωσμένην. Θεὸς γὰρ ἅμα καὶ ἄνθρωπος ὁ Χριστός, πηγὴν μὲν ὥσπερ καὶ ῥίζαν τῆς ἰδίας ὑποστάσεως Πατέρα ἔχων τὸν ἐν οὐρανοῖς, συνάναρχόν τε καὶ συναΐδιον, καὶ οὐ προτερεύοντα κατὰ χρόνον, εἴπερ ἀνάγκη συνυφεστάναι τῇ κεφαλῇ τὸν οὗπερ ἂν λέγοιτο κεφαλή, ἐξημμένος δὲ κατὰ σάρκα καὶ τῆς πρὸς ἡμᾶς σχέσεως φυσικῆς. Ὅτε τοίνυν Χριστοῦ Θεὸς κεφαλὴ νοεῖταί τε καὶ ἔστιν οὐ διεψευσμένως, πῶς οὐκ ἂν εἴη Θεὸς ἀληθινὸς ὁ ῥίζαν ἔχων θεότητα τὴν ἀληθινὴν καὶ οὐσιωδῶς ἐξημμένος τοῦ γεγεννηκότος;

Ὁμοφυᾶ γάρ πως τῷ λοιπῷ νοεῖσθαι σώματι τὴν κεφαλὴν ἀναγκαῖον. Εἰ δὲ δὴ χρῆναι νομίζουσι τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον τῶν τῆς θεότητος ὅρων ἀπολισθεῖν καὶ εἰς τὸ τῶν ποιημάτων καθικνεῖσθαι μέτρον, ἀκουόντων ἐναργῶς· «Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν.» Β. Ἄριστα ἔφης. Α. Ἐμβροντησίας γὰρ ἀληθῶς τῆς ἐσχάτης καὶ τῆς ἄγαν ἠλιθιότητος ἀπόδειξις ἐναργὴς κατατεθηπέναι μὲν τὸ φυτόν, ὡς ἄριστόν τε εἴη καὶ εὐγενές, ἑτεροφυᾶ δὲ ὥσπερ ἀπονέμειν αὐτῷ τὸν καρπόν. Θεὸς γάρ που πάντως τέξεται Θεόν, ἢ οὐχ ὧδε ἔχειν ἐρεῖς; Β. Ἔγωγέ φημι. Α. Πῶς γὰρ οὐ Θεός, καὶ τοῦτο ἀληθινός, ὁ ἐν ᾧ καὶ μόνῳ γνοίη τις ἂν Θεὸν ὄντα κατὰ φύσιν καὶ ἀληθῶς τὸν Πατέρα; Γράφει γὰρ ὡδὶ τοῖς πεπιστευκόσιν ὁ Παῦλος· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾽ ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» Ὅτε τοίνυν ἐν Χριστῷ πέφηνεν ἡ ὀσμὴ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἐν αὐτῷ γινώσκεται, πῶς δὴ ἄρα καὶ τοῦτο διαπεραίνεσθαι δεῖν ὑποτοπητέον; Φύεται μὲν γὰρ ἔν τε λειμῶσι καὶ κήποις τὰ ἐξ ὡρῶν, μῆλον δὲ ἔστω ταυτὶ καὶ κρῖνον.

