Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον

Κύριλλος Ἀλεξανδρείας

Βιβλίο Ζ' (Σωζόμενα αποσπάσματα)

Σωζόμενα αποσπάσματα που πραγματεύονται την εορτή των Εγκαινίων, τη θεοπρεπή εξουσία του Υιού, το ομοούσιο, και τη θαυμαστή έγερση του Λαζάρου ως προτύπωση της ανάστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 8 από 13

LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. <Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.> ΕΝΤΑΥΘΑ μέν τοι διδάσκει ὅτι οὐ μόνον ὑπῆρχεν ποιμὴν ἀγαθὸς κινδυνεύων ὑπὲρ τῆς ποίμνης, ἀλλὰ καὶ Θεὸς φύσει. διὸ οὐκ ἂν τὸν θάνατον ὑπέμεινεν, εἰ μὴ ἑκὼν διὰ τὸ ἔχειν θεοπρεπέστερον ἐξουσίαν τῆς οἰκονομίας ταύτης πολὺ τὸ χρήσιμον ἐχούσης ὑπὲρ ἡμῶν· καὶ διδασκούσης τῆς τοῦ λόγου ὑφῆς καὶ τοὺς Ἰουδαίους, ὅτι οὐδέποτε ἔμελλον αὐτοῦ περιγενέσθαι μὴ θελήσαντος. οὐ μόνον δὲ ἐπὶ τοῦ θεῖναι τὴν ψυχὴν, εἶπεν Ἐξουσίαν ἔχω, ἀλλ᾽ ἐπὶ ἀμφοτέρων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως τό Ἐξουσίαν ἔχω ἔθηκεν, ἵνα μὴ δυνάμεώς τε καὶ ἐνεργείας ἑτέρου φαίνηται τὸ κατόρθωμα καθάπερ ὑπηρέτῃ καὶ ὑπουργῷ κατ᾽ ἐπιτροπὴν αὐτῷ συγχωρούμενον, ἀλλ᾽ ἵνα φύσεως ἰδίας ἐπιδείξῃ καρπὸν τὸ καὶ αὐτῶν δύνασθαι κατεξουσιάζειν τῶν τοῦ θανάτου δεσμῶν, καὶ ἐφ᾽ ὅπερ ἂν βούλοιτο μετατρέπειν εὐκόλως τῶν πραγμάτων τὰς φύσεις, ὅπερ ἐστὶν ἴδιον ὄντως τοῦ κατὰ φύσιν Θεοῦ.

τοῦτο οὖν βούλεται δεῖξαι, διὰ τοῦ λέγειν Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχὴν καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· ὅτι οὐ κελευσθεὶς ὡς δοῦλος ἢ ὑπηρέτης, ἀλλ᾽ οὐδὲ ὡς ἐξ ἀνάγκης ἢ βιασθεὶς παρά τινων, ἀλλ᾽ ἑκὼν ἦλθεν ἐπὶ τοῦτο. <Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.> Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι παρὰ τὴν τοῦ Υἱοῦ βούλησιν οὐ δύναται ὁ Πατὴρ λαβεῖν αὐτοῦ τὴν ψυχὴν, καὶ ἐκ τούτου στασιασμὸν καὶ διχόνοιαν εἰσαγάγῃ ἐν τῇ μιᾷ θεότητι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· δι᾽ ὧν φησιν Ἔλαβον ἐντολὴν, συμφρονοῦντα καὶ συνθέλοντα πρὸς τοῦτο δείκνυσι καὶ τὸν Πατέρα, καὶ ὡς ἀπὸ μιᾶς γνώμης εἰς τοῦτο παρελθεῖν ὁμολογεῖ, εἰ καὶ αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βουλή. ἁρμόσει δὲ τοῦτο καὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ. ἐν ἐντολῆς δὲ τάξει παρειληφέναι λέγων τὸ δόξαν παρὰ τῷ Πατρὶ ὀρθῶς ἔχειν, οὐκ ἐλαττοῖ ἑαυτὸν τοῦ Πατρὸς ὢν φύσει Θεὸς, ἀλλὰ τὸ μὲν πρέπον τῇ ἐνανθρωπήσει τηρεῖ. πλὴν ὑπομιμνήσκει ὅτι αὐτός ἐστιν ὁ προφήτης περὶ οὗ εἶπεν ὁ Πατήρ “Ὅτι λαλήσει ”καθότι ἂν ἐντείλωμαι αὐτῷ·” τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα κοινοβουλίαν, ὡς ἐντολὴν, δεδέχθαι λέγων. ὅπερ ἔλεγε πρὸς Ἰουδαίους πρὸς τὸ μὴ νομίζειν αὐτὸν παρὰ τὰ τοῦ Πατρὸς λαλεῖν προστάγματα.

εἰ δὲ προφήτην ὠνόμασε τὸν ἴδιον Υἱὸν ὁ Πατὴρ τὸν ὁμοούσιον, μὴ θορυβηθῇς· ὅτε γὰρ γέγονεν ἄνθρωπος, τότε ἡρμόσθη αὐτῷ καὶ τὸ τοῦ προφήτου ὄνομα, τότε καὶ ἐντολὰς αὐτῷ δεδόσθαι φαμὲν παρὰ τοῦ Πατρὸς οἰκονομικῶς. πλὴν ὁ λαμβάνων ἐντολὰς, οὐ κατὰ τοῦτο ἐλάττων ἢ ἀνόμοιός ἐστι τῆς τοῦ ἐντελλομένου οὐσίας ἢ φύσεως, ὅπου γε καὶ ἄνθρωποι ἀνθρώποις ἐντέλλονται, καὶ ἄγγελοι ἀγγέλοις· καὶ οὐ διὰ τοῦτο ἑτεροφυεῖς ἢ ἐλάττονας τοὺς ἐπιταττομένους λέγομεν. οὐκοῦν οὔτε τοῦ Πατρὸς ὁ Υἱὸς ἐλάττων, εἰ καὶ γέγονεν ἄνθρωπος ἵνα γένηται ἡμῖν πάσης ὑπογραμμὸς ἀρετῆς· διὸ καὶ τοῦτο διδάσκει ὅτι χρὴ τοῖς γονεῦσιν ἐν πᾶσιν ὑπακούειν ἡμᾶς, εἰ καὶ τὸ ἴσον ἔχομεν κατὰ τὴν φύσιν. ἔστι δὲ ὅπου τὸ παρὰ τοῦ Πατρὸς λεγόμενον Ἐντελοῦμαι, δηλοῖ τό Ἀραρότως ποιήσω, ὡς ὅταν εἴπῃ “Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ ”κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν.” πλὴν καὶ συγκαταβατικῶς ἔσθ᾽ ὅτε λαλεῖ ὁ Υἱὸς, διὰ τὸ ἡμᾶς νοῆσαι ὡς ἔστι δυνατὸν τὰ ἄῤῥητα λόγια· ὅμως οὐ τὸ εἰπεῖν ὅτι Ἐντολὴν ἔλαβον, ποιεῖ μὴ εἶναι Θεὸν τὸν φύσει ὄντα Θεόν. ἢ οὖν λέγε Θεὸν, καὶ δίδου ὅσα τῇ θεότητι ἁρμόζει ἔχειν, ἢ λέγε αὐτὸν κτίσμα φανερῶς. οὐ γὰρ τὸ λαβεῖν ἐντολὴν, γυμνοῖ τῶν φυσικῶς τινι προσόντων.

ἐπειδὴ δὲ ὅσα ὁ Πατὴρ ἐνετείλατο τῷ Υἱῷ ταῦτα λαλεῖ· καί φησιν “Ἐγὼ καὶ ὁ ”Πατὴρ ἕν ἐσμεν,” ἀνάγκη σε εἰπεῖν, ἤτοι ὅτι ἀληθεύειν ὁ Πατὴρ ἐνετείλατο τῷ Υἱῷ, ἢ ὅτι ψεύδεσθαι. ἃ γὰρ ἔλαβεν ὁ Υἱὸς ἐντολὴν λαλῆσαι, λαλεῖ· “Ὁ πέμψας με ”γὰρ, φησὶ, Πατὴρ, ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω.” εἰ δὲ καὶ εἶπεν “Ὅτι ὁ Πατήρ μου μείζων μου ἐστὶν,” οὐδὲν ἐναντίον. καθὸ μὲν γὰρ φύσει Θεὸς, ἴσος τῷ Πατρί· καθὸ δὲ γέγονεν ἄνθρωπος καὶ ἐταπείπωσεν ἑαυτὸν, τὰ πρέποντα τῇ ἀνθρωποτητι λαλεῖ ῥήματα οἰκονομικῶς. ὅμως τὸ τῆς ἐντολῆς ὄνομα ἔξωθεν τῆς οὐσίας ὑπάρχον, οὐκ ἂν γένοιτο τῆς οὐσίας ἔγκλημα. οὐ γὰρ ἐν τῷ ἐντέλλεσθαι τὸν Πατέρα, τὸ εἶναί ἐστι τῷ Υἱῷ, οὐδὲ τοῦτο γένοιτό ποτε τῆς οὐσίας ὅρος. οἶδε τοίνυν ὁ Υἱὸς, ὡς βουλὴ καὶ σοφία τοῦ Πατρὸς, τὸ ἀραρότως κεκριμένον παρ᾽ αὐτοῦ· εἰ δὲ ὡς ἐντολὴν δέχεται, μὴ θαυμάσῃς. ἀνθρωπίνοις γὰρ λόγοις τὰ ὑπὲρ λόγον σημαίνεται, καὶ τὰ ταῖς ἡμετέραις ἄῤῥητα φωναῖς κατεσπάσθη πρὸς τὸν λόγον τὸν ἐν ἡμῖν, ἵνα καὶ νοεῖν ἰσχύσωμεν. αἰτιασώμεθα τοίνυν, οὐ τὴν τοῦ πράγματος ἀτοπίαν, ἀλλὰ τὴν τῶν ῥημάτων ἀσθένειαν οὐ δυναμένων ἐφικέσθαι, καθ᾽ ὃν ἔδει τρόπον, τῆς τῶν πραγμάτων ποιότητος καὶ ἀκριβοῦς ἑρμηνείας. <Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους· ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;

ἄλλοι ἔλεγον Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι;> Κάτεισι τοῦ Σωτῆρος ὁ λόγος εἰς τὰς τῶν ἀκροωμένων καρδίας, καὶ τρυφερωτέρας μὲν εὑρὼν μεταπλάττει παραχρῆμα, καὶ πρὸς ἕξιν μεθίστησιν ἀγαθήν· σκληραῖς δὲ περιτυχὼν ἀπανίσταται καὶ ἀπονεύει τρόπον τινά. οὐκοῦν ὁ μὲν ἕτοιμόν πως εἰς εὐγνωμοσύνην ἔχων τὸν νοῦν, τὸν σωτήριον ἀσμένως παραδέξεται λόγον, ὁ δὲ μὴ τοιοῦτος, οὐκέτι. τοιοῦτόν τι συνέβη παθεῖν τοὺς Ἰουδαίων λαούς. ἐπειδὴ γὰρ τῶν τοῦ Σωτῆρος κατηκροάσαντο λόγων, κατασχίζονται πρὸς διχόνοιαν, καὶ οἱ μὲν αἰσθητικώτεροι, ῥέπουσιν ἤδη πρὸς σωτηρίας ἀρχήν· οἱ δὲ σκληροὶ, νοσοῦσι χειρόνως, ἤπερ εἶχον ἐν ἀρχῇ. καταπλήττεται δὲ ὥσπερ ὁ θεσπέσιος Εὐαγγελιστὴς εἰ διὰ τούτους τοὺς λόγους συνέβη σχισθῆναι τοὺς Ἰουδαίων λαούς. ἐμφαντικώτατα γὰρ οἶμαι λέγειν αὐτὸν τὸ σκληρὸν τῶν ἀπειθησάντων θαυμάζοντα, ὅτι σχίσμα ἐγένετο διὰ τοὺς λόγους τούτους, δι᾽ οὓς, φησὶν, ἔδει τοὺς Ἰουδαίους ἀκριβῶς πεισθῆναι ὅτι αὐτός ἐστιν ὁ Χριστός. τοσοῦτον ἦσαν οἱ τοῦ Σωτῆρος λόγοι θαυμαστοί. ἀλλὰ καὶ τούτων αὐτοῖς εἰρημένων οἷς εἰκὸς ἦν εἰς εὐπείθειαν σαγηνεύεσθαι καὶ τὸν σφόδρα δυσθήρατον, σχίσμα γέγονεν ἐν αὐτοῖς. ἀποθαυμάζει τοίνυν αὐτοὺς εἰς ἀναίσχυντον παρακοὴν ἀνοσίως ἐκτετραμμένους.

τοσούτῳ γὰρ οἶμαι κατηγορεῖσθαι δίκαιον, ὅσῳπερ ἂν εἰκότως ὁ παρὰ τοῦ Σωτῆρος ἡμῶν θαυμάζοιτο λόγος. ὁ μὲν οὖν ἐλάλει θεοπρεπῆ καὶ ἅπερ ὑπεραναβαίνει ἄνθρωπον· ἡ δὲ τῶν ὑπὲρ ἄνθρωπον λόγων λαμπρότης καὶ ἡ θεοπρεπὴς παῤῥησία πρὸς ἄκρατον ἀβουλίαν ἐξίστησι τοὺς πολλούς. καὶ ἐπείπερ ἦν ἔθος τοῖς ἀληθῶς δαιμονιζομένοις προχειρότατα δυσφημεῖν, ἅτε δὴ λελυττηκόσιν εὐκόλως καὶ συνέσεως ἁπάσης ἔξω κειμένοις, ᾤοντο δὲ τὸν Κύριον ἄνθρωπον εἶναι ψιλὸν, οὐκ ἐννοοῦντες, ὅτι Θεὸς ἦν φύσει, διὰ τοῦτο ὡς ἀκρατήτως βλασφημοῦντα, δαιμονῶντα ἐκάλουν. ἤκουον γὰρ λέγοντος ἅπερ ἂν πρέποι μόνῳ λέγειν τῷ Θεῷ. ὡς ἕνα δὲ τῶν καθ᾽ ἡμᾶς ὁρῶντες, καὶ τίς ἐστι κατὰ φύσιν οὔπω γινώσκοντες, δυσφημεῖν ἐνόμιζον ὅτε τι λέγοι θεοπρεπές. οὐκοῦν οἰκονομικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν ὑφειμένως πολλάκις καὶ τῷ καθ᾽ ἡμᾶς κέχρηται λόγῳ. κατασχίζεται τοίνυν τῶν Ἰουδαίων ὁ δῆμος· καὶ οἱ μὲν, οὐδὲν ἐννοήσαντες ὅλως τῶν ἐπ᾽ αὐτῷ μυστηρίων, ἀνοσίως ὑβρίζουσιν· οἱ δὲ τὴν ἕξιν ἐπιεικέστεροι προχείρως οὐ κατακρίνουσιν, ἀναμασώμενοι δὲ τοὺς παρ᾽ αὐτοῦ λόγους καὶ μετὰ ἀκριβείας βασανίζοντες, τῆς ἐν αὐτοῖς γλυκύτητος ὑπαισθάνονται, δοκιμωτάτην τε οὕτω ποιοῦνται τὴν διάκρισιν, νήφοντας καὶ συνέσεως τῆς ἀνωτάτω γέμοντας λόγους, ταῖς τῶν δαιμονίων ἐλαφρίαις οὐ χαριζόμενοι.

ἔθος γὰρ ἐκείνων ἐν τῷ παραπαίειν, τὸ παρεμπίπτον λαλεῖν. οἱ οὖν Φαρισαῖοι μᾶλλον ἦσαν οἱ δαιμονῶντες, οἱ τοιοῦτον καλοῦντες τὸν παντὸς ἐλεύθερον πάθους· καὶ λελήθασιν ἑαυτοὺς τὴν ἐνοῦσαν αὐτοῖς ἐξαγορεύοντες νόσον καὶ τὸ συνέχον αὐτοὺς κακὸν ἐξ ἀγνοίας ἐξηγεῖσθαι οὐ παραιτούμενοι. οἶμαι δὲ ἔγωγε κακουργοτάτως σφόδρα λέγειν αὐτοὺς, ὅτι δαιμονᾷ ὁ Κύριος. ἐπειδὴ γὰρ ὡς ποιμένας κατῃτιᾶτο δειλοὺς καὶ μισθωτοὺς, ὡς ἀνέντας τῷ λύκῳ τὰ πρόβατα, καὶ ὀλίγα παντελῶς τῆς ἀγέλης φροντίσαντας, οὐ μετρίως καταπτοούμενοι μὴ ἄρα συνιέντες οἱ δῆμοι τὸ εἰρημένον, παραιτήσωνται μὲν ἤδη τὸ ὑπ᾽ αὐτοῖς ἔτι ποιμαίνεσθαι, προσδράμωσι δὲ τῇ ὑπὸ Χριστῷ μαθητείᾳ, διὰ τοῦτο τὸν νοῦν τῶν ἀγελαίων φενακίζοντές φασι Δαιμόνιον ἔχει, τί αὐτοῦ ἀκούετε; ἀλλὰ καὶ ταῦτα ἐκείνων διὰ κακουργίαν λεγόντων, εἰς τὸ ἐναντίον αὐτοῖς ἀπέβη τὸ σκέμμα. ἄλλοι δὲ ἀπὸ μὲν τῆς τῶν λόγων ποιότητος, ὀρθοὺς εἶναι κρίνουσι τοὺς τοῦ Κυρίου λόγους, ὡς οὐκ ὄντων τῶν τοιούτων λόγων δαιμονιζομένου· ὅμως αἱ θαυματουργίαι, φησὶν, ἄμαχον ἔχουσι μαρτυρίαν. εἰ γὰρ καὶ τῶν λόγων ὡς οὐκ ὀρθῶς λεγομένων κατηγορεῖτε, ἀλλ᾽ ἀμήχανον ἐν ταὐτῷ τινα καὶ δαιμόνιον ἔχειν, κἀκεῖνα ποιεῖν ἅπερ μόνος δύναται Θεὸς ποιεῖν.

