Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Διάλογοι περὶ τῆς ἁγίας τριάδος

Κύριλλος Ἀλεξανδρείας

Λόγος Πέμπτος: Τα θεία ιδιώματα και η εκούσια κένωση

Ο πέμπτος διάλογος επικεντρώνεται στην αναπαλλοτρίωτη θεία δόξα του Υιού, την ερμηνεία της κενώσεως, της ενσάρκου οικονομίας και της αιώνιας συμβασιλείας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 8

ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί. Α. Εἶεν· ἐκ παντὸς ἡμῖν, ὡς ἔοικε, συμβήσεται λόγου πιθανοῦ τε καὶ ἀναγκαίου, τὸ ὀψιγενῆ μὲν οὔτι που καὶ τὸν ἐπὶ τῷ πεποιῆσθαι μῶμον ἀνεξίτητον ἔχοντα τὸν Υἱόν, ἀναφῦναι δὲ μᾶλλον ἐξ αὐτῆς ὁμολογεῖν τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὑψηλὴν καὶ ὑπερφυᾶ λαχόντα τὴν δόξαν καὶ ταῖς ἐπέκεινα μέτρου καὶ ἀσυγκρίτοις ὑπεροχαῖς παντὸς γενητοῦ διᾴττοντα φύσιν, ὑπερενεγκεῖν τε τοσοῦτον ὁπόσον ἂν οἴοιτό τις καὶ αὐτὸν τὸν Πατέρα. Β. Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Ἀτάρ, εἴτοι φίλον, ἐρῶ δή τι πάλιν. Α. Καὶ μήν, ὦ ἑταῖρε, καθικοίμην ἂν ὡς ἥδιστά τε καὶ ἀοκνότατα πρός γε τὸ χρῆναι γεννικῶς τοῖς διακυκῶσι τἀληθὲς ἀντιφέρεσθαι λόγοις. «Ὁ γὰρ πραΰς, ἔστω καὶ μαχητής,» ἱερὸς ἡμῖν ἀναπεφώνηκε λόγος, σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν, εἰς νοῦν ἔχων τὸ γεγραμμένον· «Ἄμελγε γάλα καὶ ἔσται βούτυρον.» Β. Ἴσθι δὴ οὖν ὡς εἰ διαπύθοιντό σου Θεὸν ἀληθινὸν καὶ ὁμοούσιον τῷ Πατρὶ κατονομάζοντος τὸν Υἱόν, αὐτίκα δὴ μάλα ἐροῦντας τοὺς δι᾽ ἐναντίας· Τὸν ἔν γε δὴ τούτοις, ὦ πανάριστε, κατὰ σέ, πῶς οὐκ ἰδίοις ἐπαυχεῖν ἀγαθοῖς πρέποι ἂν μᾶλλον, καὶ οὐχὶ τοῖς θύραθεν ἐναγλαΐζεσθαι δεῖν; Θεὸς γὰρ ὁ ἀληθῶς, ἐξ ἑαυτοῦ παντέλειος, ἄρτιός τε καὶ ἀπροσδεὴς πρὸς ὁτιοῦν, οἶμαι, τῶν τῇ τοιᾷδε φύσει προσπεφυκότων. Α.

Τί φής; Ὡς θρασὺς ὁ λόγος καὶ ἀπονένευκε μὲν ἀσχέτως εἰς τὸ λυποῦν! Φράζε δ᾽ οὖν ὅμως ἀναφανδόν, τίνα δὴ τρόπον ἡμῖν ἀκρίτων οὕτω δυσφημιῶν ὄχλον τὸ σκαιὸν τῶν διεστραμμένων κεκαινούργηκε στῖφος; Β. Εἰ Θεός, φησίν, ἀληθινὸς καὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, οἴκοθεν ἐχέτω τὰ δι᾽ ὧν ἐστι Θεός, καὶ ἰδίοις μᾶλλον ἤγουν τοῖς παρὰ Πατρὸς ἐπαυχείτω πλεονεκτήμασιν.

Ὃ γὰρ ἂν ἔχων ὁρῷτο, τοῦτό ἐστι παρὰ Πατρὸς καὶ θεόσδοτον. Ζῇν γὰρ ἔφη διὰ τὸν Πατέρα, καὶ δοξάζεται καὶ ἁγιάζεται παρ᾽ αὐτοῦ, καὶ ἀνεβίω τριήμερος τῇ δυνάμει τοῦ Πατρός, καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα πεπλούτηκε μεθεκτῶς, καὶ προσκυνεῖ μεθ᾽ ἡμῶν καὶ ὑποτάττεται τῷ Πατρί, καὶ βασιλείαν δέχεται καὶ ἐξουσίαν· ἱεροὶ γὰρ ἡμῖν καὶ θεῖοι ταυτὶ παρέδοσαν λόγοι. Α. Ἰού, ὦ Ἑρμεία! ὡς πάμπολυς καὶ δεινὸς βλασφημιῶν ἀριθμὸς οἱονεί πως ἐν κύκλῳ περισχὼν τὴν ἀλήθειαν ἀνοσίως καθυλακτεῖ! Καὶ καιρός, ὡς ἔοικεν, ἐναρμόσασθαι καὶ ἡμᾶς τῇ τοῦ Θεοῦ παντευχίᾳ, καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, παρεξάγειν ἀνδρικῶς, κατορρωδοῦντας οὐδέν, κἂν εἰ τοῖς αἰσχίοσιν ἔτι καὶ ἀγριωτέροις ἡμᾶς καταπαίοιεν λόγοις. Ἀλλ᾽ εἰ μὲν ἴοι χύδην τε καὶ οὐκ ἐν τάξει τὰ θεωρήματα, διολισθήσειεν ἂν εὐκόλως ὁ λόγος ἡμῖν ἔκ γε τουτουΐ πρὸς ἐκεῖνο καὶ αὖ ἐξ ἐκείνου πρὸς τοῦτο, δυσειδῆ καὶ δυσκάτοπτον τὴν ἐφ᾽ ἑκάστῳ γνῶσιν ἀποτελῶν. Παραδείξειε δ᾽ ἂν εὖ μάλα τὸ ἀληθὲς καὶ ἀδιαβλήτως ἔχον εἰ διεσταλμένην τε καὶ ἀναμέρος τὴν ἐφ᾽ ἑκάστῃ τῶν δυσφημιῶν ποιοῖτο βάσανον. Φέρε δὴ οὖν εὐκρινέστατά τε καὶ ἀναμέρος καὶ ἐν τάξει λέγωμεν. Προαναπυθέσθαι δέ σου βουλοίμην ἂν τόδε, πότερα τὰς τῶν θεηγόρων φωνὰς ταῖς ἐπ᾽ ἀληθείᾳ καὶ ὀρθότητι στεφανοῦσι ψήφοις, ἤγουν ἀνούστατα διωσάμενοι, ποιήσονται παρ᾽ οὐδέν; Β.

Ἀψευδεῖν ἐροῦσιν, οἶμαί που. Α. Γράφει τοίνυν ὁ ἱερώτατός τε καὶ πανάριστος Παῦλος περὶ τοῦ Μονογενοῦς· «Τοῦτο φρονείσθω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Τί οὖν τοῦτό γε; Α. Οὐ γὰρ δυσίν, ὦ φιλότης, διανέμει καιροῖς τὴν ἀφήγησιν καὶ διττὴν εἰσφέρει τοῦ μυστηρίου τὴν γνῶσιν;

Ἕνα μὲν γὰρ ὁρίζει καιρόν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον, καθ᾽ ὃν ἦν ὁ Λόγος ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός· δεύτερον δὲ καὶ ἐν ὑστέροις, καθ᾽ ὃν οἱονεί πως μεθεὶς τὸ εἶναι ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, κεκένωκεν ἑαυτόν, μορφὴν δούλου λαβὼν καὶ αὐτὸν ἀνατλὰς τὸν ἐπὶ σταυροῦ θάνατον. Τότε γὰρ δὴ καὶ τὸ φύσει μετὸν αὐτῷ καὶ οὐσιωδῶς εἰσποιήτως ἑλεῖν καὶ ὡς ἐν χάριτος τάξει νενόμισται, φημὶ δὴ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Β. Ὧδε ἔχει. Α. Ἅπας τοίνυν ἡμῖν τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος ἐπ᾽ ἄμφω βλέπει. Ὁτὲ μὲν γὰρ οὔπω καθιγμένον εἰς κένωσιν θεολογεῖ τὸν Υἱόν, ἀλλ᾽ ἐν τῷ τῆς θεότητος ὕψει καὶ ἐν οἷς ὁ Πατήρ· ὁτὲ δὲ αὖ, ῥοπαῖς ταῖς ἐθελουσίοις φειδοῖ τε τῇ πρὸς ἡμᾶς κεκλημένον εἰς κένωσιν, καὶ εἰς τὴν τῆς σαρκὸς ἀδοξίαν τῶν ἄνω καταφοιτήσαντα παρίστησιν ἐναργῶς. Ἆρ᾽ οὖν (ἐρήσομαι γὰρ) σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τουτοισὶ προσιέμενοι λόγον, καὶ καιροῖς διανέμοντες τοῖς καθήκουσι τὴν μυσταγωγίαν, ἢ οἵπερ ἂν δόξειαν ἀνάχυσίν τινα καὶ ἀναφυρμὸν πραγμάτων τε ἅμα καὶ καιρῶν ἐπινοεῖν, ὡς ἀνάπτειν οὐ διεσταλμένως τὰ μὲν σαρκὸς καὶ διὰ τὴν σάρκα τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὰ δὲ τοῦ Μονογενοῦς ἴδια καὶ ἐξαίρετα καταγράφειν σαρκὶ καὶ χρόνῳ τῷ κατ᾽ αὐτήν. Β.

Καὶ πῶς ἀμφίλογον, ὡς ἄμεινον δήπου, Χριστὸν μὲν ἕνα καὶ Υἱὸν ὁμολογεῖν κατὰ τὰς Γραφάς, ἐπινοίαις γε μὴν καὶ τῇ θεωρίᾳ τῇ κατὰ τὸν λόγον, ἕως μὲν ἦν τῆς πρὸς σάρκα καθ᾽ ἕνωσιν συνδρομῆς ἀφεστηκὼς ὁ Μονογενής, τοῖς τῆς θεότητος ἀξιώμασιν ἐπαυχεῖν ἐκπρεπῶς, ὡς ἰδικοῖς τε καὶ φυσικοῖς· ἐπεὶ δὲ σαρκὶ συνηνέχθη καὶ γέγονεν ἄνθρωπος, τότε δὴ τότε καὶ τὰ ἐκ τοῦ κεκενῶσθαι λαβεῖν; Α. Ἀναγκαῖος τοιγαροῦν ὁ ἐπ᾽ ἀμφοῖν ἐστι λόγος, εἰ τὰ ἑκάστῳ πρέποντα βασανίζοι καιρῷ. Β. Καὶ μάλα. Α. Τὸ δὲ δὴ καὶ φύρδην ἀναχεῖσθαι τὰ ἐπ᾽ ἀμφοῖν ἐᾶν, ἠλίθιον παντελῶς. Παραιρήσεται γὰρ κατασκοτίζον ἡμᾶς καὶ ἐπιθολοῦν τὸ ὀρθῶς ἔχον εἰς γνῶσιν. Β. Ἀληθές. Α.

Ὁ δή, ποτὲ μὲν ὡς Λόγος ὢν ἔτι καὶ Μονογενὴς ἐκ Πατρός, ποτὲ δὲ ὡς ἄνθρωπος, καὶ ὅτι τοῦτο πρωτότοκος καὶ ἐν πολλοῖς ἀδελφοῖς, ἆρ᾽ οὐχὶ πρεπωδέστατά τε καὶ ἐντεχνέστατα δι᾽ ἀμφοῖν ἂν ἴοι τοῖν λόγοιν, καὶ τοῦ πρὸς λῆξιν τὴν ἀνωτάτω διέρποντος καὶ τοῦ πρὸς τὰ κάτω καὶ εἰς ἡμᾶς καθιγμένου τε καὶ ὑφιζάνοντος, εἴπερ ἦν αὐτῷ θέλησίς τε καὶ σκοπὸς τὸ ἀναπείθειν τοὺς ἐπὶ τῆς γῆς ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, καθίκοιτο δὲ δι᾽ ἡμᾶς ἐν τοῖς καθ᾽ ἡμᾶς καὶ τὸ τῆς κενώσεως οὐκ ἀτιμάζοι μέτρον, ἤγουν αὐτὸς ἑαυτοῦ καταψηφιεῖται τὸ ἄσοφον καὶ τὸ μὴ ἄγαν βεβουλεῦσθαι καλῶς, τὸ μὲν καθ᾽ ἡμᾶς γενέσθαι μὴ παρωθούμενος, ἐπερυθριῶν δὲ λόγοις οἷς ἂν οὐδαμῶς τὸ τῆς ἀνθρωπότητος ἐπαισχύνοιτο μέτρον; Τί γὰρ ὅλως ἔδει, φήσαιμ᾽ ἂν ἔγωγε, καὶ μάλα εἰκότως, καθικέσθαι πρὸς φύσιν, ἧς τὸ ἄδοξόν τε καὶ σμικροπρεπὲς ὑποδῦναι φορτικὸν καὶ δυσδιακόμιστον ἦν τῷ γε ἅπαξ ἐκ Θεοῦ φύντι Θεῷ; Καὶ τῶν καθ᾽ ἡμᾶς λόγων ἡ παραίτησις εἴπερ ἦν αὐτῷ πρέπουσά τε καὶ ἀναγκαία, πρὸς τὸ ἀσινὲς καὶ ἀκίβδηλον διασῶσαι δύνασθαι τὸ ἐν θεότητι κάλλος, πῶς ἂν οὐχὶ καὶ πρό γε τούτου πολὺ τὸ ἑνωθῆναι σαρκὶ καὶ τὴν οὕτως ἀκαλλεστάτην ἀνατλῆναι ταπείνωσιν;

Ἀλλ᾽ οὐκ ἄν, οἶμαι, τὶς ἐμβροντησίας εἰς τοῦτο προήκοι ποτὲ ὡς μὴ ὑπεράγασθαι σφόδρα τοῦ Μονογενοῦς, οὐχ ἁρπάσαντος μὲν δι᾽ ἡμᾶς τὸ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ἐκπρεπὲς ἀξίωμα καὶ ὑπέρτατον, ἑλομένου δὲ παθεῖν τὴν ἐν σαρκὶ κένωσιν, καὶ σὺν αὐτῇ τοὺς αὐτῇ πρέποντάς τε καὶ ἐοικότας λόγους, καὶ τὸ χρῆμα ἡγεῖσθαι παρ᾽ οὐδέν, ἔστ᾽ ἂν ἡμῖν εὖ μάλα διαπεραίνοιτο τὸ ἀλωβήτως ἔχειν, ἀναφοιτώσης εἰς τὸ ἐν ἀρχαῖς τῆς φύσεως καὶ ἀνακτιζομένης ἐν αὐτῷ πρὸς καινότητα ζωῆς δι᾽ ἁγιασμοῦ ἐν Πνεύματι. Διατρανοῖ γοῦν ὁ Παῦλος τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν, οὐκ ἀγγέλων ἐπειλῆφθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπών, ἀλλὰ σπέρματος Ἀβραάμ, «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.» Καὶ πάλιν· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.» Καὶ τί τοῦτο λέγω καίτοι τοῖς ἐθέλουσι μετὸν ἀναφανδὸν ἐπαΐειν ἀνακεκραγότος Χριστοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.» Καὶ ποῖον ἦν ἄρα τὸ σοφὸν εἰς ἡμᾶς καὶ σωτήριον θέλημα τοῦ Πατρός;

Τὸ καταργεῖσθαι θάνατον ἐν θανάτῳ Χριστοῦ, καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν καὶ τὸν τῆς ἁμαρτίας εὑρετὴν καὶ τεχνίτην ἐν ἀρχαῖς, καὶ δι᾽ αἵματος τοῦ ἁγίου τὴν ἁπάντων γενέσθαι λύτρωσιν. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πάλιν ὡδὶ περὶ τοῦ Υἱοῦ· «Καὶ διὰ τοῦτο Διαθήκης Καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ Διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μή ποτε ἰσχύει· ἕως ἂν ζῇ ὁ διατιθέμενος.» Τεθνάναι δὲ εἴπερ ἔδει τὸν Υἱὸν πρὸς τὴν τῆς οἰκονομίας κατόρθωσιν, οὐκ ὄντος ἀσυντελοῦς τοῦ δεῖν ἑλέσθαι τὸν θάνατον, πῶς οὐκ ἀναγκαῖον καὶ χρειῶδες ἦν αὐτῷ καὶ εἰς τὴν τοῦ θανάτου δεκτικὴν καθικέσθαι φύσιν, ἧς ἂν εἴη καὶ τὸ ἐν λόγοις σμικροπρεπὲς οὐκ ἀπόβλητον τῷ γε ἅπαξ αὐτὴν ἑλομένῳ παθεῖν; Μῶν εἶναί σοι δοκεῖ θρασὺς ἢ ἐξίτηλος ὁ ἔν γε τουτοισὶ λόγος, ἢ πρὸς ἡντιναοῦν ἀποκλίνων ἀναισχυντίαν; Β. Οὐδαμῶς. Α. Ἦν μὲν γὰρ καὶ ἔστιν ὁ Λόγος, καὶ ἐν σαρκὶ γεγονώς, ὅσα καὶ πρὸ σαρκός· ἃ δέ γε προσειληφὼς ὁρᾶται διὰ τὴν σάρκα οὐκ ἦν ἐν ἀρχαῖς. Β. Οἷον δή τί· βαθὺς γὰρ ὁ λόγος, καὶ οὐ πρόχειρος ἑλεῖν. Α. Οὐ γάρ, ὦ φιλότης, Θεὸς ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν; Οὐχὶ δὲ «φῶς ἦν τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον;»

Οὐ Μονογενὴς, καὶ εἰς τὸν κόλπον τοῦ Πατρός; Οὐκ ἄνωθεν ἔρχεται καὶ ἐπάνω πάντων ἐστίν; Οὐχὶ δὲ αὐτὸς περὶ ἑαυτοῦ φησιν· «Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου;» Β. Ναί· λέγεις γὰρ ἡμῖν ἃ καὶ ἡ θεία Γραφή. Α. Ἆρ᾽ οὖν οἴει τὴν κένωσιν ζημίαν τῶν ἐν ἀρχαῖς φυσικῶν τε καὶ ἰδικῶν ἐνεργάσασθαι τῷ Λόγῳ, ὡς παρατροπῆς τε καὶ ἀλλοιώσεως τῆς ἐπὶ τὸ λυποῦν εἰς πεῖραν ἐλθεῖν; Β. Οὐκ ἂν οἰηθείην πώποτε. Τροπῆς γὰρ ἀμείνω τὸν Υἱὸν ἴσμεν τε καὶ πεπιστεύκαμεν, γεγραφότος ἡμῖν τοῦ Παύλου· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Α. Ὀρθῶς, ὦ ἑταῖρε, καὶ μάλα σοφῶς. Εἰ γὰρ εἰσδέξαιτο τὸ λυποῦν καὶ ἀδικοῦν εἰς δόξαν καὶ φύσιν αὐτὴν διὰ τῆς παρατροπῆς, πῶς ἡμῖν ὁ αὐτὸς νοοῖτ᾽ ἂν ἔτι; Ἐρηρεῖσθαι δὴ οὖν ἐν οἷς ἦν ἀεὶ δοξάζειν ἀνάγκη τὸν Μονογενῆ, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Β. Ἀνάγκη. Α. Ἰτέον οὖν ἤδη καὶ πρὸς τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα. Ἁπτὸς γέγονεν ὁ ἀναφής· τοιγάρτοι καὶ ὁ Θωμᾶς, χειρὶ καὶ δακτύλοις τοὺς τῶν ἥλων τύπους ἐπαφώμενος, ἔλεγεν· «Ὁ Κύριός μου καὶ ὁ Θεός μου.» Ὁρατὸς πέφηνεν ὁ ἀόρατος, καὶ λιγυρὸν ἀνιεὶς ἐπὶ τούτῳ μέλος ὁ θεῖος ἔφη Δαβίδ· «Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.»

Πότε γὰρ ἢ ποῦ, τίνα τε τρόπον ἐμφανῶς ἡμῖν ἀφῖκται Θεός, ὃς καὶ πάσαν ἐκάλεσε τὴν γῆν, εἰ μὴ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, καὶ ὁ μηδενὶ τῶν κτισμάτων ὁρώμενος ἐμφανῶς ἐδείχθη διὰ τὴν σάρκα καὶ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας ὅτε τὴν Σαμαρειτῶν διέθει πόλιν, καὶ μὴν καὶ τροφῆς ἐδεῖτο σωματικῆς, καίτοι «διδοὺς τοῖς πεινῶσιν ἰσχύν,» κατὰ τὴν τοῦ προφήτου φωνήν; Ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν μεθ᾽ ἡμῶν γενέσθαι λέγεται καὶ ἐν θανάτῳ σαρκός. Περιθείης ἂν οὖν, ὦ ἑταῖρε, ταυτὶ τῷ Μονογενεῖ καὶ πρὸ σαρκός, καὶ οὐκ ἂν ἀσυνέτως καταλωβήσαιο τὸν ὑγιᾶ τε καὶ εὐσεβῆ περὶ αὐτοῦ λόγον; Β. Κινδυνεύομεν. Α. Ἀποσκευασώμεθα δὴ οὖν ἀνοσιότητός τε γραφὴν καὶ δυσσεβείας ἐγκλήματα, τὰ μὲν ὅσαπέρ ἐστι θεοπρεπέστερα καὶ ὑπὲρ φύσιν τὴν καθ᾽ ἡμᾶς οὔπω καθ᾽ ἡμᾶς γεγονότι προσνέμοντες τῷ Υἱῷ, τὰ δὲ ὅσα πως χθαμαλωτέραν καὶ καθ᾽ ἡμᾶς τὴν ὑπόληψιν ἔχει περιτρέποντες οἰκονομικῶς καὶ «αἰχμαλωτίζοντες,» κατὰ τὰς Γραφάς, «εἰς ὑπακοὴν αὐτοῦ.»

Οὐ γὰρ δή τι παθόντες τῶν ἔξω λόγου καὶ φρενὸς ὅταν μὲν λέγῃ Χριστός· «Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου,» καὶ αὐτὴν ἐξ οὐρανοῦ τὴν σάρκα κατοίσομεν, καίτοι τοῦ προφήτου σαφῶς τὴν ἁγίαν ἡμῖν καταδεικνύντος Παρθένον καὶ βοῶντος ἀναφανδόν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Οὐδ᾽ αὖ ἐν μήτρᾳ σωματικῇ τῆς ἐν ἀρχαῖς ὑπάρξεως τὴν καταβολὴν ἐσχηκέναι νομιοῦμεν τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, ὅταν αὐτὸν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς ὁ Παῦλος ἀποκαλῇ, τὴν ἀσώματόν τε καὶ ἄφραστον γέννησιν ταῖς ὑπὲρ λόγον ἡμῖν κατασημαίνων ἐννοίαις. Β. Παντάπασι μὲν οὖν. Α. Ὁμοῦ τοιγαροῦν τοῖς πράγμασι καὶ τὰ ἑκατέρῳ πρέποντα νοητέον. Εὐθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν, οὔτε τοῦ λόγου τὸ ὑψηλὸν εἰς τὸ ἀκλεὲς καταστρέφοντες διὰ τὴν σάρκα καὶ τὰ αὐτῆς, οὔτε τὰ σαρκός τε καὶ δι᾽ αὐτήν, τῶν καθ᾽ ἡμᾶς εἰσάπαν ἀνακομίζοντες διὰ τὴν οἰκονομίαν, διεκσῴζοντες δὲ μᾶλλον τῷ Μονογενεῖ τὸ ἀναλλοιώτως ἔχειν, τὸν αὐτὸν ὄντα γινώσκομεν καὶ πρὸ τῆς εἰς σάρκα συνδρομῆς καὶ ὅτε γέγονε σάρξ, εἰ καί τι τῶν ὅσα ἐστὶ σμικροπρεπέστερά τε καὶ ὑφειμένα λαλοῖτο περὶ αὐτοῦ διὰ τὸ ἀνθρώπινον. Β.

Ἀλλ᾽ εἰ μέλλοις ἅπαντα, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν περιτρέπειν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός, διὰ ποίων ἔτι τὴν τοῦ Λόγου φύσιν ὅ τί ποτέ ἐστιν εὑρήσομεν; Α. Οὐκοῦν, ὦ γενναῖε, φαίην ἂν ἤδη σοι καὶ αὐτὸς ἐγώ· εἰ δὴ μέλλοις ἅπαντα περιτρέπειν εἰς τὸ ὅ τί ποτέ ἐστιν ἡ τοῦ Λόγου φύσις, διερμηνεῦσαι δεῖν, ὅτι γέγονεν ἄνθρωπος, πῶς ἂν εἰδείης ἢ πόθεν; Οὐ γὰρ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκμάθοι τις ἂν τὰ ἀνθρώπινα. Τὸ δὲ ἀσυγκρίτως ὑπερτεροῦν, καὶ ὅλῃ τῇ φύσει διενεγκεῖν ἀνενδοιάστως πεπιστευμένον, πῶς ἄν, εἰπέ μοι, τὴν τῶν οὕτω μειονεκτουμένων ἐμποιήσαι δήλωσιν; Τὸ δὲ δὴ διειδέναι μὲν εὖ μάλα καὶ σαφῶς ὅτι Θεὸς ἦν ὁ Λόγος, μὴ μὴν ὅτι καὶ γέγονεν ἄνθρωπος, οὐκ ἂν ἀποχρῶσαν ἔχοι τὴν ὄνησιν· ἀλλ᾽ εἰ προσκέοιτο τῷ πρώτῳ καὶ ἡ θατέρου πίστις, ἄρτιοι πρὸς σύνεσιν εἶεν ἂν οἱ πεπιστευκότες.

Καὶ γοῦν ὁ σοφὸς καὶ θεηγόρος Ἰωάννης, «Τίς ἐστι, φησίν, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;» Ὄνομα γὰρ καινὸν τῷ Λόγῳ τὸ Ἰησοῦς, καὶ τῇ τῆς σαρκὸς γενέσει σύνδρομον.

Προφητικὸν δὲ ἡμῖν χρησμῴδημα πάλιν ἐπαγωνιεῖται, λέγον· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό.» Οὐ γὰρ, ὦ φιλότης, ὁ Γαβριὴλ τῇ Παρθένῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τούτῳ θέλησιν ἐμφανῆ καθίστη λέγων· «Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν;» Β. Ἀληθές. Α. Ἀνθότου δὴ οὖν (πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου) τὸ χρῆναι νοεῖν μεθέντες ὀρθῶς, καὶ τὸ ὡς ἔνι μάλιστα σοφῶς καὶ ἀτέχνως τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων προσφέρεσθαι διαπτύσαντες, τοῖς εὐπαραφόροις ἐν ἴσῳ δόναξιν ἐς τὸ ἀεὶ προσωθοῦν εὐκόλως μετακεκλίμεθα, καίτοι τοῦ μακαρίου Παύλου διακεκραγότος ὡδί· «Ἀδελφοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι·» καὶ μὴν καὶ Θεοῦ τὸ λίαν εὐπάροιστον καὶ εὐδιαπτόητον τοῦ τρόπου, τὴν ἀνωτάτω τοῖς ἔχουσι τιθέντος διαβολήν, καὶ δίκην ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν. Ἔφη γὰρ ὧδε περί τινων· «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς·» Τὸ γάρ τοι βεβαίως τε καὶ ἀκλινῶς ἱδρυμένον πρὸς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν ἀσφαλές τε καὶ ἄσυλον. Β. Πῶς οὖν ἄρα διωσαίμεθα ἂν τοὺς παρ᾽ ἐκείνων λόγους εἰ κατὰ μέθεξιν ἐν Υἱῷ φαῖεν εἶναι τὰ θεοπρεπῆ; Α. Οὐκ ἀκονιτὶ μέν, ὦ ᾽γαθέ· τὸ γάρ τοι χρῆμα δυσδιεξίτητον μέν, πλὴν ἐξ ἀναγκαίων συλλογισμῶν, φιλοθηρεῖν εὖ μάλα παρέσται τἀληθές.

Πρῶτον μὲν γάρ, εἰ τῇδε φρονεῖν ἐγνώκασιν, ἀφαιρούντων αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων, τὴν τῆς θεότητος δόξαν, καὶ ἥκιστα μὲν Υἱόν, πάντα δὲ μᾶλλον ὁμολογούντων ἢ τοῦτο, Ἰουδαίοις δὲ ὡς πεπωρωμένοις ἀναδεικνύμενοι σύμφρονες, καὶ καταλευόντων ἤδη, τῆς εἰς αὐτὸν εὐσεβείας εἰσάπαν ἠφειδηκότες.

Ἑλομένῳ δὲ τὰς αἰτίας ἀναπυνθάνεσθαι τῆς οὕτως ἀκράτου καὶ δεινῆς ἀπονοίας, φάσκοντί τε· «Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἀπὸ τοῦ Πατρός μου· διὰ ποῖον αὐτῶν ἐμὲ λιθάζετε;» βοώντων ἀφιλοθέως· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σύ, κτίσμα ὤν, ποιεῖς σεαυτὸν Υἱὸν Θεοῦ.» Προσεκτέον δὲ ἡμῖν οὐχὶ τοῖς εἰς τοῦτο πεσοῦσιν ἐμβροντησίας, οὐδὲ τοῖς ὧδε τὸν νοῦν κατηρρωστηκόσι καὶ παρειμένοις τὴν φρένα καὶ κατεφθορόσι τὸν λογισμόν, ἀλλ᾽ οἷς ἂν αὐτὸς ἐναυλίζοιτο διὰ τοῦ Πνεύματος ὁ Χριστός, τὴν τοῦ μυστηρίου γνῶσιν ἀκαπήλευτον ἐντιθείς. Υἱὸν δὲ ἡμῖν ὁ θεοκλυτήσας Παῦλος ὠνόμασε τὸν Μονογενῆ, καὶ μὴν καὶ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός, καὶ ἐν χαρακτῆρος δέχεται τάξει, διὰ τὸ εἰσάπαν, οἶμαί που, περικαλλές, καὶ ὡς ἔνι μάλιστα λεπτὸν καὶ ἠκριβωμένον εἰς ἐμφέρειαν. Ἀσωμάτῳ δὲ πρὸς ἀσώματον, τί ἂν γένοιτο τὸ ἰσοτυποῦν, νοοῖτο δ᾽ ἂν ὅπως τὸ ταὐτοειδές, πῶς οὐκ ἄξιον ἰδεῖν; Τὸ γὰρ ἀπωτάτω σώματος σχηματισμῶν οὐκ ἀνέχεται καὶ διαμορφώσεων ἀποφοιτᾷ· καὶ ἁπαξαπλῶς τὰ σωμάτων ἴδια πῶς ἂν εἰσδέξαιτο;

Ὥσπερ γάρ, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν δοκοῦν, οὐκ ἂν ἐνυπάρξαι πώποτε τὰ τῶν ἀσωμάτων ἴδια σώμασι τοῖς ἁπτοῖς τε καὶ αἰσθητοῖς, οὕτως ἀνεπίδεκτα παντελῶς εἶεν ἂν τοῖς αἰσθήσεως ἀνωτέρω, καὶ ἐν ἀσωμάτῳ φύσει τὰ ὅσαπερ ἂν τοῖς αἰσθητοῖς ἐπισυμβαίνῃ σώμασιν. Ἦ διανοῇ τι καὶ λέγειν ἂν ἔχοις αὐτὸς παρὰ τοῦτο ἕτερον; Β. Οὐκ ἂν ἔχοιμι· πῶς γάρ; Α. Φέρε δὴ οὖν, ἐπείπερ ἡμῖν ἀσώματος ὁ Πατήρ, ταῖς ὑπὲρ κτίσιν ἐννοίαις εἰδοποιοῦντες ὡς ἔνι τὴν ἄφραστόν τε αὐτοῦ καὶ ἀκήρατον φύσιν, καὶ τὰς τῶν ἀρχαιοτέρων πολυπραγμονῶμεν δόξας. Εἴη γὰρ ἂν οὕτω χαλεπὸν οὐδὲν καὶ ἐπ᾽ αὐτὴν ἰέναι λοιπὸν τὴν εἰκόνα τὴν ἀπαράλλακτον αὐτοῦ, φημὶ δὴ τὸν Υἱόν. Β. Ἴωμεν· ἔφης γὰρ ὀρθῶς. Α. Οὐκοῦν, κατέθορε μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, τῆς παιδαγωγίας τῆς πρὸς Ἰουδαίους ἀρχόμενος, ὅτε καὶ σαλπίγγων ὀρθρία τε καὶ διαπρύσιος ἠχὴ πρὸς τὸ ἄνω διᾴττουσα, δύσοιστον ἐτίθει τοῖς ἀκροωμένοις τὸ δεῖμα. Ἀλλ᾽ οἱ μικρὰ φρονοῦντες περὶ Θεοῦ καὶ σπιθαμῇ μετροῦντες τὸν οὐρανόν, τὴν τοῦ Θεοῦ δόξαν τοῖς ἐν τύπῳ πεφηνόσιν ἐγκατακλείοντες μόνοις, ᾤοντο κατὰ σφᾶς αὐτοὺς αὐτὴν ἤδη τὴν τοῦ Θεοῦ καταθρῆσαι φύσιν, ὡς οὐδὲν οὖσαν ἕτερον, ἢ πῦρ καὶ φωνὴν εἰς οὖς εἰσδεδέχθαι τὴν ὀργανικήν.

Ταύτῃτοι καὶ μέγα φρονοῦντες ἐπὶ Μωσεῖ, τὰ Χριστοῦ παιδεύματα διαγελᾶσθαι δεῖν ᾤοντό τε καὶ ἔφασκον· Μωσῆς ὁ θεσπέσιος ταῖς δι᾽ ὀμμάτων αἰσθήσεσι τὴν θείαν ἡμῖν παρέθηκε φύσιν, καὶ φωνῆς τῆς ἄνωθεν ἀκοῦσαι δεδώρηται· πῶς οὖν ἀμαθαίνοντας καὶ πολὺ τοῦ πρέποντος ἀπονενευκότας καὶ τῆς ἀληθείας ἀπεσφαλμένους διήλεγξεν ὁ Χριστός; «Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὖ μάλα καταθεᾶσθαι φύσιν, τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, πυρὶ δὲ καὶ γνόφῳ καὶ καπνοῖς τὸ τῆς θεότητος εἶδος ἀνάπτειν τεθαρσήκασι. Διὸ δὴ κατὰ βραχὺ μεταπαιδεύων ἐπὶ τὸ ἄμεινον χρησίμως, καὶ ἀναπλέκων τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, ἔφασκεν ὁ Σωτήρ· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.» Ὅτι μὲν γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἡ πίστις, ἀλλ᾽ εἰς Θεοῦ φύσιν, εἰ καὶ ἦν ὁ Λόγος ἐν σαρκί, διὰ τοῦ μὴ εἰς αὐτὸν πράττεσθαι τὴν πίστιν εὖ μάλα διαμεμήνυκεν. Ὅτι δέ ἐστιν ἐν ταὐτότητι τῇ κατὰ πᾶν τῷ Θεῷ καὶ Πατρί, διὰ τὴν φυσικὴν ἐμφέρειαν καὶ τὸ τῆς οὐσίας οἱονεὶ ταὐτοειδές, διεσάφει λέγων· «Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.»

Ἐπειδὴ δὲ ὁ Πατὴρ ἐν Υἱῷ λαμπρῶς καὶ ἀπαραλλάκτως ὁρᾶται καὶ γινώσκεται, κοινά πως ἤδη τὰ πάντα αὐτοῖς, μᾶλλον δὲ τῆς μιᾶς θεότητος ἴδια νοοῖτ᾽ ἂν εἰκότως τὰ ἐν ἀμφοῖν.

Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ Θεὸν ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Εἰκόνι μὲν γὰρ πρὸς τὸ ἀκριβῶς ἰσότυπον, ἰσοτύπῳ δὲ αὖ πρὸς ἐμφερεστάτην εἰκόνα τὸ διαλλάττον οὐδέν, κατά γε, φημί, τὸ ἐν ὁμοιώσει τε καὶ ὡς ἐν εἴδει ταὐτόν. Καὶ γοῦν οὐκ ἐξ ἀκριβοῦς ἐννοίας φιλοπευστοῦντί ποτε τῶν μαθητῶν ἑνί (Φίλιππος οὗτος ἦν), λέγοντί τε· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν·» οὐκ ἀμώμητον ἀφεὶς τὴν ἐρώτησιν, «Τοσούτῳ χρόνῳ, φησί, μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.

Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ὅτι γὰρ οἱονεὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς ἐκπαιδεύσειεν ἂν εὐκόλως ὁ Ψαλμῳδός, ποτὲ μὲν λέγων· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» ποτὲ δὲ αὖ, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν πεπιστευκότων· «Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Κατεσφραγίσμεθα γὰρ τῷ ἁγίῳ Πνεύματι πρὸς ἐμφέρειαν καὶ ὁμοίωσιν τοῦ προσώπου τοῦ Πατρός, τουτέστι τοῦ Υἱοῦ. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Β. Ἀλλ᾽ εἰ καὶ πρόσωπον, φησί, καὶ εἰκὼν καὶ ὁμοίωσις ὀνομάζοιτο πρὸς ἡμῶν τοῦ Πατρὸς ὁ Υἱός, διαλυμανεῖται τοῦτο τοῖς παρ᾽ ἡμῶν προβλήμασιν οὐδέν. Οὐ γὰρ τῆς οὐσίας τοῦ Πατρός, ἀλλὰ τῆς βουλήσεως εἰκόνα καὶ ὁμοίωσιν αὐτὸν εἶναί φαμεν. Οὐκοῦν, κατά γε τὸ ἐν θελήσει ταὐτόν, εἴ τις ἴδοι τὸν Υἱόν, αὐτὸν ἤδη πως ἐκτεθέαται τὸν Πατέρα. Α. Ὡς εὔηθες λίαν καὶ ἀβελτηρίας αὐτοῖς τῆς ἐσχάτης τὸ σκέμμα μεμέστωται, μειρακιωδῶς δὲ ὅτι καὶ τοῦτό φασιν, ἀταλαίπωρον ἰδεῖν.

Ἆρα γὰρ βούλησιν εἶναί φασι τὸν Πατέρα, καὶ ὅ τί ποτέ ἐστιν ἡ θέλησις τοῦτο νοεῖσθαι δεῖν ἀξιοῦσιν αὐτόν, ἢ ἐν ὑπάρξει τιθέντες ἰδικῇ, προσεπάγουσι τότε τὴν βούλησιν αὐτῷ; Β. Καὶ πῶς ἂν εἴη τὸ θεῖον ἁπλοῦν εἰ καὶ ἐν ὑπάρξει νοοῖτο, φησί, καὶ ἐν θελήσει διωρισμένως; Σύνθετον γὰρ ἤδη καὶ οἱονεί πως ἐκ μερῶν εἰς ἓν τὸ ἀρτίως ἔχον συνδεδραμηκότοιν. Α. Οὐκοῦν, ἐπειδήπερ ἁπλοῦν τὸ Θεῖον καὶ ἄμεινον ἢ κατὰ σύνθεσιν εἶναί σοι δοκεῖ—δοκεῖ δὲ ὀρθῶς—, οὐχ ἑτέρα παρ᾽ αὐτὸ εἴη ἂν ἡ βούλησις αὐτοῦ. Θέλησιν δέ τις εἰπών, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατεσήμηνε φύσιν. Β. Ἔοικεν. Α. Ἡ δὲ θέλησις ἐν ὑποκειμένῳ καθὰ καὶ τὰ τῶν τεχνητῶν εἴδη. Τὸ γάρ τοι θέλειν ἢ μή, προσγένοιτο ἂν οὐκ αὐτῷ τῷ θέλειν, ἀλλ᾽ ἑτέρῳ μᾶλλον, ἐν ᾧ τὸ θέλειν ἐστίν, ἢ πῶς· Β. Οὕτως. Α. Ἔστι τοίνυν ἐν ἑτέρῳ τὸ εἶναι τοῦ Πατρός, καὶ συμβέβηκέ τινι τὸ ὑπάρχειν αὐτόν, καὶ συντέθειταί σοι παχύτερόν τε καὶ ἀκαλλέστερον νυνὶ μᾶλλον ἢ τότε. Ἑτέρῳ γάρ ἐστιν ὅ ἐστιν, οὐχ ἑαυτῷ, εἴπερ ἐμὴ μὲν θέλησις ἡ ἐμή, ἡ δέ γε τοῦ δεῖνος ἡ αὐτοῦ τε καὶ ἐν αὐτῷ. Β. Πῶς οὖν ἐν ἁπλοῖς τε καὶ ἀσυνθέτοις ἕτερα παρ᾽ αὐτὰ τὰ αὐτῶν εἶεν ἄν; Α. Ὥσπερ ἂν εἰ καὶ ἐκ νοῦ νοοῖτο θέλησις πηγὴν ἔχουσα τὸν ἀναβράττοντα νοῦν, καὶ ῥίζαν ὥσπερ τινὰ προϋποκειμένην τὸ ἐν ᾧ στρέφεται νοηματικῶς.

