Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Λουκᾶν (ἐν ταῖς σειραῖς)

Κύριλλος Ἀλεξανδρείας

Η αποστολή των Δώδεκα, η Μεταμόρφωση και η προετοιμασία για το Πάθος

Ο πολλαπλασιασμός των άρτων, η ομολογία του Πέτρου, η Μεταμόρφωση του Σωτήρος, η θεραπεία του σεληνιαζομένου νέου, οι προρρήσεις του πάθους και οι όροι της ακολουθίας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 22

ΚΕΦΑΛ. Θʹ. <Ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν.> (A f. 132, B f. 88, C f. 125 b, D f. 34 b) Ἀληθὲς εἰπεῖν, ὅτι πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεής. Τοὺς γάρ τοι τὴν πάναγνον καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς παρ᾽ ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς τῶν κατωρθωμένων ἁγιοπρεπῶς χαρίζεται τὴν ἀντέκτισιν, καὶ δόξης αὐτοὺς τῆς ἰδίας καθίστησι κοινωνούς. Δέχου τοῦ πράγματος ἀπόδειξιν σαφῆ τε καὶ ἐναργῆ, τοὺς ἁγίους ἀποστόλους.

Ὅρα γεγονότας ἐκπρεπεστάτους, καὶ τῇ ὑπὲρ ἄνθρωπον δόξῃ κατεστεμμένους, νέμοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ· «Δέδωκε γὰρ αὐτοῖς, φησὶ, δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν.» Ἀλλ᾽ ὅρα πάλιν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων, τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων οἷς ἂν βούληται τὴν ἐξουσίαν, καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους, καὶ μόνου Θεοῦ· ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ δόξα οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. Ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις ἀποστόλοις ἐκνεμηθεῖσα χάρις· ἐπέκεινα δὲ παντὸς ἐπαίνου καὶ θαύματος, ἡ τοῦ νέμοντος ἀφθονία· τὴν ἑαυτοῦ γὰρ αὐτοῖς, ὡς ἔφην, χαρίζεται δόξαν. Ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν, τὴν τοῦ διαβόλου φημὶ, καταστρέφει. Καί τοι λέγοντός ποτε· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι.» Ἐσφάλλετο δὲ τῆς ἀληθείας, καὶ διημάρτηκε τῆς ἐλπίδος, ὁ σοβαρὸς καὶ θρασὺς, καὶ τῆς ἁπάντων ἀσθενείας κατακαυχώμενος.

Ἀντέταξε γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων Κύριος. Καὶ τοῦτο ἦν ἄρα τὸ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν προκεκηρύγμενον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὡς «ἐξαίφνης ἀναστήσονται οἳ δάκνονται αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς.» Μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῇ δόξῃ, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτόν.

Εἶτα πόθεν εἰς ἀνθρώπους ἡ λαμπρὰ καὶ διαβόητος οὕτω κατενήνεκται χάρις, πολυπραγμονῶμεν, εἰ δοκεῖ. Οὐκοῦν ἐστεφάνωσε τῇ τοιᾷδε τιμῇ τὴν ἀνθρώπου φύσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, γενόμενος ἄνθρωπος, καὶ τῆς ἰδίας ὑπεροχῆς κατ᾽ οὐδένα τρόπον ἐκβεβηκὼς, ἐνήργηκε τὰ θεοπρεπῆ, συνέτριψε τὸν Σατανᾶν ῥήματι τῷ πανσθενεστάτῳ, ἐπετίμησε πνεύμασι πονηροῖς. Αὕτη γέγονεν ὁδὸς τοῦ δύνασθαι πονηροῖς ἐπιπλήττειν πνεύμασι, τοὺς ἐπὶ τῆς γῆς.—(A f. 132 b) Τί δὲ ἆρά γε εἰκῆ τοιούτους ἀπέφηνε τοὺς ἀποστόλους, καὶ ἐπ᾽ οὐδενὶ τῶν ἀναγκαίων ἐκπρεπεστάτους; Καί τοι πῶς τοῦτό ἐστιν ἀληθές; Ἔδει γὰρ, ἔδει τῶν ἱερῶν κηρυγμάτων διακόνους ἐπιδεδειγμένους κατορθοῦν δύνασθαι τὰ παράδοξα, καὶ δι᾽ αὐτῶν πιστεύεσθαι τῶν ἐκτελεσμάτων ὅτι τέ εἰσι Θεοῦ διάκονοι, καὶ μεσῖται τῆς ὑπ᾽ οὐρανὸν, καλοῦντες ἅπαντας εἰς διαλλαγὴν καὶ εἰς τὴν ἐν πίστει δικαίωσιν. Τοῖς μὲν γὰρ νουνεχεστέροις, ἀπόχρη καὶ λόγος ἔσθ᾽ ὅτε πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· τοῖς γε μὴν οὐχ ἑτοίμως ἔχουσιν εἰς παραδοχὴν ὧν ἄν τις λέγοι, δεῖ δὴ θαυμάτων καὶ τερατουργίας. Καλοῦνται γὰρ οὕτω μόλις πρὸς τὴν ἀλήθειαν. <Εἶπε πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν.> (A f. 133, D f. 34 b) Οὕτω δὴ τοὺς ἁγίους ἀποστόλους κατακοσμήσας, ἰέναι προστέταχεν ἐπὶ τὸ χρῆναι λαλεῖν τοῖς ἁπανταχόσε γῆς τὸ αὐτοῦ μυστήριον.