ἀπὸ οὖν τῶν καρπῶν οἱ αἴσιοι κριταὶ ἐπεγίνωσκον αὐτὸν, μετὰ καὶ τοῦ καὶ θαυμάζειν τὸν παρ᾽ αὐτοῦ λόγον. <Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος.> Παρὴν δὲ ἐν ταῖς ἑορταῖς ὁ Κύριος οὐχ ὡς συνεορτάσων· πῶς γάρ; ὁ εἰπών “Μεμίσηκα ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν·” ἀλλ᾽ ἵνα τοὺς ἐπωφελεῖς αὐτοῦ λόγους ἐπὶ παρουσίᾳ πολλῶν εἴπῃ, ἐμφανῆ ἑαυτὸν καταστήσας τοῖς Ἰουδαίοις, καὶ ἀζητήτως αὐτοῖς ἑαυτὸν καταμίξας. ἐγκαίνια δὲ οἰητέον ἐνταῦθα, ἤτοι τὴν πρώτην ἑορτὴν καθ᾽ ἣν ὁ Σολομὼν ἐπετέλεσε τὰ ἐγκαίνια, ἢ ὅτε ὁ Ζοροβάβελ ὕστερον σὺν τῷ Ἰησοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον τὸν ναὸν ᾠκοδόμησε. χειμῶνος δὲ καὶ ὑετοῦ ὄντος τηνικαῦτα, εἰκότως ἅπαντες ἐπὶ τὴν στοὰν ἔτρεχον· διὸ καὶ ὁ Χριστὸς ἐκεῖ ἦλθεν, ἵνα πᾶσιν γνωρίσῃ ἑαυτὸν τοῖς θέλουσιν αὐτὸν ἰδεῖν, καὶ μεταδῷ αὐτοῖς ὠφελείας. οἱ γὰρ ὁρῶντες ἠκονῶντο πρὸς τὸ ἐρωτᾶν τι αὐτόν· ὅτι καὶ μᾶλλον ἐν ταῖς ἀργίαις οἱ ἄνθρωποι πεφύκασι τοὺς τοιούτους ἐπιμελῶς ἀνακινεῖν λόγους. <Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστὸς, εἰπὲ ἡμῖν παῤῥησίᾳ.> Παραιρεῖται μὲν αὐτοὺς τὸ εἰς πίστιν ὀξὺ δριμύσσων ὁ φθόνος· ἐκβιάζεται δὲ πρὸς τὸ θαῦμα τῶν τελουμένων τὸ μέγεθος.

ὑπαιτιῶνται γεμὴν τοῦ λόγου, καὶ τὸ τῆς διδασκαλίας περιεσταλμένον, ἐμπόδιον αὐτοῖς εἶναί φασι τοῦ συνιέναι δύνασθαι καλῶς ἅπερ ἔδει μαθεῖν. ἀξιοῦσι τοιγαροῦν εἰπεῖν αὐτὸν ἐναργέστερον, καίτοι πολλάκις ἀκροασάμενοι καὶ μακρὰν ἐπὶ τούτῳ λαβόντες ἐξήγησιν. εἰ γὰρ καὶ μὴ ἔφη σαφῶς Ἐγώ εἰμι ὁ Χριστὸς, ἀλλὰ τῶν προσεῖναι πεφυκότων αὐτῷ ἀξιωμάτων πολλὰ παρῆγεν εἰς μέσον, ποτὲ μὲν λέγων “Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,” ποτὲ δὲ πάλιν “Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ἐγώ εἰμι ”ἡ ὁδός· ἐγώ εἰμι ἡ θύρα· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.” ἐξ ὧν γὰρ ταῦτα ἑαυτὸν ὀνομάζει, σημαίνει ὅτι ὁ Χριστός ἐστι. τοῖς γὰρ τοιούτοις ἀξιώμασιν εἴωθεν ἡ γραφὴ στεφανοῦν τὸν Χριστὸν, εἰ καὶ λευκῶς τοῦτο αὐτὸν ἀπῄτουν οἱ Ἰουδαῖοι εἰπεῖν. ἄλλως τε τάχα πως καὶ οὐ σφόδρα εὐπαράδεκτον τὸ ἐν ἁπλαῖς λέγειν φωναῖς Ἐγώ εἰμι ὁ Χριστὸς, οὐχ ἑπομένων εἰς ἀπόδειξιν τῶν πραγμάτων, δι᾽ ὧν ἂν εἰκότως ἐπιστεύθη ὡς αὐτὸς εἴη ὁ Χριστός. ἀσυγκρίτως δὲ κρεῖττον μὴ ἐξ ὧν αὐτὸς ἔλεγε γνωρίζεσθαι αὐτὸν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλ᾽ ἐκ τῶν προσεῖναι πεφυκότων μᾶλλον, καὶ ἐξ ὧν αἱ θεῖαι περὶ αὐτοῦ χρησμῳδοῦσι γραφαὶ, καὶ φανερὸν αὐτὸν ἔσεσθαι μηνύουσιν. ἅπερ μὴ νοήσαντες οἱ Ἰουδαῖοι ὡς ἄγαν μικροψυχοῦντες, φασὶ τό Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις;

ἔθος γὰρ τοῖς ὀλιγωροῦσι τοῦτο λέγειν. <Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ.> Περιττὸν οὖν ἐνόμισε καὶ ὁ Χριστὸς τοῖς πολλάκις ἀκούσασι καὶ μὴ πεισθεῖσι, πάλιν τὰ αὐτὰ εἰπεῖν. χρὴ γὰρ ἀπὸ τῆς τῶν γινομένων ποιότητος δοκιμάζεσθαι τὰ ἑκάστου, καὶ οὐ πάντως εἰς λόγους ὁρᾶν. ἀποπληροῦν δὲ λέγει ἑαυτὸν τὰ ἔργα ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, οὐ τὴν ἄνωθεν καθά τις ἅγιος καρπούμενος δύναμιν, οὐδ᾽ ὡς ἀδυναμίαν ἑαυτῷ κατηγορῶν, ὁ Θεὸς ἐκ Θεοῦ, ὁ τοῦ Πατρὸς ὁμοούσιος, ἡ δύναμις τοῦ Πατρὸς, ἀλλ᾽ ὡς ἀπονέμων τῇ θείᾳ δόξῃ τὴν τῶν τελουμένων δύναμιν, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς τὰ ἔργα φησὶ ποιεῖν. πλὴν καὶ ἀνάγει ἐπὶ τὸν Πατέρα τὴν τιμήν· ἵνα μὴ δῷ τοῖς Ἰουδαίοις ἀφορμὴν τοῦ ἐπιφύεσθαι αὐτῷ. ὅμως καὶ ἄξιον ἡγήσατο μὴ παρελθεῖν τὸ μέτρον τῆς τοῦ δούλου μορφῆς κἂν ὑπάρχῃ Θεὸς καὶ Κύριος. εἰπὼν δὲ ὅτι ἐν ὀνόματι τοῦ Πατρὸς ποιεῖ τὰ ἔργα, διδάσκει ὅτι οἱ Ἰουδαῖοι βλασφημοῦντες ἔλεγον, ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια.

ἐπεὶ δὲ ὁ Πατὴρ, οὐκ ἐπειδὴ πατήρ ἐστι, ποιεῖ τὰ θαύματα, ἀλλ᾽ ἐπειδὴ Θεός ἐστι φύσει· καὶ ὁ Υἱὸς ἄρα, οὐκ ἐπειδὴ Υἱὸς, ἀλλ᾽ ὡς Θεὸς ἐκ Θεοῦ, δύναται καὶ αὐτὸς τὰ τοῦ Πατρὸς ἔργα ποιεῖν· διὸ οἰκονομικῶς εἶπεν, ἐν ὀνόματι τοῦ Πατρὸς τὰ ἔργα ποιεῖν. <Ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετέ μοι, ὅτι οὐκ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν. καθὼς δὲ εἶπον ὑμῖν, τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα.> Ἀπόδειξις τῶν τοῦ Χριστοῦ προβάτων, τὸ εὐήκοον καὶ τὸ ἕτοιμον εἰς εὐπείθειαν, ὥσπερ τῶν ἀλλοτρίων τὸ ἀπειθές. τὸ γάρ Ἀκούειν ὧδε νοοῦμεν, τὸ τοῖς λεγομένοις πεισθῆναι· ἐκεῖνοι δὲ γινώσκονται ὑπὸ Θεοῦ οἱ ἀκούοντες αὐτοῦ· τὸ δέ Γινώσκεσθαι δηλοῖ τὸ οἰκειοῦσθαι· καθόλου γὰρ οὐδεὶς ὑπὸ τοῦ Θεοῦ ἀγνοεῖται. ὅταν οὖν λέγῃ Γινώσκω τὰ ἐμὰ, τοῦτό φησιν, ὅτι προσδέξομαι καὶ οἰκειώσομαι αὐτὰ μυστικῶς τε καὶ σχετικῶς. εἴποι δ᾽ ἄν τις ὅτι καὶ καθὸ ἄνθρωπος γέγονε, πάντας ἀνθρώπους ᾠκειώσατο διὰ τὸ ὁμογενὲς, ὥστε οἰκεῖοι πάντες ἐσμὲν Χριστῷ κατὰ σχέσιν μυστικὴν, καθὸ γέγονεν ἄνθρωπος· ἀλλότριοι δὲ ὅσοι μὴ φυλάττουσι τὴν σύμμορφον τῆς ἁγιότητος εἰκόνα. οὕτω γὰρ καὶ Ἰουδαῖοι οἰκεῖοι ὄντες κατὰ γένος τοῦ Ἁβραὰμ τοῦ πιστοῦ, ἐξ ὧν ἄπιστοι γεγόνασιν, ἐστερήθησαν τῆς ἐκείνου συγγενείας διὰ τὴν τῶν τρόπων ἀνομοιότητα.

φησὶ δὲ ὅτι Καὶ ἀκολουθοῦσί μοι τὰ πρόβατα· οἱ γὰρ πειθόμενοι καὶ ἕπονται ἀπό τινος θεοσδότου χάριτος κατ᾽ ἴχνος Χριστοῦ, οὐκέτι ταῖς νομικαῖς δουλεύοντες σκιαῖς, ἀλλ᾽ οἷς ὁ Χριστὸς ἐπιτάττει καὶ τῷ αὐτοῦ ἀκολουθοῦντες λόγῳ, διὰ χάριτος εἰς τὸ αὐτοῦ ἀναβήσονται ἀξίωμα, υἱοὶ Θεοῦ καλούμενοι. Χριστοῦ γὰρ ἀνιόντος εἰς τοὺς οὐρανοὺς, κἀκεῖνοι ἀκολουθήσουσιν αὐτῷ. ἀμοιβὴν δὲ καὶ γέρας τοῖς ἑπομένοις αὐτῷ τὴν ζωὴν τὴν αἰώνιον χαρίσασθαί φησι, καὶ τὸ μὴ ὑποκεῖσθαι θανάτῳ ἢ φθορᾷ καὶ ταῖς βασάνοις ταῖς ἐπαγομέναις παρὰ τοῦ Κριτοῦ τοῖς πλημμελήσασι. δι᾽ ὧν δὲ δίδωσι ζωὴν, δείκνυσιν αὐτὸς ζωὴ ὢν φύσει· καὶ ὅτι αὐτὸς ταύτην χορηγεῖ ἐξ ἑαυτοῦ καὶ οὐκ ἐξ ἑτέρου λαβών. ζωὴν δὲ νοοῦμεν αἰώνιον, οὐ τὴν μακροημέρευσιν, ἧς πάντες μέλλουσιν ἀπολαύειν μετὰ τὴν ἀνάστασιν καλοί τε καὶ κακοί· ἀλλὰ καὶ τὸ ἐν εὐθυμίᾳ διάγειν.

Δυνατὸν δὲ ζωὴν νοεῖν καὶ τὴν μυστικὴν εὐλογίαν δι᾽ ἧς ἐμφυτεύει Χριστὸς τὴν ἑαυτοῦ ζωὴν, διὰ τῆς μεταλήψεως τῆς ἰδίας σαρκὸς τοῖς πιστοῖς, κατὰ τὸ εἰρημένον “Ὁ ”τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει “ζωὴν αἰώνιον.” <Καὶ οὐ μὴ ἁρπάσῃ τις αὐτὰ ἐκ τῆς χειρός μου. ὁ Πατήρ μου ὃς δέδωκέ μοι πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. ἐγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμεν.> Οἱ πιστοὶ καὶ τὴν ἐπικουρίαν ἔχουσι τοῦ Χριστοῦ, οὐ δυναμένου τοῦ διαβόλου ἁρπάζειν αὐτούς· ἤτοι οἱ ἔχοντες ἀκατάπαυστον τῶν ἀγαθῶν ἀπόλαυσιν, μένουσιν ἐν αὐτῷ, οὐχ ἁρπάζοντος αὐτοὺς ἔτι τινὸς ἀπὸ τῆς δοθείσης αὐτοῖς εὐθυμίας εἰς τιμωρίαν ἢ βασάνους. οὐ γὰρ δυνατὸν τοὺς ὄντας ἐν τῇ τοῦ Χριστοῦ χειρὶ, ἁρπαγῆναι εἰς τὸ κολασθῆναι, διὰ τὸ ἄγαν ἰσχύειν τὸν Χριστόν· ἡ γὰρ χεὶρ ἐν τῇ θείᾳ γραφῇ, τὴν δύναμιν δηλοῖ· ὅτι μὲν οὖν ἀνίκητος ἡ τοῦ Χριστοῦ χεὶρ καὶ εἰς πάντα ἰσχύουσα, ἀναμφίβολον. ἀλλ᾽ ἐπείπερ ἑώρα τοὺς Ἰουδαίους καταγελῶντας αὐτοῦ ὡς ἀνθρώπου ψιλοῦ, μὴ νοοῦντας ὅτι φύσει Θεὸς ἦν ὁ ὁρώμενος καὶ ψηλαφώμενος ἄνθρωπος, πείθων αὐτοὺς ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς δύναμις, φησὶν, ὅτι οὐδεὶς ἁρπάσει ἀπὸ τῆς χειρὸς τοῦ Πατρός μου, τουτέστιν ἐμοῦ.

ἑαυτὸν γάρ φησι τὴν παντοδύναμον τοῦ Πατρὸς δεξιάν· ὡς δι᾽ αὐτοῦ πάντα ἐνεργοῦντος τοῦ Πατρός· ὡς καὶ διὰ τῆς ἡμετέρας χειρὸς τὰ παρ᾽ ἡμῶν ἐνεργούμενα. ἐν πολλοῖς γὰρ τῆς γραφῆς τόποις, ὁ Χριστὸς χεὶρ ὀνομάζεται καὶ δεξιὰ τοῦ Πατρός· ὅπερ σημαίνει τὴν δύναμιν· καὶ ἁπλῶς χεὶρ ὀνομάζεται Θεοῦ ἡ παντουργικὴ ἐνέργεια καὶ ἰσχύς. ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. λέγεται δὲ ὁ Πατὴρ διδόναι τῷ Υἱῷ, οὐχ ὡς μὴ ἔχοντι ἀεὶ ὑπὸ χεῖρα τὴν κτίσιν, ἀλλ᾽ ὡς ὄντι αὐτῷ φύσει ζωῇ, προσκομίζων ἡμᾶς τοὺς ἐπιδεομένους ζωῆς, ἵνα διὰ τοῦ Υἱοῦ ζωοποιηθῶμεν τοῦ ὄντος φύσει ζωῆς, καὶ οἴκοθεν ἔχοντος τοῦτο. πλὴν καὶ καθὸ γέγονεν ἄνθρωπος, ἁρμόζει αὐτῷ τὸ αἰτεῖν τε καὶ λαμβάνειν παρὰ τοῦ Πατρὸς ἃ εἶχεν ὡς φύσει Θεός.

Ἐάσας γὰρ τὰ ἀνθρώπινα ὁ Χριστὸς, ἐπὶ τὸ θεοπρεπὲς αὐτοῦ ἀνατρέχει ἀξίωμα, ἐναβρυνόμενος τοῖς φυσικοῖς αὐτοῦ πλεονεκτήμασι διὰ τὸ χρήσιμον τῶν πιστῶν καὶ τὴν ὑγιᾶ πίστιν, ἥτις ἐστὶ τὸ μηδόλως ὑποπτεύειν ἐλάττονα εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. οὕτω γὰρ δείκνυται εἰκὼν ἀσινὴς τοῦ Πατρὸς, ὁλόκληρον ἐν ἑαυτῷ καὶ ὑγιῆ διασώζων τὸν τοῦ Πατρὸς χαρακτῆρα. ἓν δὲ λέγομεν τὸν Υἱὸν καὶ τὸν Πατέρα, οὐκ ἀναφύροντες τὰς ἐν ἀριθμῷ μονάδας, καθώς τινες τὸν αὐτὸν εἶναι λέγουσι Πατέρα καὶ Υἱὸν, ἀλλὰ ἰδίως ὑφεστάναι πιστεύοντες τὸν Πατέρα, καὶ ἰδίως τὸν Υἱὸν, τοὺς δὲ δύο εἰς μίαν οὐσίας ταυτότητα συνάγοντες, καὶ μίαν ἔχοντας ἰσχὺν εἰδότες, ὡς ἐν τῷ ἑτέρῳ ἕτερον ἀπαραλλάκτως ὁρᾶσθαι.

Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. διὰ μὲν τοῦ Ἓν, τὴν ταυτότητα τῆς οὐσίας σημαίνει· διὰ δὲ τοῦ Ἐσμὲν εἰς δυάδα τέμνει τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγει θεότητα. Πλὴν κἀκεῖνο κατὰ Ἀρειανῶν σημειωτέον, ὅτι ἐν τῷ εἰπεῖν Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὐ τῆς ταὐτοβουλίας ἡ δήλωσις, ἀλλ᾽ ἡ τῆς οὐσίας ἑνότης σημαίνεται· ὅτι γὰρ καὶ Ἰουδαῖοι ἐνόησαν ὅτι τοῦτο εἰπὼν Θεὸν ἑαυτὸν εἶναι λέγει καὶ ἴσον τῷ Πατρί· καὶ οὐκ ἠρνήσατο ὁ Χριστὸς ὅτι τοῦτο εἶπεν ὅπερ ἐνενόουν. <Ἐβάστασαν οὖν πάλιν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν.> Μὴ ἀνασχόμενοι γὰρ αὐτοῦ, ἓν εἶναι ἑαυτὸν λέγοντος πρὸς τὸν Πατέρα, ἐπὶ τὸ φονεῦσαι αὐτὸν ὥρμησαν· καίπερ ἑκάστου τῶν παρ᾽ αὐτοῦ γινομένων Θεὸν αὐτὸν ἀναγορευόντων φύσει. οὐ μόνον δὲ νῦν, ἀλλὰ καὶ ἄλλοτε λαβόντες λίθους ἐπὶ τῷ αὐτὸν φονεῦσαι, ἀκίνητοι ἔστησαν ἐνεργείᾳ τῇ τοῦ Χριστοῦ· ὡς δῆλον καὶ ἐκ τούτου γενέσθαι, ὅτι οὐκ ἂν ἔπασχεν, εἰ μὴ ἑκών. ὅμως διὰ ἠπιότητα ὁ Χριστὸς κατέστελλε τὴν ἐκείνων ἄλογον ὁρμὴν, λέγων οὐ Διὰ ποῖον λόγον ὃν εἶπον, θυμοῦσθε, ἀλλά Διὰ ποῖον ἔργον ὃ ἐποίησα; εἰ γὰρ μὴ ἐποίησα, φησὶ, πολλὰ θεοπρεπῆ ἔργα τὰ δεικνύντα με φύσει Θεὸν, εἰκότως ἂν ἠγανακτεῖτε νῦν ἀκούοντές μου λέγοντος “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.” ἀλλ᾽ οὐκ ἂν εἶπον τοῦτο, εἰ μὴ διὰ πάντων ὧν ἐποίησα, τοῦτο ἔδειξα.

