Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Τόμος Β', Λόγος Α': Η διακονία της Καινής Διαθήκης και το κάλυμμα του Μωυσή

Θεολογική ερμηνεία της καταργούμενης δόξας του μωσαϊκού νόμου, της σημασίας του καλύμματος του Μωυσή και της μετάβασης στη διακονία του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 8

ΤΟΜΟΣ Β. ΛΟΓΟΣ Α. <Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ Χριστοῦ πρὸς τὸν Θεόν κ.τ.λ.> ΕΙΔΩΣ ὁ Παῦλος τῆς ἀποστολῆς τὸ ἀξίωμα οὐκ ἀνθρωπίναις μᾶλλον ἀνάπτει δυνάμεσιν ἀλλὰ τῷ πάντα ἰσχύοντι Θεῷ καὶ τοῖς τοῦ λαβεῖν ἀξίοις ὀρέγοντι διὰ μεσίτου Χριστοῦ. διό φησι πάντα μὲν ἐν Χριστῷ τοῖς ἁγίοις τὰ ἀγαθά· καὶ γάρ “ἐστιν ἄνωθεν καὶ ἐκ τοῦ πατρὸς τῶν φώτων πᾶν ”δώρημα τέλειον·” ἀλλ᾽ οὖν ὁ δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα Χριστός ἐστιν, μεσιτεύων μὲν ἡμᾶς καὶ Θεὸν διὰ τὴν οἰκονομίαν, πλὴν ἐνεργῶν τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἅτε δὴ καὶ ὑπάρχων αὐτοσοφία τε καὶ δύναμις αὐτοῦ· ποία δέ ἐστιν ἡ πεποίθησις ἡ διὰ Χριστοῦ πρὸς Θεὸν, ἄκουε δὴ προσεπάγοντός τε καὶ λέγοντος Οὐχ ὅτι ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· “πᾶσα γὰρ σοφία ”παρὰ Κυρίου,” κατὰ τὸ γεγραμμένον· ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. καὶ τί τὸ γράμμα ἐστίν;

ὁ ἐν νόμῳ τύπος, τὰ ὡς ἐν σκιαῖς ἔτι πληρούμενα· πνεῦμα δὲ, τῆς ἐν Χριστῷ λατρείας ἡ δύναμις, πνευματικοὺς ἀποφαίνουσα τοὺς προσιόντας αὐτῇ διὰ τῆς πίστεως· ὅσῳ δ᾽ ἂν ἥττων τῆς ἀληθείας ὁ τύπος, τοσοῦτον οἶμαι κατόπιν οἱ διακονοῦντες αὐτὸν τῶν ἱερουργούντων τὴν ἀλήθειαν· ῥαντίζει γὰρ ἡμᾶς Χριστὸς αἵματι τῷ ἰδίῳ, καὶ οὐ πρὸς μόνην “τὴν ”τῆς σαρκὸς καθαρότητα,” καθάπερ ἀμέλει καὶ τὰ ἐν νόμῳ, καθαρίζει δὲ μᾶλλον καὶ “τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ”ἔργων,” καὶ ἐξίστησι πλημμελήματος· χαρίζεται δὲ πρὸς τούτῳ καὶ ζωῆς ἐλπίδα· καὶ γάρ ἐστιν ἀληθὲς ὡς “ὁ ”πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον·” ἐπήγγελται γὰρ καὶ αὐτῶν τῶν σωμάτων τὴν ἀνάστασιν καὶ ἀναφοίτησιν τὴν εἰς ἀφθαρσίαν καὶ εἰς μακραίωνα βίον. <Καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.> Ἀναφέρει πάλιν ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν τῆς θείας ἀποστολῆς τὸ ἀξίωμα καὶ τῶν διακονιῶν τὴν σύγκρισιν ποιησάμενος καὶ τὸ ἑκατέρας ἴδιον εὖ μάλα παρενεγκὼν διαφανεστέραν ἀποφαίνει τὴν ἐν Χριστῷ διὰ πνεύματος. καὶ ὁ μὲν τῆς ἐννοίας αὐτῷ διὰ τούτων ἔρχεται σκόπος, πέφρασται γεμὴν οὐ σφόδρα σαφῶς τὸ ῥητόν· ἔοικεν γὰρ εἶναί πως οὐ λίαν εὐκάτοπτον οὔτε μὴν τοῖς ἐθέλουσιν ἕτοιμον ἰδεῖν. τί γάρ ἐστι τό Οὐ δεδόξασται τὸ δεδοξασμένον καὶ τὰ ἑξῆς; ἔστι δέ τι τοιοῦτον ὃ βούλεται δηλοῦν.

δεδόξασται μὲν γὰρ, φησὶν, ὁ Μωσῆς, ὡς διάκονος νόμου τοῦ καταργουμένου, ἀλλ᾽ ἡ τοῦ νέου καὶ ἐν Χριστῷ κηρύγματος δόξα νικῶσα τὴν πρώτην ἀπέφηνε τοιαύτην αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ᾽ αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν ὥσπερ τῆς σελήνης ὁ κύκλος, δόξαν δὲ τὴν ἰδίαν ἔχει ὁ τῶν ἄστρων χορός· ἡλίου γεμὴν ἀνίσχοντος καὶ τῆς ἑαυτοῦ μαρμαρυγῆς ἁπλοῦντος τὴν δόξαν, ἥτταται τῷ προὔχοντι τῆς σελήνης τὸ φῶς, ἔοικε δέ πως μηδὲ πεφωτίσθαι δοκεῖν· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, τὸν τῶν προκειμένων ἐκδέξῃ νοῦν. τὸ γάρ τοι δεδοξασμένον, φησὶ, τουτέστιν ἡ τοῦ νόμου διακονία, καίτοι λαχοῦσα παρὰ Θεοῦ τὴν δόξαν, ἔοικέ πως μὴ δεδοξάσθαι τὴν ἀρχὴν εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης, τῆς δεδωρημένης δηλονότι τοῖς διακονοῦσι τῷ θείῳ τε καὶ εὐαγγελικῷ κηρύγματι· παραχωρεῖ γάρ πως ἀεὶ τὸ μεῖον τῷ προὔχοντι. <Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.> Τί τὸ καταργούμενον; ἡ σκιὰ καὶ ὁ νόμος ἤγουν ὁ τύπος, τί δὲ τὸ μένον; τὰ τοῦ Θεοῦ θεσπίσματα. οὐκοῦν καὶ ἐν δόξῃ ἦν ἡ σκιὰ, ἀλλ᾽ ἐν δόξῃ διαφανεστέρᾳ τὰ Χριστοῦ· μένει γὰρ εἰ κατακρατήσει τῆς ὑπ᾽ οὐρανόν. <Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παῤῥησίᾳ χρώμεθα.> Ποίαν ἐλπίδα;

τὸ ἱκανῶσθαι παρὰ Θεοῦ καὶ ἀρτίως ἔχειν διὰ τῆς χάριτος πρὸς τὸ εἶναι “διακόνους καινῆς διαθήκης ”οὐ γράμματος.” πρέπει δὲ τοῖς τοιούτοις τὸ ἐν πολλῇ παῤῥησίᾳ λαλεῖν, οὔτε τῶν τύπων αἰσχυνομένους τὸ ἀδρανὲς, οὔτε τῶν ἀκροατῶν τὸ ἄσοφον· καὶ γὰρ τὸ Ἅγιον Πνεῦμα ἐνιδρυθὲν ἐν ταῖς τῶν πιστῶν ψυχαῖς, ποιεῖ αὐτοὺς νοεῖν εὐκόλως καὶ τοὺς βαθεῖς λόγους. <Καὶ οὐ καθάπερ Μωσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ.> Κἀν τούτῳ πάλιν οἱ Χριστοῦ μαθηταὶ διαφανέστεροι δόξῃ, ὅτι γέγονεν αὐτοῖς ὁ τοῦ κηρύγματος λόγος σαφής τε καὶ ἀνυπόστατος καὶ οὐδὲν ἔχων δύσκολον καθάπερ τὸ διὰ Μώσεως. ἐπειδὴ γὰρ ἦσαν ἀδόκιμοι οἱ υἱοὶ Ἰσραὴλ μετὰ τοσαύτας τερατουργίας μοσχοποιήσαντες, προσωπεῖον ἐτίθει ἑαυτῷ Μωυσῆς καὶ τὸν θεῖον αὐτοῖς λαλῶν νόμον ἐχρῆτο καλύμμασι, δι᾽ αἰνιγμάτων διδάσκων ὡς τὸ ἀληθὲς τοῦ νόμου πρόσωπον, τουτέστι Χριστὸν, οὐκ ἂν ἰσχύσειαν ἰδεῖν, δευτέρῳ δὲ ὥσπερ προσβάλλουσι προσώπῳ μόλις, τῇ σκιᾷ δόξαν οὐδεμίαν ἐχούσῃ, ἥτις καὶ καταργεῖται ἡ σκιὰ καὶ ὁ τύπος. πέπαυται γὰρ καινῆς διαθήκης εἰσκεκομισμένης, τέλος δὲ τοῦ καταργουμένου νόμου ὁ Χριστός.