Ταύτῃ τοι καὶ εὐζωνοτάτους εἶναι κελεύει, καὶ μερίμνης ἁπάσης κοσμικῆς ἀπαλλάττεσθαι βούλεται, ὡς μηδὲ αὐτῆς τῆς ἀναγκαίας τροφῆς καὶ ἀπαραιτήτου ποιεῖσθαί τινα λόγον. Κόσμον γὰρ αὐτοῖς, καὶ οἷόν τινα στέφανον ἔσεσθαί φησι, τὸ κεκτῆσθαι μηδέν· μήτε μὴν ἐπικομίζεσθαί τι παράπαν, μὴ ῥάβδον, μὴ πήραν, μὴ ἄρτον, μὴ ἀργύριον, μὴ χιτῶνας δύο· μονονουχὶ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγων· «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.» Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ αὐτὸς ἔφη Χριστός· «Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» Ἵνα τοίνυν μονοειδῆ καὶ μονότροπον ἔχωσι τὴν ζωὴν, εἰς μόνον ὁρῶντες τὸ χρῆναι μυσταγωγεῖν, μηδένα προστέταχε ποιεῖσθαι λόγον ἢ ἀμφίων ἢ τροφῆς. Ἀλλὰ φαίη τις ἄν· Καὶ πόθεν αὐτοῖς προσγένοιτο τῶν ἀπαραιτήτως ζητουμένων ὁ πόρος; Διαδείκνυσι καὶ τοῦτο εὐθὺς λέγων· <Καὶ εἰς ἣν οἰκίαν εἰσέλθητε, κ.τ.λ.> (A f. 133, B f. 88 b, D f. 34 b) Ἀρκέσει, φησὶν, ὁ παρὰ τῶν μυσταγωγουμένων καρπός· ἐκεῖνοι παρ᾽ ὑμῶν τὰ πνευματικὰ λαμβάνοντες, τῶν σωματικῶν ποιήσονται πρόνοιαν. Ἐν οἰκίᾳ δὲ μιᾷ μένειν τε αὐτοὺς προστέταχε καὶ [μὴ] ἀπ᾽ αὐτῆς ἐξέρχεσθαι· ὥστε μήτε τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δόξαν λαβεῖν γαστριμαργίας καὶ εὐκολίας.

Ἔδει γὰρ μήτε τοὺς ἅπαξ λαβόντας ἀποστερεῖσθαι τῆς δωρεᾶς, μήτε μὴν αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ἐγκοπήν τινα δοῦναι ταῖς εἰς τὸ θεῖον κήρυγμα σπουδαῖς τε καὶ προθυμίαις, ἑλκομένους παρὰ πολλῶν, οὐχ ἵνα τι τῶν ἀναγκαίων ἔσθ᾽ ὅτε μανθάνωσιν, ἀλλ᾽ ἵνα τράπεζαν αὐτοῖς παραθεῖεν ἁβρὰν, καὶ πέρα τῆς χρείας. Ὅτι δὲ οὐκ ἄμισθον τὸ τιμᾷν ἁγίους, ἐκ τῶν τοῦ Σωτῆρος εἰσόμεθα λόγων. Ἔφη γὰρ πρὸς τοὺς μαθητάς· «Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται καὶ τὸν ἀποστείλαντά με.» Οἰκονομικῶς, καὶ εἰς ἴδιον πρόσωπον τὰς εἰς τοὺς ἁγίους ἀναφέρει τιμὰς, ἵνα πανταχόθεν αὐτοῖς ὑπάρχῃ τὸ ἀσφαλές. Καὶ εἴπερ ἐστὶν ἐν παντὶ καλῷ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ δεχόμενος αὐτοὺς, πῶς οὐ πάντη τε καὶ πάντως, καὶ ἔμπαλιν, ἀληθές; Ἀθλιότητος γὰρ τῆς ἐσχάτης ἐπίμεστος ἂν γένοιτό τις, τὸ χρῆναι τιμᾷν τοὺς ἁγίους, οὐδενὸς ἀξιώσας λόγου. Διὰ τοῦτό φησιν· «Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶ τὸν κονιορτὸν τῶν ποδῶν ἐκτινάξατε ἐπ᾽ αὐτούς.» Δεῖ γὰρ παρὰ τῶν μὴ δεξαμένων αὐτοὺς, μήτε μὴν ἀνασχομένων τῶν ἱερῶν κηρυγμάτων, μηδὲν τὸ παράπαν ἐθελῆσαι λαβεῖν.

Ἀπίθανον γὰρ κομιδῆ τοὺς ἀτιμάζοντας τὸ σωτήριον κήρυγμα καὶ τὸν οἰκοδεσπότην, περὶ τοὺς οἰκέτας ὁρᾶσθαι χρηστοὺς, ἢ τὰς παρ᾽ αὐτῶν εὐλογίας ζητεῖν <Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ.> (A f. 134 b) Οἱ μὲν δαιμονίων ζητοῦντες ἀπαλλαγὴν, οἱ δὲ καὶ ἀῤῥωστημάτων ἀπόθεσιν ἦσαν, οἱ καὶ τῆς παρ᾽ αὐτοῦ μυσταγωγίας γλιχόμενοι, προσεδρεύοντές τε καὶ μάλα εὐτόνως. <Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, κ.τ.λ.> (A f. 134 b, C. f. 126) Κλινούσης τῆς ἡμέρας, καὶ ὅσον οὐδέπω προσδοκωμένης ἔσεσθαι τῆς ἑσπέρας, προενόουν τῶν ὄχλων οἱ μαθηταὶ, καὶ δὴ καὶ προσῄεσαν, τὰς ὑπὲρ αὐτῶν παρακλήσεις προσάγοντες.

Καὶ τί, τὸ Ἀπόλυσον ἐστιν, ἐξετάσωμεν ἀκριβῶς· οἱ μὲν ὡς ἔφην τῶν ἑπομένων αὐτῷ, πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς, ἀπαλλάττεσθαι παρεκάλουν· οἱ δὲ καὶ ἑτέρων ἀῤῥωστημάτων ἐζήτουν ἔκθεσιν. Ὡς οὖν εἰδότες μαθηταὶ ὅτι κατανεύσας μόνον, ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ Ἀπόλυσον αὐτοὺς, φασί· καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστήμην, καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. Πλὴν ὅρα τὴν ἀπαράβλητον ἡμερότητα τοῦ παρακαλουμένου. Οὐ γὰρ μόνον ἐκεῖνα δίδωσιν, ἅπερ ἂν αἰτῶσιν ὑπάρξαι παρ᾽ αὐτοῦ τοῖς ἀκολουθοῦσιν αὐτῷ, ἀλλὰ γὰρ προστίθησιν αὐτοῖς τὰ ἐκ τῆς φιλοτίμου δεξιᾶς, τοὺς ἀγαπῶντας αὐτὸν διὰ τρόπου παντὸς ἀνακτώμενος καὶ τρέφων εἰς εὐανδρίαν δηλονότι πνευματικήν· ἐκέλευε γὰρ καὶ διανέμειν αὐτοῖς τροφάς. Ἀλλ᾽ ἦν ἄπορον τὸ χρῆμα τοῖς μαθηταῖς· ἐπεκομίζοντο γὰρ οὐδὲν, πλὴν ἄρτων πέντε καὶ ἰχθύων δύο· καὶ ἀπήγγελλον τοῦτο προσιόντες αὐτῷ.—(B f. 90) Ἴνα δὲ καὶ ἔτι μεῖζον εἰς ὕψος τὸ θαῦμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει, διὰ τρόπου παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ· βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. Ἕδρα δὲ καὶ τοῦτο δι᾽ ἡμᾶς, οἰκονομικῶς· ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐδοκία.

Ἵνα δὲ μάθωμεν ὅτι τραπέζης ἀρχόμενοι, καὶ μέλλοντες ἄρτον διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν, ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ᾽ αὐτὸν καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς.—(B f. 90 b) Εἶτα ὅποι ποτὲ προέβη τὸ θαῦμα; Κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας, χωρὶς γυναικῶν καὶ παιδίων. Τοῦτο γὰρ ἕτερός τις τῶν ἁγίων εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσεπήνεγκε λόγοις.

Καὶ οὐ μέχρι τούτου τὸ παράδοξον· ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα. Καὶ τί τὸ ἐντεῦθεν; Πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα, πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτισιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. Ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον. Ἀλλ᾽ ἰδοὺ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως, οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν. Τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ. <Ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;> (A f. 135 b) Πρῶτον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν, τί τὸ κεκληκὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπὶ τοῦτο δραμεῖν, καὶ προτεῖναι τοῖς ἁγίοις ἀποστόλοις τὴν πεῦσιν, ἤγουν τὴν ἐρώτησιν. Οὐδὲν γὰρ ἔξω τοῦ καιροῦ καὶ τοῦ καθήκοντος λόγου, καὶ λαλεῖ καὶ ἐργάζεται. Τί οὖν ἆρα φαμέν; Ἔθρεψεν ἐν ἐρήμῳ τοὺς ὄχλους οὐκ εὐαριθμήτους ὄντας ἄρτοις πέντε, συνδιαθρύψας ἰχθύδια δύο· πεπλεόνακε δὲ οὔτως τὰ ἐκ μηδενὸς, ὥστε καὶ κλασμάτων ληφθῆναι κοφίνους δώδεκα.

Κατεπλήττοντο τοίνυν ὁμοῦ τοῖς ὄχλοις οἱ μακάριοι μαθηταὶ καὶ Θεὸν ὄντα καὶ Θεοῦ Υἱὸν κατὰ ἀλήθειαν, δι᾽ αὐτῶν τεθέανται τῶν κατωρθωμένων.