φησὶ δὲ παρὰ τοῦ Πατρὸς, οὐ παρ᾽ ἑαυτοῦ, τὰ ἔργα, μετριοφρονῶν πρὸς τὴν ἡμῶν ὠφέλειαν, ἵνα μὴ ὅταν λάβωμέν τι παρὰ Θεοῦ, ἀλαζονευώμεθα. δεδειχέναι δὲ παρὰ τοῦ Πατρὸς τὰ ἔργα φησὶν, οὐκ ἀλλότριον ἑαυτὸν δεικνὺς τῆς ἐκείνων ἐνεργείας, ἀλλὰ διδάσκων ὅτι τῆς ὅλης ἐστὶ θεότητος τὰ ἔργα. θεότης δὲ μία νοεῖται παρ᾽ ἡμῶν ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. ὅπερ γὰρ τυχὸν ποιεῖ ὁ Πατὴρ, τοῦτο τελεῖται δι᾽ Υἱοῦ ἐν Πνεύματι· καὶ πάλιν, ὃ ποιεῖ ὁ Υἱὸς, τοῦτο λέγεται ὁ Πατὴρ ποιεῖν ἐν Πνεύματι. διὸ καὶ αὐτὸς ἔλεγεν “Ἀπ᾽ ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων, ”αὐτὸς ποιεῖ τὰ ἔργα.” <Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας.> Ἔχοντες “ζῆλον Θεοῦ, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν,” ἠγανάκτουν ἀκούοντες τοῦ Χριστοῦ λέγοντος “Ἐγὼ καὶ ὁ Πατὴρ ”ἕν ἐσμεν.” τί γὰρ τὸ κωλύον αὐτὸν εἶναι ἓν πρὸς τὸν Πατέρα, εἴπερ ἐπίστευσαν ὅτι Θεὸς ἦν κατὰ φύσιν;

διὸ καὶ λιθάζειν αὐτὸν ἐπεχείρουν, καὶ ἀπολογούμενοι δι᾽ ἣν αἰτίαν τοῦτο ἐποίουν, φασὶν, ὅτι οὐχ ἕνεκεν ὧν ἐποίησας καλῶν λιθάζομέν σε, ἀλλ᾽ ὅτι βλασφημεῖς· αὐτοὶ ἐκ τοῦ ἐναντίου βλασφημοῦντες, δι᾽ ὧν ἤθελον λιθάζειν τὸν ὄντα ἀληθῶς Θεὸν, ἀγνοοῦντες ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ Ἰησοῦς ἐπιδημεῖν, ἀλλὰ σαρκούμενος ἐκ σπέρματος Δαυεὶδ, βλασφημίαν εἶναι λέγοντες τὴν ὀρθὴν ὁμολογίαν. <Ἐγὼ εἶπα Θεοί ἐστε, καὶ τὰ ἑξῆς.> Ἐπειδὴ τοίνυν θεούς τινας ἐκάλεσεν ὁ Πατὴρ, εἶναι δὲ δήπου αὐτοῖς ἐπακτὸν ἀνάγκη τὸ ἀξίωμα· εἷς γὰρ ὁ κατὰ φύσιν ὑπάρχων Θεός· ἀναγκαίως, ἵνα μὴ καὶ αὐτὸς εἷς ὑπάρχειν ἐκείνων νομίζηται, οὐκ οὐσιώδη τὴν τῆς θεότητος περικείμενος δόξαν, προσπεπορισμένην δὲ μᾶλλον ἐν ἴσῳ τοῖς ἄλλοις, ἀντιδιαστέλλει σαφῶς ἑαυτὸν ἐκείνοις. τοσοῦτον γὰρ τῆς ἐκείνων πτωχείας διενηνοχότα δεικνύει, ὡς ἐπείπερ γέγονεν αὐτὸς ἐν αὐτοῖς, διὰ ταύτην αὐτοὺς τὴν αἰτίαν κεκλῆσθαι θεούς· αὐτὸς γὰρ ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρός. εἰ δὲ καὶ ἐξήρκεσέ τισιν ἐν αὐτοῖς γεγονὼς ὁ Λόγος εἰς τὸ καὶ ἀνθρώπους ὄντας τῇ τῆς θεότητος καταλαμπρύναι τιμῇ, πῶς οὐκ ἂν εἴη κατὰ φύσιν Θεὸς ὁ καὶ τοῖς ἄλλοις τὴν ἐπὶ τούτῳ προξενήσας φαιδρότητα;

Νῦν ἐλέγχων τοὺς Ἰουδαίους, ὅτι οὐ διὰ τὸ εἰπεῖν “Ἐγὼ ”καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” ἐλίθαζον αὐτὸν, ἀλλὰ μάτην, φησίν Εἰ ἐπείπερ εἶπον ἐμαυτὸν Θεὸν, δοκῶ βλασφημεῖν, διατί τοῦ Πατρὸς εἰρηκότος διὰ τοῦ νόμου πρὸς τοὺς ἀνθρώπους Θεοί ἐστε, οὐκ ἐκρίνατε τοῦτο εἶναι βλασφημίαν; τοῦτο δέ φησιν, οὐχὶ προσκαλούμενος αὐτοὺς εἰπεῖν τι κατὰ τοῦ Πατρός· ἀλλ᾽ ἐλέγχων ὅτι τὸν νόμον ἀγνοοῦσι καὶ τὰς θεοπνεύστους γραφάς. ἐπειδὴ δὲ τῶν εἰρημένων θεῶν καὶ τοῦ φύσει Θεοῦ πολὺ τὸ μέσον, δι᾽ ὧν λέγει διδάσκει τὸ διάφορον· εἰ γὰρ οἱ ἄνθρωποι πρὸς οὓς γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, θεοὶ κέκληνται, καὶ ἐλαμπρύνθησαν τῇ τῆς θεότητος τιμῇ, τὸν τοῦ Θεοῦ Λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχὴν, πῶς οὐκ ἂν εἴη φύσει Θεὸς, ὁ δι᾽ ὃν ἐκεῖνοι θεοί; “Θεὸς γὰρ ἦν ὁ Λόγος,” κατὰ τὴν Ἰωάννου φωνήν· ὁ καὶ τοῖς ἄλλοις τοῦτο προξενήσας τὸ λαμπρόν. εἰ γὰρ ὁ τοῦ Θεοῦ Λόγος διὰ τοῦ Ἁγίου Πνεύματος ἀνάγει πρὸς τὴν ὑπὲρ ἄνθρωπον χάριν, καὶ κατακοσμεῖ θεϊκῇ τιμῇ τοὺς ἐν οἷς ἂν γένοιτο, διὰ τί, φησὶ, λέγετε ὅτι βλασφημῶ, λέγων ἐμαυτὸν Υἱὸν Θεοῦ καὶ Θεόν; καίπερ δι᾽ ὧν ἐνεχειρίσθην παρ᾽ αὐτοῦ μαρτυρούμενος ὅτι Θεός εἰμι φύσει. ἁγιάσας γάρ με ἀπέστειλεν εἰς τὸν κόσμον “Σωτῆρα τοῦ κόσμου·” ὅπερ μόνου ἔστι φύσει Θεοῦ, τὸ δύνασθαι διασώζειν ἐκ τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς τοὺς ἀνθρώπους.

Ἀλλ᾽ ἴσως ὅταν ἡ θεία λέγῃ γραφὴ, παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι τὸν Υἱὸν, εὐθὺς ὁ αἱρετικὸς τροφὴν τῇ οἰκείᾳ πλάνῃ ποιεῖται τὴν λέξιν, ἐρεῖ δέ που πάντως ὅτι ὑμεῖς οἱ παραιτούμενοι λέγειν τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, πῶς οὐχ ὁρᾶτε παρ᾽ αὐτοῦ πεμπόμενον ὡς παρὰ μείζονός τινος καὶ ὑπερκειμένου; τί οὖν ἐροῦμεν; ἢ ὅτι τὸ τῆς ἀποστολῆς ὄνομα, μάλιστα μὲν πρέπει τοῖς τῆς κενώσεως μέτροις· ἀκούεις γὰρ ὅτι συνάπτων ὁ Παῦλος ἀμφότερα, τότε φησὶν ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς τὸν Υἱὸν, ὅτε καὶ γέγονεν ἐκ γυναικὸς καὶ ὑπὸ νόμον ὡς ἄνθρωπος μεθ᾽ ἡμῶν, καίτοι νομοθέτης ὢν καὶ Κύριος. εἰ δὲ νοοῖτο γεγονὼς ἐν τῇ δούλου μορφῇ ὁ Υἱὸς, εἶτα ἀποστέλλεσθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, οὐδὲν ὅλως ὑπομένει τὸ βλάβος, εἰς τὸ εἶναι καὶ ὁμοούσιος αὐτῷ καὶ ἰσοκλεὴς καὶ κατ᾽ οὐδὲν ὅλως μειονεκτούμενος. αἱ γάρ τοι λέξεις αἱ παρ᾽ ἡμῶν εἰ ἐπὶ Θεοῦ προφέροιντο, τὴν ἀκριβῆ παραιτοῦνται βάσανον· χρὴ δὲ αὐτὰς οὐχ οὕτω νοεῖν κατὰ τὴν ἐν ἡμῖν συνήθειαν λέγω, ἀλλ᾽ ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ καὶ ὑπερτάτῃ φύσει. τί γὰρ, εἰ μὴ ἔχοι φωνὰς ἡ ἀνθρώπου γλῶττα δυναμένας ἀρκέσαι τῇ θείᾳ δόξῃ πρὸς ἐξήγησιν; ἔστι τοίνυν ἄτοπον διὰ τὴν τῆς ἀνθρωπίνης γλώττης ἀσθένειαν καὶ τὴν ἐν λέξει πτωχείαν, τῆς ἀνωτάτω πασῶν δόξης ἀδικεῖσθαι τὴν ὑπεροχήν. μέμνησο τοῦ Σολομῶντος λέγοντος “Δόξα Κυρίου ”κρύπτει λόγον.”

περιεργαζόμενοι γὰρ ἀκριβῶς τὴν τοῦ Κυρίου δόξαν, ἐοίκαμεν τοῖς ἐθέλουσι σπιθαμῇ μετρῆσαι τὸν οὐρανόν. οὐκοῦν ὅταν ἀνθρωπίνως τι λέγηται περὶ Θεοῦ, νοείσθω θεοπρεπῶς. ἐπεὶ τί ποιήσεις ὅταν ἀκούσῃς ψάλλοντος τοῦ Δαυείδ “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφά- ”νηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι “ἡμᾶς;” πῶς γὰρ κάθηται τὸ ἀσώματον; ποῦ δὲ ὄντα τὸν τῶν ὅλων Θεὸν πρὸς ἡμᾶς ἀφικέσθαι παρακαλεῖ, τὸν λέγοντα διὰ τῶν προφητῶν “Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ ”πληρῶ, λέγει Κύριος;” ποῦ τοίνυν ἂν ἔλθοι πρὸς ἡμᾶς ὁ πάντα πληρῶν; πάλιν γέγραπται, ὅτι πύργον οὐρανομήκη κατεσκεύαζόν τινες “Καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ ”τὸν πύργον· καὶ εἶπε Κύριος Δεῦτε καὶ καταβάντες συγ- “χέωμεν αὐτῶν τὰς γλώσσας ἐκεῖ.” ποῦ κατέβη Κύριος; ἢ τίνα τρόπον ἡ ἁγία Τριὰς ἑαυτὴν εἰς κάθοδον παροτρύνει; τί δὲ εἰπέ μοι καὶ αὐτὸς ὁ Σωτὴρ πέμπειν ἡμῖν ἐξ οὐρανοῦ τὸν Παράκλητον ἐπηγγέλλετο; ποῦ γὰρ ἢ πόθεν πέμπεται τὸ πάντα πληροῦν; “Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν ”οἰκουμένην,” καθὰ γέγραπται.

Οὐκοῦν αἱ λέξεις αἱ καθ᾽ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς σημαίνουσιν, εἰ ἐπὶ Θεοῦ λέγοιντο. βούλει τι νοῆσαι τῶν οὕτω δυσχερῶν; εἶτά σοι πρὸς κατάληψιν ὁ νοῦς ἀσθενεῖ, καὶ τοῦτο παθὼν, αἰσθάνῃ; μὴ χαλεπήνῃς ἄνθρωπε, ὁμολόγει τῆς σαυτοῦ φύσεως τὴν ἀσθένειαν, μέμνησο τοῦ λέγοντος “Ἰσχυρότερά σου μὴ ζήτει·” ὅταν εἰς τὸν τοῦ ἡλίου κύκλον τὸν τοῦ σώματος ὀφθαλμὸν ἀνατείνῃς, εὐθὺς ἀποστρέφεις, τῇ τοῦ φωτὸς προσβολῇ νικώμενος. ἴσθι δὴ οὖν ὅτι καὶ ἡ θεία φύσις φῶς ἀπρόσιτον οἰκεῖ· ἀπρόσιτον δὲ ταῖς τῶν περιεργαζομένων διανοίαις. χρὴ τοίνυν ὅταν καὶ ἀνθρωπίναις φωναῖς λαλῆται τὰ περὶ Θεοῦ, μηδὲν λογίζεσθαι ταπεινὸν, ἀλλ᾽ ἐν τῇ πτωχείᾳ τῶν καθ᾽ ἡμᾶς λέξεων, τὸν τῆς θείας δόξης κατοπτρίζεσθαι πλοῦτον. τί γὰρ εἰ ἀποστέλλεται παρὰ τοῦ Πατρὸς ὁ Υἱός; ἆρα διὰ τοῦτο ἐλάττων ἔσται; οὐκοῦν ὅταν ἐκ τοῦ ἡλιακοῦ σώματος τὸ ἐξ αὐτοῦ πέμπηται φῶς, ἑτεροφυές ἐστι παρ᾽ αὐτὸ, καὶ ἐν ἐλάττοσι παρ᾽ αὐτοῦ; καίτοι πῶς τοῦτο καὶ μόνον ἐννοῆσαι οὐκ ἀμαθές; φῶς οὖν ὑπάρχων τοῦ Πατρὸς ὁ Υἱὸς, πέμπεται πρὸς ἡμᾶς, ὡς ἡλίου τυχὸν αὐγὴν ἀπαστράψαντος· ὃ δὴ καὶ γενέσθαι παρεκάλει λέγων ὁ Δαυείδ “Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ”ἀλήθειάν σου.” καὶ εἰ δόξα ἐστὶ τῷ Πατρὶ τὸ φῶς ἔχειν, πῶς ἔλαττον φὴς αὐτοῦ τὸ ἐν ᾧ δοξάζεται; καὶ αὐτὸς δὲ ὁ Υἱὸς περὶ ἑαυτοῦ λέγει Ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλε.

τὸ δέ Ἡγίασεν ἡ γραφὴ κατὰ πολλοὺς δέχεται τρόπους. λέγεται μὲν γὰρ ἁγιάζεσθαι τὸ ἀνατιθέμενον τῷ Θεῷ. καὶ γοῦν ἔφη πρὸς Μωυσέα “Ἁγίασόν μοι πᾶν πρωτότοκον.” ἁγιάζεται δὲ πάλιν τὸ προχειρισθὲν παρὰ Θεοῦ πρὸς τὸ πρᾶξαί τι τῶν κατὰ γνώμην αὐτοῦ· οὕτω γὰρ περί τε τοῦ Κύρου καὶ τῶν Μήδων φησὶν, ὅτε τῆς Βαβυλωνίων αὐτοὺς καταστρατεύειν ἤθελε “Γίγαντες ἔρχονται πληρῶσαι τὸν ”θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες· ἡγιασμένοι εἰσὶ, “καὶ ἐγὼ ἄγω αὐτούς.” ἁγιάζεται δὲ πάλιν τὸ ἐν μεθέξει γεγονὸς τοῦ Ἁγίου Πνεύματος. οὐκοῦν ἡγιάσθαι φησὶν ἑαυτὸν παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς προχειρισθέντα παρ᾽ αὐτοῦ πρὸς κατόρθωσιν τῆς τοῦ κόσμου ζωῆς, καὶ κατὰ τῆς τῶν ἀντικειμένων καταλύσεως· ἢ καὶ ἔτι, καθὸ ἐπέμφθη εἰς τὸ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας σφαγῆναι· καὶ γὰρ ἅγια καλοῦνται καὶ τὰ ἀφοριζόμενα εἰς θυσίαν Θεῷ. ἡγιάσθαι δέ φαμεν αὐτὸν καὶ μεθ᾽ ἡμῶν ἀνθρωπίνως ὅτε γέγονε σάρξ· ἡγιάσθη γὰρ αὐτοῦ ἡ σὰρξ, δεξαμένη τὸν ἑνωθέντα αὐτῇ Λόγον, μὴ οὖσα φύσει ἁγία· δι᾽ ὧν δὲ τοῦτο γίνεται, ἁγιάζεται παρὰ τοῦ Πατρός· μία γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἡ Θεότης. <Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ καὶ ἐγὼ ἐν αὐτῷ.> Ὃ λέγει, τοιοῦτόν ἐστιν.

