Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Κύριλλος Ἀλεξανδρείας

Η παράσταση στον ναό και οι προσφορές

Θεολογική ανάλυση της παρουσίασης του Χριστού στον ναό και ο συμβολισμός των τρυγόνων και των περιστερών ως τύπων της μεσιτείας και της αυτοπροσφοράς του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 3 από 5

Ἐν ὀγδόῃ τοιγαροῦν περιτέμνεται Χριστὸς, καὶ τὴν κλῆσιν, ὡς ἔφην, λαμβάνει. Τότε γὰρ, τότε σεσώσμεθα δι᾽ αὐτοῦ. Ἀναφέρουσι δὲ αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ. Ὢ μεγάλης καὶ τεθαυμασμένης οἰκονομίας! «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ!» Ὁ ἐν κόλποις ὢν τοῦ Πατρὸς, ὁ σύνεδρος αὐτῷ καὶ συναΐδιος Υἱὸς, ὁ δι᾽ οὗ τὰ πάντα προσάγεται θεοπρεπῶς, πλὴν ὅτε γέγονεν τοῖς τῆς ἀνθρωπότητος μέτροις, προσφέρει δὲ καὶ θυσίαν ὁ ταῖς παρὰ πάντων λατρείαις καταχρυσούμενος καὶ συνδοξαζόμενος τῷ ἰδίῳ Γεννήτορι. Τί δὲ δὴ καὶ προσκεκόμικεν ὡς πρωτότοκός τε καὶ ἄρσην; Ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν, κατὰ τὸ ἐν τῷ νόμῳ διηγορευμένον. Ἀλλὰ γὰρ τί βούλεται δηλοῦν ἡ τρυγὼν, τί δὲ καὶ τὸ ἕτερον, τοῦτ᾽ ἕστιν ἡ περιστερὰ, φέρε δὴ, φέρε, καταθρήσωμεν.

Οὐκοῦν τὸ μὲν ἔστι λαλίστατον ἐν στρουθίοις ἀγροῦ, τὸ δὲ ἥπιόν τε καὶ πρᾶον· γέγονε δὲ τοιοῦτος εἰς ἡμᾶς ὁ τῶν ὅλων Σωτὴρ, πραότητα μὲν εἰς ἄκρον ἕχων, τρυγόνος δὲ δίκην κατακλύσας τὴν ὑπ᾽ οὐρανὸν, καὶ τῆς ἑαυτοῦ καλλιφωνίας τὸν ἴδιον ἀμπελῶνα πληρῶν, τοῦτ᾽ ἔστιν, ἡμᾶς τοὺς πιστεύοντας εἰς αὐτόν· γέγραπται γοῦν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων, ὅτι «Φωνὴ ἡ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν·» λελάληκε γὰρ πρὸς ἡμᾶς τὸ θεῖόν τε καὶ εὐαγγελικὸν σωτήριον κήρυγμα. Τρυγόνες δὴ οὖν καὶ περιστεραὶ προσεφέροντο, παραστάντος αὐτοῦ τῷ Κυρίῳ, καὶ ἦν ἰδεῖν καθ᾽ ἕνα καιρὸν ὁμοῦ τοῖς τύποις τὴν ἀλήθειαν. Ἑαυτὸν οὖν ἄρα προσκεκόμικεν ὁ Χριστὸς εἰς ὀσμὴν εὐωδίας, ἵνα ἡμᾶς δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, λύσῃ τε οὕτω τὴν ἐφ᾽ ἡμῖν γενομένην ἀποστροφὴν, διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν κατὰ πάντων ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Ἡμεῖς γὰρ ἦμεν οἱ πάλαι βοῶντες· «Ἐπίβλεψον ἐπ᾽ ἐμὲ, καὶ ἐλέησόν με.» Οὗ τί δ᾽ ἂν γένοιτο ἰσόῤῥοπον ἔχον εἰς θυμηδίαν τοῦ μαθεῖν, ὅτι σέσωκεν ὁ Θεὸς τὴν ὑπ᾽ οὐρανὸν μεσιτεύσαντος τοῦ Υἱοῦ, διὰ τὸ γενέσθαι καθ᾽ ἡμᾶς; Γέγραπται γὰρ, ὅτι «Εἷς Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν·» καθήκετο γὰρ ἑκὼν πρὸς τὴν ἡμῶν πτωχείαν, ἵνα ἡμᾶς ἀποφήνῃ πλουσίους τὰ αὐτοῦ κερδαίνοντας.

Ὅρα τοίνυν αὐτὸν ὡς ἕνα τῶν καθ᾽ ἡμᾶς προσαγόμενον τῷ Πατρὶ, καὶ ταῖς τοῦ νόμου σκιαῖς ἑπόμενον, ἔτι θύοντά τε κατὰ τὸ εἰωθὸς, εἰ καὶ διὰ τῆς μητρὸς ἐπράττετο ταῦτα. Ἆρ᾽ οὖν ἠγνοήθη παρὰ πάντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὶ τῶν αὐτόθι γνώριμος ἦν; Καίτοι πῶς τοῦτό ἐστιν ἀληθές; Προεκήρυττε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῶν προφητῶν ἀπ᾽ αἰῶνος, ἐσόμενον κατὰ καιροὺς ἐμφανῆ τὸν Υἱὸν, ἵνα σώσῃ τοὺς ἀπολωλότας, καὶ καταφωτίσῃ τοὺς ἐσκοτισμένους. Ἔφη γοῦν δι᾽ ἑνὸς τῶν προφητῶν· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Ἔλεος δὲ καὶ δικαιοσύνη Χριστός. Ἠλεήθημεν γὰρ δι᾽ αὐτοῦ καὶ δεδικαιώμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι, διὰ πίστεως δηλονότι τῆς εἰς αὐτόν. Ὅπερ δέ ἐστι τοῖς ἐν νυκτὶ καὶ σκότῳ προηγουμένη λαμπὰς, τοῦτο καὶ τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ νοητῷ γέγονεν ὁ Χριστὸς, φῶς αὐτοῖς τὸ θεῖον ἐντιθείς· διὰ τοῦτο καὶ οἱ μακάριοι προφῆται μέτοχοι τῆς τοιᾶσδε χάριτος παρεκάλουν γενέσθαι, λέγοντες· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δὸς ἡμῖν.»