Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Τόμος Γ', Λόγος Β': Η ανακαίνιση του εσωτερικού ανθρώπου και το ουράνιο κατοικητήριο

Εξήγηση της φθοράς της σάρκας, της πρόσκαιρης θλίψης που κατεργάζεται αιώνια δόξα, του αρραβώνα του Πνεύματος και της υπέρβασης της κατά σάρκα γνώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 6 από 8

ΤΟΜΟΣ Γ ΛΟΓΟΣ Β. <Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.> Ἔξεστι τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν οὐκ ἀκόμψως, κοινὸν ὥσπερ ἅπασι τοῖς εὐσεβεῖν ᾑρημένοις προθέντας τὸ χρῆμα· “στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ ”τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ “ἀντίκειται ἀλλήλοις,” κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν ὅτι πᾶσά πως ἀνάγκη, κατεφθαρμένης τρόπον τινὰ τῆς σαρκὸς, καὶ τῶν ἐν αὐτῇ κινημάτων ἠσθενηκότων, τότε δὴ μάλιστα μειζόνως ἐῤῥῶσθαι τὸ ἕτερον, τουτέστι τὸ φρόνημα τοῦ πνεύματος. αἰτίας ἀπόδοσιν καὶ οἷον ἀνάμνησιν προειρημένου τινὸς εἰσκομίζει τό Διό. ἔφη τοίνυν Εἰ γὰρ “ἡμεῖς ”οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ “ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν” ταῖς καρδίαις ἡμῶν, ταύτην ἔχοντες τὴν ἐλπίδα, φησὶ, καὶ τοῖς ἐσομένοις ἐπιγανύμενοι, οὐκ ἐκκακοῦμεν, τῆς μελλούσης δόξης προθεωροῦντες τὸ κάλλος, ἀλλὰ κἂν ἐπέλθοι θλίψις, φέρομεν γενναίως. εἰ γὰρ καὶ ὡς ἄνθρωποι ἀλγοῦμεν καὶ βλάβην τινὰ περὶ τὸ σῶμα ὑπομένωμεν, ἀλλ᾽ οὐχ ἡττώμεθα τούτοις· ὁ γὰρ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται. καὶ κοινὸς μὲν ὁ λόγος. ὅταν τοίνυν τοῖς εἰς ἄσκησιν πόνοις ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τότε λοιπὸν ἀναγκαίως ὁ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.

καὶ ἑτέρως γεμὴν τοῖς εἰρημένοις ἐπιβαλεῖς· ἐπειδὴ Ἰουδαίοις τε καὶ Ἕλλησι διεκήρυττον τὸν Ἰησοῦν, δεινοὺς καὶ ἀφορήτους ὑπομεμενήκασι διωγμοὺς, καὶ διέφθαρτο τοῖς εἰς τοῦτο πόνοις τὸ σῶμα αὐτῶν. ἀλλ᾽ ὅσῳ μείζων ὁ πόνος, τοσούτῳ οἶμαί που παρέποιτο ἂν εἰκότως ἀμφιλαφεστέρα τῆς χάριτος ἡ ἀντέκτισις. <Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.> Ἐπιῤῥώννυσι τῶν ἀθλεῖν βουλομένων τὸν νοῦν, τοὺς μὲν ἀγῶνας εὐτελίζων, τοὺς δὲ στεφάνους ὑψῶν τῶν νενικηκότων, καὶ τὸ μὲν ἐλαφρὸν ἐπὶ τῶν θλίψεων τιθεὶς, τὸ δὲ βάρος ἐπὶ τῆς δόξης· τῶν γὰρ ἐν τῷδε τῷ βίῳ τὴν μεμετρημένην ἔφοδον διὰ τὸ πρόσκαιρον κἂν εἰ γένοιτο καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολήν. ἀλλ᾽ οὖν εἰς αἰώνιον βάρος δόξης ἐκβήσεσθαί φησιν, ἐπειδὴ πέρα λόγου τὰ τοῦ μέλλοντος αἰῶνος ἀγαθά. διὸ οὐ δεῖ σκοπεῖν τὰ βλεπόμενα πρόσκαιρα ἀλλὰ τὰ μὴ βλεπόμενα αἰώνια. <Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ κ.τ.λ.> Ἐπίγειον ἡμῶν οἰκίαν τοῦ σκήνους, αὐτὸ περιφραστικῶς ὀνομάζει τὸ σκῆνος, ἤτοι τὸ σῶμα· γέγραπται γὰρ ἐν τῷ Ἰώβ “Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ”ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν.”

ἴσμεν οὖν ἄρα, φησὶν, ὡς καταλύσαντος τοῦ θανάτου τὴν ἐπίγειον ἡμῶν τοῦ σκήνους οἰκίαν, τουτέστι τὸ σῶμα, διαδέξεται καὶ οὐκ εἰς μακρὰν, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, οἰκητήριον τὸ ἐξ οὐρανοῦ, τουτέστιν ἡ ἀφθαρσία· ἄνωθεν δὲ αὐτὴν εἶναί φησι, πρῶτον μὲν ὅτι θεόσδοτον τὸ χρῆμά ἐστιν· εἶτα πρὸς τούτῳ διά τοι τὸ πάντας τοὺς τὴν ἄνωθεν οἰκοῦντας πόλιν, φημὶ δὴ τὰ τῶν ἁγίων ἀγγέλων συντάγματα, ἐν ἀφθάρτοις τε καὶ ἀνωλέθροις εἶναι σώμασιν· ἀπήλλακται γὰρ τῆς γεώδους ταυτησὶ παχύτητος ἡ ἀγγέλων φύσις. οἰκοδομὴν τοιγαροῦν ἐκ Θεοῦ καὶ ἀχειροποίητον οἰκίαν καὶ μὴν καὶ αἰώνιον ὀνομάζει, τὴν ἀφθαρσίαν. <Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.> Διὰ τοῦτο στενάζομεν ὡς καταβαρυνόμενοι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλον αὐτῷ τὴν ἀφθαρσίαν εὐχόμενοι τὸ ἀχειροποίητον οἰκητήριον, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Φθαρτὸν σῶμα βαρύνει ψυχὴν,” πεποιήμεθα δὲ τοῦ στενάζειν τὴν ἀφορμὴν τὸ καταβαρύνεσθαι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ οἰκητήριον τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ τουτέστι τὴν ἀφθαρσίαν ἐπενδύσασθαι.

εἶτα τί τὸ ἐπενδύσασθαι δηλοῖ ἢ πάντως ὅτι τῷ νῦν ὄντι σώματι προσπεριβαλέσθαι τὴν ἀφθαρσίαν; στενάζομεν οὖν. <Εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα.> Τό Εἴ γε οὐκ ἐνδοιάζων λέγει, ἀλλ᾽ ἀποφαινόμενος μᾶλλον καὶ ἀραρότως ἔχον ἀποδεικνὺς ὅτι τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν οἰκητήριον ἐπαμφιεννύμενοι τοῦ προϋποκειμένου σκήνους, τουτέστι τοῦ γηΐνου σώματος, οὐκ ἐσόμεθα γυμνοί. οὐκοῦν τό Εἴ γε τέθεικεν ἀντὶ τοῦ ὁπότε, ἵν᾽ ᾖ τι τοιοῦτον τὸ εἰρημένον Ὁπότε καὶ ἐνδυσάμενοι, οὐκ ἀπόθεσιν τοῦ πρώτου πεισόμεθα, οὔτε μὴν ἐσόμεθα γυμνοὶ τοῦ προϋποκειμένου σώματος, ὅπερ σαφηνίζει διὰ τῶν ἑξῆς. καταπίνεται δὲ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, οὐκ ἀφανιζόμενον, οὐδὲ χωροῦν εἰς τὸ μὴ ὑπάρχειν ὅλως, μεταστοιχειούμενον δὲ μᾶλλον εἰς ἀφθαρσίαν· πεποίηται γὰρ οὕτω καὶ ἐν ἀρχαῖς. γέγραπται γὰρ ὅτι καὶ ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. ἵνα δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνηται, φθαρτὴ γὰρ ἡ σὰρξ κατὰ φύσιν, “ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ ”πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.”