ἐπειδὴ τὸ εἰπεῖν τινα Πατέρα τὸν Θεὸν εὐχερές· τὸ μέν τοι δεῖξαι δι᾽ ἔργων τοῦτο, δυσχερὲς καὶ ἀδύνατον τῇ κτίσει· δι᾽ ὧν κατορθῶ, φησὶ, θεοπρεπῶς, ἴσος φαίνομαι τῷ Θεῷ καὶ Πατρί· καὶ οὐδεμία ὑμῖν ἀπολογία ἀπιστοῦσι, τῇ πείρᾳ μαθοῦσιν, ὅτι ἴσος εἰμὶ τῷ Πατρὶ, δι᾽ ὧν ποιῶ θεοπρεπῶν ἔργων, εἰ καὶ διὰ τὴν σάρκα ἔδοξά τις εἶναι παρ᾽ ὑμῖν, ὡς εἷς τῶν πολλῶν. ἐντεῦθεν δυνατὸν ἐννοεῖν ὅτι “Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ ”Πατὴρ ἐν ἐμοί.” ἡ γὰρ τῆς οὐσίας ταυτότης τὸν Πατέρα ἐν Υἱῷ καὶ τὸν Υἱὸν ἐν Πατρὶ εἶναι καὶ ὁρᾶσθαι ποιεῖ. καὶ γὰρ καὶ ἐφ᾽ ἡμῶν ἡ τοῦ Πατρὸς ἡμῶν οὐσία γινώσκεται ἐν τῷ παρ᾽ αὐτοῦ τεχθέντι, καὶ ἐν τῷ τεκόντι πάλιν ἡ τοῦ τεχθέντος. εἷς γὰρ ἐν πᾶσιν ὁ τῆς φύσεως ὅρος, καὶ ἓν οἱ πάντες τῇ φύσει. ἐν δὲ τῷ διακεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι ἓν οἱ πολλοί. ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τοῦ κατὰ φύσιν Θεοῦ· ἀσώματον γὰρ τὸ θεῖον, εἰ καὶ ἐν ἰδιαζούσαις ὑπάρξεσι τὴν ἁγίαν νοοῦμεν Τριάδα. Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός· Υἱὸς δὲ πάλιν ὁ Υἱὸς καὶ οὐ Πατήρ· καὶ Πνεῦμα Ἅγιον ἰδιαζόντως τὸ Πνεῦμα, εἰ καὶ οὐκ εἰσὶν ἐν διαστάσει, διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἑνότητα.

Μιᾶς τοίνυν οὔσης θεότητος ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, τὸν Πατέρα ἐν Υἱῷ, τὸν δὲ Υἱὸν ἐν Πατρὶ λέγομεν ὁρᾶσθαι. ἀναγκαῖον δὲ κἀκεῖνο εἰδέναι, ὅτι περ οὐ τὸ βούλεσθαι ταὐτὰ τῷ Πατρὶ, οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν γνώμην, παρασκευάζει λέγειν τὸν Υἱόν “Ἐγὼ ἐν τῷ Πατρὶ ”καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” καί “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·” ἀλλ᾽ ὅτι τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ὑπάρχων γέννημα, φαίνει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. φησὶ γὰρ ὅτι τὰ αὐτὰ καὶ βούλεται καὶ λαλεῖ καὶ ἰσχύει τῷ Πατρὶ, καὶ κατορθοῖ εὐκόλως ὃ θέλει, καὶ ἅπερ ὁ Πατὴρ ποιεῖ, ἵνα διὰ πάντων δεχθῇ ὁμοούσιος αὐτῷ καὶ τῆς οὐσίας αὐτοῦ καρπὸς ἀληθὴς, καὶ οὐ μόνον ἔχων πρὸς αὐτὸν ἑνότητα σχετικὴν ἐν μόνοις ὁμοίοις θελήμασι καὶ θεσμοῖς ἀγάπης· ὃ καὶ τοῖς κτίσμασι προσεῖναι λέγομεν. <Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν ἐποίησεν σημεῖον οὐδέν· πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.

καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.> Ἐν τόπῳ πηγὰς ἔχοντι μεθορμίζεται ὁ Σωτὴρ, τὰ Ἱεροσόλυμα καταλιπὼν, ἵνα ὡς διὰ τύπου αἰνίξηται ὡς καταλείψει μὲν τὴν Ἰουδαίαν, ἐπὶ τὴν ἐξ ἐθνῶν δὲ ἐκκλησίαν μεταβήσεται τὴν ἔχουσαν τὰς πηγὰς τοῦ βαπτίσματος· ἔνθα καὶ προσέρχονται αὐτῷ πολλοὶ διαπεραιούμενοι τὸν Ἰορδάνην· τοῦτο γὰρ δηλοῖ τό Πέραν τοῦ Ἰορδάνου αὐλίζεσθαι τὸν Χριστόν. οἱ τοίνυν περάσαντες τὸν Ἰορδάνην διὰ τοῦ ἁγίου βαπτίσματος, ἀποκομίζονται πρὸς Θεόν· καὶ γὰρ μετέβη ἀπὸ τῆς τῶν Ἰουδαίων συναγωγῆς ἐπὶ τὰ ἔθνη· καὶ τότε πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἐπίστευσαν ταῖς περὶ αὐτοῦ λεχθείσαις παρὰ τῶν ἁγίων φωναῖς. καὶ πιστεύουσιν εἰς αὐτὸν ἐκεῖ, ὅπου αἱ τῶν ὑδάτων πηγαὶ, ὅπου τὸ ἐπὶ Χριστῷ διδασκόμεθα μυστήριον. ὁ γὰρ Χριστὸς οὐκ ἐν τοῖς πρὸ Ἰορδάνου νάμασιν ἦν· ἀλλὰ πέραν που· καὶ ἐλθὼν ἔμεινεν, ἐν τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ προσμείνας παγίως. τιμῶμεν δὲ τὸν Ἰωάννην, οὐχ ὡς ἐνεργήσαντά τι θεοπρεπὲς, ἀλλ᾽ ὡς τἀληθῆ περὶ Χριστοῦ μαρτυρήσαντα. οὐ μόνον γὰρ Ἰωάννου, ἀλλὰ καὶ παντὸς ἁγίου ὁ Χριστὸς θαυμαστότερος· οἱ μὲν γὰρ προφῆται, ὁ δὲ Θεὸς θαυματουργός. σημειωτέον δὲ ὅτι ὁδός εἰσιν οἱ Ἰωάννου καὶ τῶν λοιπῶν προφητῶν λόγοι, εἰς τὸ πιστεῦσαι Χριστῷ. <Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.

ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.> Ἐπίτηδες δὲ μέμνηται τῶν ὀνομάτων τῶν γυναικῶν ὁ Εὐαγγελιστὴς, δεικνὺς ὅτι ἐπίσημοι ἦσαν ὡς θεοσεβεῖς. διὸ καὶ ἠγάπα αὐτὰς ὁ Κύριος. πολλῶν δὲ γεγονότων ὡς εἰκὸς εἰς τὸν Κύριον ὑπὸ τῆς Μαρίας, τοῦ μύρου μέμνηται οὐχ ὡς ἔτυχεν, ἀλλ᾽ ἵνα δείξῃ ὅτι τοσαύτην εἶχε δίψαν ἡ Μαρία περὶ τὸν Χριστὸν, ὅτι ἐξέμαξε τοὺς πόδας αὐτοῦ ταῖς ἰδίαις θριξὶ, ζητοῦσα τὴν ἐκ τῆς ἁγίας σαρκὸς πνευματικὴν εὐλογίαν προσηλῶσαι πρὸς ἑαυτὴν γνησιέστερον· καὶ γὰρ πολλαχοῦ φαίνεται θερμότερον τῷ Χριστῷ προσεδρεύουσα καὶ ἀπερισπάστως, τὴν πρὸς αὐτὸν ἐπισπωμένη οἰκειότητα. <Ἀπέστειλαν οὖν πρὸς αὐτὸν αἱ ἀδελφαὶ αὐτοῦ λέγουσαι Κύριε, ἰδοὺ ὃν φιλεῖς ἀσθενεῖ.> Ἀποστέλλουσιν αἱ γυναῖκες πρὸς τὸν Κύριον ἀεὶ μὲν θέλουσαι αὐτὸν ἔχειν πλησίον ἑαυτῶν, τότε δὲ εὐπροσώπως τοῦτο διὰ τὸν ἀῤῥωστοῦντα ποιοῦσαι. ἐπίστευον γὰρ, ὡς εἰ φανείη μόνον ὁ Χριστὸς, ἀπηλλάττετο τῆς νόσου ὁ κείμενος.

ὑπομιμνήσκουσι δὲ τῆς ἀγάπης ἧς εἶχε πρὸς τὸν νοσοῦντα, ἕλκοντες αὐτὸν μάλιστα διὰ τούτου ἐκεῖ· ᾔδεισαν γὰρ ὅτι ἐφρόντιζε τούτου· καὶ ἠδύνατο μὲν καὶ ἀπὼν ὡς Θεὸς καὶ τὰ πάντα περιέπων, θεραπεῦσαι αὐτόν· ὅμως ἐνόμιζον ὅτι εἰ παραγένοιτο, καὶ χεῖρα ὀρέξει καὶ ἐγερεῖ· οὔπω τὸ τέλειον τῆς πίστεως οὐδ᾽ αὗται ἔχουσαι· διὰ τοῦτο καὶ δυσφοροῦσιν, ὡς εἰκὸς, οἰόμεναι μηδὲ ἀῤῥωστῆσαι ὅλως τὸν Λάζαρον, εἰ μὴ ἠμέλησεν αὐτοῦ ὁ Χριστός· πάντα γὰρ, φασὶν, ἐχόντων τὰ ἀγαθὰ τῶν ἀγαπωμένων παρὰ Θεοῦ, διὰ ποίαν αἰτίαν αὐτὸς ὃν φιλεῖς, ἀσθενεῖ; ἢ καὶ τοῦτο τάχα φασί Μεγάλη τῆς νόσου ἡ θρασύτης, ὅτι κατετόλμησεν ἐπιθέσθαι τοῖς ὑπὸ Θεοῦ ἀγαπωμένοις. ἴσως δὲ καὶ τοιοῦτόν τι δοκοῦσι λέγειν Ἐπειδὴ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷς καὶ θεραπεύεις, πολλῷ μᾶλλον χρεωστεῖς εἰς τοὺς ἀγαπῶντάς σε τοῦτο ἐνδείξασθαι. δυνάσαι γὰρ ἐν μόνῳ τῷ θέλειν πάντα ποιῆσαι.

πίστεως οὖν ὁ λόγος μεστὸς καὶ τῆς εἰς Χριστὸν γνησιότητος ἀπόδειξις. <Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς.> Λέγει μέν τοι ταῦτα ὁ Κύριος, οὐχ ἵνα ἀπελθόντες οἱ ἄνθρωποι ἀπαγγείλωσι ταῖς ἀδελφαῖς τοῦ Λαζάρου, ἀλλ᾽ ὡς Θεὸς προλέγων τὸ ἐσόμενον, ὅτι πρὸς δόξαν Θεοῦ ἑώρα τὸ τοῦ πράγματος ἀποτέλεσμα, οὐ διὰ τοῦτο συμβάσης τῆς νόσου, ἵνα δοξασθῇ· εὔηθες γὰρ τοῦτο εἰπεῖν· ἀλλ᾽ ἐπείπερ συνέβη καὶ εἰς θαυμαστὸν ἑώρα τέλος. ἑαυτὸν δέ φησι τὸν φύσει Θεὸν, αὐτοῦ γὰρ εἰς δόξαν γέγονε τὸ γεγονός. εἰπὼν γὰρ ὅτι ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ γέγονεν ἡ ἀσθένεια, ἐπήγαγεν Ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν αὐτῇ, περὶ ἑαυτοῦ λέγων.

Εἰ δὲ αὐτὸς μὲν εἶπε μὴ εἶναι πρὸς θάνατον τὴν τοῦ Λαζάρου ἀῤῥωστίαν, συμβέβηκε δὲ ὁ θάνατος, οὐδὲν θαυμαστόν. πρὸς γὰρ τὸ πέρας ὁρῶντες τοῦ πράγματος, καὶ ὅτι ἔμελλε μετ᾽ ὀλίγον ἀναστῆναι· οὐχὶ τί συμβέβηκεν ἐν τῷ μεταξὺ σκοποῦμεν, ἀλλ᾽ εἰς ποῖον ἀπέβη τὸ πέρας. ἔκρινε γὰρ ὁ Κύριος ἀσθενοῦντα δεῖξαι τὸν θάνατον, καὶ τὸ συμβὰν εἰς δόξαν Θεοῦ δεῖξαι, τουτέστιν ἑαυτοῦ. <Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.> Καὶ ἀνεβάλετο τὴν ἄφιξιν, ἵνα μὴ νοσοῦντα αὐτὸν θεραπεύσῃ, ἀλλὰ τελευτήσαντα ἀναστήσῃ· ὅπερ ἐστὶ μείζονος δυνάμεως, ἵνα καὶ μειζόνως δοξάσηται. <Μετὰ δὲ τοῦτο λέγει τοῖς μαθηταῖς αὐτοῦ Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ Ῥαββὶ, νῦν ἐζήτουν σε οἱ Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;> Εἰπὼν δὲ ὁ Κύριος τό Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν, δοκεῖ ὑπεμφαίνειν, ὅτι εἰ καὶ ἀνάξιοί εἰσιν ἐκεῖνοι εὐεργεσίας, ἀλλὰ καιροῦ καλοῦντος τοῦ ἐμποιοῦντος αὐτοῖς ὠφέλειαν, ἀπέλθωμεν πρὸς αὐτούς· οἱ δὲ μαθηταὶ δοκοῦσι διὰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν κωλύειν αὐτὸν, πλὴν ὡς ἄνθρωποι οἴονται ὅτι καὶ ἄκων ἐκινδύνευε τοῖς Ἰουδαίοις περιτυχών. διὸ καὶ ἀναμιμνήσκουσιν αὐτὸν τῆς Ἰουδαίων κατὰ αὐτοῦ μανίας, μονονουχὶ λέγοντες Τί πάλιν ζητεῖς μετὰ τῶν ἀπειθῶν γενέσθαι καὶ ἀχαρίστων τῶν μὴ λόγοις μηδὲ ἔργοις μαλασσομένων;

οἳ καὶ ἔτι φονῶσι κατὰ σοῦ, καὶ ζέοντα τὸν θυμὸν ἔχουσιν. ἤγουν τοῦτό φασιν, ἢ τοῦτο σημαίνει ὁ λόγος αὐτῶν· ὅτι εἰς προφανῆ κίνδυνον αὐτοὺς ἄγει. ὅμως ὑπακούουσι τῷ διδασκάλῳ, ὡς εἰδότι τὸ βέλτιον. <Ἀπεκρίθη ὁ Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσι τῆς ἡμέρας; ἐὰν οὖν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπῃ· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.> Τάχα δὲ τῇ τῆς ἡμέρας ἀεικινήτῳ φορᾷ παρεικάζει τὴν εὐπάροιστον καὶ φιλόκαινον τῶν ἀνθρώπων διάνοιαν, τὴν μὴ ἱσταμένην ἐπὶ μιᾶς δοκήσεως, ἀλλὰ μεταπηδῶσαν ἀπὸ ἑτέρας γνώμης εἰς ἄλλην, ὡς καὶ ἡ ἡμέρα ἀπὸ ὥρας ἄλλης εἰς ἄλλην μεταβαίνει. νοήσεις δὲ καὶ οὕτως τό Οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; τουτέστιν Ἡμέρα, φησὶν, εἰμὶ καὶ φῶς. ὥσπερ οὖν οὐκ ἔνι καταλῆξαι τῆς ἡμέρας τὸ φῶς, μὴ οὐχὶ τὸν τεταγμένον ἀποπληρῶσαν καιρόν· οὕτως οὐκ ἔστι τῶν ἐνδεχομένων, τὸν παρ᾽ ἐμοῦ συστέλλεσθαι φωτισμὸν ἀπὸ τῶν Ἰουδαίων, μὴ εἰς τὸ πρέπον τῆς φιλανθρωπίας προελθούσης μέτρον. ἡμέραν δὲ λέγει τὸν τῆς παρουσίας καιρόν· νύκτα δὲ, τὸν πρὸ ταύτης· ὡς καὶ ὅταν λέγῃ ὁ Κύριος “Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος ”ἡμᾶς, ἕως ἡμέρα ἐστί.” τοῦτο οὖν ἐνταῦθά φησιν ὅτι οὐκ ἔστι νῦν καιρὸς ἀποσχίσαι ἐμαυτὸν τῶν Ἰουδαίων, κἂν ἀνόσιοι ὦσιν, ἀλλὰ πάντα ποιεῖν τὰ πρὸς θεραπείαν αὐτῶν.

οὐ γὰρ δεῖ αὐτοὺς νῦν κολάζεσθαι, ἀποχωρούσης ἀπ᾽ αὐτῶν τῆς θείας χάριτος ἡλίου δίκην. ἀλλ᾽ ὥσπερ τὸ φῶς τῆς ἡμέρας οὐκ ἐκλείπει εἰ μὴ πληρωθῇ τὸ δωδεκάωρον, οὕτως οὐδὲ ὁ παρ᾽ ἐμοῦ συστέλλεται φωτισμὸς πρὸ καιροῦ, ἀλλὰ μέχρι τοῦ σταυρωθῆναι μένω μετὰ τῶν Ἰουδαίων, ἐνιεὶς αὐτοῖς ὡς φῶς τῆς θεογνωσίας τὴν σύνεσιν. ἐπειδὴ γὰρ Ἰουδαῖοι ἐν σκοτίᾳ ὄντες ἀπιστίας, προσκόπτουσιν ἐπ᾽ ἐμοὶ ὡς λίθῳ, δεῖ ἀπελθεῖν πρὸς αὐτοὺς καὶ φωτίσαι αὐτοὺς, ἵνα παύσωνται τῆς θεομάχου μανίας. <Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.> Ἀξιόλογος πρόφασις ἕλκει με εἰς Ἱερουσαλήμ· τὸ γάρ Ὁ φίλος ἡμῶν κεκοίμηται, τοῦτο σημαίνει· καὶ ἐὰν παρίδωμεν τοῦτον, ἀφιλοικτίρμονος λαμβάνομεν δόξαν. διὸ δυσωπεῖσθαι χρὴ ἡμᾶς ἐπὶ τούτῳ καὶ δραμεῖν ἐπὶ τὴν τοῦ φίλου σωτηρίαν, ὑπερορῶντας τῶν Ἰουδαίων τὰς ἐπιβουλάς. δεικνὺς δὲ ἑαυτοῦ τὴν θεοπρεπῆ δύναμιν, ὕπνον καλεῖ τῆς ἀνθρωπίνης ψυχῆς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον καὶ σφόδρα εἰκότως· θάνατον γὰρ οὐκ ἠξίωσεν εἰπεῖν ὁ κτίσας ἐπὶ ἀφθαρσίᾳ τὸν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον, καὶ σωτηρίους ἀναδείξας τὰς γενέσεις τοῦ κόσμου. πλὴν ἔστι καὶ ἀληθὴς ὁ λόγος· ὕπνος γὰρ ὄντως παρὰ Θεῷ καὶ ἕτερον οὐδὲν ὁ πρόσκαιρος ἡμῶν τοῦ σώματος θάνατος, ψιλῷ καὶ μόνῳ καταργούμενος νεύματι τῆς κατὰ φύσιν ζωῆς, τουτέστι Χριστοῦ.

