Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Κύριλλος Ἀλεξανδρείας

Τα όπλα της πνευματικής στρατείας και η δύναμη του Χριστού στην ασθένεια

Ερμηνευτικά σχόλια στα τελευταία κεφάλαια της επιστολής, επικεντρωμένα στην πνευματική στρατεία κατά των πλανών και στη φανέρωση της θείας δύναμης διά της ασθένειας και του σταυρικού πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 8

πρὸς δὲ τοὺς τοιούτους παρωτρύνοντο μὲν καὶ μάλα εἰκότως τῶν Κορινθίων οἱ ζηλωταὶ, χεῖρας δὲ αὐτοῖς ἐπιφέρειν ἤθελον, ὡς ἐχθροῖς τοῦ θείου κηρύγματος· ἐπειδὴ δὲ ἦν ἀκαλλὲς λίαν τὸ χρῆμα, καὶ τῆς ἁγίοις πρεπούσης ἐπιεικείας ὡς ἀπωτάτω· “Δοῦλον γὰρ ”Κυρίου οὐ δεῖ μάχεσθαι, κατὰ τὸ γεγραμμένον, ἀλλ᾽ ἤπιον “εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδια- ”τιθεμένους·” ἐπιτάττει λέγων Αὐτὸς δὲ ἐγὼ Παῦλος ὁ τῶν θείων μυστηρίων ἱερουργὸς, ὁ ταμίας καὶ ἀπόστολος, ὁ ζήλῳ διαπρεπὴς, παραθήγων καὶ ὑμᾶς αὐτοὺς εἰς τὸ λέγειν σὺν ἐμοί “Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος,” παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, “ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, ”παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.” ἐπὶ καιροῦ τοιγαροῦν τῆς Χριστοῦ ζωῆς εἰς ἀνάμνησιν αὐτοὺς ἀποφέρει, πραοτάτους καὶ ἐπιεικεῖς καθιστάς· ἐγὼ δὲ αὐτός φησιν Παῦλος ὁ παρὼν μὲν ἐν ὑμῖν κατὰ πρόσωπόν εἰμι ταπεινὸς, οὐ γαῦρος, οὔτε μὴν ἠκονημένος εἰς ἔριδάς τε καὶ μάχας, ὃς θαῤῥῶ μὲν ἀπὼν, δέομαι δὲ καὶ νῦν μὴ παρὼν θαῤῥῆσαι· ὅτι καθάπερ ἔπεισί μοι λογίζεσθαι, κατ᾽ οὐδένα τρόπον τολμήσετε κατά τινων οἰομένων ἡμᾶς ὡς κατὰ σάρκα περιπατεῖν, τουτέστι πολιτεύεσθαι σαρκικῶς ἐν ἔριδί τε καὶ ζήλῳ· “ὅπου γὰρ, φησὶ, ”ζῆλος καὶ ἔρις ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄν- “θρωπον περιπατεῖτε;”

κρείττους οὖν ἄρα τῆς ἐκείνων ὑποψίας γενέσθαι προσήκει τοὺς ἀκολουθεῖν ἐθέλοντας ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλον τὴν ἑκούσιον αὐτῶν πρὸς Θεὸν ἐπιστροφήν. <Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ.> Οἱ μὲν γὰρ εἰδότες εὐδοκιμεῖν ἐν μάχαις, καὶ τοῖς πολεμοῦσιν αὐτοὺς ἀντανιστάμενοι σαρκικῶς, σαρκικὴν ἂν ἔχοιεν καὶ μάλα εἰκότως τὴν παντευχίαν· κράνη γὰρ αὐτοῖς καὶ θώρακες ὅπλα τε καὶ ξίφη καὶ τὰ δι᾽ ὧν ἂν δύναιντο νικᾶν· ἡμῖν δὲ ἡ πάλη καὶ ὁ τοῦ πολέμου τρόπος ὅπλων χρῄζει πνευματικῶν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, ταῖς οὕτω λαμπραῖς εὐοπλίαις κατασεμνύνεσθαι δεῖν εὖ μάλα φησί· θώρακα μὲν γὰρ αὐτῷ περιτίθησι δικαιοσύνην, περικεφαλαίαν δὲ σωτηρίου, “καὶ ”τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ,” καὶ πρὸς τούτοις ἔτι “τὸν θυρεὸν τῆς πίστεως,” δι᾽ οὗ δὴ πάντα τὰ πεπυρωμένα τοῦ πονηροῦ κατασβέννυται βέλη.

οὐκοῦν οὐ σαρκικὰ τῶν ἁγίων τὰ βέλη, πνευματικὰ δὲ μᾶλλον καὶ δυνατὰ τῷ Θεῷ, χρήσιμά τε πρὸς καθαίρεσιν ὀχυρωμάτων, τῶν ἑλληνικῶν δογμάτων φημὶ καὶ αἱρετικῶν, καὶ πρὸς τὸ ἀποφαίνειν τοὺς ἐκείνων συλλογισμοὺς σαθρούς τε καὶ ἀτεχνεστάτους καὶ ἀσυνέτως συντεθειμένους. τοιούτους οὖν καθαιρήσωμεν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· αἰχμαλωτιοῦμεν δὲ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἀντὶ τοῦ Πᾶν ὕψωμα κατὰ τοῦ Θεοῦ ἐπαιρόμενον ἐννοιῶν δυσσεβῶν καθαιρήσωμεν, καὶ ταῖς πρεπούσαις φωναῖς δοξολογήσωμεν, μηδὲν ταπεινὸν περὶ αὐτοῦ φανταζόμενοι· ὀνήσομεν γὰρ καὶ ἑτέρους, εἰς ὀρθὴν καὶ ἀπλανεστάτην ἐννοιῶν ἀποκομίζοντες τρίβον, ὅπως ἐκδικήσωμεν πᾶσαν παρακοὴν, πληρωθείσης πρότερον τῆς ἡμῶν· ἔσται γὰρ μέγας ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οὐχ ὁ διδάξας μόνον, ἀλλ᾽ εἴ τις τῷ λόγῳ προσεπάγειν βούλοιτο τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα. <Ἐπεὶ δοκιμὴν ζητεῖτε κ.τ.λ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.> Ἀπειλεῖ τοῖς ἐν Κορίνθῳ προημαρτηκόσιν, ὡς εἰ μὴ βούλοιντο δρᾶν ἃ προσῆκε καὶ διαζῆν ἁγίως, πάλιν οὐ φείσεται· τὸ δέ Πάλιν τῆς ἤδη γεγενημένης ἀγανακτήσεως ἀνάμνησιν ἔχει.