Ἆρ᾽ οὖν, ὦ ἑταῖρε, μήλῳ μὲν ἐφιζήσειεν ἂν φυσικῶς ἡ κρίνου τυχὸν ὀσμή, κρίνῳ δὲ αὖ τὸ μῆλον ἐκδανείσειε τὴν οἰκείαν, ἔσται δὲ ἐν ἀμφοῖν εἰσάπαν ἐκκεκριμένως τὸ ἑκατέρῳ προσόν; Β. Οὐδαμῶς, ἐκδώσει γὰρ πάντως τὸ οἰκεῖον ἑκάτερον. Α. Πῶς οὖν ἂν εἴη τῆς τοῦ Θεοῦ καὶ Πατρὸς γνώσεως ἀληθοῦς εὐωδία Χριστὸς εἰ μὴ τῆς ἀληθοῦς θεότητος ἐκφύναι πιστεύοιτο; Δέδεικται γὰρ ὅτι τὴν οἰκείαν ἕκαστον οἱονεί πως ἀπόζει φύσιν· θεότητος δὲ τῆς κατὰ φύσιν ὀσμὴ πῶς ἂν γένοιτο διὰ κτίσματος καὶ φύσεως ἑτεροειδοῦς ἢ ὥσπερ ἂν ἔχοι Θεός; Ὥσπερ γὰρ οὐκ ἂν οἴοιτό τις, εἴ γε νοῦν ἔχοι, τὴν τῆς θεότητος εὐωδίαν τῇ τῶν γενητῶν ἐνεῖναι φύσει, κομιδῇ γὰρ εὔηθες τὸ χρῆμά ἐστιν, οὕτως οὐκ ἂν τῇ ἀγεννήτῳ καὶ ὑπὲρ πάντα θεότητι δυσγενῆ τε καὶ ἑτεροφυᾶ τὴν ἀπ᾽ αὐτῆς ἀπόδοσιν ὡς ἐν ὀσμῆς τάξει προσάψειε τὸν Υἱόν. Ἐκπέφυκε γὰρ ἀπορρήτως τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Μονογενής, ὅλην ἡμῖν εὐωδιάζων ἐν ἑαυτῷ τοῦ τεκόντος τὴν φύσιν. Τοιγάρτοι καὶ πρὸς αὐτὸν ὡς ἐν προσώπῳ τῆς νύμφης ἡ ἐξ ἐθνῶν Ἐκκλησία φησί· «Μῦρον ἐκκενωθὲν ὄνομά σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε.» Δι᾽ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὸ εὐῶδες τῆς γνώσεως τοῦ Πατρὸς εἰσδεδέγμεθά τε καὶ πεπλουτήκαμεν. Β. Σύμφημι. Δοκεῖς γὰρ ὀρθῶς φράσαι τε ἅμα καὶ κατεσκέφθαι ταυτί. Α.

Εἴη δ᾽ ἂν καὶ ἑτέρως οὐκ ἀσυμφανὲς ὅτι καὶ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ πέφηνεν ὁ Υἱός, εἰ καὶ τῇδέ πῃ τὸν ἐπ᾽ αὐτῷ καταθρήσαιμεν λόγον. Β. Τίνα φῂς τρόπον; Α. Πρέποι ἄν, εἰπέ μοι, τῶν ὄντων τινὶ διανέμειν δύνασθαι τὰ ὅσαπερ ἂν ἡ θεία τε καὶ μόνη χαρίσαιτο φύσις; Β. Παντάπασι μὲν οὖν. Α. Οὐκοῦν ἐν ὑψώμασι τοῖς ἀνωτάτω καὶ ἐν τοῖς εἰς λῆξιν ἥκουσι δόξης τῆς θεοπρεποῦς εἴη ἂν καὶ σφόδρα εἰκότως ὁ ᾧπερ ἂν ὁρῷτο προσὸν τὸ διαπεραίνειν δύνασθαι ταυτί; Β. Πῶς γὰρ οὔ; Α. Εἰρήνη τοίνυν θεόσδοτον ἀγαθὸν καὶ ξένιον οὐρανοῦ καὶ ἐκ μόνων ἧκον ἡμῖν τῶν θείων διανευμάτων. Ποιήσομαι δὲ τοῦ λόγου συλλήπτορα τὸν προφήτην Ἡσαΐαν διακεκραγότα καὶ λέγοντα· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν·» ὡς ἔν γε τῷ τὴν εἰρήνην ἑλεῖν, μετόν, οἶμαί που, παντὸς ἀπόνασθαι καλοῦ τοῖς γε ὅλως εἰρηκόσι. Β. Μέτεστι γὰρ οὖν. Α. Ἐνεργείας οὖν ἄρα τῆς ἄνωθεν ἡ εἰρήνη καρπὸς καὶ ξένιον ἀληθῶς, καθάπερ ἔφην ἀρτίως, οὐδενὸς μὲν τῶν πεποιημένων, Θεοῦ δὲ μόνου τοῦ κατὰ φύσιν. Τὸν γάρ τοι διδόντα μόνον ἔφη Θεὸν εἰδέναι, καὶ ἐπ᾽ αὐτῷ μηδένα. Β. Ἀληθές. Α. Ἄθρει δὴ οὖν χορηγόν τε ἅμα καὶ πρύτανιν ὧνπερ ἂν ἡμῖν ἐπιδοίη Θεὸς ὁ Πατὴρ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον.