ὅρα δὲ ὅτι οὐκ εἶπε Λάζαρος ἀπέθανε καὶ πορεύομαι ἀναστῆσαι αὐτὸν, ἀλλά φησι Κεκοίμηται, τὸ κομπαστικὸν φεύγων, πρὸς ἡμετέραν διδασκαλίαν καὶ ὠφέλειαν· οὐ γὰρ ἂν οὕτως ἀμυδρὰν μετ᾽ ἐπικρύψεως ἠφίει φωνὴν, ὡς μηδ᾽ αὐτοὺς συνιέναι τοὺς μαθητὰς τὸν λόγον. οὐ γὰρ ἔφη Πορεύομαι ζωώσων ἢ ἀναστήσων αὐτὸν ἐκ νεκρῶν, ἀλλ᾽ ἐξυπνίσων· ὅπερ ἦν ἀργὸν τέως εἰς ὑποψίαν. <Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ Κύριε, εἰ κεκοίμηται, σωθήσεται. εἴρηκε δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.> Ἐκεῖνοι δὲ μὴ νοήσαντες τοῦ λόγου τὴν δύναμιν, ᾠήθησαν τὸν Ἰησοῦν λέγειν περὶ κοιμήσεως ὕπνου, ὃς ἐπὶ τὸ πολὺ τοῖς ἀῤῥώστοις συμβαίνων, ἀνάπαυσιν ποιεῖ· διό φασιν Οὐκ ἀξιόλογος ἡ ἄφιξις τοῦ ἄφυπνον ποιῆσαι τὸν Λάζαρον· οὐ γὰρ ἐπωφελὲς τὸ ἐξυπνίσαι ἄῤῥωστον. ταῦτα δὲ ἔλεγον, ἐγκόψαι αὐτὸν βουλόμενοι τῆς ὁδοῦ, λέγοντες ὅτι οὐκ ἄξιον ἐν μέσῳ γενέσθαι τῶν φονευτῶν, διὰ τὸ ποιῆσαι πρᾶγμα οὐκ ἐπωφελές. <Τότε εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παῤῥησίᾳ Λάζαρος ἀπέθανε, καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.> Μὴ νοησάντων οὖν τῶν μαθητῶν, ὅτι τὸν θάνατον ὕπνον ὠνόμασε, λευκότερον ἐνέφηνεν εἰπὼν, ὅτι ἀπέθανε. φησὶ δὲ ἑαυτὸν χαίρειν, οὐ διὰ φιλοδοξίαν, ὅτι ἔμελλε ποιῆσαι τὸ θαῦμα, ἀλλ᾽ ὅτι τοῦτο πρόφασις ἔμελλε γίνεσθαι τοῖς μαθηταῖς εἰς πίστιν.

τὸ δὲ εἰπεῖν Ὅτι οὐκ ἤμην ἐκεῖ, τοῦτο δηλοῖ. εἰ ἤμην ἐκεῖ, οὐκ ἔμελλεν ἀποθνήσκειν, ἠλέησα γὰρ ἂν αὐτὸν καὶ ὀλίγον κάμνοντα· νῦν δὲ ἀπόντος ἐμοῦ συνέβη ὁ θάνατος, ἵνα ἀναστήσας αὐτὸν, μεγάλην ὑμῖν ἐμποιήσω τὴν ὠφέλειαν διὰ τῆς εἰς ἐμὲ πίστεως. ταῦτα δὲ λέγει ὁ Χριστὸς, οὐχ ὡς τότε μόνον δυνάμενος τὰ θεοπρεπῆ ποιεῖν, ὅταν παρῇ· ἀλλ᾽ ἐπείπερ εἰ παρῆν, οὐκ ἂν παρεῖδε τὸν φίλον ἕως θανάτου καταβιβασθέντα. τὸ δέ Ἄγωμεν πρὸς αὐτὸν, ὡς πρὸς ζῶντά φησι· ζῶσι γὰρ αὐτῷ ὡς Θεῷ οἱ νεκροὶ, ὡς μέλλοντες ζήσειν. <Εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς αὐτοῦ Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.> Ὁ τοῦ Θωμᾶ λόγος ἔχει μὲν προθυμίαν· ἔχει δὲ καὶ δειλίαν, καὶ γέγονε μὲν ἐκ φιλοθέου φρονήματος, κατακεκέρασται δὲ τῇ ὀλιγοπιστίᾳ. ἀπολειφθῆναι γὰρ οὐκ ἀνέχεται, ἀλλὰ καὶ τοὺς ἄλλους ἀναπείθει τοῦτο ποιεῖν· ὅμως οἴεται ὅτι καὶ παθεῖν ἔμελλον ὑπὸ Ἰουδαίων, καὶ οὐ θέλοντος αὐτοῦ, διὰ τὸ φονικὸν τῶν Ἰουδαίων, οὐ σκοπῶν τὴν τοῦ σώζοντος δύναμιν, ὅπερ ἔδει μᾶλλον. ἐποίει δὲ αὐτοὺς δειλοὺς ὁ Χριστὸς, ὑπὲρ μέτρον ἀνεξικακῶν ἐν οἷς ἔπασχεν ὑπὸ Ἰουδαίων. λέγει οὖν μὴ χρῆναι χωρίζεσθαι τοῦ διδασκάλου, εἰ καὶ ἀναμφίβολος πρόκειται κίνδυνος· ὡς ὑπομειδιῶν δὲ τρόπον τινὰ ὁ Θωμᾶς ἔλεγε τό Ἄγωμεν, τουτέστιν Ἀποθάνωμεν.

ἢ οὕτω φησί Πάντως μὲν ἐὰν ἀπέλθωμεν, ἀποθνήσκομεν, ὅμως μὴ παραιτησώμεθα τὸ παθεῖν, οὐ γὰρ δεῖ τοσοῦτον φιλοψυχεῖν· εἰ γὰρ ἐγείρει τὸν νεκρὸν, περιττὸς ὁ φόβος, ἔχομεν γὰρ τὸν δυνάμενον ἀναστῆσαι μετὰ τὸ πεσεῖν. <Ἐλθὼν οὖν ὁ Ἰησοῦς εἰς Βηθανίαν, εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῇ μνημείῳ. ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ἀπὸ σταδίων δεκαπέντε. πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ τὴν Μαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.> Διὰ τοῦτο καὶ τὸ διάστημα λέγει τῶν ἡμερῶν τῶν μετὰ τὸν θάνατον Λαζάρου, ἵνα ἐπὶ πλέον θαυμασθῇ τὸ θαῦμα, καὶ μήτις εἴπῃ τυχὸν, ὅτι μετὰ μίαν ἡμέραν ἐληλύθει, καὶ οὐκ ἦν τεθνεὼς, ἀλλὰ ἀῤῥωστοῦντα αὐτὸν ἤγειρε.

λέγει δὲ ὅτι πολλοὶ ἦσαν ἐν τῇ Βηθανίᾳ Ἰουδαῖοι· καίτοι χωρίου οὐκ ὄντος πολυανθρώπου· ἐκ τῆς Ἱερουσαλὴμ παραγενόμενοι· οὐ γὰρ ἦν πολὺ τὸ τῆς ὁδοῦ διάστημα τὸ κωλύον τοὺς ἐνδιαθέτους φίλους συνεῖναι ταῖς περὶ τὴν Μάρθαν, ἤτοι ἐπείπερ ἐξάκουστον γέγονε τὸ θαῦμα ἐν τῇ Ἱερουσαλὴμ παρὰ πᾶσι καὶ ἐν τῇ περιχώρῳ, τίθησι τὴν αἰτίαν, ὅτι πολλῶν ὄντων ἐκεῖ, εἰκότως ἁπανταχόσε διεδόθη ὁ λόγος· τῶν μὲν θαυμαζόντων, τῶν δὲ διὰ φθόνον λαλούντων τὸ γεγονὸς, πρὸς τὸ διαβολὴν ποιῆσαι τῷ θαύματι διὰ ψευδοκατηγορίας. <Ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.> Τάχα δὲ θερμοτέρα μὲν ἡ Μάρθα πρὸς τὸ ποιῆσαι τὰ δέοντα· διὸ καὶ πρώτη ὑπήντησε· συνετωτέρα δὲ ἡ Μαρία. διὸ ὡς αἰσθητικωτέραν ἔχουσα ψυχὴν, ἔμεινεν οἴκοι, τὰς ἐκ τῶν παραμυθουμένων δεχομένη θεραπείας, ἡ δὲ Μάρθα ὡς ἁπλουστέρα ἔδραμε, μεθύουσα μὲν τῷ πάθει, φέρουσα δὲ ὅμως νεανικώτερον. <Εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δώσει σοι ὁ Θεός. λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου.

ἀπεκρίθη αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.> Ὃ λέγει ἡ Μάρθα, τοιοῦτόν ἐστιν Οὐ διὰ τοῦτο, φησὶν, ἀπέθανεν ὁ ἀδελφός μου, ὅτι ὑπόκειται ἡ ἀνθρώπου φύσις τῷ θανάτῳ, ἀλλ᾽ ὅτι σὺ οὐ παρῆς, ὁ τὸν θάνατον νικῆσαι δυνάμενος διὰ τοῦ προστάγματος. ὑπὸ δὲ τῆς λύπης ἔξω τοῦ προσήκοντος πλανωμένη, ἐνόμιζε μηκέτι δύνασθαί τι ποιῆσαι τὸν Κύριον· ὡς παραδραμόντος τοῦ καιροῦ· καὶ ᾤετο αὐτὸν παραγεγονέναι, οὐκ ἐπὶ τῷ ἀναστῆσαι Λάζαρον, ἀλλ᾽ ἵνα παραμυθήσηται αὐτάς. ἠρέμα γὰρ αὐτῷ καὶ ὑπομέμφεται βραδύναντι, καὶ μὴ εὐθὺς ἐλθόντι ὅταν ἠδύνατο βοηθεῖν, ὅτε ἀπέστειλαν λέγουσαι “Κύριε, ἴδε ὃν φιλεῖς ”ἀσθενεῖ.” τὸ δὲ λέγειν Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι, ὑπερυθριώσης ἐστὶ φανερῶς αἰτῆσαι ὃ βούλεται· ὅμως σφάλλεται περὶ τὴν ἀλήθειαν, οὐχ ὡς Θεῷ διαλεγομένη, ἀλλ᾽ ὡς ἑνὶ τῶν ἁγίων, διὰ τὴν ὁρωμένην σάρκα οἰομένη ὅτι ὅσα ἂν αἰτήσῃ ὡς ἅγιος, λαμβάνει ἀπὸ Θεοῦ, οὐ μὴν εἰδυῖα ὅτι φύσει Θεὸς ὢν καὶ δύναμις τοῦ Πατρὸς, ἄμαχον ἔχει τὴν ἐπὶ πᾶσιν ἰσχύν. εἰ ᾔδει γὰρ ὅτι Θεὸς ἦν, οὐκ ἂν εἶπεν ὅτι Εἰ ἦς ὧδε· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστιν. ὁ μέντοι Κύριος διὰ τὸ ἀφιλόκομπον, οὐκ εἶπεν Ἐγερῶ τὸν ἀδελφόν σου, ἀλλά Ἀναστήσεται, μονονουχὶ ἠρέμα αὐτὴν ἐλέγχων καὶ λέγων Ἀνίσταται μὲν καθὼς βούλει, πλὴν οὐχ ὡς σὺ νομίζεις.

εἰ γὰρ οἴει δι᾽ εὐχῆς καὶ αἰτήσεως τοῦτο ἀνύεσθαι, σὺ ποίει τὸ τῆς εὐχῆς, μὴ μὴν ἐμοὶ ἐπίταττε τῷ θαυματουργῷ, ὃς δύναμαι τῇ ἰδίᾳ ἰσχύϊ ἀναστῆσαι τὸν νεκρόν. ταῦτα ἀκούσασα ἡ γυνὴ, καὶ αἰδουμένη μὲν εἰπεῖν ὅτι νῦν αὐτὸν ἀνάστησον, τρόπον δέ τινα παροξύνουσα αὐτὸν εἰς τὸ ποιῆσαι νῦν τὸ ἔργον, δοκεῖ πως ἀδημονεῖν περὶ τὴν βραδύτητα τοῦ χρόνου, λέγουσα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ἀλλὰ πρόωρον ἰδεῖν ἐπιθυμῶ τὴν τοῦ ἀδελφοῦ ἀνάστασιν. ἤτοι τοῦ Κυρίου εἰπόντος τό Ἀναστήσεται ὁ ἀδελφός σου, μονονουχὶ συναινεῖ τῷ δόγματι τούτῳ ἡ γυνὴ λέγουσα Οἶδα τοῦτο· πιστεύω γὰρ ὅτι ἀνίστανται οἱ νεκροὶ καθὼς σὺ ἐδίδαξας· “Ὅτι ἔρχεται ὥρα, καὶ ἐξελεύσονται, οἱ τὰ ”ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα “πράξαντες εἰς ἀνάστασιν κρίσεως.” ὁμοίως δὲ καὶ ὁ Ἡσαΐας ἐν Πνεύματι εἶπεν “Ἀναστήσονται οἱ νεκροὶ, καὶ ”ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις.” οὐ γὰρ ἀπιστῶ τῷ τῆς ἀναστάσεως λόγῳ, ὡς οἱ Σαδδουκαῖοι. <Εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο;

λέγει αὐτῷ Ναὶ Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.> Καρπὸς γεμὴν καὶ τιμὴ τῆς εἰς Χριστὸν πίστεως, ἡ αἰώνιος ζωὴ, καὶ οὐκ ἄλλως προσγίνεται τοῦτο τῇ τοῦ ἀνθρώπου ψυχῇ. εἰ γὰρ διὰ Χριστὸν πάντες ἀνιστάμεθα, ἀλλὰ ζωὴ αὕτη ἐστὶν ἀληθὴς, τὸ ἀτελευτήτως ἐν μακαριότητι ζῆν· οὐδὲν γὰρ διαφέρει θανάτου, τὸ εἰς κόλασιν ἀναβιῶναι μόνον. εἰ οὖν ὁρᾷ τις καὶ τοὺς ἁγίους θνήσκοντας τοὺς λαβόντας ὑποσχέσεις ζωῆς, οὐδὲν τοῦτο, μόνον γὰρ ὅσον εἰς τὸ συμβῆναι γίνεται. καιρῷ δὲ τῷ πρέποντι τετήρηται ἡ τῆς χάριτος ἀνάδειξις, οὐ κατὰ μέρος ἰσχύουσα, ἀλλ᾽ ἐν πᾶσι διηνεκῶς καὶ τοῖς ἤδη προαποθανοῦσιν ἁγίοις πρὸς ὀλίγον γευσαμένοις τοῦ θανάτου, ἕως τῆς κοινῆς ἀναστάσεως. τότε γὰρ κοινῇ πάντες τῶν ἀγαθῶν ἀπολαύσουσιν. εἰπὼν δὲ ὁ Σωτὴρ ὅτι Ἐὰν ἀποθάνῃ ζήσεται, οὐκ ἀνεῖλεν ἐν τῷ νῦν αἰῶνι τὸν θάνατον· ἀλλὰ τοσοῦτον αὐτὸν δίδωσι κατὰ τῶν πιστῶν ἰσχύειν, ὅσον εἰς τὸ συμβῆναι μόνον, καιρῷ γὰρ τῷ πρέποντι τετήρηκε τὴν τῆς ἀναστάσεως χάριν. φησὶ γοῦν, ὅτι οὐκ ἄμοιρος ἔσται τοῦ τῆς σαρκὸς θανάτου διὰ τὴν ἀνθρωπίνην φύσιν ὁ εἰς ἐμὲ πιστεύων, ἀλλ᾽ ὅμως οὐδὲν ἐκ τούτου πείσεται δεινὸν, Θεοῦ δυναμένου ζωοποιεῖν εὐκόλως ὃν ἂν ἐθέλῃ· ὁ γὰρ εἰς αὐτὸν πιστεύσας, ἐν τῷ μέλλοντι αἰῶνι ἀτελεύτητον ἔχει ζωὴν ἐν μακαριότητι καὶ ὁλοκλήρῳ ἀφθαρσίᾳ.

διὸ μήτις γελάτω τῶν ἀπίστων· οὐ γὰρ εἶπεν ὁ Χριστός Ἀπάρτι θάνατον οὐ μὴ ἴδῃ, ἀλλὰ ἀπολελυμένως εἰπών Θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα, περὶ τοῦ μέλλοντος αἰῶνος εἶπεν, εἰς ἐκεῖνον τηρήσας τὸ πέρας τῆς ὑποσχέσεως. εἰπὼν δὲ τῇ Μάρθᾳ Πιστεύεις, ὡς μητέρα καὶ πρόξενον τῆς ζωῆς ἀπαιτεῖ τῆς πίστεως τὴν ὁμολογίαν· ἡ δὲ ἑτοίμως συνέθετο καὶ ἀκριβῶς ὁμολογεῖ, οὐχ ἁπλῶς πιστεύουσα ὅτι Χριστός ἐστι καὶ Υἱὸς τοῦ Θεοῦ· χριστὸς γὰρ δύναται εἶναι καὶ προφήτης, διὰ τὸ κεχρίσθαι, ὁ αὐτὸς καὶ υἱὸς νοεῖσθαι δύναται· ἀλλὰ μετὰ τοῦ ἄρθρου εἰποῦσα Ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τὸν ἕνα καὶ ἐξαίρετον καὶ ἀληθῶς Υἱὸν ὡμολόγησεν. εἰς τὸν Υἱὸν οὖν ἡ πίστις, οὐκ εἰς ποίημα. <Πιστεύεις τούτῳ;> Προεξηγησάμενος τοῦ κατὰ αὐτὸν μυστηρίου τὴν δύναμιν, καὶ δείξας ἐναργῶς ὅτι ζωὴ κατὰ φύσιν ἐστὶ καὶ Θεὸς ἀληθινὸς, ἀπαιτεῖ τὴν ἐπὶ τῇ πίστει συναίνεσιν, τύπον ταῖς ἐκκλησίαις τὸν ἐπὶ τούτῳ θείς. χρὴ γὰρ οὐ διάκενον ἡμᾶς εἰς ἀέρα ῥιπτοῦντας φωνὴν, τὸ σεπτὸν ὁμολογεῖν μυστήριον, ἀλλ᾽ ἐν καρδίᾳ καὶ νῷ τὴν πίστιν ῥιζώσαντας, καρπὸν τοῦ πράγματος ποιεῖσθαι τὴν ὁμολογίαν· χρὴ δὲ πιστεύειν ἐνδοιασμοῦ τινος δίχα καὶ διψυχίας. ὑβριστὴς γὰρ ὁ δίψυχος καὶ χωλεύων περὶ τὴν πίστιν· διὰ τοῦτο καὶ “ἀκατάστατος ”ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.”