ὅτι δὲ πάντως τοῖς πταίουσιν ἐπιτιμήσειεν, ἐνεργὸν ἔσται τὸ ῥῆμα αὐτοῦ, πειρᾶται προσαναπείθειν καὶ ὡς ἀπό γε τῶν ἤδη παρῳχηκότων καὶ τῶν ἔσεσθαι προσδοκωμένων· ταύτῃτοί φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. εἰκὸς γὰρ, φησὶ, περιμένετε καὶ διὰ τῶν δευτέρων ἰδεῖν πότερόν ποτε Χριστὸς ἐν ἐμοὶ λαλεῖ, καὶ πρὸς πέρας ἄγει τοὺς τῶν ἐπιτιμήσεων τρόπους· μὴ γὰρ οἴεσθε, φησὶ, κατά τινας τῶν ἀπίστων ἔτι καὶ ὑβριστῶν ἀσθενεῖν αὐτόν· δυνατεῖ γὰρ ἐν ὑμῖν, δῆλον ὅτι τοῖς πεπιστευκόσι καὶ ὑπ᾽ αὐτῷ γεγονόσιν, ἐν οἷς καὶ ἀναγκαίαν χαρίζεται τὴν φροντίδα, καὶ πλημμελοῦντας ἐπιστρέφει. δυνατεῖ τοιγαροῦν ἐν ὑμῖν· ἐνεργεῖ γὰρ ὡς Θεὸς καὶ ἀληθεῖς ἀποφαίνει τὰς τῶν ἁγίων φωνάς· καὶ τὸν ἐμὸν ἰσχύοντα πάντη τε καὶ πάντως εὑρήσετε λόγον· εἰμὶ γὰρ ὁ λαλῶν οὐκ αὐτὸς ἐγὼ, Χριστὸς δὲ μᾶλλον ὁ ἐν ἐμοί. ἐπειδὴ δὲ ποιεῖται μνήμην τῶν ἐκ πολλῆς ἄγαν ἀβελτερίας οἰηθέντων ἀληθῶς ἀσθενῆσαι Χριστὸν, διά τοι τὸ ὑπομεῖναι σταυρὸν, καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος ἤγουν δυσσεβείας, ἀπολογεῖται χρησίμως, τὴν τοῦ μυστηρίου δύναμιν εἰς μέσον ἄγων ἐπὶ καιροῦ, καὶ τὴν ἑκούσιον κένωσιν τοῦ Μονογενοῦς ἐξηγούμενος, καὶ τῆς μετὰ τοῦτο δόξης τὴν ἀσύγκριτον ὑπεροχήν.

ναὶ γάρ φησιν, ὡς γοῦν οἴονται κατὰ σφὰς αὐτοὺς οἱ τοῦ πιστεύειν ἔτι μακρὰν, ἐσταυρώθη ἐξ ἀσθενείας, πέπονθεν ὡς ἄνθρωπος, καὶ τὸν ἐν σαρκὶ θάνατον ὑπέμεινεν ἑκὼν, ἀλλ᾽ ἦν ἀναγκαῖον εἰδέναι πρὸς τούτοις, ὅτι σκυλεύσας τὸν ᾅδην, καὶ πατήσας τοῦ θανάτου τὸ κράτος, ἀνεβίω τριήμερος, οὐκ ἀνθρωπείᾳ δυνάμει χρώμενος ἀλλὰ θείᾳ τε καὶ ἀποῤῥήτῳ· Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶσαι χάριτι. οὐκοῦν ὑπέμεινεν ἑκὼν τὸ ἀσθενῆσαι βραχὺ κατά γε τὴν τῆς σαρκὸς φύσιν· καθάπερ ἀμέλει πεινῆσαί τε καὶ διψῆσαι καὶ κοπιάσαι λέγεται, καὶ μὴν καὶ ἀποθανεῖν διὰ τὴν οἰκονομίαν· ζῇ γεμὴν ἐκ δυνάμεως Θεοῦ, καὶ οὐ παρ᾽ ἑτέρου τὸ πάντα δύνασθαι λαβὼν, ἀλλ᾽ οἴκοθεν ἔχων καὶ οὐσιωδῶς ἐνυπάρχων· Θεὸς γάρ ἐστιν κατὰ φύσιν ὁ σαρκὶ παθὼν δι᾽ ἡμᾶς· Οὐκοῦν εἰ σκανδαλίζονται διὰ τὸν σταυρὸν, θαυμαζέτωσαν διὰ τὴν ἀνάστασιν· κἂν εἰ λέγοιτο ζῆν ἐκ δυνάμεως Θεοῦ, οὐδὲν ἧττον νοήσεις τὴν τοῦ Θεοῦ δύναμιν αὐτὸν τὸν Υἱόν.