Εἶτα τῶν ὄχλων ἀποφοιτήσας, καὶ γεγονὼς καταμόνας, εἰς προσευχὰς συνετείνετο, τύπον ἡμῖν ἑαυτὸν καὶ κατὰ τοῦτο τιθεὶς, μᾶλλον δὲ διδασκαλικῶν μαθημάτων εὐτεχνίαν διδάσκων τοὺς μαθητάς. Δεῖ γὰρ, οἶμαι, τοὺς λαῶν προεστηκότας, καὶ καθηγεῖσθαι λαχόντας τῶν αὐτοῦ θρεμμάτων, ἐν πράγμασιν ἀναγκαίοις εἶναι διὰ παντὸς, κἀκεῖνα δρῶντας ὁρᾶσθαι, τὰ ἐφ᾽ οἷς ἥδηται Θεός. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Παῦλος· «Ἀδιαλείπτως προσεύχεσθε,» φησίν. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Σωτὴρ καὶ Κύριος, τύπον ἑαυτὸν, ὡς ἔφην, πολιτείας ἁγιοπρεποῦς ἐποιεῖτο τοῖς μαθηταῖς, καταμόνας προσευχόμενος μετὰ μόνων αὐτῶν. Ἀλλ᾽ ἦν εἰκὸς θορυβεῖν τὸ πρᾶγμα τοὺς μαθητάς· ἑώρων γὰρ ἀνθρωπίνως εὐχόμενον, ὃν χθὲς τεθέανται θαυματουργοῦντα θεοπρεπῶς· οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, ἐκεῖνό που τάχα πρὸς ἑαυτοὺς εἰπεῖν, τίνα τοῦτον εἶναι νομίσομεν; ἆρα Θεὸν, ἢ ἄνθρωπον, καὶ ὡς ἕνα τῶν καθ᾽ ἡμᾶς ἤγουν τῶν ἁγίων προφητῶν; Θαυματουργεῖ μὲν γὰρ, ὡς Θεὸς, ἔστι δὲ ἀνάρμοστον αὐτῷ κατὰ φύσιν Θεῷ τὸ προσεύχεσθαι. Τίνος γὰρ ὅλως δεῖται Θεός; Ἵνα τοίνυν τὸν τῶν τοιούτων ἐννοιῶν ἀποσοβήσῃ θόρυβον, ποιεῖται τὴν πεῦσιν· οὐδὲν μὲν ἠγνοηκὼς τῶν περὶ αὐτοῦ θρυλλουμένων παρά γε τοῖς ἔξω· ἀποφέρων δὲ μᾶλλον τῆς τῶν πολλῶν ὑπονοίας, καὶ ὀρθὴν αὐτοῖς τὴν πίστιν ἐμφυτεῦσαι θέλων. «

Τίνα δὴ οὖν, φησὶν, οἱ ὄχλοι με λέγουσιν εἶναι;»— (B f. 91, C f. 126 b) Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές;

Οὐκ εὐθὺς εἶπεν· «Ὑμεῖς τίνα με λέγετε εἶναι;» Ἀποφέρει δὲ μᾶλλον, ἐπὶ τὸν τῶν ἔξω θρύλλον· ἵν᾽ ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. Εἰπόντων γὰρ τῶν μαθητῶν τὴν τοῦ ὄχλου δόξαν, ἔφη αὐτοῖς· «Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὢ πῶς ἐξαίρετον τὸ, ὑμεῖς! Ἔξω τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν. Ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ παρ᾽ ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, »τίνα με εἶναί φατε;» Προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τὰς φιλοθέους ἐρεύγεται φωνάς· ἀκριβῆ δὲ τῆς εἰς αὐτὸν πίστεως ὁμολογίαν ἐκφέρει, λέγων, Τὸν Χριστὸν τοῦ Θεοῦ. Ἀσφαλὴς ὁ μαθητής· οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι, τοῦ Θεοῦ τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ, ὡς ἀπό γε τοῦ κεχρῖσθαι παρὰ Θεοῦ, κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι᾽ αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ χριστοῦ κλῆσιν ἐσχήκαμεν. Εἴρηται γοῦν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἀρχαιοτέρων· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.»