Νοῦς μὲν γὰρ τῶν ἐν αὐτῷ κινήσεών τε καὶ ἐννοιῶν προκαταρκτικός· ποιότης δὲ κινημάτων, ἡ ἐφ᾽ ὁτῳοῦν καὶ ἐφ᾽ ἑκάστῳ θέλησις, πολλή τις οὖσα, καὶ ταῖς τῶν πραγμάτων ποιότησι καὶ διαφοραῖς, οἷάπερ τισὶ βαφαῖς καταχρωννυμένη πρὸς τὸ ἄλλοτε ἄλλως καὶ ἑτεροίως ἔχειν· πλείστη γὰρ ὅση θελημάτων ἐν ἡμῖν ἡ διαφορά, καὶ διεστηκότων ἔσθ᾽ ὅτε πρὸς τὸ ἔχον ἐναντίως. Οὐ γὰρ ᾧ θέλομεν τὸ καλὸν τούτῳ καὶ τὸ φαῦλον· οὐδὲ ᾧπερ ἂν ἕλοιτό τις τὸ εἶναι σοφὸς αὐτῷ δὴ τούτῳ καὶ τὸ ἐναντίον. Οἶμαι δὴ οὖν ἀπόπληκτον παντελῶς τὸ θέλησιν εἶναι λέγειν τὴν ὕπαρξιν τοῦ Πατρός. Β. Ναί. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ἡ θέλησις ἐν διαφοραῖς αὐτὴ καθ᾽ ἑαυτήν, ὧδε δὲ ἔχειν τὴν τοῦ Θεοῦ φύσιν οὐκ ἂν οἴοιτό τις εὖ φρονῶν· οὐκ ἄρα θέλησις ὁ Πατήρ, ἀλλ᾽ ἐν ὑπάρξει νοούμενος ἰδικῇ, συμφυᾶ καὶ συνάναρχον οἱονεὶ θέλησιν ἔχει τὸν ἴδιον Υἱόν, οὐ συντεθειμένος κατ᾽ ἐκείνους, ἔχων δὲ οὕτως ὡς ἂν εἶναι νοοῖτο τυχὸν τὰ ἐν ἁπλῇ φύσει καὶ σοφῇ, καὶ ἠρεμείτω λοιπὸν τὸ περίεργον ἔτι. Νοῦ δὲ ἐπέκεινα καὶ λόγου παντὸς τὸ Θεῖον, ὦ τᾶν. Ἦ οὐχ οὕτως; Β. Φημὶ δή. Βουλὴν δὲ καὶ θέλησιν ἐπείπερ ἡμῖν ὠνόμασας τοῦ Πατρὸς τὸν Υἱόν, ἆρα ἂν ἔχοις ἐξ ἱερῶν καὶ τοῦτο παραστῆσαι Γραμμάτων; Α. Πῶς γὰρ οὔ;

Καὶ οἶμαι μὲν ὅτι μάλιστα διαρκῶς ἀναπείσειν, καὶ ἀποχρῶσαν ἡμῖν ἐμποιῆσαι τὴν πληροφορίαν ἀναμέλποντα τὸν Δαβὶδ πρὸς τὸν Θεὸν καὶ Πατέρα· «Ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Δείξει δὲ ἡμῖν ὁ λόγος καὶ δι᾽ ἐννοιῶν ἑτέρων ἐκβασανίζων τὸ ἀληθές. Ἦ γὰρ οὐχὶ πάντα γέγονε δι᾽ Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, κατὰ τὴν Ἰωάννου φωνήν; Β. Ὧδε ἔχει. Α. Ψάλλει δέ που Δαβὶδ καὶ τὸν τῶν ὅλων δημιουργὸν Πατέρα καὶ Θεὸν καταθαυμάζων φησίν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας·» σοφίαν, οἶμαί που, τὸν Υἱὸν ἀποκαλῶν. Β. Τί οὖν τοῦτό γε; Α. Ὅτι, ὦ φιλότης, ἡ τοῦ Πατρὸς θέλησις, εἴπερ ἐστὶ παρ᾽ αὐτὸν οὐχ ἑτέρα, καὶ οὐκ ἄσοφός γε, σοφία δὲ ὁ Υἱός, πῶς ἂν ἐν ὑπάρξει νοοῖτο τῇ καθ᾽ ἑαυτὸν ὁ Πατήρ;

Μετακεχώρηκε γὰρ ἤδη πως εἰς τὸν Υἱόν, καὶ οἱονεί πως ἤδη μεθεὶς τὸ εἶναι λοιπὸν τοῦθ᾽ ὅπερ ἐστί, σοφία γέγονεν, εἴπερ ἐστὶ θέλησις οὐ κατὰ μέθεξιν ἔχουσα τὸ σοφόν, ἀλλ᾽ αὐτόχρημα καὶ σοφία τὸ πᾶν. Προσθείην δ᾽ ἂν ὅτι καὶ εἰκὼν καὶ ὁμοιότης ἑαυτῷ πέφηνεν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς σοφία καὶ θέλησις, καὶ εἰκών ἐστι τοῦ Πατρός, καίτοι βουλῆς καὶ σοφίας ὠνομασμένου. Β. Ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας! Α. Μυσαρωτάτη γὰρ ἀληθῶς καὶ πολὺ λίαν ἔχουσα τὸ διεστραμμένον. Εἰκόνα δὴ οὖν καὶ ὁμοίωσιν ἀκριβῆ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας, παραδεξόμεθα τὸν Υἱόν, καὶ οὐχὶ μόνην αὐτῷ προσάπτοντες τὴν ταὐτοβουλίαν, τῆς ὑπὲρ κτίσιν ὑπεροχῆς ἀξιώσομεν, ἀλλ᾽ ἐν μορφῇ τῇ ἐμφερεστάτῃ καταλογιούμεθα τοῦ Θεοῦ καὶ Πατρός, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνῳ προσπεφυκότων ἀνακομίζοντες φυσικῶς. Εἰ δέ, ἐπείπερ ἐστὶ συνεθελητής, ταύτῃτοί φασιν ὑπάρχειν αὐτὸν καὶ εἰκόνα τοῦ Πατρός, ὧδε δὲ ἔχων φύσεως τε καὶ μέτρων, οὐ κατέδεισεν εἰπεῖν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» οὐκ ἀπίθανον οἶμαί που τὸ χρῆναι νοεῖν, τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπέρκομπον ἀληθῶς καὶ μόνῳ πρέπουσαν τῷ Υἱῷ φωνήν τε καὶ παρρησίαν, οἷά τινα στέφανον ἀναδήσασθαι τὸν Δαβίδ, καὶ μεγαλαυχεῖν ἐφ᾽ ἑαυτῷ λέγοντα σαφῶς· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί. Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.

Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἦ γὰρ οὐχὶ συνθελητὴν γεγονότα τὸν ἄνδρα Θεῷ καταθρήσαιμεν ἄν;

Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς τὸν μακάριον Σαμουήλ· «Εὗρον Δαβίδ, τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Β. Πιθανὸς ὁ λόγος, πλὴν οὐκ ἀσφαλής. Α. Κομιδῇ μὲν οὖν ἀπίθανος, ὦ ἑταῖρε, τερθρείας δ᾽ οὖν τῆς ἐκτόπου παραδεικτικός, ἧς οὐκ οἶδ᾽ ὅπως προεστηκότες οὐκ ἐρυθριῶσιν οἱ δι᾽ ἐναντίας. Οὐδὲ γὰρ ἂν ἡμᾶς τὸ συνθελῆσαι μόνον καὶ ταὐτὰ βούλεσθαι τῷ Πατρὶ πρὸς εἰκόνα καὶ ὁμοίωσιν φυσικὴν ἐξεργάσαιτο τὴν αὐτοῦ, δρῴη δ᾽ ἂν τοῦτο καὶ μόνη φύσεως ὁμοιότης, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν ἐξ αὐτῆς ἰοῦσα τῆς οὐσίας ἐμφέρεια. Β. Κατ᾽ εἰκόνα δὴ οὖν τὴν θείαν πῶς ἂν εἴημεν αὐτοί; Α. Ὡς ἔναυλον ἔχοντες τὸν Υἱόν, καὶ χαρακτῆρα τὸν θεῖον εἰσοικισάμενοι καὶ πεπλουτηκότες ἐν ἑαυτοῖς.

Μεμορφώμεθα γὰρ δι᾽ αὐτοῦ πρὸς Θεόν. Εἶδος δὲ τὸ πάντων ἐπέκεινα καὶ ὑπέρτατον, τουτέστιν ὁ Υἱός, διὰ Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς. Καὶ γοῦν ἐπιστέλλει Γαλάταις ὁ Παῦλος, ἐξ ἐλαφρίας ὠλισθηκόσιν ἐπὶ τὸ ἀκαλλέστερον· «Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Β. Ἄριστα ἔφης. Α. Εὔηθες δὲ καὶ ἑτέρως καὶ ἀκατάσκεπτον κομιδῇ τὸ μὴ οὐχὶ τῆς οὐσίας τοῦ Πατρός, βουλῆς δὲ καὶ θελημάτων εἰκόνα λέγεσθαι τὸν Υἱόν. Ὁ γάρ τοι Φίλιππος, «Δεῖξον ἡμῖν τὸν Πατέρα,» καὶ οὐχὶ τὴν θέλησιν ἔφασκε τοῦ Πατρός. Ἑαυτὸν δὲ παριστὰς εἰς εἰκόνα τοῦ Πατρὸς ὁ Υἱός, «Ὁ ἑωρακὼς ἐμέ,» φησίν, οὐχὶ τὴν θέλησιν τοῦ Πατρός· αὐτὸν δὲ μᾶλλον τεθέαται τὸν Πατέρα. Καίτοι ἐχρῆν δήπου τὸν ἀψευδεῖν ᾑρημένον, μᾶλλον δὲ οὐκ ἔχοντα δόλον ἐν τῷ στόματι αὐτοῦ, τόγε ἐκείνοις δοκοῦν, ἀλλὰ μὴ τοῦτο εἰπεῖν, εἴπερ ἦν οὐχ ὧδε ἔχων. Ἀλλ᾽ ὁ μόνος εἰδὼς τὸν Πατέρα καὶ ὑπὸ μόνου διεγνωσμένος τοῦ Πατρὸς οὐ ψιλῆς ἡμῖν καὶ ἀνυπάρκτου θελήσεως εἰκόνα, χαρακτῆρα δὲ μᾶλλον τῆς ὑποστάσεως τοῦ γεγεννηκότος ἑαυτὸν ἀπέφηνεν εἰπών· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Β.

Ἀλλ᾽ εἴπερ ὧδε φρονεῖν ἔκ τε τοῦ εἰκότος καὶ πρὸς αὐτῆς ὄντως τῆς ἀληθείας ἀναπεπείσμεθα, τρίβον μὲν ἴμεν τὴν ἀγαθήν· πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας· ὅ τινος, ὦ βέλτιστοι, χαρακτὴρ εἴη δήπου πάντως ἂν οὐκ ἐν ὑποστάσει τῇ καθ᾽ ἑαυτόν, ἀλλ᾽ οὐδ᾽ ἂν ἰδίαν ἔχοι τὴν ὕπαρξιν, νοοῖτο δ᾽ ἂν μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχωρίστως ἐνείη τυχόν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν. Ἀνύπαρκτος οὖν ὁ Υἱός, εἴπερ ἐστὶ καθ᾽ ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. Α. Ἀχρεῖον, ὡς ἔοικε, καὶ τοῖς ἄγαν αἰσχροῖς ἐναρίθμιον τὸ βούλεσθαί τι νοεῖν ἄριστά τε καὶ ἀδιαπτώτως, πάρα γε τοῖς οὕτω διεστραμμένοις· τὸ δὲ ἀρρωστοῦν εἰς σύνεσιν ἐντετίμηταί που· καὶ παρατροπῆς μὲν ἀεὶ τῆς ἐπὶ τὸ λίαν εὐηθικός, τὸ ἰσοστατοῦν οὐδέν, ἐν μοίρᾳ δὲ τῇ αἰσχίονι τὸ εὖ ἔχειν ὑπειλημμένον. Ἦ οὐκ ἄμεινον ἐννοεῖν ὡς τὴν μὲν τοῦ Υἱοῦ φύσιν, ἥτις ποτέ ἐστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ᾽ ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἢ κατὰ δύναμιν λόγου; «Δόξα γὰρ Κυρίου κρύπτει λόγον,» κατὰ τὸ γεγραμμένον. Ἐκ πλείστων δὲ ὅσων θεωρημάτων, τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα, ἰσχναῖς δὲ δὴ λίαν καὶ οἱονεὶ κατερρινημέναις φαντασίαις ἐννοιῶν τὴν ὡς ἐν αἰνίγμασι θέαν εἰς νοῦν συναγείροντες, τὸ ἀκλινὲς ἐν πίστει κερδαίνομεν.

Ἐπειδὴ δὲ ἐν κτίσμασι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν οὐδὲν ἀκριβῶς καὶ μοναδικῶς ἐξήσκηται πρὸς ἐμφέρειαν τῆς ἀνωτάτω φύσεώς τε καὶ δόξης, συνίεμεν μόλις τὰ περὶ αὐτῆς, τὸ τελοῦν εἰς δήλωσιν ἀφ᾽ ἑκάστου τῶν ὄντων χρειωδῶς ἁρπάζοντες· σπιθαμῇ δὲ ὥσπερ μετροῦντες τὸν οὐρανόν, βραχεῖ κομιδῇ τῷ γε ἐν ἡμῖν ὄντι νῷ πρὸς τὰ ἐπέκεινα νοῦ παντὸς ἀναμύειν οὐ παραιτούμεθα, φῶς τε καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ ἕτερα ἄττα πρὸς τούτοις φαμὲν εἶναι τὸν Υἱόν. Ὠνόμασται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, ἀλλ᾽ οὐχ ἑκάστῳ τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαί φαμεν, καὶ εἰς ἕν τι τὸ ἀρτίως ἔχον ἀναπεπλέχθαι μόλις. Ἁπλοῦς γάρ ἐστι καὶ μονοειδής, ἀλλ᾽ ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς, εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ᾽ αὐτῷ θεωρίας καὶ συμμέτρου περιωπῆς. Εἰ τοίνυν λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος. Ἡνίκα δ᾽ ἂν καὶ ἀπαύγασμα μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔχε τὴν ἐκ Πατρὸς οἱονεί πως εἰς τὸ ἔξω διεκδρομήν, οὔτε εἰσάπαν ἀπηλλαγμένως τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰσάπαν συνεσταλμένως, προεκκύπτουσαν δὲ ὥσπερ εἰς τὸ ὑφεστάναι καθ᾽ ἑαυτὴν καὶ εἰς ὕπαρξιν ἰδικήν.

Ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ Πατρὸς φύσει, μονονουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς καὶ τομῆς τῆς εἰσάπαν οὐκ ἀνεχόμενος, πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτήρ, οὐδὲ ἀνυπάρκτως ἐπερριμμένος, ἢ συμβεβηκώς, ὡς εἶδος ἐν σώματι. Ζωὴ γὰρ ὢν κατὰ φύσιν, πῶς ἂν νοοῖτο μὴ ὑφεστάναι; Ἦ οὐ διεπύθου λέγοντος· «Ἐγώ εἰμι ὁ ὤν, τοῦτό μού ἐστιν ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεαῖς γενεῶν;» Β. Εὖ λέγεις. Εἰς καιρὸν δὲ ἡμῖν ὄντα τε ἔφης καὶ ζωὴν τὸν Υἱόν, ὡς χαρακτῆρά που πάντως καὶ ὁμοίωσιν ἀκριβῆ τοῦ ὄντος τε καὶ ζῶντος Πατρός. Ἀλλὰ τί δῆτα, φασίν, εἴπερ ὧδε ἔχει, ζωὴν δέχεται παρὰ τοῦ Πατρός; Ἔφη γὰρ αὐτός· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.» Καὶ μὴν καὶ ἑτέρωθι, καταναρκήσας οὐδέν· «Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾽ ἐμέ.» Πρὸς ἡμᾶς δὲ ὁ Παῦλος, «Ὁ δὲ Θεός, ἔφη, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ, χαριτί ἐστε σεσωσμένοι, καὶ συνήγερκε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.» Καὶ ὅλως διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς, ζωοποιούμενός τε παρὰ τοῦ Πατρὸς καὶ ζωῆς ὁρᾶται μέτοχος.

Τίνα δὴ οὖν ἄρα τρόπον τἀληθὲς ἀντεξοίσομεν τοῖς δι᾽ ἐναντίας, ὡς ἥδιστα ἄν σου διαπυθοίμην. Α. Καὶ μὴν ἄριστά σοι καὶ οὐκ ἀποσκόπως που λέγειν ἐδόκουν, οὐχὶ τῆς βουλήσεως τοῦ Πατρός, ἀλλ᾽ οὐσίας καὶ ὑποστάσεως χαρακτῆρα τὸν Υἱὸν νοεῖσθαι δεῖν, καὶ οὐκ ἀπᾳδόντως τῇ θείᾳ Γραφῇ. Β. Ἄριστα μὲν οὖν· ἀποφήσαιμι γὰρ ἂν οὐδαμῶς τό γε ὀρθῶς ἔχον τε καὶ εἰρημένον. Α. Ἐν δέ γε τοῖς οὖσιν, ὅσα μὴ μόνον εἰς σχῆμα καὶ εἶδος μεμόρφωται τό τινος, οὐσιώδη δὲ μᾶλλον διεκληρώσατο τὴν ἐμφέρειαν, ὁμοφυῆ δήπου πάντως εἶεν ἄν, καὶ τῆς κατὰ πᾶν ὁτιοῦν ὁμοιότητος ἀνενδεῶς ἐξημμένα. Β. Πῶς δὴ φής; Οὐ γάρ μοι μάλα σαφὴς ὁ λόγος. Α. Τὸ χαλκοῦ, φέρε εἰπεῖν, ἢ λίθου πεποιημένον ἀνδροειδὲς ἄγαλμα, πότερα τῆς τοῦ δεῖνος οὐσίας ἤγουν εἴδους καὶ μορφῆς ἐξεικονισμὸς εἴη ἄν; Β. Εἴδους δηλονότι. Α. Ὅ γε μὴν τοῦ δεῖνος υἱός, πρὸς αὐτῆς εἰς τοῦτο πλαστουργηθεὶς τῆς φύσεως καὶ ἄκρως ἐξησκημένος πρὸς ὁμοίωσιν τοῦ γεννήσαντος, λόγοις δὲ δή φημι τοῖς κατὰ τὴν φύσιν, ἆρ᾽ οὐκ ἂν νοοῖτο λοιπὸν φυσική τε καὶ οὐσιώδης εἰκών; Β. Ναί. Α.

Ὄντος δὴ οὖν ἤδη σαφοῦς τε καὶ ἐναργοῦς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως χαρακτὴρ ὑπάρχων ὁ Υἱός, ἀδιαλώβητόν τε καὶ ἀπαράσημον τὸ θεῖον ἐν ἑαυτῷ παρέδειξε κάλλος, διαρρήδην εἰπών· «Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·» καὶ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·» πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν ὡς τοῖς τῆς θεότητος ἰδιώμασιν ὑπάρχων διαπρεπής, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, κατ᾽ οὐδένα τρόπον ἀπολισθήσειεν ἂν τοῦ εἶναι ζωὴ καὶ ζωοποιός, ἵνα μὴ διὰ τῆς εἰκόνος ὑβρίζηταί πως ὁ οὗπέρ ἐστιν εἰκών; Συμβήσεται γάρ, εἴπερ οὐχ ὧδε ἔχει, τό γε ἧκον εἰς τὸν Υἱόν, ὅς ἐστιν εἰκὼν τοῦ Πατρός, ζωὴν μὲν οὐκ ἔτι, ζωῆς δὲ μᾶλλον ἐπιδεᾶ καὶ τῆς παρ᾽ ἑτέρου μέτοχον, καὶ αὐτὸν ἤδη πως ὑποπτεύεσθαι τὸν Πατέρα. Ἢ πῶς ἂν γένοιτο τοῦ ζωογονοῦντος εἰκὼν ἀπαράλλακτος τὸ ζωογονούμενον, τοῦ πλουσίως ἔχοντος τὸ ἐπιδεές, τοῦ διανέμειν ἑτέροις οἵου τε τὸ καὶ ἰδίᾳ φύσει μὴ ἐπαρκοῦν; Β. Εὖ λέγεις. Α. Οἱ δὲ δὴ ζωῆς μέτοχον καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχειν ζωὴν πεφλυαρηκότες τὸν Υἱόν, ὅποι ποτὲ θεῖεν ἂν τὴν αὐτοῦ φύσιν, ὡς ἑτέραν οὖσαν παρὰ τὴν ἐν αὐτῷ ζωήν, ἐννοεῖν οὐκ ἔχω. Ἦ οὐκ ἀνάγκη τὸ ἐν μεθέξει τινὸς γενέσθαι πεπιστευμένον ἑτεροφυὲς εἶναι παρ᾽ αὐτό, ἵνα μὴ αὐτό τι ἑαυτοῦ λέγοιτό τε καὶ ὁρῷτο μέτοχον, εἴπερ ἐστὶν ὁμοφυές; Β. Ἀνάγκη. Α.

Οὐκοῦν, εἰ μή ἐστι ζωὴ κατὰ φύσιν ὁ Υἱός, ἐν ἰδίᾳ που πάντως ἔσται φύσει, μεταλαχὼν ὡς ἑτέρας, ἢ ὅπερ ἐστὶν αὐτὸς τῆς ἐν αὐτῷ ζωῆς. Ἀποκρινάσθων δὴ οὖν οἱ τοσούτῳ παρεφθαρμένοις συναθλοῦντες δόγμασιν, ὑπὸ ποῖον ἡμῖν ἔσται κατ᾽ ἐκείνους γένος· προαπέδειξε γὰρ ἡμῖν ὁ λόγος ὅτι μὴ γενητός. Β. Ζωή, φησί, γέγονε παρὰ τοῦ Πατρός· ἔφη γὰρ ὁ Ἰωάννης· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν.» Ὁ 〈Υἱὸς〉 οὖν ἐστι ζωή. Α. Συνεισδήσας οὖν ἄμφω καὶ εἰς ἕν τι συνενεγκὼν ζωήν τε καὶ τὸν Υἱόν, οὐχ ἕτερον εἶναι φὴς παρὰ τὴν ἐν αὐτῷ ζωήν, ὡς διαφόροις ὀνόμασι τὴν ἑνὸς ἡμῖν τοῦ νοουμένου κατασημαίνεσθαι φύσιν, εἴτουν Υἱὸς εἴτε ζωὴ λέγοιτο τυχόν; Β. Οὕτω φημί. Α. Εἶτα πεποιῆσθαι παρὰ τοῦ Πατρὸς ὑπειλήφασι τὴν ζωήν· καὶ πῶς ἂν οὐχὶ μωρίας αὐτοῖς ἐπίκλημα καὶ γραφὴ τὸ χρῆμα λοιπόν; Ἦ οὐχὶ τὸ γεγονὸς ἐξ ἀνυπαρξίας παρῆχθαι λέγειν, καὶ οὐχ ἑκόντας, ἀνάγκη, καὶ τὸ εἰς ἀρχὰς τοῦ εἶναι παρακεκομισμένον τοῦ εἶναι πρεσβύτερον τὸ μὴ εἶναι λαχεῖν; Ἀλλ᾽ οὐ τοῦτό γε, ὦ βέλτιστοι, ζωή, πολλοῦ γε καὶ δεῖ. Ζωὴ γάρ ἐστιν οὐ τὸ εἰς ζωὴν παρηγμένον· πρέποι δ᾽ ἂν μᾶλλον αὐτῇ τὸ εἶναι διὰ παντός, ἄναρχόν τε καὶ ἀτελεύτητον τὴν ὕπαρξιν ἔχειν.

Εἰ δὲ δὴ σοφὸν οἴονται καὶ κατεσκεμμένον ὑπάρχειν αὐτοῖς τὸν λόγον, τὸν ἐν μεθέξει ζωῆς, κἂν εἰ νοοῖτο ζωή, πρεσβεύοντα τὸν Υἱόν, ἀκουόντων ὅτι ζωὴ λέγοιτ᾽ ἂν τὸ ζωοποιοῦν, οὐχὶ τὸ ζωοποιούμενον, καθάπερ ἀμέλει καὶ φῶς καὶ σοφία καὶ δύναμις, οὐ τὸ φωτὸς ἐπιδεὲς καὶ σοφίας τητώμενον καὶ ἰσχύος τῆς παρ᾽ ἑτέρου γλιχόμενον, τὸ φωτίζον δὲ μᾶλλον καὶ σοφοὺς ἀποτελοῦν καὶ δυναμοῦν ἑτέρους. Ἦ οὐχὶ δὴ τρίβον ἰέναι σοι δοκῶ τὴν εἰς εὐθύ τε καὶ ἀκαμπῆ καὶ ταῖς ἐκ νόμου ψήφοις ἐπαινουμένην; «Ὁδῷ γάρ, ἔφη, πορεύσῃ βασιλικῇ.» Β. Καὶ μάλα. Α. Τὸ δὲ δὴ σχέσει τῇ μὴ κατὰ φύσιν καταπλουτοῦν καὶ μόλις τό γε ὅλως εἶναι τοῦθ᾽ ὅπερ ἐστί, πῶς ἂν ἐν ἴσῳ γένοιτό ποτε τῷ καὶ μετασχεῖν ἐφιέντι, καὶ χαριζομένῳ μεταλαχεῖν τῶν ἰδικῶς αὐτῷ προσεῖναι πεπιστευμένων;

Ἀκούω γὰρ λέγοντος τοῦ Υἱοῦ· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καὶ μάλα εἰκότως. Ἐνεργήσει γὰρ ἐν ἴσῳ καὶ οὔτι που παρηλλαγμένως ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φύσις. Ζωὴ γάρ ἐστιν ὁ Πατήρ, ζωὴ δὲ καὶ ὁ Υἱός, οὐ μεῖον ἢ ὁ Πατήρ. Β. Ἀλλ᾽, οἶμαί γε δή, φαῖεν ἂν ὅτι ψευδομυθεῖς, ὦ οὗτος, οἴχεται δὲ δή σοι πρὸς τὸ μηδὲν ἤδη πως ὁ νοῦς καὶ τῶν μὲν ἐξ ἀκριβείας διημάρτηκεν ἐννοιῶν, τὸ δὲ τοῦ Πατρὸς ὑπερανεστηκός τε καὶ ὑπερκείμενον ἔν γε τῷ εἶναι ζωὴ κεκιβδήλευκέ τε καὶ κατασμικρύνας ἔχει. Πῶς γὰρ ἢ πόθεν ἐν ἴσῳ κείσεται τῷ Υἱῷ, καὶ εἰ καλοῖτο ζωή; Α. Βραχὺ πρὸς λόγους διαμελλήσαντες, ἀτρέμα ἔχειν δεῖν οἰησόμεθα μὲν ἡμεῖς. Οἱ δὲ τοῖς σφῶν αὐτῶν συναθλοῦντες δόγμασι, καὶ πειράσθων ἀναπείθειν ὡς ἀμείνων μὲν ἢ καθ᾽ Υἱὸν ζωοποιὸς ὁ Πατήρ, μείων δὲ ἢ κατ᾽ αὐτόν, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱός. Ἀλλ᾽ ἔσονται μὲν οὐχ οἷοί τε τοῦτο δρᾶν, οἶδ᾽ ὅτι, καταμαντεύσονται δὲ τὸ δοκοῦν καὶ καθοριοῦσιν εὐκόλως ἃ ἂν βούλωνται τοῦ Υἱοῦ, καὶ θεσμοῖς ἰδίοις τὴν ἁπάντων βασιλίδα καταζευγνύντες φύσιν. Εἶτα τιμᾶν οἴονται τὸν Πατέρα τὸν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ταῖς εἰς τὸ μεῖον καταλυποῦντες ψήφοις, καίτοι λέγοντα σαφῶς· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾽ εἰς τὸν πέμψαντά με·» καὶ, «Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.»

Τίνα γὰρ τρόπον καταθρήσαιμεν ἂν ζωὴν ὄντα κατὰ φύσιν ἐν Υἱῷ τὸν Πατέρα, εἰ μὴ νοοῖτο ζωὴ κατὰ φύσιν καὶ ὁ Υἱός;

Τί δὲ οὐχὶ καὶ φάσκοντι πιστευτέον τὸ «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή;» Συνάρθρως δὲ καὶ μοναδικῶς ἑαυτὸν εἶναι λέγων τὴν ζωήν, ἆρ᾽ οὐκ ἐξώσειεν ἂν τοῦ εἶναι ζωὴν τὸν Πατέρα καὶ Θεόν, εἰ μὴ φύσεως μιᾶς ἄμφω τε εἶναι δώσομεν, καὶ δι᾽ ἀμφοῖν εἰς ἡμᾶς ἐν ἴσῳ τὸ χρῆμα ἰέναι, καὶ οὔτι που δυοῖν, ἀλλ᾽ ὡς ἐξ ἑνὸς τοῦ τὰ πάντα ζωογονοῦντος Θεοῦ; Β. Ὧδε ἔχει. Α. Ἦ οὐκ «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν;» Β. Παντάπασι μὲν οὖν, εἴπερ εἶναι συγχωρήσομεν ἀληθῆ τὸν ἱερώτατον Παῦλον. Α. Ἀληθὴς μὲν οὖν· πῶς γὰρ οὔ; Ζῇ γὰρ ἐν αὐτῷ καὶ λαλεῖ Χριστός, ὅς ἐστιν ἡ ἀλήθεια. Θέα δὴ οὖν, ὦ φιλότης, ὡς ἐν Θεῷ μὲν Πατρὶ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. Ὁ δέ γε τοῦ εἶναι καὶ ζῇν χορηγὸς οὐχ ἕτερος ἂν εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, ὃς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν ὑπάρχων διαπρεπὴς καὶ ζωῆς τῆς κατὰ φύσιν βλάστημα ζωοποιόν, ὡς ἴδιον ἀγαθὸν ἐνίησι τὴν ζωὴν τοῖς τούτου δεδεημένοις καὶ ὅλην συνέχει πρὸς τὸ εἶναι τὴν κτίσιν. Καὶ γοῦν Ἰουδαίοις προσλαλῶν, «Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Εἶτα τὴν ἰδίαν ἡμῖν κατασημαίνων φύσιν, «Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.

Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Εἴπερ οὖν ἐν ἴσῳ τε καὶ ἀπαραλλάκτως ἐνεργὸς ἐν ἡμῖν ὁ Υἱός, κατά γε τὸ εἶναι ζωὴ καὶ οὐ μεῖον ἢ ὁ Πατήρ, πῶς οὐκ ἐν ἴσοις αὐχήμασι θεῖεν ἂν οὐσίας αὐτόν, εἴπερ ἕλοιντό τινες ὀρθὰ φρονεῖν ἐπ᾽ αὐτῷ καὶ διασκέπτεσθαι δεῖν; Β. Ἀλλ᾽ ἑψόμεθα, φησίν, οἷς αὐτὸς εἴρηκεν ὁ Υἱός.

Ἔφη γὰρ ἀναφανδόν· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ.» Α. Προστίθει τὸ λεῖπον, ἤγουν ἀδικῶν ἴσθι τοι τὸ ἀληθές. Β. Τὸ τί δή; Α. Τὸ οἷς ἔφης ἀναγκαίως καὶ χρειωδῶς ἐπενηνεγμένον, τουτέστι· «Καὶ ἐξουσίαν δέδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.» Β. Ἔοικας, οἶμαί που, καταδηλοῦν ἐκεῖνο θέλειν ὅτι ζωὴν δέχεται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς οὐχ ᾗ νοεῖται καὶ ἔστι Θεός, ἀλλ᾽ ᾗ γέγονεν ἄνθρωπος, ὁ φύσει μὲν οὐκ ἔχων τὸ εἶναι ζωή, ζωῆς δὲ μᾶλλον τῆς παρὰ Θεοῦ μέτοχος. Α. Καίτοι τί δήποτε μὴ οὐχὶ μᾶλλον σαυτῷ, ταυτὶ δὲ ἀβούλως ἀνάπτεις ἐμοί; Οὐ γὰρ διεπύθου λέγοντος ὅτι δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ τοῦ κρίνειν τὴν ἐξουσίαν ὅτι Υἱὸς ἀνθρώπου ἐστίν; Β. Ἐπυθόμην· τὸ δὲ δὴ δοῦναι νυνὶ κατὰ μόνου τοῦ κρίνειν τετάχθω, φησίν. Ἐπειδὴ γὰρ τὸ κρίνειν ὁ νόμος ὡς γέρας ἐξαίρετον ἀνετίθει Θεῷ (ἔφη γὰρ ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν), δέχεται τὸ Θεοῦ γέρας ὡς ἄνθρωπος. Α. Τὸ δέ γε ζωογονεῖν, ὦ βέλτιστοι, πρέποι ἂν ἑτέρῳ μᾶλλον ἢ Θεῷ; Καίτοι καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος, Τιμοθέῳ γράφων, «Διαμαρτύρομαι, φησίν, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.» Β. Ναί, πρέποι ἂν καὶ τοῦτο, φησί, τῷ Θεῷ, ἀλλὰ τί μήν; Α. Τὸ δὲ Θεῷ πρέπον, καὶ οὐσιωδῶς ἀνημμένον, ἆρ᾽ οὐχὶ τῇ ἀνθρώπου φύσει δοτόν τε καὶ ἐπακτόν; Β. Καὶ τοῦτο ἀληθές. Α.

Ἄνθρωπος δὲ καθ᾽ ἡμᾶς ὁ Χριστός, εἰ καὶ νοοῖτο Θεὸς καθὸ πέφηνεν ἐκ Θεοῦ; Β. Ναί· πῶς γὰρ οὔ; Α. Φύσεως οὖν ἄρα τῆς θείας ἴδιον καὶ ἐξαίρετον ἔργον ἦν τὸ ὡς ἀνθρώπῳ δοτόν, τουτέστιν ἡ ζωή; Β. Ἀλλ᾽ ὁ Πατὴρ λέγεται τῷ Υἱῷ δεδωκέναι τὴν ζωήν. Α. Προστίθει τὸν χρόνον καὶ λελύσθω τὸ ζητούμενον.

Ὅτε γὰρ πέφηνε καθ᾽ ἡμᾶς, τότε δὴ τότε καὶ ζωοποιεῖσθαι λέγεται, καίτοι ζωὴ κατὰ φύσιν αὐτὸς ὢν ὡς ἐκ Θεοῦ καὶ ζωῆς. Καὶ γοῦν λεγομένου τοῦ Πατρὸς ὡς οὐκ ἔχοντι τῷ Υἱῷ χορηγῆσαι τὴν ζωήν, κατίδοι τις ἄν, καὶ λίαν ἀμογητί, ζωῆς ὄντα χορηγὸν ἑαυτῷ τὸν Υἱόν, καὶ οὔτι πού φαμεν καθὸ νοεῖται Θεός, καθὸ δὲ πέφηνεν ἄνθρωπος, ᾧ δοτόν τε καὶ εἰσκεκριμένον ἔξωθεν ἡ ζωή. Ἔφη μὲν γὰρ ὁ μακάριος Παῦλος· «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς ἑτέρου μᾶλλον, ἀλλὰ ταῖς ἰδίαις ἐνεργείαις τὸ χρῆμα διδούς, πρὸς Ἰουδαίους φησὶ περὶ τοῦ ἰδίου σώματος· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Β. Πῶς οὖν ἐνήργηκεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ τὴν ζωήν, εἴπερ ἀνεβίω Χριστὸς ταῖς ἑαυτοῦ δυνάμεσί τε καὶ ἐνεργείαις; Α. Ὅτι ζωῆς ὄντος τοῦ Πατρός, ζωὴ πέφηνεν ἐξ αὐτοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς ὁ Υἱός, τῆς τοῦ τεκόντος οὐσίας ἐμφαντικός, καὶ ὅλος μὲν ὑπάρχων ἐν τῷ Πατρί, φέρων δὲ αὖ ὁλοκλήρως ἐν ἑαυτῷ τὸν Πατέρα. Ταύτῃ τοί φαμεν τὸ Πατρὸς ἐνέργημα καὶ τοῦ Υἱοῦ, καὶ ὅπερ ἂν ὁ Υἱὸς ἐργάσαιτο, τοῦτό ἐστιν ἐνέργημα τοῦ Πατρός.

Καὶ γοῦν τὴν ὡς ἐκ Πατρὸς ἐνέργειαν ἰδίαν οὖσαν ἐπιδεικνὺς καὶ τὸ ἐν ἅπασιν ἰσουργὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος μήνυσιν ἐναργῆ τοῖς φιλομαθέσι παρατιθείς, «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, φησίν, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Ὁτὲ δὲ αὖ· «Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Οὐ γὰρ δὴ χρῆναι πρέπειν τοῖς τῆς ἀνθρωπότητος μέτροις τὰ θεοπρεπῶς εἰργασμένα διενοεῖτό που, τῇ δέ γε ἀρρήτῳ καὶ ὑπὲρ νοῦν ἀνετίθει φύσει· διά τοι τοῦτό φησι· «Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Τὰ γάρ τοι θεοπρεπῶς καὶ ὑπὲρ λόγον ἐξειργασμένα τοῖς τῆς κενώσεως μέτροις ἐμφιλοχωρεῖν οὐκ ἐᾷ τὴν ἐπ᾽ αὐτῷ δόξαν τε καὶ πίστιν, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἄνθρωπος μὲν οὔτι που ψιλός, Θεὸς δὲ ἔτι καὶ ἐκ Θεοῦ γινώσκεται. Ἦ οὐκ ἀληθὲς ὅ φημι; Β. Πάνυ μὲν οὖν. Α. Ἀλλά με μικροῦ καὶ τόδε παριππεῦσαν ᾤχετο. Β. Τὸ ποῖόν τι φής; Α. Τὸ παροισθὲν ἀρτίως τοῦ Παύλου λόγιον, ἐν ᾧ καὶ μάλα σαφὴς ἡ δίδαξις ἦν ὡς διὰ τοῦ ἁγίου Πνεύματος ἡ παρὰ Πατρὸς ζωοποίησις ἔν τε αὐτῷ τῷ Χριστῷ καὶ ἐν ἡμῖν ἐκπράττεται. Ἔφη γὰρ ὅτι «Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.»

Διὰ Πνεύματος οὖν ἄρα ζωοποιὸς ὁ Πατήρ, οὐχ ὡς διὰ κτίσματος ζωογονῶν τὴν κτίσιν, ἀλλ᾽ ὡς ἐν μεθέξει φύσεως τῆς ἰδίας εἰς τὴν ἑαυτοῦ μεταπλάττων ζωὴν τὸ ζωὴν οὐκ ἔχον ἐν ἰδίᾳ φύσει. Δοτὸν γάρ που φαῖεν ἄν, οἶδ᾽ ὅτι, τῇ κτίσει τὸ ζῇν. Β. Φαῖεν γὰρ ἄν, ἐρήσεται δὲ καὶ πρὸς ἡμῶν αὐτῇ· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» Α. Ζωοποιὸν οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, οὗ καὶ λαχόντες τὴν μέθεξιν, Θεοῦ τοῦ μόνου καὶ ἀληθινοῦ μετελάχομεν ὡς ζωῆς. Β. Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς, ἐπείτοι καὶ ἐν ἡμῖν αὐτοῖς τὴν Θεοῦ μέθεξίν τε καὶ παρουσίαν τὸ Πνεῦμα πληροῖ. Διαμεμνήσομαι γὰρ Ἰωάννου γράφοντος ὡδί· «Ἐκ τούτου γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν.» Α. Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, τοῦ θείου τε καὶ ζωοποιοῦ Πνεύματος χορηγὸν καὶ δοτῆρα, τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν. Ἐνεφύσησε γὰρ τοῖς μαθηταῖς αὐτοῦ λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν λίαν ἀπηχεστάτων ζωῆς ὑπάρχειν χορηγὸν τὸν οὐκ ὄντα ζωήν, εἴπερ ἐστὶν ἀληθῶς ἐν τοῖς ἐπακτὸν ἔχουσι τὴν ζωὴν κατά γε τὸ ἐκείνοις οὐκ οἶδ᾽ ὅπως δοκοῦν; Καίτοι τί δήποτε, φαίην ἂν εἰκότως, εἴπερ ἐστὶν οὐ ζωή, ὡς ἴδιον ἀγαθὸν ἐνίησί τε τὸ Πνεῦμα, καὶ τρόπῳ τῷ κατὰ τὴν ἐκφύσησιν χορηγὸν ὄντα ζωῆς ἑαυτὸν ἀποφαίνει;

Ὅταν τοίνυν λέγηται ζωῆς μέτοχος ὁ Υἱός, ἤγουν ὅτι ζωοποιεῖται παρὰ τοῦ Πατρός, τὴν θείαν εὐθὺς ἀναλογίζου φύσιν ὅλην ὥσπερ ἐν Πατρὶ νοουμένην, ἐν ᾧ καὶ ἐξ οὗ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ζωοποιὸν τοῖς εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν τὴν ζωοποίησιν ἐνεργοῦν, οὐχ ὡς τῆς ἀρρήτου φύσεως ὄργανον, ἀλλ᾽ οἱονεί πως ὅλην αὐτῆς τὴν ποιότητα δι᾽ ἑαυτοῦ τῇ κτίσει δωρούμενον, καὶ ἀναμορφοῦν εὖ μάλα τὸ φθείρεσθαι πεφυκὸς εἰς μακραίωνα βίον. Ἐννοίαις δὲ ταῖς εἰς τοῦτο σεσοφισμένος, τὴν ἐν Χριστῷ ζωοποίησιν ἐνηργημένην εὑρήσεις εἴς γε δὴ μόνον τὸ ζωοποιεῖσθαι πεφυκός, τουτέστι τὸ ἀνθρώπινον.

Ὁ γὰρ ἐκ Πατρὸς ἀληθῶς καὶ μονογενὴς διὰ τοῦ ἰδίου Πνεύματος τῆς ἑαυτοῦ σαρκὸς ἀπεσόβει τὴν φθοράν, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἀπετέλει ναόν. Ὅτι γὰρ ᾗ Θεός τέ ἐστι καὶ ἐξ αὐτῆς ἀνέφυ τῆς κατὰ φύσιν ζωῆς, δῆλον δὲ ὅτι τοῦ Πατρός, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί, μάρτυς ἂν γένοιτο περιφανής τε καὶ ἀληθὴς ὁ θεσπέσιος Ἰωάννης.