εἰδέναι γεμὴν ἀναγκαῖον, ὅτι Θεῷ τῆς πίστεως τὴν ὁμολογίαν ποιούμεθα, κἂν δι᾽ ἀνθρώπων ἐρωτώμενοι, τῶν ἱερᾶσθαι λαχόντων φημὶ, τό Πιστεύω λέγομεν ἐν τῇ παραλήψει τοῦ ἁγίου βαπτίσματος. πάνδεινον οὖν ἄρα τὸ διαψεύσασθαι καὶ παρολισθῆσαι πρὸς ἀπιστίαν, ἵνα μὴ καὶ δικαστὴν καὶ μάρτυρα ἀπονοίας ἔχωμεν αὐτὸν τὸν πάντων Δεσπότην λέγοντα “Καὶ ἐγὼ μάρτυς, φησὶ ”Κύριος.” ἐπιτηρητέον δὲ ὅτι Λαζάρου κειμένου καὶ τεθνηκότος, ὑπὲρ αὐτοῦ τρόπον τινὰ τὸ γύναιον ἐξαιτεῖται τὴν ἐπὶ τῇ πίστει συναίνεσιν· ἵνα πάλιν ὁ τύπος ἐν ταῖς ἐκκλησίαις ἰσχύσῃ· ὅτε γὰρ ἀρτιγενὲς προσάγεται βρέφος, ἢ τῆς κατηχήσεως τὸ χρίσμα λαβεῖν, ἤτοι τὸ τῆς τελειώσεως ἐπὶ τῷ ἁγίῳ βαπτίσματι, ὁ προσάγων ὑπὲρ αὐτοῦ τό Ἀμὴν ἀναφωνεῖ. ὑπὲρ δὲ τῶν ἐσχάτῃ νόσῳ κατειλημμένων, μελλόντων τε διὰ τοῦτο βαπτίζεσθαι, καὶ ἀποτάττονταί τινες καὶ συντάττονται, τὴν οἰκείαν ὥσπερ ἐξ ἀγάπης κιχρῶντες φωνὴν τοῖς νόσῳ πεπεδημένοις· ὅπερ ἔστι κατιδεῖν γεγονὸς ἐπί τε Λαζάρου καὶ τῆς ἀδελφῆς αὐτοῦ. σοφῶς δὲ ἡ Μάρθα καὶ οἰκονομικῶς προκατασπείρει τῆς πίστεως τὴν ὁμολογίαν, ἵνα τὸν ἐξ αὐτῆς θερίσῃ καρπόν. <Καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρα εἰποῦσα Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.

ἐκείνη δὲ ὡς ἤκουσεν, ἐγέρθη καὶ ἤρχετο πρὸς αὐτόν.> Ἀπῆλθε καλέσουσα τὴν ἀδελφὴν αὐτῆς πρὸς τὸ καὶ αὐτὴν κοινωνῆσαι τῆς ἐπὶ τῷ προσδοκωμένῳ πράγματι εὐθυμίας, συναποληψομένην ἀναστάντα παρ᾽ ἐλπίδα πᾶσαν τὸν τεθνηκότα. ἦν γὰρ ἀκούσασα “Ἀναστήσεται ὁ ἀδελφός σου.” λάθρα δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν τῇ ἀδελφῇ αὐτῆς εὐηγγελίσατο, διὰ τὸ παρακαθέζεσθαι τῶν Ἰουδαίων τινὰς τῶν φθονούντων θαυματουργοῦντι τῷ Χριστῷ.

Καὶ οὐχ εὑρήσομεν ἐν τοῖς εὐαγγελίοις ὅτι ὁ Χριστὸς εἶπε Κάλει μοι τὴν ἀδελφήν σου· ἀλλ᾽ ἡ Μάρθα τὴν τοῦ πράγματος ἀπαραίτητον χρείαν καὶ τὸ τῆς παρουσίας χρεωστούμενον, ἀντὶ κελεύσεως καὶ φωνῆς δεξαμένη, τοῦτό φησιν. ἡ δὲ ἑτοίμως ἔδραμε πρὸς αὐτὸν, καὶ ὑπαντᾶν ἐθέλει. πῶς γὰρ οὐκ ἔμελλε τοῦτο ποιεῖν ἡ σφόδρα λυπουμένη ἐπὶ τῇ ἀπουσίᾳ αὐτοῦ, καὶ θερμὸν ἔχουσα φρόνημα εἰς εὐσέβειαν καὶ ἀγάπην εἰς αὐτὸν πολλήν; <Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου προσυπήντησεν αὐτῷ ἡ Μάρθα. οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτὴν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνῆμα ἵνα κλαύσῃ ἐκεῖ.> Οἱ οὖν συνόντες Ἰουδαῖοι, οἰηθέντες αὐτὴν δεδραμηκέναι ἐπὶ τὸ μνημεῖον πρὸς τὸ ἑαυτὴν σπαράξαι, συνακολουθοῦσιν αὐτῇ, νεύματι Θεοῦ τοῦτο ποιοῦντες, ἵνα συνέλθωσιν ἐπὶ τῷ τὸ θαῦμα ἰδεῖν καὶ μὴ βουλόμενοι. εἰ γὰρ μὴ οἰκονομίᾳ Θεοῦ τοῦτο ἐγεγόνει, οὐκ ἂν ἐμέμνητο αὐτοῦ ὁ Εὐαγγελιστὴς, οὔτε τὰς ἐφ᾽ ἑκάστῳ συμβαινούσας αἰτίας ἀπεγράφετο, εἰ μὴ πανταχοῦ τῆς ἀληθείας ἀντεποιεῖτο.

εἶπεν οὖν τὴν αἰτίαν δι᾽ ἣν πολλοὶ εἰς τὸ μνημεῖον ἔδραμον, εὑρέθησάν τε καὶ γεγόνασι θεαταὶ τοῦ θαύματος, καὶ ἄλλοις ἀπήγγειλαν. <Ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἴδουσα αὐτὸν ἔπεσε πρὸς τοὺς πόδας αὐτοῦ λέγουσα Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου.> Ἡ μέντοι Μαρία, πρόωρον γεγενῆσθαι λέγει τὸν θάνατον τῷ ἀδελφῷ διὰ τὸ ἀπεῖναι τὸν Κύριον· καὶ τότε φησὶν ἐπιδεδημηκέναι αὐτὸν τῷ οἴκῳ, ὅτε ὁ τῆς θεραπείας παρέδραμε καιρός· καὶ ἔστι μὲν καὶ ἐκ τούτου στοχάσασθαι, ὅτι ὡς Θεῷ αὐτῷ ἔλεγε τοῦτο, εἰ καὶ οὐκ ἀκριβῶς λελάληκεν, οἰομένη μὴ παρεῖναι αὐτὸν εἰ καὶ ἀπῆν τῷ σώματι. ἀκριβεστέρα δὲ οὖσα καὶ συνετωτέρα τῆς Μάρθας, οὐκ εἶπεν “Ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι ὁ Θεός.” διὸ πρὸς ταύτην οὐδὲν λαλεῖ ὁ Κύριος, πρὸς δὲ τὴν Μάρθαν μακρὸν διέτεινε τὸν λόγον.

τῇ λύπῃ μέν τοι μεθύουσαν τὴν Μαρίαν οὐκ ἐλέγχει, εἰποῦσαν τό Εἰ ἦς ὧδε, τῷ πληροῦντι τὴν ἅπασαν κτίσιν· πρὸς ἡμέτερον ὑπόγραμμον καὶ τοῦτο ποιῶν, ἵνα μὴ τοὺς ἐν ἀκμῇ τῶν θρήνων ὄντας ἐλέγχωμεν· συγκαταβαίνει δὲ μᾶλλον, τὴν ἀνθρωπίνην φύσιν ἀπογυμνῶν, δακρύει δὲ καὶ συγχεῖται, ἰδὼν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας. <Ὁ οὖν Ἰησοῦς ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνεληλυθότας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν καὶ εἶπε Ποῦ τεθείκατε αὐτόν;> Ἐπειδὴ δὲ οὐ Θεὸς κατὰ φύσιν μόνον, ἀλλὰ καὶ ἄνθρωπος ἦν ὁ Χριστὸς, πάσχει μετὰ τῶν ἄλλων τὸ ἀνθρώπινον· ἀρχομένης δέ πως ἐν αὐτῷ κινεῖσθαι τῆς λύπης, καὶ νευούσης ἤδη πρὸς τὸ δάκρυον τῆς ἁγίας σαρκὸς, οὐκ ἀφίησιν αὐτὴν τοῦτο παθεῖν ἐκλύτως, καθάπερ ἔθος ἡμῖν. ἐμβριμᾶται δὲ τῷ πνεύματι, τουτέστι τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος ἐπιπλήττει τρόπον τινὰ τῇ ἰδίᾳ σαρκί· ἡ δὲ, τὸ τῆς ἑνωθείσης αὐτῇ θεότητος οὐκ ἐνεγκοῦσα κίνημα, τρέμει τε καὶ θορύβου πλάττεται σχῆμα. τοῦτο γὰρ οἶμαι σημαίνειν τό Ἐτάραξεν ἑαυτόν· πῶς γὰρ ἂν ἑτέρως ὑπομείνῃ θόρυβον; ταραχθήσεται γεμὴν κατὰ τίνα τρόπον ἡ ἀθόλωτος ἀεὶ καὶ γαληνιῶσα φύσις; ἐπιτιμᾶται τοίνυν ἡ σὰρξ διὰ τοῦ πνεύματος, τὰ ὑπὲρ φύσιν ἰδίαν διδασκομένη φρονεῖν.

διὰ γάρ τοι τοῦτο γέγονεν ἐν σαρκὶ, μᾶλλον δὲ σὰρξ, ὁ πάντα ἰσχύων τοῦ Θεοῦ Λόγος, ἵνα ταῖς ἐνεργείαις τοῦ ἰδίου πνεύματος, τὰς μὲν τῆς σαρκὸς ἀσθενείας νευρώσῃ, καὶ γεωδεστέρου φρονήματος ἀπαλλάξῃ τὴν φύσιν, ἀναμορφώσῃ δὲ ὥσπερ εἰς μόνα τὰ δοκοῦντα Θεῷ. οὐκοῦν νόσημα μὲν φύσεως ἀνθρωπίνης, τὸ τυραννεῖσθαι ταῖς λύπαις· καταργεῖται δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν πρώτῳ Χριστῷ, ἵνα καὶ εἰς ἡμᾶς διαβῇ.

Ἢ οὕτω νοητέον τό Ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτὸν, ἀντὶ τοῦ Κεκινημένος εἰς ἔλεον ἐκ τοῦ δακρῦσαι πολλοὺς, ἐνετείλατο τρόπον τινὰ τῷ ἰδίῳ πνεύματι καταπαλαίειν καὶ πρὸ καιροῦ τὸν θάνατον καὶ ἀναστῆσαι τὸν Λάζαρον. οὐκ ὡς ἀγνοῶν δὲ ἐρωτᾶ Ποῦ τεθείκατε αὐτόν· ὁ γὰρ ἐπ᾽ ἀλλοδαπῆς ὢν καὶ εἰδὼς ὅτι τέθνηκε, πῶς ἠγνόησε τὸ μνῆμα; λέγει δὲ οὕτως ὡς ἀφιλόκομπος· οὐ μὴν εἶπεν Ἄγωμεν εἰς τὸ μνημεῖον, ἐγερῶ γὰρ αὐτὸν, εἰ καὶ τὰ μάλιστα τὸ ἐρωτῆσαι οὕτως, ταύτην ἔχει τὴν ἔμφασιν. ὅμως καὶ τοῦτο εἰπὼν, πολλοὺς παρεσκεύασε προβαδίζειν αὐτοῦ, ὡς ὑποδεικνύντας τὸ ζητούμενον. οἰκονομικῶς οὖν καὶ τοῦτο εἶπεν, ἕλκων διὰ τοῦ ῥήματος πολλοὺς εἰς τὸν τόπον, καὶ ἀγνοεῖν σχηματίζεται, τὴν τῆς ἀνθρωπότητος πτωχείαν οὐδαμοῦ παραιτούμενος ὁ φύσει Θεὸς καὶ πάντα εἰδὼς, οὐ τὰ γεγονότα μόνον ἀλλὰ καὶ τὰ ἐσόμενα, πρὶν γενέσεως αὐτῶν.

Καὶ τὸ ἐρωτᾶν οὖν οὐδεμίαν ἄγνοιαν φέρει τῷ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενομένῳ, ἀλλ᾽ ἐκ τοῦδε μᾶλλον ἴσος τῷ Πατρὶ δείκνυται· καὶ γὰρ ἐκεῖνος ἐρωτᾷ “Ἀδὰμ, ποῦ εἶ;” καὶ οὗτος ἄγνοιαν σοφίζεται καὶ πυνθάνεται Ποῦ τεθείκατε, ὥστε διὰ τῆς πεύσεως πλῆθος συναγερθῆναι πρὸς τὴν ἀπόδειξιν, καὶ παρὰ τῶν ἐχθρῶν μᾶλλον μαρτυρηθῆναι τὸ παράδοξον τῆς ἀναβιώσεως τοῦ ἤδη διαφθαρέντος. <Ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν. τινὲς δὲ ἐξ αὐτῶν εἶπον Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;> Ὁ μέντοι Εὐαγγελιστὴς βλέπων δακρύουσαν τὴν ἀδάκρυτον φύσιν, καταπλήττεται, εἰ καὶ ἴδιον ἦν τῆς σαρκὸς τὸ πάθος, καὶ οὐ τῇ θεότητι πρέπον. δακρύει δὲ ὁ Κύριος, ἑωρακὼς τὸν κατ᾽ ἰδίαν εἰκόνα γεγονότα ἄνθρωπον κατεφθαρμένον, ἵνα τὸ ἡμῶν περιστείλῃ δάκρυον. διὰ γὰρ τοῦτο καὶ ἀπέθανεν, ἵνα καὶ ἡμεῖς ἀπαλλαγῶμεν θανάτου. δακρύει δὲ μόνον, καὶ εὐθὺς ἐπέχει τὸ δάκρυον, ἵνα μὴ δόξῃ τις ὠμὸς καὶ ἀπάνθρωπος εἶναι, καὶ ἡμᾶς ἐπὶ τοῖς αὐτοῖς παιδεύων μὴ ἐπὶ πολὺ ἐκλύεσθαι ἐπὶ τοῖς τεθνηκόσι. τὸ μὲν γὰρ, συμπαθείας ἐχόμενον· τὸ δὲ γυναικικὸν καὶ ἄνανδρον. διὰ τοῦτο οὖν συνεχώρησε τῇ ἰδίᾳ σαρκὶ κλαῦσαι ὀλίγον, καίπερ ὢν τῇ φύσει ἄδακρυς καὶ ἁπάσης ἀνεπίδεκτος λύπης, ὅσον εἰς ἰδίαν φύσιν. θαυμάζουσι δὲ καὶ αὐτοὶ οἱ μισοῦντες, τοῦ Κυρίου τὸ δάκρυον.

οἱ γὰρ εἰς ἄκρον φιλοσοφοῦντες καὶ οἱ ἐν ὑπολήψει λαμπρᾷ δυσχερέστατα δακρύουσιν, ὡς κατανεανιευόμενοι πάσης συμφορᾶς. ἐνόμιζον δὲ οἱ Ἰουδαῖοι ὅτι διὰ τὸν θάνατον ἐδάκρυσε Λαζάρου, αὐτὸς δὲ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν κατελεῶν ἐδάκρυσεν, οὐ μόνον Λάζαρον κλαίων, ἀλλὰ τὸ πᾶσι συμβεβηκὸς ἐννοῶν, ὅτι πᾶσα ἡ ἀνθρωπότης γέγονεν ὑπὸ θάνατον, δικαίως τῷ τοιούτῳ ἐπιτιμίῳ ὑποπεσοῦσα. ἄλλοι δὲ ὑπὸ τοῦ φθόνου τρωθέντες, οὐδὲν ἔλεγον ἀγαθόν· οὐ γὰρ κατὰ ἀλήθειαν ᾐτιῶντο τὸν Κύριον, ὡς ἐπιτρέψαντα ἀποθανεῖν τὸν Λάζαρον· τοῦτο γὰρ ἦν πιστευόντων ὅτι ἠδύνατο τὸν θάνατον στῆσαι· ἀλλὰ μονονουχὶ τοῦτό φασιν Ποῦ ἡ ἰσχύς σου ὦ θαυματουργέ; ἰδοὺ γὰρ καὶ μὴ βουλομένου σου, τέθνηκεν ὁ ὑπὸ σοῦ φιλούμενος. ὅτι γὰρ ἠγάπας, δῆλον ἐξ οὗ δακρύεις. εἰ οὖν ἦν τῆς σῆς ἰσχύος τὸ τοῦ τυφλοῦ ἔργον, ἠδύνασο καὶ τὸν θάνατον στῆσαι, ὅπερ ἐστὶ καὶ αὐτὸ ὑπὲρ ἀνθρώπου φύσιν. ὡς ἐπιχαίροντες οὖν ἐξ ὧν ἑώρων τρόπον τινὰ παραλυομένην τὴν αὐτοῦ δόξαν, φασὶ τοῦτο. <Ὁ οὖν Ἰησοῦς πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπηλαῖον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ. λέγει δὲ ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον.> Ἐνταῦθα τὴν ἐμβρίμησιν νοοῦμεν, τὴν οἱονεὶ μετὰ κινήσεως τῆς κατ᾽ ἐξουσίαν θέλησιν· καὶ ὅτι ἀγριώτερον τῇ λύπῃ ἐπετίμησε, καὶ τῷ δακρύῳ τῷ ἐκ τῆς λύπης ἐκχεῖσθαι μέλλοντι.