Ἡμῶν δὲ πέρι διὰ φωνῆς Ἀββακούμ· «Ἐξῆλθες εἰς σωτήριαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου.» Οὐκοῦν πλεῖστοι μὲν οἱ χριστοὶ, κέκληνται δὲ οὕτως ἐπὶ τοῦ πράγματος· εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρός· οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν, καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ᾽ ἑτέρου τινός· ἀλλ᾽ ὡς αὐτοῦ καὶ μόνου, ἴδιον ἔχοντος Πατέρα, τὸν ἐν τοῖς οὐρανοῖς. Δῆλον οὖν ἐστιν ὅτι τῆς ἑτέρων πληθύος ὑπεξαίρων αὐτὸν, προσνενέμηκε τῷ Πατρὶ, ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἐλλάμψας ἐξαιρέτως ὁ μονογενὴς αὐτοῦ Λόγος, γέγονε σὰρξ, κατὰ τὸ γεγραμμένον· ἐκεῖνό γε μὴν ἀναγκαῖον εἰδέναι· ἐν γὰρ τῇ τοῦ Ματθαίου συγγραφῇ, τὸν μακάριον μαθητὴν εὑρήσομεν εἰπόντα· «Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἐπιτεμὼν δὲ ὥσπερ τὴν οἰκονομίαν ὁ σοφώτατος Λουκᾶς, συμφέρεται μὲν κατὰ τὰς ἐννοίας, βραχυλογήσας δέ φησι, εἰπεῖν αὐτὸν τὸν Χριστὸν τοῦ Θεοῦ· ἀλλ᾽ ἐνταῦθα μὲν ὁ παρὰ τοῦ Σωτῆρος γεγονὼς πρὸς αὐτὸν, σεσίγηται λόγος. Ἐν δὲ τῷ Ματθαίῳ πάλιν εἰπόντα σαφῶς εὑρήσομεν· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Ἐστὶν οὖν ὁμολογουμένως θεοδίδακτος ὁ μαθητὴς, εἰς ἐπίγνωσιν αὐτὸν τοῦ κατὰ Χριστὸν μυστηρίου ποδηγήσαντος αὐτοῦ τοῦ Πατρός.

Σημειωτέον δὲ ὡς ἕνα τὸν Χριστὸν ὡμολόγει ὁ σοφώτατος Πέτρος, διὰ τοὺς εἰς δύο τέμνειν τολμῶντας Χριστοὺς τὸν Ἐμμανουήλ. Οὐ γὰρ ἤρετο αὐτοὺς λέγων· Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ «Τὸν Υἱὸν τοῦ ἀνθρώπου·» καὶ τοῦτον ὁ Πέτρος ὡμολόγει εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ.

Πῶς δὲ ἀξιοθαύμαστος ἡ ὁμολογία Πέτρου, εἰ μηδὲν ἔχοι τὸ βαθὺ καὶ κεκρυμμένον, καὶ οἷον ἄποπτον τοῖς πολλοῖς; Τί γὰρ ὅλως ἀπεκάλυψεν αὐτῷ ὁ Θεὸς καὶ Πατήρ; Ὅτι ἄνθρωπός ἐστι; Τοῦτο θεοδίδακτόν ἐστιν μυστήριον; Ἐπὶ τούτῳ τεθαύμασται, καὶ τῶν οὕτως ἐξαιρέτων ἠξιώθη γερῶν; Ἤκουσε γάρ· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» Ἀλλὰ τεθαύμασται, καὶ σφόδρα δικαίως. Διὰ ποίαν αἰτίαν; Ὃν γὰρ τεθέαται ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, τοῦτον πεπίστευκεν εἶναι τὸν Χριστὸν τοῦ Πατρὸς, τουτέστι σαρκωθέντα καὶ ἐνανθρωπήσαντα τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον. <Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο.> (A f. 136 b) Ὁμολογήσαντος τὴν πίστιν τοῦ μαθητοῦ, ἐπετίμησεν αὐτοῖς ὁ Κύριος, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καί τοι πῶς μᾶλλον ἔδει τοὺς μαθητὰς τοῖς ἁπανταχόσε κηρύττειν αὐτόν· Τοῦτο γὰρ ἦν ἔργον τῶν παρ᾽ αὐτοῦ προκεχειρισμένων εἰς ἀποστολήν· ἀλλ᾽ ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, καιρὸς παντὶ πράγματι· ἔδει τοῖς παρ᾽ ἑαυτοῦ κηρύγμασι ἀκολουθῆσαι τὰ λείποντα τοῖς ἤδη προτετελεσμένοις· τοῦτο δὲ ἦν ὁ σταυρὸς, τὸ πάθος, ὁ κατὰ σάρκα θάνατος, ἡ ἐκ νεκρῶν ἀνάστασις· τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον, δι᾽ οὗ μεμαρτύρηται Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Ἐμμανουήλ.

Τὸ γὰρ ὅλως καταργῆσαι θάνατον, καὶ ἀνατρέψαι τὴν φθορὰν καὶ σκυλεῦσαι τὸν ᾅδην, καὶ καταλῦσαι τοῦ διαβόλου τὴν τυραννίδα, καὶ ἐκ μέσου ποιῆσαι τὴν ἁμαρτίαν, καὶ ἀνοῖξαι τοῖς ἐπὶ γῆς τὰς ἄνω πύλας, καὶ συνάψαι τὴν γῆν οὐρανῷ, Θεὸν ὄντα κατὰ ἀλήθειαν ἀπέφηνεν αὐτόν. Οὐκοῦν ἐν καιρῷ κελεύει σιγῆσαι τὸ μυστήριον, ἄχρις ἂν ὁ σύμπας τῆς οἰκονομίας λόγος, εἰς τὸ αὐτῷ πρέπον ἐξέλθῃ πέρας· τότε γὰρ ἐγηγερμένος ἐκ νεκρῶν, ἀπογυμνοῦσθαι τοῖς ἁπανταχόσε γῆς προστέταχε τὸ μυστήριον, προθεὶς ἅπασι τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος κάθαρσιν· ἔφη γάρ· «Ἐδόθη μοι πᾶσα ἐξουσία, ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας.» Μεθ᾽ ἡμῶν γάρ ἐστιν καὶ ἐν ἡμῖν διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ταῖς ἁπάντων ψυχαῖς ἐναυλίζεται Κύριος. <Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με, κ.τ.λ.> (B f. 92) Πολλὰ κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. Πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰσχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ᾽ ἂν γένοιτο ἴσον εἰς εὐθυμίας δύναμιν;