Ἔφη γάρ που τοῖς ἁγίοις μαθηταῖς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» Ἴδιον δὲ τὴν εἰρήνην ἀγαθὸν εἶναί φησι, θεόσδοτον γὰρ τὸ χρῆμα καὶ οὐχ ἑτέρως. Καὶ πρός γε τούτῳ φησὶν ὁ θεσπέσιος Παῦλος· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ὁ δὲ τῷ Θεῷ καὶ Πατρὶ συγχορηγός τε καὶ δοτὴρ καὶ διὰ τῆς ἴσης ἀπαραλλάκτως φιλοτιμίας τε ἅμα καὶ μεγαλοπρεπείας ἰών, πῶς ἄν, εἰπέ μοι, τῆς θεοπρεποῦς μειονεκτοῖτο δόξης, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ἴσῳ τε καὶ ἐν ὁμοίῳ κείσεται κατὰ πᾶν ὁτιοῦν τῷ γεγεννηκότι; Β. Ὀρθῶς ἔχει. Α. Ἴθι δὲ δὴ καὶ ἐπ᾽ ἐκεῖνο αὖ. Β. Τὸ ποῖον τί φῄς; Α. Ἢ οὐκ ἀληθὲς εἶναι φῂς ὡς τό γε ταῖς τῶν ἁγίων συμφέρεσθαι δόξαις εὐστιβῆ μὲν ἡμῖν ἀπεργάσεται τὴν ἀλήθειαν, ἐπ᾽ αὐτὸ δὲ ἀνοίσει τὸ Θεῷ δοκοῦν καὶ τὸ διὰ τοῦ ἁγίου Πνεύματος ἐφ᾽ Υἱῷ χρησμῳδούμενον; Β. Καὶ τί δὴ τοῦτό ἐστιν; Α. Τὸ ὅτι Θεὸς κατὰ φύσιν καὶ ἀληθῶς ὁ Υἱός. Ὁ γάρτοι σοφὸς ἔφη Παῦλος, περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρός· «Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν—ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας—ὅτι οὐ ψεύδομαι.»

Εἶτα τῆς τοιᾶσδε τιμῆς τε καὶ δόξης τὸν ἴσον εὐθὺς ἀναπλέκει στέφανον τῷ Υἱῷ, καταδείσας οὐδέν, ἐπείπερ ἔγνω Θεὸν ὄντα φύσει τε καὶ ἀληθῶς· ἐπιστέλλει περὶ αὐτοῦ, τὸν περὶ τῆς Ἰουδαίων ἀποπομπῆς ἐξυφαίνων λόγον· «Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Τὸν τοίνυν ἐπὶ πάντας Θεὸν ὑπὸ Θεῷ μετὰ πάντων θήσομεν, εἴπερ οὐκ ἀληθῶς ἐστὶ Θεὸς καὶ τοῖς κατὰ χάριν συντετάξεται, καίτοι τὸ ἐπὶ πάντας εἶναι λαχών, τὸ μέγα τοῦτο καὶ θεοπρεπὲς ἀξίωμα, τὸ εὐλογεῖσθαί φημι, καὶ τοῦτο διηνεκῶς καὶ ἀκαταλήκτως κατασφραγίζοντος τοῦ Ἀμήν. Ἆρ᾽ ἐξ ὑγιοῦς οἴει φρενὸς ἐννενοῆσθαι ταυτὶ τοὺς δι᾽ ἐναντίας; Β. Οὐδαμῶς· ἔχοι δ᾽ ἂν μᾶλλον ὑγιᾶ τὸν νοῦν ὁ Θεὸν ἀληθινὸν καὶ ἐκ Θεοῦ πεφηνέναι τοῦ κατὰ ἀλήθειαν ὁμολογῶν τὸν Υἱόν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.