ὡς γὰρ Θεὸς παιδαγωγικῶς τῇ ἀνθρωπότητι ἐπιτιμᾷ, νεανιεύεσθαι ἐπιτάττων τῶν λυπηρῶν, ἢ θεοπρεπεῖ κινήματι διορίζεται, ὅτι χρὴ ἀνατρέψαι λοιπὸν τοῦ θανάτου τὸ κράτος. καὶ τοῦτο διὰ τῆς ἰδίας αὐτοῦ ἐμφαίνει σαρκός· καὶ τὸ τοῦ σώματος κίνημα τὸ κεκρυμμένον ἐσήμαινεν ἔσωθεν. καὶ τοῦτο δηλοῖ ὧδε τό Ἐνεβριμήσατο, ἀντὶ τοῦ, διὰ σχηματισμοῦ τοῦ σώματος τὸ κεκρυμμένον ἐσήμαινε κίνημα.

Τὸν δὲ λίθον οὐκ ἀπεκύλισε δι᾽ ἑαυτοῦ διὰ δύο ταῦτα· ἓν μὲν διδάσκων ὅτι περιττὸν τὸ ἐν τοῖς μὴ ἀναγκαίοις θαυματουργεῖν· ἕτερον δὲ, ὅτι αὐτὸς μὲν ἐγείρει τοὺς νεκροὺς, παραστήσονται δὲ εἰς ὑπηρεσίαν τοῦ πράγματος οἱ ἄγγελοι, οὓς καὶ θεριστὰς ἀλλαχοῦ παραβολικῶς ἀποκαλεῖ ὁ Κύριος. <Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.> Τὰ μεγάλα τῶν κατορθωμάτων ἀπιστεῖσθαι φιλεῖ, καὶ τοῖς ὑπὲρ λόγον ἀκολουθεῖ τὸ μὴ λίαν ἑτοίμως θαυμάζεσθαι· τοῦτό μοι δοκεῖ ὑπομεῖναι καὶ τὴν ἀγαθὴν Μάρθαν· παραιτεῖται γὰρ αὐτὴν τὸ εἰς πίστιν ἀσφαλὲς ἡ τοῦ πράγματος ὑπερβολὴ, καὶ τὸ ξένον τῆς ἐλπίδος τοῦ καθήκοντος ἐξίστησι λογισμοῦ· καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν πίστιν ὁμολογήσασα πάλιν ὀλιγοπιστίᾳ χειμάζεται τῇ ὑπερβολῇ τοῦ θαύματος. ἤτοι καὶ ὡς πάνυ τιμῶσα τὸν Χριστὸν, εἶπε τό Ἤδη ὄζει, πρὸς τὸ μὴ ἀηδισθῆναι ἐκ τῆς τοῦ νεκροῦ δυσωδίας· ἢ ὡς αἰσχύνην τοῦτό φησι.

σπεύδουσι γὰρ οἱ τῶν τεθνεώτων οἰκεῖοι, πρὸ τοῦ τὸ σῶμα γενέσθαι δυσῶδες, κατακρύψαι τῇ γῇ, αἰσχυνόμενοι τοὺς ζῶντας καὶ ἀτιμίαν ἡγούμενοι τοῦ κειμένου, τὸ βδελύττεσθαι αὐτὸν παρά τινων. <Λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ Θεοῦ;> Μέγα ἀγαθὸν πίστις, ὅταν ἀπὸ θερμῆς γίνηται διανοίας, καὶ τοσαύτην ἔχει δύναμιν, ὥστε οὐ μόνον ὁ πιστεύων σώζεται, ἀλλὰ γὰρ καὶ ἄλλοι ἄλλων πιστευσάντων ἐσώθησαν, ὡς ὁ ἐν Καπαρναοὺμ χαλασθεὶς παράλυτος διὰ τὴν πίστιν τῶν βασταζόντων αὐτόν· ὡς ὁ Λάζαρος, διὰ τὴν τῆς ἀδελφῆς, πρὸς ἣν ἔφη ὁ Κύριος Ἐὰν πιστεύῃς ὄψει τὴν δόξαν τοῦ Θεοῦ; μονονουχὶ λέγων Ἐπειδὴ Λάζαρος νεκρὸς ὢν πιστεύειν οὐ δύναται, σὺ τοῦ νεκροῦ τὸ λεῖπον τῆς πίστεως ἀναπλήρωσον. διττὸν δὲ τῆς πίστεως τὸ εἶδος· τὸ μὲν, δογματικὸν, συγκατάθεσιν τῆς ψυχῆς ἔχον περὶ τοῦδέ τινος· ὡς τό “Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται·” τὸ δὲ, ἐν χάριτος μέρει παρὰ τοῦ Χριστοῦ δωρούμενον· “Ὧι μὲν ”γὰρ, φησὶ, διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, “ἑτέρῳ δὲ πίστις,” ἥτις οὐ δογματικὴ μονόν ἐστιν, ἀλλὰ καὶ τῶν ὑπὲρ ἄνθρωπον ἐνεργητικὴ, ὡς καὶ “ὄρη μεθιστά- ”νειν.” ἡ μέν τοι Μάρθα ὑπὸ ἀσθενείας λογισμῶν εἰς ἀπιστίαν ἐνέπεσεν. ἀλλ᾽ ὁ Κύριος οὐκ ἐφίησι, λύσιν ὑπενεγκὼν τῷ πάθει ταχεῖαν. χρὴ γάρ φησι πιστεύειν ἀσφαλῶς, ἵνα θεάσηται τὰ παρ᾽ ἐλπίδα.

μέγα γὰρ ἡ διψυχία νόσημα, καὶ ἀποστεροῦν τῶν ἐκ Θεοῦ χαρισμάτων. διὸ ταύτῃ ἐπιτιμήσας, τὸ πάντων ἀνθρώπων διωρθώσατο γένος, ὥστε μὴ ἁλῶναι τοῖς τῆς διψυχίας κακοῖς. φεύγων δὲ τὸ κενόδοξον ὁ Χριστὸς, οὐκ εἶπεν Ὄψει τὴν δόξαν μου, ἀλλὰ τὴν τοῦ Θεοῦ. δόξα δὲ Θεοῦ, τὸ ἐγεῖραι νεκρόν. αὐτὸς οὖν ἄρα ἐστὶν ὁ κατὰ φύσιν Θεὸς, ὁ εἰπών “Ἐγώ εἰμι ἡ ἀνάστασις,” οὗ τὴν δόξαν μετ᾽ οὐ πολὺ θεωρήσειν τὴν γυναῖκά φησιν, ὅταν οἰηθῇ μὴ ψεύδεσθαι τὴν ἀλήθειαν, ὅς ἐστιν ὁ Χριστός· ἦν δὲ αὐτῇ ἐπαγγελθὲν, τὸ ἀναστῆναι τὸν νεκρὸν αὐτῆς ἀδελφόν. καὶ ἡ μὲν Μαρία συνετωτέρα οὖσα, οὐδὲν ἐνδοιαστικὸν φθέγγεται· ἡ δὲ Μάρθα, τῷ τῆς διψυχίας κατείχετο νοσήματι. <Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.> Οἰκονομικῶς μέντοι ὡς ἄνθρωπος λαλεῖ ὁ Χριστὸς χθαμαλῶς, οὐ κατὰ τὴν τῆς θεότητος ὑπεροχήν· καὶ ἀναφέρει τῷ Πατρὶ τὴν χάριν οὐχ ὑπὲρ Λαζάρου μόνον, ἀλλ᾽ ὑπὲρ τῆς πάντων ζωῆς. ἀγαθὸς γὰρ ὢν, ὁμογνώμων ἐστὶ τῷ Πατρὶ ἀνακομίζοντι τὴν ἀνθρώπου φύσιν εἰς τὴν ζωὴν, τὴν εἰς φθορὰν πεσοῦσαν διὰ τῆς παρακοῆς, οὐδεμίαν ἔχων διαφορὰν πρὸς τὴν τοῦ Πατρὸς ἀγαθότητα.

ὥσπερ δὲ καὶ ἡμεῖς διὰ τῶν οἰκείων λογισμῶν ἀναπειθόμεθα εἰς τὸ μὴ ποιῆσαι τὸ δοκηθὲν, οὕτω καὶ ὁ Κύριος, Λόγος ὢν καὶ βουλὴ τοῦ Πατρὸς, φίλον ἡμῖν πεποίηκε τὸν Πατέρα. καὶ οὐ δήπου φαμὲν ὅτι ὀργίζεται τὸ θεῖον, ἀλλ᾽ ὅτι δίκαιος ὢν καὶ ἀγαθὸς, οἶδε τὸν τῇ ἐπιτιμήσει πρέποντα καιρὸν, καὶ τὸν τῇ ἀνέσει. πλὴν εὐχαριστεῖ ὁ Κύριος, καὶ τοῦτο ποιεῖ πρὸς ὑπογραμμὸν ἡμῶν, τιμῶν τὸν Πατέρα. ὅταν δὲ ὁ ἴσος τῷ ἴσῳ εὐχαριστῇ, οὐ ποιεῖ πάντως τοῦτο τῆς οὐσίας ἐλάττωσιν. δι᾽ ὧν δὲ ἐπισημαίνεται ὅτι διὰ τὸν ὄχλον ταῦτα λέγω, μονονουχί φησιν, ὅτι προσπεποίημαι τῆς προσευχῆς τὸ σχῆμα, καὶ οἰκονομικῶς εἶπον εὐχαριστεῖν. ᾔδειν γὰρ ὅτι πάντοτέ μου ἀκούεις. οὐ γάρ ἐστι πρὸς ἑαυτὴν ἀπειθὴς ἡ μία τῆς θεότητος φύσις, ἐπείπερ εἷς ἐστιν ὁ τῆς Τριάδος νοῦς, Πατρὸς Υἱοῦ καὶ Πνεύματος. εἰδὼς οὖν, φησὶν, ὅτι μία ἡμῶν ἡ βούλησις καὶ ἓν τὸ θέλημα, διὰ τὸν ὄχλον ταῦτα ἔφην. ταῦτα δὲ ὁ Χριστὸς λέγει διὰ τοὺς Ἰουδαίους, τῷ Πατρὶ εὐχαριστῶν, ὡσανεὶ δι᾽ αὐτοῦ ἐνεργῶν τὰ θεοπρεπῆ· ἵνα μηκέτι εἴπωσιν ὅτι ἐν Βεελζεβοὺλ ποιεῖ τὰ σημεῖα.

ἀπολογεῖται δὲ καὶ διὰ τὸ σχῆμα τῆς προσευχῆς, ἵνα μὴ σκανδαλισθῶμεν ἡμεῖς, εἰπὼν ὅτι διὰ τὸν ὄχλον τοῦτο ἐποίησα, καὶ τό Σύ με ἀπέστειλας, διὰ τὰς Ἰουδαϊκὰς ὑπονοίας φησίν· ἥκω γὰρ οὐκ ἀπ᾽ ἐμαυτοῦ, ὡς οἱ ψευδοπροφῆται· ἀλλ᾽ εὐδοκίᾳ σῇ καὶ θελήσει, ἐμαυτὸν ἐκένωσα μορφὴν δούλου λαβὼν, ἵνα πᾶσι κατορθώσω τὴν ζωήν. οἰκονομικὸς οὖν τῆς προσευχῆς ὁ τρόπος καὶ σχήματι πρέπων τῷ μετὰ σαρκὸς, οὐχὶ τῇ τῆς θεότητος ὑπεροχῇ καὶ ἀσυγκρίτῳ λαμπρότητι. τὸ γὰρ ὅλως αἰτῆσαι καὶ λαβεῖν, δουλοπρεπὲς ἂν εἴη μᾶλλον, καὶ τῷ βασιλευομένῳ κατειθισμένον. δράσει γεμὴν ἀνεγκλήτως καὶ τοῦτο Χριστός· ὁ γὰρ ἄνθρωπος γενέσθαι καταδεξάμενος, πῶς ἂν ἔτι παραιτήσαιτο τὰ ἀνθρώπινα; <Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε Λάζαρε, δεῦρο ἔξω. καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο.> Ὢ τοῦ θαύματος· τὸν δυσώδη νεκρὸν καὶ μετὰ τετάρτην τῆς τελευτῆς ἡμέραν, ἐκ τῆς θήκης ἐξήγαγε, καὶ τὸν πεπεδημένον καὶ συμπεποδισμένον βαδίζειν ἐκέλευσε. καὶ παραχρῆμα, ὅ τε θάνατος ἐδραπέτευσε, καὶ ὁ νεκρὸς ἔδραμε τῆς σηπεδόνος ἀπαλλαγεὶς, καὶ τὴν ταύτης ἀποθέμενος δυσωδίαν, καὶ τὰς τοῦ θανάτου πύλας διαφυγὼν, καὶ ὑπὸ τῶν δεσμῶν οὐ κωλυόμενος τρέχειν.

καὶ τῷ μὲν καλύμματι τοῦ προσώπου, τὸ βλέπειν ἀφῃρημένος, ἀκωλύτως δὲ πρὸς τὸν καλέσαντα τρέχων, καὶ τὴν δεσποτικὴν ἐπιγινώσκων φωνήν. θεοπρεπὴς γὰρ ὁ λόγος καὶ βασιλικὸν τὸ κέλευσμα, λύσιν ἔχον θανάτου καὶ φθορᾶς ἀνατροπὴν, καὶ τῆς ὑπὲρ λόγον ἐνεργείας ἀπόδειξιν. τὸ γεμὴν διαπρυσίῳ χρῆσθαι κραυγῇ, ξένον παντελῶς καὶ ἀσύνηθες τῷ Σωτῆρι Χριστῷ. καὶ γοῦν ὁ Θεὸς καὶ Πατὴρ περὶ αὐτοῦ που φησίν “Οὐκ ἐρίσει οὐδὲ ”κραυγάσει,” καὶ τὰ ἑξῆς. ἀψοφητὶ γὰρ καὶ θορύβου δίχα παντὸς τὰ τῆς ἀληθοῦς θεότητος ἔργα· τοῦτο δὲ ἦν ἐν Χριστῷ, Θεὸς γὰρ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶ καὶ ἀληθινός. τί οὖν ἄρα φαμὲν, ὅταν ἴδωμεν ἀσυνήθως ἀνακεκραγότα; οὐ γὰρ δήπου κατοιχήσεταί τις εἰς τοῦτο μωρίας, ὡς ἔξω τοῦ πρέποντος ἰέναι ποτὲ λέγειν αὐτὸν, ἢ καὶ ἁμαρτεῖν τοῦ δέοντος. πῶς οὖν ἐνδέχεται; οὐκοῦν ἔχει λόγον ἡ κραυγὴ καὶ πρόφασιν, ἣν ἀναγκαίως ἐροῦμεν, διὰ τὸ τοῖς ἀκροωμένοις χρήσιμον· τύπον ὥσπερ τινὰ τῆς καθόλου τῶν νεκρῶν ἀναστάσεως τὸ ἐπὶ Λαζάρῳ ποιεῖται θαῦμα, καὶ τὸ ἐφ᾽ ἑνὶ πληρούμενον, εἰκόνα τοῦ γενικωτέρου καὶ κατὰ παντὸς ἔστησε καλήν. ὅτι γὰρ ἥξει Κριτὴς, πεπιστεύκαμεν, λογιζόμεθά τε ὅτι κραυγή τις ἔσται διὰ σάλπιγγος, κατὰ τὴν τοῦ Παύλου φωνὴν, διακελευομένη τοῖς ἐν γῇ κειμένοις τὴν ἀνάστασιν, ἐνεργούσης δηλονότι τὸ πρᾶγμα τῆς ἀῤῥήτου δυνάμεως τοῦ πάντα ἰσχύοντος Θεοῦ.

Διὰ γάρ τοι τοῦτο καὶ ὁ νόμος διὰ Μωυσέως, ὅτε τῆς σκηνοπηγίας διετύπου τὴν ἑορτήν· ἑορτάσατε, φησὶν, αὐτὴν, “μνημόσυνον σαλπίγγων.” συμπήγνυσθαι γὰρ μελλόντων ἐσαῦθις τῶν ἀνθρωπίνων σωμάτων, καὶ τὴν ἰδίαν ὥσπερ σκηνὴν παραληψομένης ὅσον οὐδέπω τῆς ἑκάστου ψυχῆς, προαναφωνήσει κέλευσμα τὸ δεσποτικὸν καὶ προηχήσει τὸ τῆς ἀναστάσεως σύνθημα, σάλπιγξ Θεοῦ, κατὰ τὸ εἰρημένον. εἰς τύπον οὖν ταύτης, ἐπὶ Λαζάρῳ μέγα τι καὶ ἐξάκουστον ἐφώνησε Χριστὸς, οὐ σφόδρα τοῦ συνήθους φροντίσας, ἵνα τῶν ἔσεσθαι προσδοκωμένων ἐπιδείξῃ τὸν τύπον. <Λέγει αὐτοῖς ὁ Ἰησοῦς Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.> Χρησίμως οὖν διὰ χειρῶν οἰκείων ἐπέτρεψεν αὐτοῖς λῦσαι αὐτὸν, ἵνα μηδεμίαν ἔχοιεν συκοφαντίας ἀφορμὴν, ἀλλὰ μάρτυρες ὦσι τοῦ θαύματος. καὶ τοῦτο δὲ ἔχει δεῖγμα τῆς καθολικῆς ἀναστάσεως, ὅτε λυομένης τῆς ἁμαρτίας καὶ τῆς τοῦ θανάτου φθορᾶς, ἐλεύθερος ἀφίεται ἕκαστος. πεσόντες γὰρ εἰς ἁμαρτίαν, καθάπερ τι κάλυμμα, τὴν ἐντεῦθεν αἰσχύνην τῷ τῆς ψυχῆς προσώπῳ περιτεθείκαμεν, καὶ τοῖς τοῦ θανάτου κατεδεσμεύθημεν βρόχοις.