Εἰ γὰρ ἐπαισχύνεταί τινας ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ γέρα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; Εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρεπείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῇ καθ᾽ ἡμᾶς, ἀλλ᾽ ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορούντων ἀγγέλων. Οὐκοῦν παγχάλεπον καὶ ὀλέθρου μεστὸν τὸ καταγνωσθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοιτήσαντος ἄνωθεν τοῦ κριτοῦ, καὶ ἀγγελικῶν ταγμάτων περιεστηκότων. Μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον, καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς. Ἐπαινεθήσονται γὰρ οἱ τοιοῦτοι, Χριστοῦ λέγοντος· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. <Λέγω δὲ ὑμῖν· εἰσί τινες τῶν ὦδε ἑστηκότων, κ.τ.λ.> (B f. 92, C f. 127, F f. 811 b) Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν ἀνθρωπίναις ἀσθενείαις περιπεσεῖν, καί τι τοιοῦτον περὶ αὐτοῦ ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυτόν;

ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὐρήσει πάλιν αὐτήν· τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας; Ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν, τῆς ἐσομένης αὐτῆς εὐκλείας ἐπιθυμίαν ἐντεκών φησι· »Λέγω δὲ ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων,» καὶ τὰ ἑξῆς. Βασιλείαν δὲ Θεοῦ αὐτὴν τὴν θέαν λέγει τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται, καθ᾽ ὃν καιρὸν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ, καὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἐν σμικροπρεπείᾳ τῇ καθ᾽ ἡμᾶς· ταῦτα ὑποσχόμενος ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς αὐτῶν τοὺς ἀπολέκτους ἔχων.— (E f. 344) Δεικνὺς ὅτι χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ᾽ ὁ τῶν γηΐνων κατεπαρθεὶς καὶ ὑπεράνω πάντων τῶν κατὰ σῶμα γενόμενος, καὶ ἔξω φροντίδων βιωτικῶν κατ᾽ ἰδίαν ἐν ἡσυχίᾳ καταστὰς, καὶ τῆς τῶν παθῶν ὑψηλότερος καταδυναστείας χρηματίσας. Εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν. Εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν, φησὶν, ἐν Ἱερουσαλὴμ, τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ ἐπὶ τοῦ σταυροῦ σωτήριον πάθος.

Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωϋσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό· οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καὶ τῆς πάντων ἕνεκεν σωτηρίας οὐ παραιτήσεται τὸν ἐπὶ ξύλου θάνατον. Οὐκοῦν ἡ Μωϋσέως καὶ Ἠλιοῦ παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν, εὖ μάλα δεικνῦσα, δορυφορούμενον μὲν ὑπὸ νόμου καὶ προφητῶν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν Δεσπότην, προδειχθέντα δὲ παρ᾽ αὐτῶν, δι᾽ ὧν ἀλλήλοις συνῳδὰ προεκήρυττον. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου καὶ τῶν προφητῶν· καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀλλήλοις προσλαλεῖν Μωϋσέα τὸν ἱερωτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον Ἠλίαν.

Ἀλλ᾽ οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσι, τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ· εἶτα διαγρηγορήσαντες, θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς· ἤγουν ἀνενεγκόντες τοῦ κάρου, ἐγίνωσκον ἀκριβῶς τὴν ἀλήθειαν· καὶ οἰηθεὶς λοιπὸν ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα ἔνεστιν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβὰς, σκηνὰς δὲ τρεῖς δεῖν γενέσθαι φησίν. Ἀλλ᾽ οὐκ ᾔδει, φησὶν, ὃ λέγει· οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, καὶ τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης ἐλπίδος τὴν μέθεξιν. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας, πῶς ἦν εἰκὸς καταλῆξαι τὸν Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης, ἀποφοιτήσαντα τοῦ παθεῖν ὑπὲρ αὐτοῦ; Σέσωκε γὰρ τὴν ὑπ᾽ οὐρανὸν, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. Οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος, ὅπερ ἔφη. <Ἐγένετο τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον.> (B f. 93 b) Ἐπειδὴ ἤκουον, ὅτι δεῖ ἀναστῆναι τὴν ἡμετέραν σάρκα, ποίῳ δὲ σχήματι ἄδηλον ἦν, ἵνα δῷ δεῖγμα τῆς μεταβολῆς, αὑτοῦ τὴν σάρκα μετέβαλεν, ἵνα ἡμῖν τὴν ἐλπίδα βεβαιώσῃ· μεταμορφοῦται τοιγαροῦν ἔμπροσθεν αὐτῶν.

Πεπρᾶχθαι δέ φαμεν τὴν μεταμόρφωσιν αὐτοῦ, οὐχὶ δή που τὸ σχῆμα τὸ ἀνθρώπινον ἀποβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτὸ, καὶ τὸν ἀτιμότατον τῆς σαρκὸς χαρακτῆρα μεταχρωννύσης ὥσπερ εἰς ὄψιν εὐκλεεστέραν· κατὰ τὸ, «Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ,» παρὰ τοῦ θείου Παύλου καλῶς εἰρημένον. Νῦν μὲν γὰρ αὐτὸ τοῦτο σάρξ ἐστι γυμνὴ, οὐ δόξῃ τινὶ κατακεχρωσμένη, οὐ λαμπρότητι φυσικῇ κατηγλαϊσμένη, ψιλὴν δὲ καὶ μόνην τὴν ἐκ φύσεως ἀδοξίαν τε ὁμοῦ καὶ ἀσθένειαν ἔχουσα.

Κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐξαλλαγή τις ἔσται θεοπρεπὴς, καὶ δόξης οὐ σχήματος μεταβολή. Θείας γὰρ δόξης ἐπιβλήμασι περιαστράψει λοιπόν· ἐκλάμψουσι γὰρ οἱ δίκαιοι καθάπερ ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ἐκείνης οὖν τῆς μελλούσης δόξης ὑπόδειγμα παρεδήλου ἡ παραδειχθεῖσα τοῖς μαθηταῖς μεταμόρφωσις· καὶ σωματικῶς ἐπεδείκνυτο πρὸς τὸ καὶ τοῖς θνητοῖς αὐτῶν εἰς θέαν ὑποπεσεῖν ὀφθαλμοῖς, εἰ καὶ τὴν ὑπερβολὴν οὐκ ἤνεγκαν τῆς λαμπρότητος. <Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης.> (B f. 95, F f. 817) Πέπρακταί τι καὶ ἕτερον χρήσιμον εἰς βεβαίωσιν τῆς ἐπ᾽ αὐτῷ πίστεως τοῖς τε μαθηταῖς καὶ πᾶσιν ἡμῖν. Ἐκ νεφέλης γὰρ ἄνωθεν ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς κατεπέμφθη φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ ἀκούετε·» καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη φησὶν, ὁ Ἰησοῦς ἑστὼς μόνος. Μωϋσέως δὲ καὶ προφητῶν μᾶλλον, αὐτοῦ ἀκούειν ἐπιτάττει. Ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων, ὅτι Μωϋσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν, ἐπεσημήνατο ὁ εὐαγγελιστὴς λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ὁ Ἰησοῦς μόνος. Αὐτοῦ τοιγαροῦν προστέταχεν ἀκούειν· καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου καὶ προφητῶν· διὸ καὶ πρὸς Ἰουδαίους ἔλεγεν· «Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.»

Ἡ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος· ἀκράτῳ δὲ ἤδη κατεχόμενοι οἱ μαθηταὶ δείματι, πίπτουσιν ἐπὶ πρόσωπον, ἵνα πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ Σωτῆρος γέγονε παρουσία καὶ μεσιτεία γενομένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον. Εἰ μὴ γὰρ γέγονε καθ᾽ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνωθεν προσβάλλοντα Θεόν; τίς δ᾽ ἂν ὑπέστη τὴν ἄφραστον αὐτοῦ δόξαν, τὴν οὐδενὶ τάχα τῶν γενητῶν φορητήν; Φῶς γὰρ αὐτὸν οἰκεῖν ἀπρόσιτον, καὶ ὁ θεσπέσιός φησι Παῦλος. <Καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε, κ.τ.λ. (B f. 95 b, C f. 127 b) Οὐκ ἀμώμητον οὖτος τὴν πρόσοδον ἐποιήσατο, κατεβόησε γὰρ τοῦ χοροῦ τῶν ἁγίων μαθητῶν, ὡς μὴ ἰσχυσάντων ἐπιτιμῆσαι τῷ δαιμονίῳ. Ἔδει γὰρ τιμῶντα μᾶλλον τὸν Ἰησοῦν τὴν παρ᾽ αὐτοῦ αἰτεῖν ἐπικουρίαν. Διό φησιν ὁ Χριστός· «Ὦ γενεὰ ἄπιστος!» Διὰ τὴν σὴν, λέγων, ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις. Ὅτι γὰρ χρὴ μετὰ πίστεως καὶ Χριστῷ προσιέναι, καὶ τοῖς παρ᾽ αὐτοῦ τὴν τοῦ δύνασθαι θαυματουργεῖν χάριν λαβοῦσιν, αὐτὸς ἡμᾶς ἐδίδαξε, πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ.

Ταύτης ἕνεκα τῆς αἰτίας αὐτοῦ καταβοᾷ ὁ Χριστὸς, γενεὰν ἄπιστον καὶ διεστραμμένην αὐτόν τε, καὶ τοὺς ὁμογνώμονας αὐτοῦ ἀποκαλῶν· ὁ γὰρ ἄπιστος, καὶ διεστραμμένος πάντως, κατ᾽ οὐδένα τρόπον ὀρθοποδεῖν εἰδώς· τοῖς οὕτω γνώμης ἔχουσιν ἀνοσιώτατα, οὐκ ἀξιοῖ συνεῖναι Χριστός.