οὐκοῦν ἡ κεκρυμμένη δόξα Μωσέως, ὁ Χριστὸς, ἦν τὸ τέλος τοῦ καταργουμένου νόμου· εἰ γάρ τις ἀφέλῃ τὴν σκιὰν καὶ οἷον τὸ ἐμφανὲς καὶ δεύτερον πρόσωπον τὸ ὡς ἐν γράμματι περιελεῖν αὐτὸ, ὄψεται τὸν Ἐμμανουὴλ πολυτρόπως ἐφ᾽ ἑκάστῳ διαμορφούμενον, καὶ τὴν ὑπέρ γε τοῦ κόσμου σφαγὴν ὑπομένοντα καὶ σώζοντα τὴν ὑπ᾽ οὐρανὸν, ἵνα καὶ δοξάζηται πρὸς ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενος. ἀπρόσιτον οὖν ταῖς Ἰουδαίων διανοίαις τῆς τοῦ Σωτῆρος δόξης τὸ φῶς. ἐπειδὴ γὰρ πᾶσα θεωρία πνευματικὴ πρὸς τὸ Χριστοῦ βλέπει μυστήριον, οὐ προσίενται δὲ τὴν εἰς αὐτὸν πίστιν οἱ τάλανες Ἰουδαῖοι, μεμένηκεν ἐπ᾽ αὐτοῖς τὸ κάλυμμα, καταργεῖται δὲ ἐν Χριστῷ. <Ἡνίκα δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα.> Αὐτὸς ὁ Κύριός ἐστι τὸ φῶς καὶ ἀποκαλύπτει “τὰ βαθέα ”καὶ ἀπόκρυφα,” καὶ τὸ ἀληθὲς τοῦ νόμου πρόσωπον τὸ δεδοξασμένον δείκνυσι τοῖς σοφοῖς τοῖς ἡγιασμένοις ἐν πνεύματι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως λελαμπρυσμένοις. παιδαγωγεῖ μὲν γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ὁ δὲ ἐφ᾽ ἕτερόν τινα παιδαγωγεῖν τεταγμένος, ἵστησι μὲν οὐκ ἐφ᾽ ἑαυτῶν τοὺς παιδευομένους, ἀποφέρει δὲ μᾶλλον ἐπί τι τῶν ἀμείνω καὶ μειζόνων ἢ καθ᾽ ἑαυτόν.

ὅθεν τοι καὶ ὁ θεσπέσιος Παῦλος σκύβαλά φησιν ἡγήσασθαι τὰ ἐν νόμῳ “διὰ τὸ ”ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ.” <Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν, οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.> Δεῖ οὖν γενέσθαι πνευματικοὺς, οὐ γὰρ ἄλλως δυνατὸν θεωρῆσαι Χριστὸν, ὅς ἐστι “τέλος τοῦ καταργουμένου,” φημὶ δὴ τοῦ νόμου. τότε πάντη τε καὶ πάντως “περιαιρεῖται τὸ ”κάλυμμα,” γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ ἐκ τῆς ἐμφανοῦς ἱστορίας οὐκ ἔχοντα. εἰσὶ γὰρ ἐν τούτοις οἱ ἐν Χριστῷ τὴν ἐλευθέραν τοῦ Πνεύματος ἀποκάλυψιν πλουσίως εἰσδεδεγμένοι. εἰ δὲ ἔνθα που πέρ ἐστι τὸ Πνεῦμα, ἐκεῖ πάντως καὶ ἡ ἐλευθερία, πῶς οὐκ ἐλεύθερον κατὰ φύσιν ἐστίν;

εἰ δὲ τοῦτο, καὶ τῶν τῆς δουλείας ἀνῴκισται μέτρων, καὶ γενητὸν μὲν οὐκέτι, συντάττοιτο δ᾽ ἂν εἰκότως τῇ ἀνωτάτω τε καὶ ἐλευθέρᾳ φύσει, ᾗ τὸ κατὰ πάντων μετέστι κράτος· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς ἐξ αὐτοῦ διῆκον ἐπὶ τὴν κτίσιν ἐν Χριστῷ. <Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.> Μωσῆς μὲν γὰρ ἐπετίθει ἑαυτῷ κάλυμμα διά τοι τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ κατιδεῖν “τὴν δόξαν τοῦ προσ- ”ώπου αὐτοῦ·” ψυχικοὶ γὰρ ἦσαν καὶ σαρκικοὶ καὶ ἀτελεῖς εἰς πίστιν· ἡμεῖς δὲ οἱ πιστοὶ διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας πεφωτισμένην ἔχοντες τὴν καρδίαν καὶ καθαρῶς βλέπειν εἰδότα τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνακεκαλυμμένῳ προσώπῳ τεθεάμεθα τὸν Κύριον· λελάληκε γὰρ ἡμῖν καὶ ὤφθη ἐν δόξῃ καὶ ὑπεροχῇ τῇ θεοπρεπεστάτῃ· Θεὸν γὰρ αὐτὸν ἐγνώκαμεν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρός. ὡς ἐν ἐσόπτρῳ οὖν θεωροῦμεν τὴν θείαν καὶ ἀπόῤῥητον φύσιν, μεταπλάττεται γὰρ ὥσπερ τῶν πιστευόντων ὁ νοῦς ἐκ νομικῆς εὐμαθείας εἰς παίδευσιν εὐαγγελικὴν, καὶ μεταμορφοῦται τρόπον τινὰ εἰς εἴδησιν τὴν πνευματικὴν, σκιᾶς ἢ τύπων οὐκ ἀνεχόμενος, ἀλλ᾽ ἐκ δόξης τῆς κατὰ τὸν νόμον εἰς δόξαν ἑτέραν τὴν ἐν Χριστῷ διὰ Πνεύματος μεταφοιτᾶν ᾑρημένος.