Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἱερεμίαν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η κλήση των εθνών και η τιμωρία της αποστασίας

Αντιπαραβάλλεται η κοσμική σοφία με την αληθινή φρόνηση, τονίζεται η σωτηρία των εθνών διά του ευαγγελικού κηρύγματος και εξετάζεται η επιστροφή των Ιουδαίων στον νομικό ζυγό απέναντι στη θεία κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 3

Οὐχὶ ὁρᾷς τί αὐτοὶ ποιοῦσι ἐν ταῖς πόλεσιν Ἰούδα; Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ κτίσει τὸ σέβας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύσαντες, αὐτοὶ ταῖς ἰδίαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας. ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. <ᾘσχύνθησαν σοφοί.> Σοφοὺς ἔοικεν ἐν τούτοις ὑποδηλοῦν τοὺς τῶν Ἑλλήνων λογάδας, ποιητάς τε καὶ συγγραφέας· οἳ γλῶτταν μὲν ἔχουσιν εὐφυᾶ καὶ περιειργασμένην, καὶ ταῖς τῶν λόγων κομψείαις ἐξησκημένην εἰς τὸ ἐπίχαρι, φρονήσεως δὲ τῆς ἀληθοῦς ἀμέτοχοι τὴν καρδίαν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν,» καὶ ἑξῆς. Οὐκοῦν σοφοὶ μὲν, τό γε ἧκον εἰς φωνὴν καὶ γλῶτταν, ἄσοφοι δὲ εἰς τὴν καρδίαν.

Ἡ δὲ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι, κατὰ τὸ γεγραμμένον. <Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει.> Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀνθρώπου ψυχὴν τὸ ἀποφοιτῆσαι Θεοῦ καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ᾽ αὐτοῦ χάριτος καὶ ἐπικουρίας. Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. <Πρὸς σὲ ἔθνη.> Εἰ γὰρ καὶ γεγόνασιν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ᾽ οὖν σώζονται καὶ δοξάζονται παρὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων γεγόνασιν οἱ ἀθλοφόροι μάρτυρες, ὧν τῆς εὐκλείας ἡ φαιδρότης ὅλην ἀστράπτει τὴν ὑπ᾽ οὐρανόν. <Καὶ ἔσται ὡς τὸ ξύλον.> Οὐ γὰρ ἐπὶ πλούτῳ μέγα φρονεῖ, οὔτε μὴν διακένων δοξαρίων ἐκτὸς γεγονὼς τὴν ὀσφὺν ὑψηλήν (sic)· εἰκαιότητος γὰρ ταῦτα, καὶ ἕτερον οὐδέν. Καὶ γάρ ἐστιν ἀσφαλὲς ἐνέχυρον εἰς σωτηρίαν, τὸ ἐπὶ Θεῷ πεποιθέναι τῷ πάντα ἰσχύοντι· τὸ δὲ ἐφ᾽ ἑτέροις τισι ποιεῖσθαι τὴν ἐλπίδα, μάταιον καὶ ἀνωφελές. <Ἰδοὺ ὡς ὁ πηλός.> Μεταπλάττει γὰρ εὐκόλως ἐφ᾽ ᾧπερ ἂν ἕλοιτο τὸ παρ᾽ αὐτοῦ γεγονός. <Οὐκ ἰδοὺ οἱ λόγοι; κ.τ.λ.> Πῦρ ὀνομάζει τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἢ καὶ αὐτὴν τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, ὃ καὶ πυρὶ παρεικάζεται. Καὶ γοῦν ὁ πάνσοφος Ἰωάννης ὁ Βαπτιστὴς περὶ αὐτοῦ τε καὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ οὕτω φησίν· <Ἐγὼ ὑμᾶς ὕδατι βαπτίζω εἰς μετανοίαν, κ.τ.

λ.> Ὀρθῶς οὖν ἔφη ὁ Χριστός· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; <Καὶ ὑπεστρέψατε Ὁρᾷς ὅπως οὐκ ἀνέχεται τῶν τύπων ἀθετουμένων, μᾶλλον δὲ αὐτῆς τῆς ἀληθείας ἐξυβρισμένης ὡς ἐν σκιαῖς ἔτι; Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον.

Τοὺς δὲ ἀνεθέντας ἅπαξ ἀνόπιν ἕλκοντες Ἰουδαῖοι, καὶ τοῖς τῆς δουλείας αὖθις ὑποφέροντες ζυγοῖς, τὸ ἀμεταμέλητον οὐ τετηρήκασι· προσκεκρούκασί τε διὰ τοῦτο, τοῦ μυστηρίου τὴν δύναμιν ἀτιμάζοντες, εἰ καὶ ἦν ἐν τύποις ἔτι. Δικαιούμεθα δὲ ὅτι δωρεὰν διὰ χάριτος τῆς ἐν Χριστῷ ζωῆς ἀντάλλαγμα προσενεγκόντες οὐδὲν, ἀλλ᾽ οὐδὲ τὴν τῆς ἐλευθερίας ἐκπριάμενοι δόξαν, ἡμερότητι δὲ καὶ φιλανθρωπίᾳ Δεσποτικῇ τὸ χρῆμα κερδαίνοντες. <Ἐὰν ὑμεῖς δῶτε, κ.τ.λ.> Ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃ τοι λελυπημένοι μετὰ τὴν τῶν Ἱεροσολύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατ᾽ αὐτῶν, καὶ ἀμογητὶ νενικήκασιν. <Τοῦ ἐπιστρέψαι, κ.τ.λ.> Ὅταν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα· ἀλλ᾽ ἐνθάπερ ἂν εἴη τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. <Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμών.