Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Κύριλλος Ἀλεξανδρείας

Η προφητεία του Συμεών, ο Σταυρός και ο επίλογος

Ανάλυση της ρήσης του Συμεών για την πτώση και ανάσταση, τον Σταυρό ως σημείο αντιλεγόμενο, τη ρομφαία της οδύνης της Θεοτόκου και η καταληκτήρια δοξολογία της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 5 από 5

Ἀπαρχὴ δὲ τούτων οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ, ὧν ἡ τῆς εὐκλείας φαιδρότης ὅλην περιαστράπτει τὴν ὑπ᾽ οὐρανόν· δόξα δὲ καὶ ἑτέρως τοῦ Ἰσραὴλ, ὅτι προῆλθεν ἐξ αὐτῶν κατὰ σάρκα, καίτοι Θεὸς ἐπὶ πάντας, καὶ εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εὐλογεῖ δὲ Συμεὼν τὴν ἁγίαν Παρθένον, ὡς ὑπηρετήσασαν θείᾳ βουλῇ, καὶ ὑπουργήσασαν τόκῳ, καὶ τοὺς τῆς ἀνθρωπότητος νόμους οὐκ ἀνασχομένην. Παρθένος γὰρ οὖσα τέτοκε, καὶ οὐκ ἐξ ἀνδρὸς, ἀλλ᾽ ἐπελθόντος ἐπ᾽ αὐτὴν Πνεύματος ἁγίου. Τί δὲ δὴ ἄρα περὶ Χριστοῦ φησιν ὁ προφήτης Συμεών; «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τέθειται μὲν γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς Ἐμμανουὴλ εἰς τὰ θεμέλια Σιὼν, ἐκλεκτὸς ὢν λίθος, ἀκρογωνιαῖος, ἔντιμος.

Ἀλλ᾽ οἱ μὲν ἐπ᾽ αὐτῷ πιστεύσαντες, οὐ κατῃσχύνθησαν· ὅσοι δὲ ἄπιστοι καὶ ἀμαθεῖς, καὶ τὸ ἐπ᾽ αὐτῶν μυστήριον οὐκ ἴσχυσαν ἰδεῖν, πεσόντες συνετρίβησαν. Ἔφη γάρ που πάλιν ὁ Θεὸς καὶ Πατήρ· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.» Ἀλλ᾽ ἠσφαλίζετο τοὺς ἐξ Ἰσραὴλ ὁ προφήτης λέγων· «Καὶ αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φῶς· καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγιασμὸν, καὶ οὐχ ὡς λίθῳ προσκόμματος συναντήσεσθε αὐτῷ, οὐδ᾽ ὡς πέτρας παραπτώματι.» Οὐκοῦν ἐπειδήπερ Κύριον ὄντα καὶ Θεὸν τὸν Ἐμμανουὴλ οὐχ ἡγίασεν ὁ Ἰσραὴλ, οὔτε μὴν ἠθέλησεν ἐπ᾽ αὐτῷ πεποιθέναι, περιπίπτουσιν [ἴσ. πίπτει] ὡς λίθῳ διὰ τὴν ἀπιστίαν, συνετρίβη καὶ πέπτωκεν· ἀνέστησαν δὲ πολλοὶ, τοῦτ᾽ ἔστιν, οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι.

Μετεφυτεύθησαν γὰρ ἐκ νομικῆς λατρείας εἰς τὴν πνευματικὴν, καὶ ἐκ τοῦ δοῦλον ἔχειν ἐν ἑαυτοῖς πνεῦμα, πεπλουτήκασι τὸ ἐλευθεροῦν, τοῦτ᾽ ἔστι τὸ ἅγιον· κοινωνοὶ γεγόνασι τῆς θείας φύσεως, υἱοθεσίας ἠξίωνται, καὶ ἐν ἐλπίσιν εἰσὶ τοῦ καὶ αὐτὴν κατακτήσασθαι τὴν ἄνω πόλιν, ἤτοι τὴν τῶν οὐρανῶν βασιλείαν.

Ἀντιλεγόμενον δὲ σημεῖον τὸν τίμιον ὀνομάζει σταυρὸν, ὡς καὶ ὁ σοφώτατος γράφει Παῦλος· «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν·» καὶ πάλιν, «Ὁ λόγος μὲν ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστὶ, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ εἰς σωτηρίαν.» Ἀντιλέγεται τοίνυν τὸ σημεῖον, ἐν τοῖς ἀπολλυμένοις μὲν μωρία δόξαν εἶναι, τοῖς γε μὴν ἐπεγνωκόσι τὴν δύναμιν αὐτοῦ σωτηρία καὶ ζωή.

Ἔφη γοῦν Συμεὼν τῇ ἁγίᾳ Παρθένῳ, ὅτι «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία·» ῥομφαίαν τάχα που λέγων τὴν λύπην ἣν ἔσχεν ἐπὶ τῷ Χριστῷ, βλέπουσα σταυρούμενον ὃν γεγέννηκεν, καὶ οὐκ εἰδυῖα πάντως ὅτι καὶ κρείττων ἔσται θανάτου, καὶ ἐκ νεκρῶν ἀναστήσεται. Καὶ μή τοι θαυμάσῃς, εἰ ἠγνόησεν ἡ Παρθένος, ὅπου καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ὀλιγοπιστοῦντας εὑρήσομεν περὶ τούτου.

Καὶ γοῦν ὁ μακάριος Θωμᾶς, εἰ μὴ τὰς χεῖρας ἔβαλεν εἰς τὴν πλευρὰν αὐτοῦ μετὰ τὴν ἀνάστασιν ἐψηλάφησε δὲ καὶ τοὺς τόπους τῶν ἥλων, οὐκ ἠνέσχετο πιστεῦσαι, λεγόντων αὐτοῦ τῶν ἑτέρων μαθητῶν, ὅτι ἐγήγερται Χριστὸς, καὶ ἐμφανῆ κατέστησεν αὐτοῖς ἑαυτόν. Ὠφελεῖ τοιγαροῦν ἡμᾶς ὁ σοφώτατος εὐαγγελιστὴς πάντα διδάσκων, ὅσα δι᾽ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὑπέμεινεν ὁ Υἱὸς γενόμενος σὰρξ, καὶ τὴν καθ᾽ ἡμᾶς πτωχείαν οὐκ ἀπαξιώσας λαβεῖν, ἵνα δοξολογήσωμεν αὐτὸν ὡς λυτρωτὴν, ὡς Κύριον, ὡς Σωτῆρα καὶ Θεὸν, ὅτι αὐτῷ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.