ἀλλ᾽ εἰσκέκριται μεταξὺ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· εἶτα, καθά φησιν αὐτὸς ὁ θεσπέσιος Παῦλος, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ·” ἀφίκετο γὰρ ἀνακαινίσων ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς τὸ ἀπ᾽ ἀρχῆς· καὶ αὐτός ἐστιν ὁ πρὸς τοῦτο ἡμᾶς κατεργασάμενος ὡς Θεὸς καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. οὐκοῦν ἐνέχυρον ὥσπερ ἀσφαλὲς τῆς ἐν ὑστέροις τοῦ αἰῶνος καιροῖς δοθησομένης ἡμῖν ἀφθαρσίας, τὸ ζωοποιὸν ἐντέθειται Πνεῦμα παρὰ Χριστοῦ· νυνὶ μὲν τέως ὡς ἐν ἀπαρχῇ, μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὡς ἐν ὁλοκλήρῳ μέτρῳ. τότε δὴ τότε κατηργημένης εἰσάπαν τῆς φθορᾶς, ἐξελευσόμεθα, καθά φησιν ὁ προφήτης, καὶ σκιρτήσομεν “ὡς ”μοσχάρια ἐκ δεσμῶν ἀνειμένα,” καὶ δὴ καὶ ἐροῦμεν ἐπιτωθάζοντες τῇ φθορᾷ “Ποῦ ἡ δίκη σου θάνατε, ποῦ τὸ κέντρον ”σου ᾅδη;” πεπαύσονται γὰρ ἁμαρτία καὶ θάνατος, βασιλεύσει δὲ τῶν ἁγίων ἐν ἀφθαρσίᾳ Χριστός. καὶ ἵνα τὸ φθαρτὸν ὅ ἐστιν ἡ φθαρτὴ σὰρξ κατὰ φύσιν, καταποθῇ ὑπὸ τῆς ζωῆς, “ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ”ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.”

ΤΟΜΟΣ Δ. ΛΟΓΟΣ Α. <Ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος κ.τ.λ.> ΟΙ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχοντες, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα πεπλουτηκότες, τῶν ἔσεσθαι προσδοκωμένων ὡς ἐνεστηκότων ἤδη ἐπιδραττόμενοί φασιν Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα, πάντες γάρ ἐσμεν πνευματικοὶ καὶ οὐκ ἐν φθορᾷ σαρκικῇ· σάρκα γὰρ ἐν τούτοις, καθάπερ ἐγῷμαι, τὴν τῆς σαρκὸς ὀνομάζει φθοράν· ἐπιλάμψαντος γὰρ ἡμῖν τοῦ Μονογενοῦς, μετεστοιχειώμεθα πρὸς τὸν τὰ πάντα ζωοποιοῦντα Λόγον. ὥσπερ γὰρ τοῖς τοῦ θανάτου δεσμοῖς ὑπεκείμεθα βασιλευούσης τῆς ἁμαρτίας, οὕτω τῆς ἐν Χριστῷ δικαιοσύνης εἰσκεκριμένης, ἀπεσεισάμεθα τὴν φθοράν· οὐδεὶς οὖν ἄρα ἐστὶν ἐν σαρκὶ, τουτέστιν ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ᾽ ἂν εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τινῶν ὑφορώμενος ἐκτόπους ἐννοίας Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν.

ὅμοιον ὡς εἴπερ ἕλοιτο λέγειν, γέγονε “σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπέστη θάνατον κατὰ σάρκα, καὶ οὕτως αὐτὸν ἐγνώκαμεν· πλὴν ἀπὸ τοῦ νῦν οὐκ ἔτι γινώσκομεν· εἰ γὰρ καὶ ἔστιν ἐν σαρκὶ, τριήμερος γὰρ ἀνεβίω καὶ ἔστι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, ἀλλ᾽ οὖν ὑπὲρ σάρκα νοεῖται· ἅπαξ γὰρ ἀποθανὼν “οὐκ ἔτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκ ἔτι ”κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ “δὲ ζῇ, ζῇ τῷ Θεῷ.” οὐκοῦν εἰ γέγονεν ἐν τούτοις ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, πᾶσά πως ἀνάγκη καὶ ἡμᾶς αὐτοὺς τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθήσαντας, οὐκ ἐν σαρκὶ μᾶλλον, ἀλλ᾽ ὑπὲρ σάρκα νοεῖσθαι.