Γράφει γὰρ ὧδε περὶ αὐτοῦ· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν.» Σαφέστερον δὲ καθιστὰς τὸ τίς ἂν εἴη λοιπὸν ἡ πρὸς αὐτοῦ κεκλημένη ζωή, πάλιν φησί· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Ποῦ γὰρ ὅλως ἢ πῶς ἂν νοοῖτο καὶ ὑπάρχων ἀπ᾽ ἀρχῆς καὶ Θεὸς ἀληθινός, εἰ μὴ τοῦ κεκλῆσθαι πρὸς ὕπαρξιν πρεσβύτερόν τε καὶ ἀνωτάτω τὸ εἶναί τε ἀεὶ καὶ ὡσαύτως ἔχειν λαχών; Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, τότε δὴ τότε πρεπόντως ἐπιγινώσκεται. Θεῷ γάρ που τῷ ἀληθινῷ, τὸ ὧδέ τε εἶναι πρέποι ἄν, καὶ διαμαχεῖται τὸ ἔμπαλιν, καὶ γοῦν ὄνομα τὸ Ὢν αὐτῷ· «Ἐγὼ γάρ, ἔφασκεν, εἰμὶ ὁ Ὤν, τοῦτό μού ἐστιν ὄνομα καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς.» Β. Ἀλλ᾽ εἰ χαρίζῃ, φησί, τὴν Πατρὸς ἐνέργειαν τῷ Υἱῷ, καὶ τοῦτο ἀπαραλλάκτως, ἰσοσθενῆ τε εἶναι φής, ποῦ τὸ μεῖον ἔτι τηρήσεις αὐτῷ, καίτοι λέγοντι σαφῶς· «Ὁ Πατήρ μου μείζων μού ἐστι;» καὶ πάλιν· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν;»

ᾜδει γὰρ ὄντα Θεὸν ἑαυτοῦ τὸν Πατέρα. Α. Οὐκοῦν, εἰ μὴ φύσει καὶ ἀληθῶς Θεὸν εἶναι πεπιστεύκασι τὸν Υἱόν, κτίσμα που πάντως καὶ ἕτερον παρὰ τοῦτο οὐδὲν εἴη ἄν. Ἐπὶ δέ γε τοῖς ὧδε φρονεῖν ᾑρημένοις, οἶμαι δὴ πρέπειν ἐκεῖνο εἰπεῖν· «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;» Ἐπιφωνείτω δὲ πᾶς αὐτοῖς φιλόθεός τε καὶ εὐσεβής· «Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, τῆς χάριτος ἐξεπέσετε.» Μερὶς δὲ καὶ κλῆρος ὑμῖν Θεὸς μὲν οὐκέτι, πολλοῦ γε καὶ δεῖ· νόθος δέ τις ἁπλῶς καὶ ψευδώνυμος, κατάπλαστον ἔχων τὴν τῆς θεότητος δόξαν. Λελατρεύκασιν ἀληθῶς τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τοῦτο καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ καὶ ἐπακτὸν ἔχειν τὴν ζωήν, μᾶλλον δὲ καὶ ἐν οἷς ἡ ζωὴν ἰδίαν οὐκ ἔχουσα κτίσις, πεπιστεύκασι τὸν Υἱόν. Εἶτα τί προσκυνεῖν ἐγνώκασιν ὃν τοῖς τῆς κτίσεως ἐγκαταδεσμοῦσι μέτροις, καὶ τῆς κατὰ πάντων οὐσιώδους ὑπεροχῆς δυσσεβοῦντες ἀπαλλάττουσι, καίτοι λέγοντος Ἰωάννου σαφῶς· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.»

Οὐ γὰρ δὴ ταῖς κατὰ σύγκρισιν ὑπεροχαῖς τὸ ἐπάνω πάντων ὁ Υἱὸς κεκτήσεται· ἐπειδὴ δὲ ἐν τῷ πάντα εἰπεῖν, γενητοῦ παντὸς εἰσφέρεται δήλωσις, ὑπερανεστήξει τὰ πάντα τὸ τελεῖν ἐν κτίσμασιν οὐδαμόθεν ἔχων ὡς ἴδιον ὁ Υἱός· ἐπεὶ μὴ ἐν τοῖς πᾶσίν ἐστιν, ἀλλ᾽ ἐπάνω πάντων ἐξῃρημένως, διὰ τὸ εἰς λῆξιν ἰέναι τὴν ἀνωτάτω λοιπόν, ἧς ἐπέκεινα παντελῶς οὐδέν. Ἦ οὐχὶ Θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καθὰ καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; Β. Ναί. Α. Τοῦτο δὲ ἦν ὁ Υἱός· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Β. Τί οὖν ἐροῦμεν εἰ φαῖεν ὅτι γέγραπται περὶ τοῦ Πατρὸς ὅτι ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Α. Ἀλλ᾽ εἰ προσθεῖεν ἡμῖν, ὦ Ἑρμεία, τὸ ἀναμαθεῖν ἐθέλειν ὅπη τε καὶ ὅπως εἰσποίητον ἔχει τὸ εἶναι Θεὸς ὁ Υἱός, καίτοι κατὰ φύσιν καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν τὸ ἀξίωμα λαχών, αὐτόθεν, οἶμαί που, καταβαλοῦσι, καὶ τὸ δύσερι μεθέντες ὡς νόσον ἀποπληξίας, ἀποπεπαύσονται μὲν τὴν ἄρρητον τοῦ Υἱοῦ συκοφαντοῦντες οὐσίαν, φρονεῖν δ᾽ ἂν ἕλοιντο μεθ᾽ ἡμῶν ὀρθά. Ἀλλ᾽ ἐκεῖνοι μέν, κατὰ τὸ εἰκός, ἐνστήσονται ταῖς σφῶν αὐτῶν ἐπαμύνοντες δόξαις καὶ τοῦ ψεύδους ὑπερμαχόμενοι καὶ προεστηκότες γεννικῶς οὐ προθυμίαις, οἶμαι, δευτέραις, ἢ αἷσπερ ἂν ἕλοιντό τινες τοῖς ἐθέλουσι καταδηλοῦν τὸν πολέμου καὶ μάχης ὁπλίζεσθαι νόμον πρό τε παίδων καὶ πρὸ γυναικῶν.

Ἡμᾶς δὲ ἀνάγκη, λεπτοεπεῖν ᾑρημένους, ἀνασκαλεύειν τὰ κεκρυμμένα, καὶ τὴν τοῖς ἀμαθεστέροις οὐ ῥᾳδίαν ἑλεῖν ἀπογυμνοῦν ἀλήθειαν. Β. Εὖ λέγεις. Α. Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τοῦ Μονογενοῦς· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Ἆρ᾽ οὖν οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου καιρός, εἴπερ ἕλοι ποθὲν τὸ ἀνακεκραγεῖν δύνασθαι, τοῖς οὔπω νενοηκόσιν ἀναφανδὸν ἐρεῖ ὡς οὐχ ᾗπερ ἂν νοοῖτο Θεὸς ὢν ὁ Λόγος, ἀλλ᾽ ᾗ πέφηνεν ἄνθρωπος εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, καὶ μετὰ σαρκός, καὶ ὅτε κεκένωκέ τε καὶ τεταπείνωκεν ἑαυτόν, τότε καὶ ὑψοῦσθαι λέγεται; Ἐπεὶ δίδασκε· πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου καὶ ἐρομένῳ φράσον. Β. Τὸ τί δὴ φής; Α. Κεκένωκεν ἑαυτὸν ὁ Μονογενής, καθεὶς ἐν δούλου μορφῇ, καὶ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου.

Τοιγάρτοι, φησίν, ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἆρ᾽ οὖν ἐν τάξει τῇ καθ᾽ ἡμᾶς μισθὸν ἀνδραγαθημάτων καὶ δῶρον ὑπακοῆς καὶ στέφανον εὐτολμίας τὸ κεκλῆσθαι Θεὸς ἐκτήσατο καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε αὐτῶν τῶν ἁγίων ἀγγέλων, ἡμῶν τε τῶν ἐπὶ γῆς καὶ τῶν ἤδη κατοιχομένων; Β. Ἔοικεν. Α. Οὐκοῦν (ἐρῶ γὰρ δή τι μικρὰ τοῦ πρέποντος εἴς γε τὸ παρὸν φροντίσας διὰ τὸ ἀναγκαῖον), τοῖς τῶν ἐπὶ γῆς ὀλισθήμασι καὶ ταῖς ἡμῶν ἁμαρτίαις πλείστην μὲν ὅσην ἐχέτω τὴν χάριν ὁ Μονογενής. Ἴστω δὲ ὅτι πρόφασις αὐτῷ τῆς θεοποιοῦ δόξης, τῆς ἀνθρωπότητος τὰ ἐγκλήματα.

Εἰ μὴ γὰρ ἡμάρτομεν, οὐκ ἂν γέγονε καθ᾽ ἡμᾶς· καὶ εἰ μὴ γέγονε καθ᾽ ἡμᾶς, οὐδ᾽ ἂν ὑπέμεινε τὸν σταυρόν· καὶ εἰ μὴ ἀπέθανεν, οὐδ᾽ ἂν ἐκτήσατο τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Β. Θρασὺς μὲν ὁ λόγος, πλὴν ἔχει τὸ πιθανόν. Α. Εἰ δὲ καὶ ἦν ἐν ἰσότητι καὶ ἐν μορφῇ τοῦ Πατρὸς τῶν τῆς κενώσεως μέτρων ἀμέτοχος ὤν, ποίαν ἂν ἔχοι δόξης ἐπίδοσιν τὸ ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα κατὰ τὸν τῆς κενώσεως χρόνον; Ἆρ᾽ οὐ συνίης ὅποι ποτὲ αὐτοῖς ἀποκινδυνεύσειεν ἂν ὁ λόγος, εἰ ἐρευνῷτο λεπτότερον; Β. Συνίημι. Α. Βούλει δὴ οὖν, μεθέντες εἰς τὸ παρὸν τὸ ἄγαν ἰσχνολογεῖν, ἐπ᾽ ἐκεῖνο ἴωμεν τὸ ὅτι Θεὸς ἦν ἐν ἀρχῇ καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὁ Μονογενής, καίτοι μακρὸν ἐπὶ τούτῳ δαπανήσαντες λόγον ἔν γε τοῖς παρῳχηκόσι; Β. Καὶ μάλα. Α. Οὐκοῦν διὰ μὲν φωνῆς Ἡσαΐου φησὶν ὁ Θεὸς καὶ Πατήρ· «Ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ᾽ ἀρχῆς.» Ἀνακεκραγότων δὲ καὶ αὐτῶν τῶν ἁγίων ἐπαΐοι τις ἂν πρὸς αὐτόν· «Οὐχὶ σὺ ἀπ᾽ ἀρχῆς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐ μὴ ἀποθάνωμεν;» Ἰδοὺ Θεὸς ἀπ᾽ ἀρχῆς κατωνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Θεὸς καὶ Πατήρ. Ὁ δέ γε θεσπέσιος Ἰωάννης, ὅτε τοὺς ἐφ᾽ Υἱῷ πρὸς ἡμᾶς ἐποιεῖτο λόγους, «Ὃ ἦν, φησίν, ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.»

Προσεφώνει δέ τισι· «Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς.» Καὶ τίς δὴ οὗτός ἐστιν, αὐτὸς ἔφη πάλιν· «Τάδε λέγει ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος.» Β. Ἀλλ᾽ ὅτι μὲν ἦν καὶ πρὸ τῆς κτίσεως καὶ αὐτοὶ φαῖεν ἄν· τὸ δὲ ὅτι καὶ Θεὸς ἦν, οὔπω σαφῶς διέγνωσται, φασί. Δέχεται γάρ, ὡς οὐκ ἔχων δηλονότι. Α. Εἶτα πῶς οὐκ ἐπὶ καιροῦ τοῖς τὸν ἀπόπτυστον τουτονὶ προεμένους λόγον εἰκότως ἐπιστυγνάζοντες καὶ ἡμεῖς ἐροῦμεν· «Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.» Οὐ γὰρ ὅτι ἦν ἁπλῶς, ἀλλ᾽ ὅτι καὶ Θεὸς ἦν ὁ Λόγος ἀναγράφοντος ἐναργῶς τοῦ θεηγόρου καὶ εὐαγγελιστοῦ, καθάπερ ἐξ οἴνου καὶ μέθης πρὸς πᾶν ὁτιοῦν ἰόντες ἀκατασκέπτως, κατειρωνεύονται τὴν ἀλήθειαν. Φέρε δὴ οὖν καὶ δι᾽ ἑτέρων ἐλάσαντες ἐννοιῶν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐπιγινώσκωμεν τὸν Υἱόν. Ἦ γὰρ οὐχὶ πρέποι ἂν τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὰ ἐφ᾽ ἑκάστῳ ψηφηφορεῖν, καὶ στεφανοῦν μὲν ἐπαίνοις τοὺς νόμον ἔχοντας τοῦ βίου τὸν ὁριστὴν καὶ τὴν εὐκλεᾶ καὶ περίοπτον ἐκτετιμηκότας ζωήν, κολάζειν δὲ τοὺς ἡμαρτηκότας ὡς ἀλαζόνας καὶ ὑβριστὰς καὶ θεσμοῖς τοῖς ἄνωθεν ἐμπαροινοῦντας εὐκόλως; Β. Πρέποι ἄν. Α. Τί δὲ δὴ τὸ πληροῦν τὰ πάντα δύνασθαι καὶ διὰ πάντων μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσι δοίης ἂν ἑτέρᾳ φύσει παρὰ τὴν θείαν; Β. Οὐκ ἔγωγε· πῶς γάρ; Α.

Τὸ δὲ Θεῷ πολιτεύεσθαι καὶ διαβιοῦν, αὔχημά τε ποιεῖσθαι Θεόν, οὐχὶ φαίης ἄν, ὦ ἑταῖρε, τοῖς ἁγίοις ἁρμοδιώτατον; Β. Πάνυ μὲν οὖν. Α. Ἴθι δὴ οὖν, ἐκεῖνο φράσον. Β. Τὸ ποῖον; Α. Οὐχὶ «πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων,» λόγος δὲ σοφίας, τὸ πάντων μάλιστα τιμαλφέστατον; Β. Σύμφημι· Γράμμα γὰρ ὧδέ φησιν ἱερόν. Α. Θέα δὴ οὖν τῶν ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὡς ἡμᾶς ἡκόντων ἀγαθῶν διανομέα καὶ πρύτανιν, καὶ τοῦτο κατ᾽ ἐξουσίαν, ὑπάρχοντα τὸν Υἱόν· ἔφη γὰρ ὁ Παῦλος· «Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.» Καὶ μέντοι καὶ ἑτέρωθί που πρὸς Μωσέα τὸν ἱερώτατον διειπόντος Θεοῦ· «Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου·» προσελάλει που πάλιν τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν.» Ἀναμελῳδοῦντος δὲ τοῦ μακαρίου Δαβὶδ ὅτι ὁ Θεὸς κριτής ἐστιν, ἔχοντός τε ἀραρότως ὡς ἔνεστι μὲν αὐτῷ τὸ ἑκάστῳ διανέμειν ὧν ἂν δρῴη τὰς ἀμοιβὰς καὶ οὓς ἂν ἕλοιτο δικαιοῦν («Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;»

κατὰ τὸ γεγραμμένον)· ἐνεργὸν ἐπ᾽ ἀμφοῖν οὐχ ὑπουργικῶς ἀλλ᾽ ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ κατοψόμεθα τὸν Υἱόν. Ἔφη γὰρ αὐτός· «Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Προσεφώνει δέ τῳ τῶν ἠρρωστηκότων· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου·» ἐφ᾽ ᾧ καὶ λελυττηκότες οἱ πέρα λόγου παντὸς ἀνόσιοι Φαρισαῖοι, δυσφημίας ἐγκλήματι καταδεσμεῖν ἀπετόλμων τὸν οὕτω θεοπρεπῆ καὶ λίαν ἀνυποστόλως ἀνέντα φωνήν, καὶ δὴ καὶ ἔφασκον· «Οὗτος βλασφημεῖ.

Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;» Ὁ τοίνυν καὶ νόμου καὶ δίκης Κύριος, καὶ στεφάνων διανομεύς, καὶ δικαιοσύνης πρύτανις, καὶ ἀνιεὶς ἁμαρτίας, καίτοι μετὸν οὐδενὶ τῶν ἠριθμημένων ἐν κτίσμασι τοῦτο δρᾶν, πῶς οὐκ ἂν εἴη Θεὸς κατὰ φύσιν; Ἆρά σοι δοκῶ ταυτὶ δοξάζειν ὀρθῶς; Β. Ἀστειότατά γε καὶ τοῦ κατεσκῶφθαι μακράν. Α. Θεοῦ δὲ ὄντος ἐν πᾶσι, καὶ ἀποφοιτῶντος μὲν οὐδενός, ἐνεργείᾳ δὲ τῇ θεοπρεπεῖ διαπιμπλάντος τὰ πάντα, ταύτῃ τοι καὶ λέγοντος πρὸς τὸν Ἰσραήλ· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος; Ἢ τίς τόπος τῆς καταπαύσεώς μου;» περιτρέπων τὸ χρῆμα, καὶ μάλα ὀρθῶς, εἰς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Καὶ αὖ ἐπὶ τούτοις· «Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἆρ᾽ οὖν τὸ πάντα πληροῦν καὶ διὰ παντὸς μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσιν, οὐ μεῖζον ἢ κατὰ κτίσιν; Β. Πῶς γὰρ οὔ; Α.

Ἁγίου δὲ παντός, τὴν ἐγκόσμιόν τε καὶ σαρκικὴν μεθέντος ζωήν, ἀνατεθεικότος δὲ ὥσπερ Θεῷ τὴν ἑαυτοῦ ψυχήν, αὔχημά τε ποιεῖσθαι διεγνωκότος παρ᾽ αὐτὸν οὐδένα, γράφει πάλιν ὁ Παῦλος· «Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω,» δῆλον δὲ ὅτι τῷ Υἱῷ, καὶ δι᾽ αὐτοῦ τῷ Πατρί. Εἴη δ᾽ ἄν σοι καὶ τοῦτο σαφὲς καὶ ἀναμφιλόγως ἔχον εἰ προσθέντος ἐπαΐοις· «Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Καὶ μὴν ἐπὶ τούτοις· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ·» καίτοι φάσκοντος ἁγίου παντός· «Χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, Κύριος ὁ Θεός μου δύναμίς μου.» Β. Καὶ μήν, ὦ γενναῖε, τῶν μὲν τοιούτων ἡμῖν ἅλις ἐννοιῶν. Θεὸς γὰρ οὔτι που ψευδώνυμος, ἀληθὴς δὲ μᾶλλον ὁ Υἱὸς διὰ μυρίων ὅσων ἡμῖν ἀπεφάνθη λόγων. Τοιγάρτοι, τόδε μεθείς, ἐκεῖνο φράσον, τὸ ὅπως ἄν τις ἐκδέξαιτο καὶ συνιέναι πρέποι· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τί δὲ δὴ καὶ μαθὼν Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ; Μὴ γὰρ ἐνδοιάσῃς ὅλως ὅτι πάντως που καὶ τοῦτο ἐροῦσιν. Α. Ἀταλαίπωρος κομιδῇ τῶν ζητουμένων ἡ γνῶσις καὶ οὐκ ἀνάντης ἑλεῖν, εἴ τῴ τις εἴη σοφὸς καὶ ἀρτίφρων ὁ νοῦς. Γέγραπται γὰρ ὅτι «Πάντα ἐνώρια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.»

Εἰ δὲ δή τις ἕλοιτο, τὸ ἐπ᾽ εὐθὺ φέρεσθαι μεθείς, εὐηθέστατα σκολιοδρομεῖν, καὶ τὴν εὐστιβῆ τῶν θεωρημάτων μεταμείψας ὁδόν, παρατρέπεσθαι πρὸς ἑτέραν, ἀκάνθαις περιπεσεῖται καὶ βόθροις καὶ τοῖς διὰ μέσου προσπταίσμασιν. Ὅθεν, οἶμαι, καὶ αἰνιγματωδῶς ὁ νόμος ταυτί που παραδηλῶν· «Ὁδῷ βασιλικῇ πορεύσῃ, φησί, καὶ οὐκ ἐκκλινεῖς δεξιᾷ οὐδὲ ἀριστερᾷ.» Ὅταν 〈τι〉 τοίνυν τῶν ὅσα ἐστὶ μείω μὲν ἢ κατὰ Θεοῦ δόξαν, γενητὴν δὲ φύσιν οὐχ ὑπερκείμενα, λέγηται περὶ τοῦ Υἱοῦ, μὴ τὴν ἄρρητον εὐθὺς καὶ ἐκ Πατρὸς ἰδικῶς ἀναλογίζου φύσιν, ἀλλ᾽ ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς ἴθι κατὰ ῥοῦν, μήτε τὰ τῆς θεότητος ἰδικῶς τοῖς τῆς ἀνθρωπότητος ἐγκαταγράφων μέτροις, μήτε τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς τῇ ὑπὲρ πάντα φύσει προσνέμων, ὡς αὐτῇ κυρίως προσπεφυκός, ἀλλ᾽ εὐκρινῆ καὶ τετορευμένην τὴν ἐφ᾽ ἑκάστῳ διαστολὴν εὖ μάλα ποιεῖσθαι διεγνωκώς. Ὧδε γὰρ ἂν ἔχοις, καὶ οὐχ ἑτέρως, τὸ ἀπλανεστάτην δύνασθαι τὴν θεωρίαν ἑλεῖν. Β. Οἷον δὲ δὴ τί φής; Α. Ὁ μακάριος ἔφη Παῦλος περὶ τοῦ Μονογενοῦς ὅτι καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός. Ἄνες δὴ οὖν ἔν γε τουτοισὶ καὶ παντὸς ἐπέκεινα γενητοῦ μεθίει τὸν νοῦν, καὶ τὸ θεῖον αὐτὸ περιαθρείτω κάλλος καὶ τὴν ἄρρητον αὐτοῦ κατασκεπτέσθω γέννησιν, καὶ τὸν τῆς ὑπάρξεως τρόπον ὡς ἐν ἐσόπτρῳ βλέπων, κατακροτείτω ταῖς εὐφημίαις.

Εἰ δὲ δὴ γράφοι περὶ αὐτοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἐφ᾽ ὧν ἔπαθε τὴν ὑπακοήν,» κάτιθι βραχύ, καὶ τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον. Οὐ γὰρ ἂν ἀπέθανεν ὁ χαρακτὴρ τοῦ Πατρός. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῆς σαρκὸς ἡμέραις ἡ ἱκετηρία γέγονε, σαρκὸς ἂν εἴη τὸ δεῖμα, καὶ τῆς ἀνθρωπότητος ἰδικῶς τὸ κατορρωδῆσαι θάνατον. Οὐκοῦν εἰ καὶ λέγοιτο λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, μὴ τῶν τῆς θεότητος ὅρων ἀποσόβει τὸν Υἱὸν ᾗ Λόγος ἐστὶ καὶ ἐκ Θεοῦ πέφηνε Πατρός. Ἦν γὰρ φύσει καὶ ἀληθῶς Θεὸς καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων.

Ἦ οὐχὶ δὴ τοῦτο ἐρεῖς; Β. Πάνυ γε. Α. Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν καὶ εἰς δούλου μορφήν, γέγονε μεθ᾽ ἡμῶν καὶ ὑπὸ Θεόν, οὐκ ἀπεμπολήσας ὅπερ ἦν, τὸ δὲ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀτιμάσας. Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν ὡς Θεός. Τοιγάρτοι καὶ ὑπὸ νόμον καὶ μὴν καὶ ἐν δούλοις καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸν ὑπέστη τὸν κατὰ σάρκα θάνατον. Ἀλλ᾽ ἦν ἀναγκαῖον, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ ἀνεκποίητον ἔχοντα τὴν ἐπὶ τούτῳ δόξαν μὴ τοῖς τῆς κενώσεως ἐμφιλοχωρῆσαι μέτροις, ἀλλ᾽ εἰς τὴν ἄνωθέν τε καὶ ἀπ᾽ ἀρχῆς καὶ ἰδικῶς ἐνυπάρχουσαν παλινδρομῆσαι τιμὴν μετὰ τοῦ προσληφθέντος σχήματος. Ἀκούει τοίνυν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ Υἱός· «Ἐγὼ σήμερον γεγέννηκά σε·» καὶ «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐπειδὴ γὰρ ὅλως γέγονεν ἄνθρωπος καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γέγονέ τε οὕτω καὶ ὑπὸ Θεόν· ἀναγκαιότατά τε καὶ πρεπωδέστατα τοῖς τῆς κενώσεως συμπλάττεται μέτροις, καὶ Θεὸν ἐπεγράψατο μεθ᾽ ἡμῶν τὸν φύσει τε καὶ ἀληθῶς ἑαυτοῦ μὲν Πατέρα, Θεὸν δὲ ἡμῶν. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν ὑπὸ Θεῷ δουλείαν ἔχοντες φυσικήν, Πατέρα καλοῦμεν τὸν Θεόν, τῇ πρὸς τὸν Υἱὸν συμμορφίᾳ πλουτοῦντες τὸ χρῆμα.

Καταυλίζεται γὰρ ἐν ἡμῖν καὶ ἐνῴκηκεν ὁ Υἱὸς διὰ τοῦ ἰδίου Πνεύματος, ἐν ᾧ καὶ δι᾽ οὗ κράζομεν· «Ἀββᾶ, ὁ Πατήρ.» Ὅτι δὲ 〈εἰς〉 μήνυσιν ἀκριβῆ καὶ οἱονεὶ σήμαντρον υἱοθεσίας τῆς πρὸς Θεὸν τὸ Πνεῦμά ἐστιν ἐν ἡμῖν, δι᾽ οὗ πρὸς Υἱὸν μεμορφώμεθα, σαφηνιεῖ γράφων ὁ Παῦλος· «Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Β. Εὖ λέγεις. Α. Οἶμαι μὲν οὖν ἔγωγε τοὺς δι᾽ ἐναντίας καταναρκήσειν ἔτι τὴν ἀντίστασιν, καὶ τὸ τοῖς τῆς ἀληθείας ἀντιφέρεσθαι λόγοις ὡς ἀπηχθημένον ἤδη διαρριπτεῖν. Εἰ δὲ δὴ τοῦτο μὲν οὐχὶ δρῷεν, ἐνστήσονται δὲ καὶ ἐροῦσιν ἔτι Θεὸν ἀληθῶς τοῦ Υἱοῦ τὸν Πατέρα ὑπάρχειν, οὐκ εἰσδεδεγμένης τῆς οἰκονομίας ἐφ᾽ ᾗπερ ἔφη Θεὸν ἑαυτοῦ τὸν Πατέρα· πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ὅτι νομοθέτας μὲν καὶ ὁριστὰς ὧν ἂν βούλοιντο νοεῖν ἢ λέγειν παραδεξαίμεθα ἂν οὐδαμῶς, πρέποι δ᾽ ἂν μᾶλλον ἡμῖν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀπονέμειν τὸ ἀληθές; Ἔφη τοίνυν· «Ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Διατεινέσθων οὖν, ὅτι καὶ ἡμεῖς υἱοὶ μετ᾽ αὐτοῦ κατὰ φύσιν, εἴπερ ἐστὶν αὐτὸς μεθ᾽ ἡμῶν κατὰ φύσιν ὑπὸ Θεόν. «Πορεύομαι γάρ, φησί, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.» Τὸ δὲ Υἱὸς ὄνομα, τὸ οὐσιωδῶς ἐκ Πατρὸς γεγεννῆσθαι δηλοῖ.

Πλεῖστοι δὴ οὖν ὅσοι κατὰ φύσιν υἱοί, μᾶλλον δὲ ἀριθμοῦ κρείττονες· καὶ τὸ τῆς δυσφημίας παρείσθω πλάτος, εἰ πάντες υἱοὶ κατὰ φύσιν, ταύτῃ τοι καὶ θεοί. Ἀλλ᾽ οἶμαί που πάντως αὐτίκα δὴ μάλα ἐρεῖν ὅτι ξένιον μὲν εἰς ἡμᾶς ἡμερότητος Θεοῦ τὸ τῆς υἱότητος ὄνομα· (γηγενεῖς γὰρ ὄντες τὴν φύσιν, οὐκ ἐκ Θεοῦ γεγεννήμεθα, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον), ἔξωθεν δὲ ἡμῖν καὶ εἰσκεκριμένον, τὸ χρῆναι καλεῖν Πατέρα τὸν Θεόν. Εἶτα τί, φαῖμεν ἂν καὶ ἡμεῖς αὐτοῖς, ὦ πάντα τολμῶντες εὐκόλως, τί μὴ οὐχὶ τοῖς ἴσοις ἀπευθύνεσθε λογισμοῖς πρὸς τὸ ὀρθῶς τε καὶ ἀμωμήτως ἔχον, παραληροῦντες δὲ οὕτως οὐκ ἐρυθριᾶτε μακρά;

Πῶς γὰρ οὐκ ἄμεινον διενθυμεῖσθαι σοφῶς ὡς ἐπείπερ ἐστὶ κατὰ φύσιν ἐκ Θεοῦ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἀκαλλὲς αὐτῷ τὸ συναριθμεῖσθαι κτίσμασι, πρέποι δ᾽ ἂν μᾶλλον τὸ εἶναι Θεόν; καὶ ἐπειδὴ πέφηνεν ἄνθρωπος, εἰσποίητόν τε καὶ ἐπακτὸν εἴη δήπου πάντως ἂν μετὰ τῆς σαρκὸς καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ ὑπὸ Θεῷ γενέσθαι τὸν ἐξ αὐτοῦ; Β. Ἀλλ᾽ εἰ μηδέν, φησί, τὸ διάφορον ἐν Υἱῷ, Θεὸς δὲ οὕτως ἐστὶν ὥσπερ ἂν νοοῖτο καὶ ὁ Πατήρ, πάντως που καὶ ἴσον ἐρεῖς καὶ κατ᾽ οὐδὲν ὅλως μειονεκτούμενον.

Εἶτα πῶς ἔφασκεν αὐτός· «Ὁ Πατήρ μου μείζων μού ἐστιν;» Α. Θεοῦ γάρ, εἰπέ μοι, πρὸς Θεόν, εἰ ἐπ᾽ ἀμφοῖν νοοῖτο τὸ φύσει τε καὶ ἀληθῶς, ποίαν ἄν τις ἴδοι τὴν διαφοράν, ἢ τί τὸ μεσολαβοῦν κατά γε τὸ ἑτεροίως ἔχειν;

Ἐπειδὴ δὲ χαρακτῆρα τοῦ Πατρὸς ἄκρως τε καὶ πέρα λόγου παντὸς οἱονεί πως ἐκτετορνευμένον εἰς ἐμφέρειαν φυσικὴν διεβεβαιούμεθα τὸν Υἱόν, πῶς ἂν ἡμῖν, εἴπερ ἀληθῶς ἐν μείοσι καὶ οὐχὶ τελείως ἐστὶν ἐν οἷς ὁ Πατήρ, κατασημήνειεν ἂν ἐν ἑαυτῷ τὸν ἀμείνω τε καὶ ὑπερκείμενον κατ᾽ αὐτούς; Οὐ γάρ που τὸ ἐνδεὲς τοῦ τελείως ἔχοντος εἰκών τε καὶ ὁμοιότης ἀπαραποίητος παντελῶς εἴη ἄν· ἀλλ᾽ οὐδ᾽ ἂν Θεὸς ὑπεράλλοιτο Θεόν, ἤγουν ἐν χείροσιν ἅτερος ἁτέρου νοοῖτό ποτε κατά γε τὸ εἶναι Θεός, ἐπεὶ μηδὲ ἄνθρωπος ἀνθρώπου, κατά γε τὸ εἶναι τοῦθ᾽ ὅπερ εἰσί, διαφέροι ἄν. Ῥώμῃ μὲν γὰρ καὶ φρονήσει καὶ τοῖς κατ᾽ ἀρετὴν αὐχήμασι, καὶ μὴν καὶ ποσότητι καὶ ὑφέσει σώματος, δυσειδείᾳ τε καὶ εὐμορφίᾳ καὶ χρώματος ἑτερότητι διενεγκεῖν ὁ δεῖνα τοῦ δεῖνος λέγοιτ᾽ ἂν ἔσθ᾽ ὅτε. Εἰ δὲ δή τις ἕλοιτο σαφῶς Πέτρου τε καὶ Παύλου τίς ἂν εἴη τυχὸν ὁ τῆς οὐσίας ὅρος ἀναμαθεῖν, ἴσον ἐπ᾽ ἀμφοῖν εὑρήσει καὶ ὡσαύτως ἔχοντα κατὰ πᾶν ὁτιοῦν, τὸ δὲ δὴ μεῖον ἢ ὅτι, φληνάφως, οἶμαί που, καὶ οὐκ ἐκ νοῦ τοῦ σώφρονος διασκέψαιτ᾽ ἄν. Μείζονα τοίνυν ἐπείπερ εἶναί φασι τὸν Πατέρα, τί δὴ ἄρα τὸ ὑπερτεροῦν ἐν αὐτῷ, καὶ ᾧ τὸ μεῖζον εἰσβέβηκεν ἀποδεικνύντων αὐτοί! Β. Ἆρ᾽ οὖν διημάρτηκε τἀληθοῦς ὁ Υἱὸς φάσκων· «Ὅτι μείζων μού ἐστιν ὁ Πατήρ;» Α. Καὶ πῶς ἂν ψεύσαιτο λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια;»

Ἀλλ᾽ ὅπως μὲν ἂν νοεῖσθαι πρέποι τὴν τοῦ Σωτῆρος φωνὴν παρείσθω νυνί. Καιρῷ γὰρ εἰρήσεται.

Φράζε δὲ ὅ φημι, μία θεότητος φύσις ἡ πάντων τεχνῖτις καὶ τῶν ὅλων δημιουργὸς γινώσκεται πρὸς ἡμῶν; «Κύριος γὰρ ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν,» ἢ οὐκ ἀληθὴς ὁ νόμος; Β. Ἀληθής. Α. Ἁπλοῦν δὲ ὑπάρχον καὶ μονοειδὲς τὸ Θεῖον, ἐν ἁγίᾳ Τριάδι πιστεύεται καὶ γινώσκεται, ἔν τε Πατρί, φημί, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἦ ἄρα τι φὴς παρὰ τοῦτο ἕτερον καὶ διδάσκειν ἔχεις; Β. Οὐδ᾽ ὁπωστιοῦν. Α. Οὐκοῦν εἰς μίαν μὲν καὶ τὴν αὐτὴν συνενεγκόντες φύσιν καὶ εἰς ταὐτότητα συνεισδέοντες τῶν εἰρημένων ἕκαστον, μετὰ καὶ τοῦ ὑπάρχειν ἰδιοσυστάτως, ἕνα Θεὸν προσκυνήσομεν καὶ ἑνὶ τῷ τῶν ὅλων Θεῷ λατρεύσομεν.

Διελόντες δὲ καὶ κατατεμόντες εἰς ἑτερότητα φυσικὴν καὶ ἀναμέρος ἕκαστον ἐν ἰδίᾳ τινὶ τιθέντες φύσει, τρεῖς ἤδη θεοὺς καὶ οὐχ ἑκόντες ὁμολογήσομεν. Εἶτα τίς ἂν ἡμᾶς ἐξέλοιτο τοῦ πεπλανῆσθαι λόγος, εἰ τῇδε διακεισόμεθα;

Πῶς δὲ οὐχὶ παντὸς ἂν ἁμάρτοι λογισμοῦ καλοῦ τε καὶ ἀγαθοῦ τρεῖς ἡμῖν εἴ τις ἀνθ᾽ ἑνὸς διακηρύττει θεούς; Ἀλλ᾽ οἶμαι κατορρωδήσαντες τὸ ἀναφανδὸν ἑλέσθαι ληρεῖν, Θεὸν μὲν καὶ ἀληθῆ τὸν Πατέρα ἐροῦσι, δυσφημίαν δὲ τὴν σφίσιν αὐτοῖς ἐντριβῆ καὶ πρέπουσαν μόνοις καταχέοντες τοῦ Υἱοῦ, γενητὸν μὲν ἐροῦσι καὶ ἐκτισμένον, τῇ τῆς θεότητος δόξῃ καθάπερ τινὰ σκιὰν ἐπαλείφοντες καὶ ψιλοῖς ὀνόμασιν ἐκτετιμῆσθαι πιστεύοντες· τοῦ γε μὴν εἶναι φύσει τε καὶ ἀληθῶς Θεὸν ἀνέδην ἐκπέμψουσιν.

Εἶτα τίς οὕτω νωθής τε καὶ παρειμένος, ἔν γε τοῖς ἐθέλουσι φρονεῖν ὀρθῶς, ὃς οὐχὶ τῶν οὕτω διεγνωκότων πλείστην ἂν ὅσην ποιήσαιτο τὴν καταβοὴν καὶ τῆς ἀμέτρου τερθρείας καταμειδιάσας ἐρεῖ· εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, εἰσποίητον δὲ αὐτῷ τοὔνομα καθ᾽ ὑμᾶς, τί μαθόντες αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ συγκρίνετε καὶ τὸ μεῖον ἢ ὑπερτεροῦν ἐπ᾽ ἀμφοῖν δοκιμάζετε, καίτοι παντός, οἶμαι, λόγου σοφοῦ τε καὶ ἀναγκαίου τὰς πρὸς ἄλληλα συγκρίσεις ἀπονέμοντος πράττεσθαί τε πρεπωδέστερον ἀναπείθοντος τοῖς ὁμοφυέσι πρὸς τὰ ὁμοφυῆ, καὶ ὅσαπερ ἂν φαίνοιτο ταὐτὰ κατ᾽ οὐσίαν, ἤγουν κατ᾽ οὐδένα τρόπον ἐκσεσοβημένα πρὸς τὸ ἑτέρως ἔχειν; Χρῆμα μὲν γὰρ λογικὸν ἄγγελός τε καὶ ἄνθρωπος· πλὴν ἔστι τις ἐν ἀμφοῖν ἡ διαφορὰ καὶ τὴν εἰσάπαν οὐκ ἔχει πρὸς ἄλληλα συνδρομήν. Ὅταν τοίνυν ὁ τῆς τῶν ἀγγέλων εὐκλείας καὶ ὑπεροχῆς βασανίζηται λόγος, ἄγγελον ἀγγέλῳ παραβλητέον. Εἰ δὲ δή τις καὶ ἐφ᾽ ἡμῶν τοῦτο δρῴη, καλῶς Παῦλος μὲν τοῦ δεῖνος διοίσει τυχόν, Πέτρος δὲ αὖ ἑτέρου του τῶν καθ᾽ ἑαυτόν. Θεὸς δὲ ὁ πάντων καὶ ἐπὶ πάντας ἀπαράβλητόν τι χρῆμα καὶ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ἐπεί τοι πάντων ἐστὶν ἀνωτάτω καὶ εἰς λῆξιν ἀναφοιτᾷ, τοῖς πεποιημένοις ἀστιβῆ καὶ ἀνέμβατον, ποῖον ἂν ἔχοι τὸ παρεπόμενον καὶ ἀγχοῦ καὶ παραβραχὺ καὶ εἰς τοῦτο ἧκον ἤδη πως ὡς ἁμιλλᾶσθαι κατατολμᾶν καὶ ὅτι μὴ μεῖον ἀμφιγνοεῖσθαι λοιπόν;

Ἦ οὐ δοκεῖ σοι γέλωτά τε ὄφλειν καὶ νοῦ παρολισθεῖν ἀγαθοῦ καὶ μὴν καὶ ὀρθῆς ἐκσεσοβῆσθαι φρενός, εἴ τι τῶν ἐν κτίσμασι κατηριθμημένων κατατολμῴη λέγειν· Ὁ πάντων Θεὸς καὶ Πατὴρ μείζων μού ἐστι; Τίσιν ἄν, εἰπέ μοι, τῶν ὄντων αὐτὸς τὴν οὕτω θρασεῖαν καὶ σφαλερωτάτην ἐφαρμόσαις φωνήν; Ἀγγέλοις ἄρα καὶ Ἀρχαγγέλοις, ἤγουν Ἐξουσίαις, Θρόνοις τε καὶ Κυριότησι; Πῶς γὰρ ἢ πόθεν τῷ οἰκείῳ δημιουργῷ φιλονεικήσει τὸ ποιηθέν;

Ἀμαθέστατα τοιγαροῦν τὸ πάντη τε καὶ ὁλοτρόπως διεστηκὸς κατὰ φύσιν, εἴπερ οἴονται Θεὸν μὲν οὐκ εἶναι κατ᾽ ἀλήθειαν τὸν Υἱόν, παρῆχθαι δὲ μᾶλλον γενητῶς εἰς ὕπαρξιν, ἀντιπαρεξάγουσι τῷ Πατρὶ καὶ τὸ ἴσον ἢ μεῖον ἐπ᾽ ἀμφοῖν βασανίζουσιν. Β. Ἔοικε. Φασὶ δ᾽ οὖν ὅμως ὅτι Θεὸς μέν ἐστιν ὁ Υἱός, μείζων δὲ ὁ Πατήρ. Α. Εἶτα ποῦ τὸ μεῖζον ἐν τῷ Πατρὶ καὶ μέντοι τὸ μεῖον ἐν τῷ Υἱῷ καταθρήσαιμεν ἄν, εἰ τὴν τοῦ Θεοῦ φύσιν, ἥτις ποτέ ἐστιν, ὡς ἔνι κατοπτριζοίμεθα; Ἦ οὐχὶ τὸ Θεῖον ἐροῦσιν ἀσώματόν τι καὶ ἀναφές, ἄποσόν τε καὶ ἀναυξές, καὶ χρόνου παντὸς πρεσβύτερον, ἀεὶ ὂν καὶ ὡσαύτως ἔχον, αὐτό τε ἐν ἑαυτῷ καὶ ἐξ ἑαυτοῦ παντέλειον; Β. Οἶμαί γε. Α. Τίνα δὴ οὖν τρόπον ὑπερανεστήξοι τε καὶ ὑπερφέροιτο ἂν Θεὸς Θεοῦ; Ἦ οὐκ ἀνάγκη τὸ κατά τι γοῦν ὅλως μειονεκτούμενον τοῦ τῆς θεότητος ὅρου παρολισθεῖν, εἰ μήτε εἰς ἄκρον ἥκει τῶν τῆς θεότητος ἀγαθῶν, ἐν ἐνδείᾳ τε τοῦ τελείως ἔχοντος καταφωρᾶται πεσόν; Β. Ἀνάγκη. Α. Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ποσότητι μετρητῇ τὸ μεῖζον ἐν τῷ Πατρί· πέρα γὰρ ποσότητος τὸ ἀσώματον· οὐδ᾽ αὖ ὅτι τοῦ Γεγεννηκότος ὑστερογενὴς ὁ Υἱός. Ἀεὶ γὰρ ὄντος Πατρὸς τοῦ Πατρὸς καὶ ἀλλοιώσεως καὶ μεταβολῆς οὐκ εἰς ἕτερόν τι παρὰ τοῦτο καλούσης τὸν ἀεί τε καὶ ὡσαύτως ἔχοντα Θεόν, ἦν δήπου πάντως τὸ ἐξ αὐτοῦ συνάναρχόν τε καὶ συναΐδιον καὶ τῇ τοῦ τεκόντος ὑπάρξει συμπαρομαρτοῦν. Β.

Μείων, φησίν, ὁ Υἱός, οὐ ποσότητι τῇ κατὰ σῶμα· πῶς γάρ; Ἀλλ᾽ ὅτι μὴ ἐν οἷς ὁ Πατήρ. Α. Φέρε δὴ οὖν τὰ τῆς θεότητος ἀξιώματα φιλοκρινοῦντες εὖ μάλα, κατιδεῖν σπουδάζωμεν εἰ ἐμπρέποι μὲν μόνῳ ταυτὶ τῷ Πατρί, ἥκιστά γε μὴν τῷ Υἱῷ κατὰ τὸν ἴσον τρόπον ἢ ὥσπερ ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. Ἀλλά μοι τουτὶ καὶ πρό γε τῶν ἄλλων ἐρομένῳ φράσον. Ἆρα γὰρ εἰ προὔχει τε καὶ ὑπερέφυ τὸν Υἱὸν ὁ Πατήρ, οὐχ ἕψεται πάντως τῷ τοιῶσδε κρείττονι τὸ χρῆναι πλεονεκτεῖν οὐ καθ᾽ ἕνα τρόπον, ἀλλὰ κατὰ πᾶν ὁτιοῦν τῶν ὅσα ἐστὶ θεότητος ἴδια; Β. Καὶ πάνυ. Α. Εἰ δὲ ἐν ἴσῳ φαίνοιτο τοῦ Υἱοῦ τὸ ἐφ᾽ ἅπασιν ἰσοστατοῦν, οὐκ ἂν εὖ μάλα διακρούσαιτο τὴν ἔν γε τῷ δεῖν μειονεκτεῖσθαι συκοφαντίαν; Δεδόσθω γὰρ ὅτι καὶ τὸ ἄγαν ὑπερκείμενον ἐθελουσίως ἔσθ᾽ ὅτε πρὸς τὸ τῶν ὑποκαθημένων σμικροπρεπές, τὴν ἰδίαν καταβιβάζει δόξαν· τὸ δὲ ἐν μείοσί τε καὶ ἔλαττον ἀληθῶς, πῶς ἂν τὴν οἰκείαν ὑπεραλοῖτο φύσιν, καὶ πέρα μὲν τῶν οἰκείων ἀφίκοιτο μέτρων, τοῖς δὲ τοῦ λίαν ὑπερκειμένου φιλονεικήσοι πλεονεκτήμασιν; Β. Εὖ λέγεις. Α. Πῶς οὖν ἡμῖν ὁ Υἱὸς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀκριβῆ τινα τύπον οἱονεὶ καὶ γραφὴν τὰ καθ᾽ ἑαυτὸν ἀνιστάς, καὶ εἰς τὴν τοῦ τεκόντος ἐπίδειξιν τὴν ἰδίαν εὖ μάλα παρακομίζων φύσιν, «Ὁ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;»

Εἴπερ οὖν ἐστιν οὐκ ἐν οἷς ὁ Πατήρ, τί μαθὼν αὐτὸν ἐν ἰδίᾳ φύσει ζωγραφεῖ, καὶ ἓν εἶναί φησι πρὸς τὸ τελείως ἔχον τὸ τοῦδε καταδεὲς καὶ ἡττώμενον; Β. Οὐκ ἂν ὧδε ἔχοι, κατά γε τὸ αὐτῷ μοι δοκοῦν. Α. Οὐκοῦν—τετράψομαι γὰρ ἐπὶ τὸ χρῆναι λοιπὸν τὰ ὅσαπερ ἂν τὴν θείαν ἡμῖν καὶ ἀνωτάτω κατακαλλύνοι φύσιν, ὡς ἂν οἷός τε ὦ, κατιδεῖν—, φέρε δή, φέρε κατασκεπτώμεθα πότερα μειζόνως ἐν τῷ Πατρὶ ἤγουν ἔλαττον ἢ χρὴ τὸ τῆς θεότητος κάλλος ἐκπρεπὲς ἐν Υἱῷ; Β. Ὡς ἄριστά μοι ταυτὶ διεσκέφθαι δοκεῖς. Α. Ὑποφέρει τοίνυν τοῖς τῆς θεότητος σκήπτροις καὶ ζυγῷ δουλείας ἐγκαταδεσμεῖ πᾶν ὅσον ἐστὶ τελοῦν ἐν κτίσμασιν ὁ θεσπέσιος Μελῳδός, φιλοθέως σφόδρα καὶ ὀρθότατα τοῦτο δρῶν. Ἔφη γάρ που πρὸς τὸν τῶν ὅλων γενεσιουργόν· «Κατ᾽ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ὅτι τὰ σύμπαντα δοῦλα σά.» Καὶ μὴν καὶ δοξολογίαις καταγεραίρειν αὐτὸν τούς τε οὐρανοὺς τῶν οὐρανῶν ἐπιτάττει, καὶ ἥλιον καὶ σελήνην, ἄστρα τε καὶ φῶς, ὕδωρ τε τὸ ὑπεράνω τῶν οὐρανῶν.

Καὶ πρὸς μὲν ἀνθρώπους φησί· «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἀγγέλων δὲ πέρι, καὶ τῶν ἔτι λειτουργίαν ἐχόντων τὴν ἀνωτέρω· «Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ.» Συνίης οὖν ὅπως τῷ τῆς δουλείας ζυγῷ τὰ σύμπαντα καθειργνύς, πρόβατα μὲν χειρὸς αὐτοῦ κατωνόμασε τοὺς ἐπὶ τῆς γῆς, ᾠδοὺς δὲ καὶ λειτουργοὺς παρίστησι τοὺς ἀγγέλους; Β. Συνίημι. Α. Ἄθρει δὴ οὖν τὰ πρόβατα τῆς χειρὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια λέγοντα τὸν Υἱὸν καὶ ζυγὸν ἡμῖν ἐπιτιθέντα δουλείας. Ἔφη γὰρ ὧδε· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.

Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Πρόβατα τοίνυν ἡμεῖς τοῦ Θεοῦ καὶ Πατρός, οὐδὲν δὲ ἧττον καὶ τοῦ Υἱοῦ διακεκλήμεθα καὶ ἐσμέν. Καὶ μὴν ὅτι καὶ ἄγγελοι λειτουργοῦσιν αὐτῷ, εὐκόλως ἂν μάθοις ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων.

Ὁ σοφὸς γὰρ ἔφη Ματθαῖος, ὡς ἀποδράντος τε ἤδη καὶ οἰχομένου πρὸς τὸ μηδὲν τοῦ πειράζοντος Σατανᾶ νενηστευκότα Χριστόν, «Ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.» Καὶ μὴν καὶ ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον αὐτοῦ περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ Σεραφίμ, ἅγιόν τε αὐτὸν καὶ μὴν ὅτι Κύριος τῶν δυνάμεων ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων, ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ οὐ μεῖον εὐκλεὲς (πλέα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ), καὶ πρὸς τὸν τῶν ὅλων μείζονα τὸ ἐν ταὐτότητι φυσικῇ διακεκτῆσθαι λέγων, πῶς οὐκ ἂν ἔχοι τὸ ἰσοστατοῦν; Ἦ ἔχεις τι νοεῖν ἢ φράσαι ὅποι ποτὲ ἂν ὑπεραλοῖτο μὲν ἡ τοῦ Πατρὸς δόξα, μειονεκτοῖτο δ᾽ ἂν ἡ Υἱοῦ, συμπαρομαρτεῖν οὐκ ἔχουσα καὶ τὸ συνεκτείνεσθαι παραιτουμένη ἐνδείᾳ τῶν ἴσων; Β. Οὐκ ἂν ἔχοιμι νοεῖν. Α. Τί δὲ δὴ ἄρα καὶ ἡ χεὶρ ἡμῖν κατασημανεῖ τοῦ Πατρός; Πότερα τὴν παντουργικὴν ἐνέργειαν, ἤγουν τὴν ἰσχύν; Ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. Β. Τάττοιτο ἂν ἐπ᾽ ἀμφοῖν εἰκότως, καθάπερ ἐγῷμαι· λυπεῖ γὰρ οὐδέν. Α. Εὖ λέγεις, ἀλλὰ τό τοι μεῖον καὶ ὡς ἐν ὑφέσει πεπιστευμένον ἢ ἐν οἷς ἂν εἴη τὸ ὑπερτεροῦν, πῶς ἂν ἔτι καὶ ἰσουργὸν καὶ ἰσορροποῦν εἰς δύναμιν ὁρῷτό τε καὶ λέγοιτο;

Πῶς δ᾽ ἂν ἔχοι τὸ ἰσοκλεὲς τῷ Πατρὶ καὶ τῆς πρὸς αὐτὸν ἑνότητος τὸ δι᾽ ἐμφερείας τῆς εἰς ἄκρον ἠκριβωμένον; «Ἐγὼ γάρ, φησί, καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καίτοι τὸ εἰς λῆξιν ἥκειν τὴν ἀνωτάτω μεμαρτυρηκὼς αὐτῷ· «Ὁ Πατήρ μου γάρ, ἔφασκε, πάντων μείζων ἐστίν.» Β. Οὐκ ἂν ἔχοι, πολλοῦ γε καὶ δεῖ· μείων γὰρ εἴπερ ἐστὶ κατά τι γοῦν ὅλως, συνυφιζήσειεν ἂν αὐτῷ πάντα τὰ αὐτοῦ. Α. Οὐκοῦν τοῖς τοῦ Πατρὸς ἀξιώμασι παρέποιτο ἂν οὐδαμῶς κατ᾽ οὐδὲν ἡττώμενος. Τὸ δὲ ἐν ἴσοις εἶναι μὴ λαχών, οὐδ᾽ ἄν, οἶμαι, φαίη πρὸς αὐτόν, καὶ τοῦτο ἐκ παρρησίας, ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά.» Φέρε γάρ, εἰ δοκεῖ, προσνέμωμεν μὲν τὸ ὑπερκεῖσθαι δεῖν τῷ Πατρί, φῶμεν δὲ εἶναι καταδεᾶ τὸν Υἱόν. Εἶτα ποῖος ἡμῖν ὁ τῆς εὐτεχνίας ἀναφανεῖται τρόπος ὃς ἐφαρμόσειε μὲν ἅπαντα τῷ Υἱῷ τὰ τοῦ Πατρός, τῷ δ᾽ αὖ Πατρὶ τὰ τοῦ Υἱοῦ, ἓν δὲ δήπου πάντως τῶν ἐνεῖναι λεγομένων τῷ Πατρὶ νοηθείη ἂν τὸ ὑπερκεῖσθαί τε καὶ ὑπερτερεῖν;

Εἶτα πῶς ἴδιον ἔσται τοῦτο τοῦ Υἱοῦ, καίτοι λαχόντος τὸ μεῖον; Καὶ εἰ τὸ μεῖον ἴδιον τοῦ Υἱοῦ, πῶς ἂν γένοιτο καὶ τοῦ Πατρός, τοῦ ὑπερκεῖσθαι λαχόντος, διηπόρημαι μὲν ἐγώ, σὺ δὲ ἡμῖν ἐκδείξειας ἂν ὅπως. Β. Οὐκ ἂν ἔχοιμι. Δυσδιάφυκτον γὰρ κομιδῇ τῆς ἐννοίας τὸ χρῆμα. Α. Ἡκέτω δὴ οὖν κατὰ ῥοῦν ὁ λόγος, καὶ οἶμον ἴτω τὴν προκειμένην· ἐρήσομαι δέ τι καὶ ἀναγκαῖον. Ἆρ᾽ οὐκ ἐν μόνῃ κείσεται τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τὸ καὶ πταισμάτων ἐλευθεροῦν καὶ τὴν δυσαπόνιπτον ἡμῶν ἀπαλείφειν ἁμαρτίαν; Β. Φημὶ δή. Α. Καὶ πῶς οὐ λίαν ἐπισφαλὲς τὸ κατακολούειν ἀποτολμᾶν, καίτοι τοῖς ἴσοις ἐμπρέποντα κατορθώμασι, τὸν Υἱόν, καὶ ὡς ἔστιν ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ ῥιψοκινδύνως εἰπεῖν; Ὧν γὰρ ἂν βούλοιτο καὶ αὐτὸς ἀνίησιν ἁμαρτίας.

Τὴν γοῦν ἀμνησικακίαν προσίεσθαι παραινῶν, χρῆναί τε αὐτῆς ἐξῆφθαι διδάσκων, «Ἐὰν γὰρ ἀφῆτε, φησί, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·» ἀναθεὶς δὲ τῷ Πατρὶ τὸ ἀνεῖναι δύνασθαι κατ᾽ ἐξουσίαν τὰς ἁμαρτίας ὧν ἂν ἕλοιτο τυχόν, αὐτὸς ἑαυτῷ τὴν ἐπὶ τῷδε κατόρθωσιν κατεγγυᾷ λέγων· «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας (τότε λέγει, φησί, τῷ παραλυτικῷ)· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.» Τὸ τοίνυν ἴσον ἐν ἐξουσίᾳ καὶ ἐνεργείᾳ ταὐτὸν πῶς ἂν γένοιτο καταδεὲς καὶ ἐν δευτέροις ἔτι κατατετάξεται; Β. Οὐκ ἂν γένοιτο· σαφὴς γὰρ ὁ λόγος. Α. Ἐπιμαρτυρήσαι δ᾽ ἂν τοῖς εἰρημένοις τὸ ἀκριβὲς καὶ ὁ θεῖος ἡμῖν ὑποφωνήσας Παῦλος· «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;» Καὶ τὴν ἐπὶ τούτῳ μεγαλουργίαν μετατιθεὶς εἰς τὸν Υἱόν, ἀπονέμων τε αὐτῷ τὸ δικαιοῦν δύνασθαι τοὺς πεπιστευκότας, γράφει πάλιν ὡδί· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»

Οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀγχοῦ καθίστησι δι᾽ Υἱοῦ· δικαιοῖ δὲ ἡμᾶς, κατά γε τὸν ἀληθῆ τε καὶ ἀκιβδήλευτον λόγον, οὐκ ἀναμέρος μὲν ὁ Θεὸς καὶ Πατήρ, ἀναμέρος δὲ αὖ καὶ ἰδικῶς ὁ Υἱός· ἀλλ᾽ ἥπερ ἂν εἶναι νοοῖτο δικαίωσις ἡ παρὰ Πατρός, αὕτη που πάντως ἐστὶ τοῦ Υἱοῦ· καὶ ἥνπερ ἂν ὁ Υἱὸς χαρίσαιτο, ταύτην εἶναι θετέον τοῦ Πατρός. Ὥσπερ γὰρ τὴν εἰς τὸ εἶναι πάροδον δι᾽ Υἱοῦ τὰ πάντα διεκληρώσατο καὶ οὐχ ἕτερον ἔχει δημιουργὸν τὸν δι᾽ οὗ παρήχθη πρὸς ὕπαρξιν τὰ κεκλημένα πρὸς γένεσιν, οὕτω δὴ σώζεται δι᾽ αὐτοῦ τὰ τῆς ἐν ἀρχαῖς εὐταξίας ἀπολισθήσαντα, καὶ τὴν εἰς τὸ εὖ εἶναι πάλιν δέχεται διαμονήν, πρὸς τὸ ἀκριβὲς ἕκαστα τῆς οἰκείας φύσεως ἀναθέοντα κάλλος. Β. Πείθομαι. Α. Καὶ γοῦν ὁ θεῖος ἔφη Μωσῆς φειδοῦς ἠξιῶσθαι τῆς ἄνωθεν καὶ παρὰ Πατρός, καίτοι σκληρὸν καὶ δυσάγωγον ὄντα, τὸν Ἰσραήλ. Γράφει γὰρ ὡδί· «Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ, διεὶς τὰς πτέρυγας αὐτοῦ, ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.» Ἐνηργηκέναι γε μὴν αὐτὸ δὴ τουτὶ διισχυρίζεται λέγων ὁ Υἱός· «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε; Ἰδοῦ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.»

Καὶ οὐ δή τι δρῶντες τῶν ἀβουλοτάτων παρωσόμεθα μὲν ὡς ἀεργῆ τὸν Πατέρα, μόνῳ δὲ ὅτι προσήκοι τῷ Υἱῷ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν, ἄριστα ἔχειν ἐροῦμεν. Ἀλλ᾽ ὅτι τὸ ἐπ᾽ ἀμφοῖν ὁλοτρόπως ἰσοστατοῦν καὶ τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ μὴν ὅτι μονοειδές τέ ἐστι καὶ ἐν ἁπλοῖς τὸ Θεῖον, ἐνεργὸν ἡμῖν δι᾽ Υἱοῦ τὸν Πατέρα καὶ Θεὸν ἐφῆκε νοεῖν, ὑποψίας ἁπάσης τῆς ὡς ἐν ὑφέσει τῇ ὑπουργικῇ νοουμένης ἰούσης ὡς ἀπωτάτω καὶ ἀδικούσης οὐδὲν εἴς γε τὸν ἰσότητός τε καὶ εὐκλείας τρόπον, τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον. Ἐνεργεῖ γὰρ ὁ Πατὴρ ὡς ἰδίᾳ δυνάμει χρώμενος τῷ Υἱῷ, ζώσῃ τε καὶ παρ᾽ αὐτὸν οὐχ ἑτέρᾳ, κατά γε τὸ εἶναι Θεὸν ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς, εἰ καὶ μέτεστιν ἑκατέρῳ τὸ γοῦν ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ᾽ ἑαυτόν. Β. Εὖ λέγεις. Α. Ὅτι δὲ φύσει τε καὶ ἐξουσίᾳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ τῇ κατὰ πᾶν ὁτιοῦν οὐδαμόθεν ἂν καταδεᾶ κατοψόμεθα τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχειν νοοῖτο καὶ ὁ Πατήρ, ἀναμάθοις ἄν, οἶμαί που, κἀκ τῶνδε ῥᾳδίως. Διὰ μὲν γὰρ τῆς Ἡσαΐου φωνῆς ὁ Θεὸς ἔφασκε καὶ Πατήρ· «Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος. Κατ᾽ ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται.»

Τὸ δὲ δὴ λαμπρὸν αὔχημα τοῦ Πατρός, τὸ καὶ καλεῖν δύνασθαι καὶ ἀνασώζειν φημὶ τοὺς ἀπ᾽ ἐσχάτου τῆς γῆς, καὶ λαλεῖν μὲν τὴν δικαιοσύνην, εὐσθενῆ δὲ οὕτω καὶ ἀποστροφῆς ἀμείνω διακεκτῆσθαι τὸν λόγον, περιθείης ἂν ἑτέρῳ τῳ παρ᾽ αὐτόν, εἰπέ μοι; Β. Οὐκ ἔγωγε· μόνῳ γὰρ ἂν πρέποι Θεῷ τὰ ἰδικῶς αὐτοῦ τε καὶ μόνου. Α. Εἰ δὲ δὴ τοῖς ἴσοις αὐχήμασι καὶ ἡ τοῦ Υἱοῦ κατακαλλύνοιτο φύσις, καὶ ἰσομοιροῦσαν ἔχοι τὴν δόξαν, ἆρα ἂν ἔτι τὸ μεῖον αὐτῷ πρέποι ἄν, ὦ ᾽γαθέ, κατά τι γοῦν ὅλως; Β. Οὐδαμῶς. Α. Πεύσῃ τοιγαροῦν βοῶντος ἀναφανδόν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς.» Ἦ οὐχὶ τοῦτό ἐστι τό «Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος;» Θείῳ γὰρ ὑπέζευκται τὰ πάντα ζυγῷ, καὶ τοῖς τῆς δουλείας ἐπήχθισται μέτροις. Περὶ δέ γε τῶν οἰκείων λόγων ὧδέ πή φησιν· «Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Συνίης οὖν ὅπως παθεῖν οὐκ ἀνέχονται τὴν ἀποστροφὴν οἱ δι᾽ Υἱοῦ λόγοι, καθάπερ ἀμέλει καὶ οἱ τοῦ Πατρός; Β. Συνίημι. Α.

Καὶ πρός γε τούτοις ἐρῶ, τὸ προνοεῖν δύνασθαι τῶν ὄντων, ὡς ἔξω χειρὸς ἀνεῖναι τῆς ἑαυτοῦ παντελῶς οὐδέν, οὐχ ἑτέρῳ τῳ μᾶλλον, μόνῳ δ᾽ ἂν καὶ σφόδρα εἰκότως ὁρῷτο προσὸν τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ φάναι τε καὶ καταθρῆσαι δοκῶ; Β. Ἄριστά γε. Α. Ἰσογενῆ τοιγαροῦν τὴν τῶν ὅλων πρόνοιαν ποιουμένους εὑρήσομεν τόν τε Πατέρα καὶ τὸν Υἱόν. Β. Πῶς ἔφης; Α. Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸς ἔφασκεν ὁ Υἱός· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Ὁρῷτο δ᾽ ἂν καὶ αὐτὸς τὴν οὕτω μακρὰν καὶ ἐπὶ πάντα διήκουσαν ἀπονέμων φειδὼ καὶ τοῖς τῶν ὄντων εὐτελεστάτοις καὶ ὧν ὁ λόγος οὐ πολύς. Ἐπειδὴ γὰρ τοὺς τῆς Ἰουδαίας ὅρους ἀφείς, εἰς τὴν τῶν Γεργεσηνῶν μετεφοίτησε γῆν, ἀπεσόβει μὲν ἀνθρώπων τὰ πονηρὰ δαιμόνια, τὰ δὲ τοῖς θείοις εἴκοντα νεύμασιν, ἔδρα μὲν ἀνάγκῃ τὸ κεκελευσμένον, χοίρων γε μὴν ἐζήτει τὴν ἐξουσίαν.

Εἶτα ὁ πάντα ὑπὸ πόδας ἔχων ἀνίησιν ἑκὼν καί σφιν ἰέναι κελεύει· τὰ δὲ τοῖς ὕδασιν ἐνιέντα θερμῶς τὰς συῶν ἀγέλας ὁμιλαδὸν ἀποπνίγουσιν. Ἆρ᾽ οὖν, εἰπέ μοι, τοῖς οὕτω βδελυρωτάτοις καὶ ἀκαθάρτοις πνεύμασι κατένευσε τὴν φιλοτιμίαν, καὶ διαπεραίνεσθαι τὸ δοκοῦν ἠφίει Χριστὸς τοῖς οὐδὲν ἐθέλουσιν ἀγαθόν; Καὶ μὴν ἀπίθανον κομιδῇ τὸ γοῦν τι τοιοῦτον ἡμᾶς ἐννοεῖν· ἀλλ᾽ ἦν ἀναγκαῖον οὐ μεῖον ἢ ὁ Πατὴρ καὶ τὴν τῶν ὄντων πρόνοιαν ἀνῆφθαι τὸν Υἱόν, τοῦτό τε αὐτὸ δι᾽ ἐνεργεστάτων ἡμῖν κατέδειξε πραγμάτων, ἵνα τὸ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητος κάλλος λαμπρόν τε καὶ ἀκιβδήλευτον ἐπ᾽ ἀμφοῖν διαφαίνοιτο. Β. Καὶ πῶς ἂν γένοιτο τοῦτο, φησί· ποῦ δὲ τὸ ἴσον ἐπ᾽ ἀμφοῖν ὁρῷτο ἄν, ὑποταττομένου τε καὶ ὑφιζάνοντος τοῦ Υἱοῦ, περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος· «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;» Α. Εἶτα τί τοῦτο ἐροῦσι, τὸ ὑποτετάχθαι φημὶ τῷ Πατρὶ τὸν Υἱόν, ἢ καὶ ὅπως ἂν ἐξώσειαν τῆς πρὸς αὐτὸν ἰσότητος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον; Οὗ δ᾽ ἂν ὅλως ὁ τῆς φύσεως ἡμῖν πολυπραγμονῆται λόγος, τί τὸ χρῆμα τῆς ὑποταγῆς ἀνοητότατα παρεισκρίνεται, τοῖς τῆς οὐσίας λόγοις οὐκ ἐγγραφόμενον; Β. Ὅτι ἐκ τοῦ ὑποτετάχθαι, φησίν, ἡ τῆς οὐσίας ποιότης εὖ μάλα διαγινώσκεται. Α.

Καὶ μήν, ὦ φιλότης, ἀναμάθοις ἂν καὶ λίαν ἀκονιτὶ τὸν ἐπὶ τῷδε λόγον ὡς σαθρός τέ ἐστι καὶ ἀμαθίας ἔμπλεως. «Πνεύματα μὲν γὰρ προφητῶν προφήταις ὑποτάττεται,» κατὰ τὸ γεγραμμένον, καὶ οἱ τοῦ δεῖνος, φέρε εἰπεῖν, υἱοὶ τῷ ἰδίῳ γεννήτορι, καθάπερ ἀμέλει φαίην ἂν ὅτι τῷ μὲν Ἀβραὰμ ὁ Ἰσαὰκ ὑπετάττετο, τῷδε δὲ αὖ πάλιν ὁ ἐξ αὐτοῦ. Ἀλλ᾽ οὔτε τὰ τῶν προφητῶν πνεύματα διὰ τὴν εἰς ἄλληλα γενομένην ὑποταγὴν ἀνομοίαν αὐτοῖς τὴν φύσιν ἐτίθει, οὔτε μὴν ἑτεροφυᾶ τε καὶ ἔκφυλον τὸν μακάριον Ἰσαάκ, ἐπείπερ αἰδοῖ τῇ πρὸς πατέρα νικώμενος, ὑπετάττετο καὶ καλὸν υἱότητος ξένιον ἐδίδου τῷ φύσαντι τὴν ὑπακοήν.

Εἰ μὲν οὖν οἷς ἂν ἐγγένοιτο τῆς ὑποταγῆς τὸ χρῆμα πάντη τε καὶ πάντως ἑτερουσίους ὁρᾶσθαι ποιεῖ καὶ θεσμῶν ἐξίστησι φυσικῶν, διαπεπήχθω καλῶς, ἑστάτω τοῦτο καὶ ἐφ᾽ Υἱοῦ, καὶ ἀληθὴς ἔστω ὁ λόγος. Εἰ δὲ τοῖς τῆς οὐσίας λόγοις παρενοχλεῖ μὲν οὐδέν, τρόπος δέ, οἶμαι, τὶς οὑτοσὶ τιμῆς καὶ ὑπακοῆς, ὡς ἐξ υἱοῦ πρὸς πατέρα, καὶ θελημάτων ἀστεία ῥοπὴ τὸ εἰκὸς καὶ πρέπον ἐκτετιμηκότων, ὃ μηδὲ ἐφ᾽ ἡμῶν αὐτῶν κατὰ τῶν τῆς φύσεως ἰσχύει λόγων· τί προσνέμουσιν ἀμαθῶς καὶ ὡς δυσανάτρεπτον κομιδῇ κατεξανιστᾶσιν οἱ δείλαιοι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ;

Ἦ γὰρ οὐχὶ γέγραφεν ὁ Λουκᾶς περί τε αὐτοῦ τοῦ Χριστοῦ καὶ τῆς ἁγίας Παρθένου καὶ τοῦ νομισθέντος κατὰ σάρκα πατρὸς ὅτι «Ἦν ὑποταττόμενος αὐτοῖς;» Β. Ναὶ γέγραφεν ὁμολογουμένως. Α. Ἆρ᾽ οὖν, ὦ ᾽γαθέ, καὶ ἀνθρώπου φύσεως ἐρρίφθαι κατόπιν ὑποτοπητέον αὐτόν, καίτοι Θεὸν ἐκ Θεοῦ πεφηνότα, καὶ ἀπορρήτως γεγεννημένον, ἐπεὶ καὶ αὐτοῖς ὑπετίθει τὰ καθ᾽ ἑαυτόν, καὶ ὑπετάττετο μὲν τῇ κατὰ σάρκα μητρί, αἰδοῖ δὲ ἡττώμενος τῇ πρὸς Ἰωσὴφ τὸ ὡς πατρὶ πρέπον ἐχαρίζετο γέρας; Β. Οὐδαμῶς, θορυβεῖ δὲ λίαν ἡ ὑποταγὴ καὶ τοῦ τὸ μεῖον ἔχειν αὐτὸν ὑποψίας ἐμποιεῖν οὐκ ἀνικάνως ἔχει. Α. Ἀλλ᾽ οὐχὶ τοῖς ἐν πίστει βεβαίως ἐρηρεισμένοις ἐνεργάσαιτ᾽ ἂν τὸ κατά τι γοῦν ἐνδοιάσαι δεῖν, οἳ τὸν ἀσινῆ τε καὶ ἀκαπήλευτον ἐν ἰδίαις ψυχαῖς εἰσοικισάμενοι λόγον, τὴν ἀπατεῶνα καὶ βωμολόχον τῶν διεστραμμένων οὐ προσίενται δόξαν, διαμέμνηνται δὲ μᾶλλον τοῦ μακαρίου γράφοντος Παύλου· «Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.»

Ἀναπνεῖ μὲν γὰρ ἔσθ᾽ ὅτε καὶ ἀναφυσᾶται πολὺ κατά γε τῆς δόξης τοῦ Μονογενοῦς τῶν δι᾽ ἐναντίας ὁ λόγος, καὶ ἐξ αὐτῶν ἡμῖν τῶν ἱερῶν Γραμμάτων ἀρτύει τὸ κατηγόρημα, ὁποῖον δὴ τοῦτό ἐστι τὸ δεινόν, ὡς οἴονται, καὶ ἀειθρύλλητον πρόβλημα· «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Ἀλλ᾽ οἱ νήψει τῇ κατὰ Θεὸν διεγηγερμένοι πρὸς σύνεσιν τὴν εὐμαθῆ τε καὶ ἀπαράφθορον κατατυραννοῦν τῆς ἀληθείας εἰ θεάσαιντο τὸ ῥητόν, καὶ οὔτι που δι᾽ ἑαυτό (γέγραπται γὰρ ὀρθῶς), ταῖς δὲ τῶν δι᾽ ἐναντίας παρατροπαῖς εἴς γε τὸ δοκεῖν οὐκ ὀρθῶς εἰρῆσθαι παρωθούμενον, τότε δὴ τότε τοῖς τῆς ἀληθείας ὅπλοις ἐρηρεισμένοι, πᾶν ὕψωμα καταστρέφουσι λογισμῶν ἀσυνέτων, καὶ χωροῦν ἤδη πως εἰς ἀπόστασιν ἕλκουσι τὸ ῥητὸν ἀντιπαρατρέποντες εὐσθενῶς εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τουτέστιν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός. Τὸ γάρ τοι τῆς ὑπακοῆς ὄνομά τε καὶ χρῆμα τὸν τῆς δουλείας ἡμῖν κατασημαίνει καιρόν, ὅτε Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ τὸ κατὰ πάντων κράτος οὐκ εἰσποίητον ἔχων, ἀλλ᾽ ὡς ἐκ Θεοῦ Θεός, κεχρημάτικε δοῦλος, ἐν μορφῇ τε ὢν καὶ ἰσότητι τοῦ Πατρός, τεταπείνωκεν ἑαυτόν, καθεὶς ἀβιάστως εἰς ἑκούσιον κένωσιν.

Ταύτῃτοι, καὶ μάλα εἰκότως, ἐν τοῖς καθ᾽ ἡμᾶς γενέσθαι πεπιστευμένος, τὴν κοινὴν δὴ ταύτην ἁπάντων φύσιν μετὰ τῶν αὐτῆς μειονεκτημάτων ἐδέχετο· μειονέκτημα δὲ φύσεως γενητῆς ὡς πρὸς Θεὸν τὸ ὑποτετάχθαι δεῖν. Πλὴν οὐκ ἔν γε τῷ ὑποτετάχθαι τοῖς οὖσι τὸ εἶναί ἐστι, κατά γε τὸ ἐκείνοις ἀδιορίστως δοκοῦν καὶ ἀτημελῶς εἰρημένον, ἀλλ᾽ ὄντα τε καὶ ὑφεστηκότα κατ᾽ ἴδιον λόγον, καὶ ὡς ἂν ἑκάστῳ βραβεύοι τυχὸν ἡ αὐτοῦ φύσις, ἐθελούσιον εἰσδέχεται τὴν ὑποταγὴν καὶ γνώμης ποιεῖται τὸ χρῆμα καρπόν. Β. Πάνυ μὲν οὖν. Α. Κείσεται δὴ οὖν ἐν μόναις ἡμῖν ταῖς ἐθελουσίοις ῥοπαῖς ἡ ὑποταγὴ καὶ τὸ ἐναντίον, χαρακτηριεῖ δὲ οὐχὶ τῆς οὐσίας τὸν λόγον. Β. Εὖ λέγεις. Α. Τί δὲ δή, κἀκεῖνο πρὸς τούτῳ πῶς οὐκ ἄξιον ἰδεῖν; Β. Τὸ τί δὴ φής; Α. Ὁ ἱερὸς ἡμῖν γράφει Παῦλος περὶ Χριστοῦ· «Νυνὶ δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Οὐκοῦν εἰ ὑποταγήσεται κατ᾽ ἐκεῖνο καιροῦ τῷ Πατρὶ ἡνίκα ἂν αὐτῷ τὰ πάντα ὑποταγῇ, καιρὸς ἔσται τις, ὡς ἔοικεν, ὁ τῷ πράγματι πρέπων. Ἀνυπότακτος δὲ τέως εἴς γε τὸ παρὸν ὁ Υἱός, ἐνεστηκότος οὔπω τοῦ καιροῦ, καθ᾽ ὃν καὶ αὐτὸς ὑποταγήσεται. Β. Σύμφημι· σαφὴς γὰρ ὁ λόγος. Α.

Εἰ δὲ δή τις οἴοιτο νυνὶ μὲν αὐτὸν οὐχ ὑποτετάχθαι λέγειν τῷ Θεῷ καὶ Πατρί, πείσεσθαι δὲ τοῦτο κατὰ καιρούς, καὶ καθοριεῖ τῆς οὐσίας αὐτοῦ τὸ ἄνισον διὰ τὴν ὑποταγήν, ἀναφανδόν, ὡς ἔοικεν, ἐκεῖνό φησιν, ὡς ἔσται ποτέ, κατὰ τὸ εἰκός, ἀνόμοιος ἑαυτῷ κατὰ φύσιν ὁ Υἱός, καὶ μεταβολὴν εἰσδέξεται τὴν ἐφ᾽ ἕτερόν τι παρ᾽ ὃ νῦν ἐστι καὶ εἶναι πεπίστευται. Εἰ γάρ, ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε τοῖς δι᾽ ἐναντίας, τοῖς τῆς οὐσίας συντετάξεται λόγοις ἡ ὑποταγή, φορέσει που πάντως οὐσίας δύναμιν καὶ τὸ ἐναντίον, τουτέστιν ἡ ἀνυποταξία. Καὶ εἰ φαμὲν ὅτι νῦν ἐστιν ἀνυπότακτος καὶ τοῦτο φύσις αὐτῷ, μεταχωρήσει που πάντως, εἰ ὑποτάττοιτο τῷ Πατρί, πρὸς ἑτέραν τινὰ καὶ ὁλοκλήρως διῳκισμένην, εἴς γε τὸ ἐναντίως ἔχουσαν, φύσιν. Οὐκοῦν ἐν παρατροπαῖς ἡμῖν γέγονεν ὁ Υἱὸς καὶ ἀναλλοίωτος μὲν οὐκέτι; διαψεύσεται δὲ καὶ ὁ θεσπέσιος Δαβίδ, γέρας ἀνάπτων αὐτῷ τὸ περίοπτον, τὸ ἐρηρεῖσθαί φημι καὶ ὡσαύτως ἔχειν. «Οἱ οὐρανοὶ γάρ, ἔφασκεν, ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Διημάρτηκε δὲ τἀληθοῦς καὶ ὁ Παῦλος γράφων· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ποῦ γὰρ ἔτι μεμένηκεν ὁ αὐτὸς εἰ μετατρέποιτο κατ᾽ οὐσίαν; Β. Ἀληθές. Α.

Ἀποκρινάσθων δὴ οὖν οἱ πάγκαλοι σοφισταί, τίς δὴ ἄρα καὶ ποδαπὸς ὁ τῆς ἀλλοιώσεως ἔσται τρόπος. Εἰ μὲν οὖν ἐπὶ τὸ αἴσχιον, διά γε τὸ ὑποτάττεσθαι δεῖν, ὀνήσειεν ἂν εἰς δόξαν οὐδὲν τὸν ἁπάντων Σωτῆρα καὶ Λυτρωτὴν ὁ τῆς ἐσομένης αὐτοῦ βασιλείας καιρός, τουτέστιν ὁ ἐν ἐσχάτοις, ὅτε καὶ ὑποταχθήσεται τῷ Πατρί, καὶ νυνί που πάντως ἐστὶν ἐν ἀμείνοσιν, ὅτε κεκενῶσθαι λέγεται καὶ τεταπείνωκεν ἑαυτόν. Εἰ δὲ δὴ τοῦτο παρέντες ὡς ἀμαθές, ἐπί τι τῶν ἀμεινόνων ἐροῦσιν ἔσεσθαι τὴν μεταβολήν, ἀνθότου λοιπὸν καταφλυαρεῖν ἐγνώκασι τῆς ὑποταγῆς καὶ τὸ μεῖον αὐτῆς ὡς ἐν Υἱῷ καταγράφουσι, καίτοι τιθείσης ἐν τοῖς ἀνωτέρω καὶ ἀμείνοσι τὸν νῦν ἐν ἰσότητι τοῦ Πατρός; «Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,» κατὰ τὸ γεγραμμένον, «ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ἦ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ; Β. Ἀστειότατά γε. Α. Ἠρρωστηκότες δὴ οὖν πανταχόθεν αὐτοῖς τὸ ἄχαρί τε καὶ ἀκαλλὲς τοῦ λόγου, φέρε λοιπὸν ἴωμεν ἐπὶ τὸ ἀπημάντως ἔχον, οὐχὶ τῆς οὐσίας τοῦ Μονογενοῦς κατηγοροῦντες τὸ μεῖον διὰ τὴν θρυλλουμένην ὑποταγήν, ἣν καὶ ἐν ἐσχάτοις καιροῖς ἔσεσθαί φησιν ὁ θεσπέσιος Παῦλος, ἐκεῖνο δὲ μᾶλλον περινοοῦντες εὐσεβῶς. Β. Τὸ ποῖον; Α.

Οὐ γάρ, οἶμαι, φαίη τις ἂν ἀπονοσφίζεσθαί ποι καὶ ἀποφοιτᾶν εἰς ἰδίαν τινὰ θέλησιν παρά γε τὴν τοῦ Πατρὸς τὸν Υἱόν, ἀπονεῦσαι δὲ ὥσπερ εἰς τὸ ἔξω φέρεσθαι δοκεῖν τοῦ ἁνδάνοντος αὐτῷ· εἶναι δὲ μᾶλλον ὑποτοπήσειεν ἂν εἰκότως ὁμογνώμονά τε καὶ συνεθελητήν, ἅτε δὴ καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὄντα τε καὶ νοούμενον.

Ἵνα γὰρ φαίνηται τιμῶν τὸν Πατέρα καὶ τὸν ἐξ οὗπέρ ἐστι γεννητῶς ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανῶν εὐφημίαις, ποτὲ μέν φησι· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, σῶμα δὲ κατηρτίσω μοι· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου·» ποτὲ δὲ αὖ ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς, καθικέσθαι φησὶν ἐξ οὐρανῶν, ἔχειν δὲ οὕτω περί γε τὸ δεῖν ἀποπεραίνειν ἐθελουσίως τὸ δοκοῦν τῷ γεγεννηκότι, ὡς εἴπερ ἦν ὅλως τῶν ἐνδεχομένων εἰς ἑτερότητα θελημάτων ἀποχωρεῖν αὐτόν, ἀλογῆσαι μὲν τῶν ἰδίων, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τοῦ Πατρός; Ἔχων δὲ οὕτω σκοποῦ τε καὶ γνώμης, ἆρα ἄν τῳ δόξειε παραιτεῖσθαι μὲν ὡς δυσκλεὲς τὸ ὑποτετάχθαι δοκεῖν, ἀποσείεσθαι δὲ τὸ πρὸς πᾶν ὁτιοῦν συνεθέλειν αὐτῷ; Β. Ἥκιστά γε. Α. Οὐκοῦν ὁ καὶ νῦν ὁμογνώμων τε καὶ συνεθελητὴς τῷ γεγεννηκότι, μᾶλλον δὲ ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ Πατρός, τίνα δὴ τρόπον ὑποταχθήσεται, καὶ τοῦτο κατὰ καιρούς, ὡς οὔπω νοούμενος συνεθελητὴς ἤγουν ὑποτεταγμένος;

Κεχρήσομαι γὰρ ἀδικούσῃ μηδὲν εἰς οὐσίας λόγον τὸν Μονογενῆ καὶ τῇ τοῦ Παύλου φωνῇ. Β. Ποῖον οὖν ἄρα τὸ χρῆμα τῆς ἐσομένης ὑποταγῆς; Α. Ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς, ὦ Ἑρμεία, καὶ ἀραρότως πεπιστεύκαμεν ὡς τοῖς ἐθέλουσι διαβιῶναι λαμπρῶς, ἁγίαν τε καὶ ἀξιάγαστον ἀληθῶς κατωρθωκόσι ζωήν, ἡ παντὸς ἀγαθοῦ μέθεξις ὑπάρξει παρὰ Θεοῦ, καὶ μὴν ὅτι τὰ ὑπὲρ νοῦν καὶ λόγον ταῖς τῶν ἁγίων τεθησαύρισται κεφαλαῖς.

Ἔσται δὲ τούτων ἁπάντων διανομεὺς καὶ πρύτανις ὁ Υἱός· πάντα γὰρ παρὰ Πατρὸς εἰς ἡμᾶς δι᾽ αὐτοῦ ἐν Πνεύματι, καὶ οὔτι πού φαμεν ὑπουργικὴν εἰσκομίζοντος εἰς τοῦτο τὴν διακονίαν, διανέμοντος δὲ μᾶλλον ἐπ᾽ ἐξουσίας ὡς Υἱοῦ τὰ παρὰ Πατρός, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἁγιασμὸς δηλονότι καὶ σοφία καὶ ζωή, δόξα τε καὶ ἀφθαρσία.

Ὅτι δὲ ὑποτεταγμένων ἁπάντων τῷ Υἱῷ, συγκατάρξει πάλιν πάντη τε καὶ πάντως αὐτῷ, καὶ συμβασιλεύσει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ, ἐκδείξειεν ἂν εὐκόλως, τὸ ἀραρότως ἡμᾶς ἐννοεῖν, ὁμογνωμονήσειν αὐτῷ καὶ τότε καὶ πρὸς πᾶν ὁτιοῦν ἔσεσθαι συνεθελητὴν τὸν Υἱόν, καὶ διὰ τῆς ἑαυτοῦ μεσιτείας ἀποπληροῦν τοῖς ἁγίοις τὰ ἐν ἐλπίσι. Καὶ αὐτὸ δὴ τουτὶ τῷ τῆς ὑποταγῆς ὀνόματι καταχρηστικῶς μεμηνυκέναι φαμὲν τὸν θεσπέσιον Παῦλον. ᾜδει γάρ, ᾔδει προσκρούσων αὐτῷ κατ᾽ οὐδένα τρόπον κἂν εἰ τοιάδε τινὰ λέγοι. Σκοπὸς γὰρ ἀεὶ τῷ Υἱῷ τιμᾶν τὸν Πατέρα, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν ἐστίν, ἴσος τε καὶ ὅμοιος κατὰ πᾶν ὁτιοῦν καὶ κατ᾽ οὐδένα τρόπον μειονεκτούμενος. Δι᾽ αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.