ὅταν οὖν ἡμᾶς κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν τῶν ἀπὸ γῆς μνημάτων ἐξοίσει ὁ Χριστὸς, τότε δὴ τότε τῶν ἐν ἀρχῇ ἀπολύσας κακῶν, καὶ περιαιρῶν τρόπον τινα τῆς αἰσχύνης τὸ κάλυμμα, λοιπὸν ἐλευθέρως ἀνεῖσθαι κελεύει, οὐχ ἁμαρτίᾳ τυραννουμένους, οὐχ ὑποκειμένους τῇ φθορᾷ, ἤγουν ἑτέροις τισὶ τοῖς εἰωθόσι κακοῦν, ὡς πληροῦσθαι ἐν ἡμῖν τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον “Καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς ”μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.” Λάμβανε δέ μοι τὸ θαῦμα καὶ ἐπὶ τὰ ἐντός. εἰ γὰρ ὁ νοῦς ἡμῶν ἀποθάνοι Λάζαρος, δεῖ μετὰ ἐξομολογήσεως, ὡς Μάρθαν καὶ Μαρίαν, τὴν ὑλικὴν σάρκα καὶ τὴν σεμνοτέραν ψυχὴν προσελθεῖν τῷ Χριστῷ καὶ παρακαλέσαι· καὶ ὃς ἐπιστὰς, τὴν ἐπικειμένην τῇ μνήμῃ ἀρθῆναι κελεύσει πώρωσιν, καὶ φωνήσει μεγάλῃ φωνῇ τῆς εὐαγγελικῆς σάλπιγγος Δεῦρο ἔξω τῶν τοῦ κόσμου περισπασμῶν, καὶ τὰς σειρὰς λύσει τῶν ἁμαρτιῶν, ὥστε δύνασθαι κινεῖσθαι ἀραρότως πρὸς ἀρετήν. <Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ὃ ἐποίησεν ὁ Ἰησοῦς ἐπίστευσαν εἰς αὐτόν.

τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς Φαρισαίους καὶ εἶπον αὐτοῖς ὃ ἐποίησεν ὁ Ἰησοῦς.> Τῷ παραδόξῳ νικηθέντες πολλοὶ πεπιστεύκασιν· ἕτεροι δὲ τῷ φθόνῳ τρωθέντες, ἀφορμὴν ποιοῦνται τὸ θαῦμα τοῦ δράσαι τὰ τῶν φθονούντων, καὶ τοῖς ἡγουμένοις ἀπήγγειλαν τὸ γεγονὸς, ἵνα κἀκείνων λυπηθέντων ἐφ᾽ οἷς εἰργάσατο ὁ Χριστὸς, σχῶσί τινα παραψυχὴν τῆς ἰδίας λύπης, τῷ καὶ ἄλλους ἔχειν ὁμόφρονας καὶ συγκοινωνοὺς τῆς παράφρονος ταύτης λύπης· καὶ ἵνα αὐτοὶ μὴ ἰσχύοντες βλάψαι τὸν οὐδὲν ἀδικήσαντα, τοὺς δυνατωτέρους κατ᾽ αὐτοῦ ἐρεθίσωσι. <Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον Τί ποιοῦμεν ὅτι ὁ ἄνθρωπος οὗτος σημεῖα πολλὰ ποιεῖ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.> Ἀμέλει καὶ οἱ μὲν Φαρισαῖοι τὸ θαυμάζειν ἀφέντες, ἐπὶ τὸ λυπεῖσθαι τρέπονται, καὶ θανάτου αὐτὸν κρείττονα βλέποντες, ἀποκτεῖναι βουλεύονται, οὐκ ἐννοοῦντες τὴν ἄφατον ἐξουσίαν, ὡς περὶ ἀνθρώπου δὲ ψιλοῦ ἐννοοῦντες, ἐλάλουν Τί ποιοῦμεν ὅτι ὁ ἄνθρωπος οὗτος πολλὰ σημεῖα ποιεῖ; καίτοι δέον ἐκ τούτου μᾶλλον πιστεῦσαι ὅτι αὐτὸς ἦν ὁ Χριστὸς, ὃν ἡ θεόπνευστος γραφὴ ἐν πολλοῖς προανεφώνησεν, ὅτι πολλῶν σημείων ἔσται δημιουργός.

οἱ δὲ καὶ αἰτίαν προφασίζονται, δι᾽ ἧς ἐπειρῶντο πεῖσαι τοὺς ἐλαφροτέρους ἀποκτεῖναι αὐτὸν, καί φασιν Ἐὰν ἐάσωμεν αὐτὸν οὕτως, ἀντὶ τοῦ, ζῶντα καὶ θαυματουργοῦντα, πεισόμεθα πάνδεινα. ἐὰν γὰρ τούτῳ τῷ τὸν νόμον καταλύοντι πιστεύσωσι πολλοὶ, οἰχήσεται λοιπὸν τὰ ἡμέτερα· καὶ λοιπὸν ὡς ἀσθενησάντων Ἰουδαίων εἰς τέλος, ἐπιθήσονται ἡμῖν οἱ Ῥωμαῖοι, καὶ οὐκ ἐάσουσιν ἡμᾶς τοῖς πατρῴοις ἔθεσιν ἀδεῶς χρήσασθαι, οὔτε τοῦ ἰδίου ἄρχειν ἔθνους, οὔτε δικάζειν, αὐτοὶ μᾶλλον δικάζοντες καὶ οὐχ ἡμεῖς ἔτι. <Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὣν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἤμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.> Ἀλλ᾽ ὅπερ ἐλέγομεν, ὅπερ λάθρα ἐμελέτων Ἰουδαῖοι ποιῆσαι, τοῦτο φανερῶς αὐτοῖς ὁ τούτων ἀρχιερεὺς συμβουλεύει ποιεῖν καὶ φονεῦσαι τὸν Χριστὸν, ὡς ὑπὲρ τοῦ ἔθνους τοῦτο λέγων, καίπερ τὸ ἔθνος ἄδικον. πρᾶγμα δὲ ἀληθές φησιν, οὐκ ἐκ τῆς αὐτῶν δυστροπίας κατωρθωμένον, ἀλλ᾽ ἐκ τῆς τοῦ Θεοῦ δυνάμεως καὶ σοφίας.

οἱ μὲν γὰρ ἐπ᾽ ὀλέθρῳ ἰδίῳ τὸν Χριστὸν ἀπέκτειναν, ὁ δὲ “θανατωθεὶς σαρκὶ,” πάντων ἡμῖν γέγονεν αἴτιος τῶν ἀγαθῶν. ἀπώλειαν δὲ τοῦ ἔθνους καλεῖ, τὸ ὑπὸ χεῖρα γενέσθαι τὴν Ῥωμαϊκὴν, καὶ ἀπολέσθαι τὴν τοῦ νόμου σκιάν· ὅπερ ἀνατρέψαι ζητοῦντες, ὑπέμειναν. ἐξ ἀνόμου μὲν οὖν εἶπε γνώμης ὁ Καϊάφας ὃ εἶπεν· ὅμως ὁ λόγος γέγονε πράγματος ἀληθοῦς ἑρμηνευτικὸς, ὡς ἐν τάξει προσενεχθεὶς προφητείας. ὅσων γὰρ γέγονεν αἴτιος ἀγαθῶν ὁ τοῦ Χριστοῦ θάνατος, προαναφωνεῖ λέγων ὃ οὐκ οἶδε, καὶ δοξάζων τὸν Θεὸν ὡς ὁ Βαλαὰμ κατὰ ἀνάγκην, ἐπείπερ ἦν ἔχων τὸ ἱερατικὸν ἀξίωμα, ὡς οὐκ αὐτῷ δοθείσης τῆς προφητείας, ἀλλὰ τῷ τῆς ἱερωσύνης σχήματι· ἤτοι ἐξ ὧν ὕστερον τὰ εἰρημένα γέγονεν ὑπὸ τοῦ Καϊάφα καὶ ἀπέβη οὐ πάντως λαβόντος προφητικὴν χάριν. εἰκὸς γὰρ ὅτι ὃ λαλοῦσί τινες γίνεται· εἰ καὶ μὴ εἰδότες ὅτι πάντως ἔσται, λαλοῦσιν. ὁ μὲν οὖν Καϊάφας ὑπὲρ μόνων Ἰουδαίων ἔλεγεν ἔσεσθαι τὸν Χριστοῦ θάνατον, ὁ δὲ ὑπὲρ πάσης φησὶν αὐτὸν γενέσθαι τῆς ἀνθρωπότητος. γένος μὲν γὰρ καὶ τέκνα Θεοῦ ἅπαντες χρηματίζομεν, καθὸ πάντων ἐστὶ πατὴρ τρόπῳ δημιουργικῷ γεννήσας καὶ ἀγαγὼν ὥσπερ εἰς ὕπαρξιν τὰ οὐκ ὄντα. ἔτι δὲ καὶ ὅτι κατ᾽ εἰκόνα αὐτοῦ ἐτιμήθημεν γεγονότες ἐξ ἀρχῆς, καὶ ἄρχειν λαχόντες τῶν ἐπὶ γῆς, καὶ τῆς θείας ὁμολογίας ἠξιωμένοι, καὶ τῆς ἐν παραδείσῳ διαίτης τε καὶ τρυφῆς ἀπολαύοντες.

ἀλλ᾽ ἐσκόρπισεν ὁ σατανᾶς ἐν ταὐτῷ μεῖναι μὴ συγχωρήσας, καὶ ἀποβουκολήσας πολυτρόπως τῆς εἰς Θεὸν προσεδρείας τὸν ἄνθρωπον. συνεισήγαγε δὲ πάλιν καὶ συνεκόμισε πάντας διὰ τῆς πίστεως ὁ Χριστὸς εἰς μίαν αὐλὴν τὴν Ἐκκλησίαν, καὶ ὑπὸ ζυγὸν ἕνα παρεσκεύασε, πάντων ἓν γεγονότων, Ἰουδαίων, Ἑλλήνων, Βαρβάρων, Σκυθῶν, καὶ “εἰς ἕνα καινὸν ”ἄνθρωπον” ἀναπλαττομένων, καὶ προσκυνούντων ἕνα Θεόν. <Ἀπ᾽ ἐκείνης οὖν τῆς ὥρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.> Εἶχον μὲν γὰρ τὴν ἐπιθυμίαν τῆς κατὰ Χριστοῦ μιαιφονίας· ἀπὸ δὲ τοῦ καιροῦ καθ᾽ ὃν τὸ συνέδριον γέγονεν, ἀρχὴν ὥσπερ ἔλαβε, δημοσιευθείσης τῆς ἁπάντων εἰς τοῦτο συναινέσεως. οὐ γὰρ εἶπεν ὁ Εὐαγγελιστὴς, ὅτι Ἀπ᾽ ἐκείνης τῆς ὥρας ἐβουλεύσαντο ποιῆσαι τὸν φόνον, ἀλλά Συνεβουλεύσαντο, τουτέστιν, ὅπερ τῷ καθ᾽ ἕκαστον ἐδόκει, κοινῇ πᾶσιν ἤρεσεν. <Ὁ οὖν Ἰησοῦς οὐκ ἔτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ᾽ ἀπῆλθεν ἐκεῖθεν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραῒμ λεγομένην πόλιν καὶ ἐκεῖ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ.> Καὶ ἐνταῦθα τοίνυν ὡς Θεὸς τὸ λάθρα δόξαν αὐτοῖς εἰδὼς καὶ μηδενὸς ἀναγγείλαντος εἰς κατάκριμα τῶν Ἰουδαίων ὑποχωρεῖ, οὐ δειλιάσας, ἀλλ᾽ ἵνα μὴ δόξῃ ὁρώμενος ἐρεθίζειν αὐτοὺς, καίπερ φονῶντας.

διδάσκει δὲ καὶ ἡμᾶς ὑπείκειν ταῖς τῶν ὀργιζομένων ἀκμαῖς, καὶ μὴ ἐπιῤῥίπτειν ἑαυτοὺς τοῖς κινδύνοις, μηδ᾽ ἂν ὑπὲρ τῆς ἀληθείας ὦσιν· ἀλλὰ καταλαμβανομένους μὲν ἵστασθαι, μέλλοντας δὲ ἀναδύεσθαι, διὰ τὸ τῆς ἐκβάσεως ἄδηλον. <Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς.> Παρατρέχων ἅπαντα ὁ Εὐαγγελιστὴς ἐπὶ τὸν τοῦ πάθους ἔρχεται καιρόν. Ἰουδαίων δὲ τὸ Πάσχα καλεῖ τὸ τυπικόν· τὸ γὰρ ἀληθινὸν Πάσχα οὐκ Ἰουδαίων, ἀλλὰ Χριστιανῶν τῶν ἐσθιόντων τὴν σάρκα Χριστοῦ τοῦ ἀληθινοῦ ἀμνοῦ. προηγνίζοντο δὲ κατὰ παλαιὸν ἔθος οἱ ἡμαρτηκότες ἑκούσια ἢ ἀκούσια ἁμαρτήματα, καὶ οὐ πᾶς ἐποίει τὸ τυπικὸν πάσχα, οὐκ ἐθνικὸς, οὐκ ἀπερίτμητος, οὐ πάροικος, οὐ μισθωτὸς, οὐ μεμολυσμένος, ἅπερ πάντα πνευματικῶς διὰ Χριστιανῶν γίνεται. <Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἑστηκότες ἐν τῷ ἱερῷ Τί ὑμῖν δοκεῖ; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; ἐδεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῶ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.> Ἀμφίβολος μέντοι ὁ λόγος, πότερον ἀπὸ μισούντων ἢ ἀγαπώντων ἐλέχθη τό Δοκεῖτε ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;

εἰκὸς γὰρ ἦν λέγειν τοὺς εἰς αὐτὸν πιστεύοντας πρὸς τοὺς ἀπίστους οὕτως Ἐπειδὴ ἐβουλεύσασθε φονεῦσαι τὸν Ἰησοῦν, καὶ νομίζετε ὅτι ἀγνοεῖ τὸ λάθρα ὑμῖν ἐσκεμμένον, σημεῖον ἔσται τοῦτο σαφὲς, ὅτι Θεός ἐστιν. οὐ γὰρ δὴ ἥξει νῦν συνεορτάσων ἡμῖν, εἰδὼς τὰ σκέμματα ἡμῶν ὡς Θεός. ἢ οὕτως σχηματιστέον τὸν λόγον ὡς ἀπὸ τῶν μισούντων Ἐπείπερ ἔθος ἀεὶ τῷ Ἰησοῦ παραλύειν τὸν νόμον, θέλετε γνῶναι ὑμεῖς οἱ εἰς αὐτὸν πιστεύοντες, ὅτι τοιοῦτός ἐστιν, ἐξ ὧν οὔτε νῦν εἰς τὴν ἑορτὴν παραγίνεται, ἀθετῶν τὸν τῆς ἑορτῆς νόμον πρὸς τὸ μὴ συνεορτάσαι ἡμῖν; φασὶ δὲ τοῦτο, οὐχ ὅτι ἀνάγκη ἦν πάντας συνδραμεῖν εἰς Ἱερουσαλὴμ ἐν τῷ Πάσχα, ὡς ἐπὶ τῇ σκηνοπηγίᾳ, ἀλλ᾽ ἤτοι δειλίας ἀπόδειξιν ἐμποιοῦνται τὸ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱεροσόλυμα, ὡς μὴ δυναμένου ἑαυτῷ βοηθεῖν ἐν τοιαύτῃ ἡμέρᾳ, καὶ διὰ τοῦτο ἀπολιμπανομένου. ἢ καὶ πρὸς ἑαυτοὺς ταῦτά φασιν οἱ προσταχθέντες αὐτὸν συλλαβεῖν καὶ ὀλιγωροῦντες, ἐπείπερ οὔπω αὐτὸν ἑώρων ἐλθόντα, καὶ ἔσπευδον ταχέως ποιῆσαι τὸ προσταχθέν. <Ὁ οὖν Ἰησοῦς πρὸ ἐξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς ὃν ἤγειρεν ἐκ νεκρῶν.

ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνανακειμένων αὐτῷ.> Καταφρονήσας τῆς τῶν Ἰουδαίων ἐπιβουλῆς ὁ Κύριος, ἑαυτὸν ἑκουσίως πρὸς τὸ παθεῖν ἐκδίδωσιν, ἐπεὶ παρῆν ὁ τοῦ πάθους καιρὸς, εἰς τὴν Βηθανίαν ἐλθὼν, οὐ μὴν εἰς τὴν Ἱερουσαλὴμ, ἵνα μὴ αἰφνιδίως ὀφθεὶς τοῖς Ἰουδαίοις, ἐκκαύσῃ αὐτοὺς εἰς ὀργὴν, ἀλλὰ διὰ τῆς φήμης τοῦ εἶναι αὐτὸν ἐγγὺς, καταστείλῃ τὸ ζέον τοῦ ἐκείνων θυμοῦ. συνεσθίει δὲ τῷ Λαζάρῳ, διὰ τούτου ὑπομιμνήσκων τοὺς ὁρῶντας τῆς θεοπρεποῦς αὐτοῦ ἐξουσίας. δείκνυσι δὲ ὁ Εὐαγγελιστὴς διὰ τοῦ διηγήματος, ὅτι οὐ κατεφρόνει ὁ Χριστὸς τοῦ νόμου· ὅθεν καὶ πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ὅτε ἔδει ἀγορασθῆναι τὸν ἀμνὸν καὶ τηρηθῆναι ἕως τῆς τεσσαρεσκαιδεκάτης, συνέφαγε τοῖς περὶ τὸν Λάζαρον· ἴσως τὴν ἡμέραν τὴν πρὸ τοῦ ληφθῆναι τὸ πρόβατον ἔθους ὄντος τοῖς Ἰουδαίοις ὀλίγον τι πανηγυρίζειν, οὐκ ἐκ νόμου ἀλλ᾽ ἀπὸ συνηθείας, ἵνα μετὰ τὸ παραληφθῆναι τὸ πρόβατον, σχολάσωσι λοιπὸν ἕως τῆς ἑορτῆς, νηστείᾳ, ἤτοι ὀλιγοσιτίᾳ, καὶ ἁγνισμοῖς. φαίνεται οὖν ὁ Κύριος τιμήσας καὶ ἐν τούτῳ τὰ τῆς ἑορτῆς ἔθη. καταπληττόμενος δὲ ὁ Εὐαγγελιστής φησιν, ὅτι ὁ τετραήμερος νεκρὸς συνήσθιε τῷ Χριστῷ, εἰς ὑπόμνησιν τῆς θεοπρεποῦς αὐτοῦ ἐξουσίας. εἰσάγει δὲ ἐξ ἀγάπης τῆς εἰς Χριστὸν, τὴν Μάρθαν διακονοῦσαν, καὶ τοῖς τῆς τραπέζης ὑπηρετοῦσαν πόνοις.