Τὰ γάρτοι πρὸς ἄλληλα τὴν εἰς πᾶν ὁτιοῦν ὁμοίωσιν ἔχοντα φυσικήν, οὐδεὶς ἄν, οἶμαί που, τῆς πρὸς ἄλληλα φυσικῆς οἰκειότητος ἀποτεμεῖ λόγος. Ἦ γὰρ οὐχ ὅμοιος κατὰ φύσιν, ἄγγελος μὲν ἀγγέλῳ τυχόν, ἄνθρωπος δὲ ἑτέρῳ τῷ τῶν καθ᾽ ἑαυτόν; Β. Ὧδε ἔχει. Α. Ταύτῃ τοι τὸ ὁμοούσιον, καίτοι ταυτότητα φυσικὴν εὖ μάλα καταδηλοῦν, παρέντες ὡς ἕωλον οἱ μόνα φρονοῦντες τὰ διεστραμμένα, προσίενται μὲν ὡς ἥδιστα τὸ σφίσιν ἐξευρημένον, φημὶ δὴ τὸ ὁμοιοούσιον, τὸν θύραθεν ἐξεικονισμὸν ἐπιρριπτοῦντες τῷ Λόγῳ, κατασκιάζοντες δὲ πανούργως τὴν κατάρρησιν, καὶ Θεὸν καὶ Υἱὸν ὀνομάζουσι, καὶ μὴν καὶ Σωτῆρα καὶ Λυτρωτήν, μήτε κατὰ τὴν φύσιν Υἱόν, μήτε κατὰ τὴν ἀλήθειαν Θεὸν ὑπάρχειν αὐτὸν ἐξ ἀθλίων τινῶν ἀναπεπεισμένοι σκεμμάτων ἃ παρὰ τῆς ἐν κόσμῳ σοφίας συλλέγουσι, συντάττουσι δὲ τό γε ἧκον εἰς αὐτοὺς οἱ δείλαιοι τοῖς ἐξ ὁμοιότητος προαιρετικῆς μεμορφωμένοις πρὸς Θεόν, καὶ τῇ κτίσει συγκαταγράφουσι, καταπεφρικότες οὐδέν, τὸν τῶν ὅλων Δημιουργόν, ὁμοούσιον μὲν οὐκ εἶναι λέγοντες, ὁμοιοούσιον δέ. Καίτοι τί δήποτε, καὶ μάλα εἰκότως ἔροιτ᾽ ἄν τις αὐτούς, διωθούμενοι τὴν λέξιν, καὶ τὸ ἄηθές τε καὶ ξένον κατηγοροῦντες αὐτῆς, οὐκ ἀθαύμαστον ἐᾶτε τόν, εἴπερ τις ἕλοιτο, καθ᾽ ὑμᾶς ὁμοιοούσιον λέγειν;