Καὶ εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν, ὀλιγωρεῖ καὶ ἀκηδιᾷ· «Ἕως τίνος, λέγων, ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν;» Ὁ γὰρ λέγων ἀσθενῆ πρὸς τὴν κατὰ τῶν πνευμάτων ἐνέργειαν τοὺς παρ᾽ αὐτοῦ λαβόντας τὴν χάριν, αὐτῆς μᾶλλον κατηγορεῖ τῆς χάριτος, οὐ τῶν λαβόντων αὐτήν. Αὐτοῦ γοῦν ἀνοσίως κατηγόρησεν ὁ εἰπὼν περὶ τῶν μαθητῶν, ὅτι οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. <Ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ.> (B f. 96) Ἔδει μὲν οὖν τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν, οὐ τετυχηκότα τῆς φιλοτιμίας.

Ἵνα δὲ μή τις οἴηται καὶ αὐτὸν τὸν Χριστὸν ἀτονῆσαι πρὸς τὴν θαυματουργίαν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι, καὶ παραχρῆμα ἐφυγαδεύετο, «Καὶ ἀπέδωκεν αὐτὸν, φησὶ, τῷ πατρὶ αὐτοῦ·» οὐ γὰρ ἦν ἔτι τοῦ πατρὸς, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος. Ἐπειδὴ δὲ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρὸς τῇ Χριστοῦ δυνάμει, ὃς καὶ τοῖς ἰδίοις ἀποστόλοις δέδωκεν ἐξουσίαν τὰς θεοσημείας κατορθοῦν, καὶ τοῖς ἀκαθάρτοις ἐπιτιμᾷν πνεύμασι. <Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν τοὺς λόγους τούτους.> (B f. 96) Ποία τις ἡ παρασκευάσασα πρόφασις τὸν Χριστὸν ταῦτα νῦν εἰπεῖν πρὸς τοὺς μαθητάς;

Ἀνήνεγκε μὲν τοὺς κορυφαίους αὐτῶν εἰς τὸ ὄρος, καὶ μεταμορφωθεὶς ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ᾽ ἧς κατὰ καιροὺς ἐπιλάμψει· κατελθὼν δὲ ἐκ τοῦ ὄρους, πονηροῦ καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. Ἀλλ᾽ ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος, καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος· οὗ γεγονότος, οὐδὲν ἀπεικὸς ἐννοεῖν ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς, καὶ τοιαῦτά που καθ᾽ ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν Σατανᾶν, πῶς ἥλω νυνὶ, καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; Ἆρ᾽ οὖν ἠπατήμεθα, Θεὸν εἶναι νομίζοντες αὐτόν; Ἵν᾽ οὖν εἰδεῖεν τὸ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυστήριον· «Θέσθε γὰρ ὑμεῖς, φησὶν, εἰς τὰς καρδίας ὑμῶν.» Τὸ δὲ ὑμεῖς ἐν τούτοις, διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς. Ἤθελε γὰρ εἰδέναι αὐτοὺς τὸ συμβησόμενον, οὐ μὴν καὶ λαλεῖν ἑτέροις· τούς τε γὰρ ἀγελαίους λαθεῖν ἔδει, ὅτι πείσεται· καὶ αὐτοὺς πεπληροφορημένους, ὅτι ἀναβιῴη πατήσας τὸν θάνατον, διαφυγεῖν ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. <Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο.> (B f. 96 b) Πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον, πλεισταχοῦ διὰ τῆς τοῦ νόμου σκιᾶς προγραφόμενον;

Ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰουδαίων ἀγέλης, οὐ ῥᾴθυμοι δὲ οὐδὲ τῶν Μωϋσέως γραμμάτων ἀνεπιστήμονες· καὶ γοῦν διὰ τοῦτο ἀπόλεκτοι γεγόνασι παρὰ Χριστοῦ. Ἀλλ᾽ ὡς ὁ μακάριός φησι Παῦλος· «Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, καὶ ἄχρι τῆς σήμερον, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.» Χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.» <Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.> (B f. 96 b) Οὐ πάντας οἶμαι τοὺς μακαρίους μαθητὰς τὴν τοιαύτην ἐσχηκέναι νόσον· ἀπίθανον γὰρ ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον· ἑνὸς δὲ, ὡς οἶμαι, παθόντος αὐτὴν, ἵνα μή τινα διαβολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐαγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνεται λέγων, ὅτι «Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς, τὸ, τίς ἂν εἴη μείζων αὐτῶν.»—(C f. 127 b) Πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκέ τινα τῶν ἁγίων ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ, τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμήσαντος.

Ἀλλ᾽ ὁ τὰ πάντα εἰδὼς Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ διαλογισμὸν ὥσπερ τινὰ πικρίαν ἄνω φύουσαν, κατὰ τὸ γεγραμμένον, πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι, ἐκ ῥίζης αὐτῆς ἀναβαθρεύει τὸ κακόν. Ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη, νικᾶται (cod. νικᾷ) ῥᾳδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι. Πῶς οὖν ἆρα τὸ φιλόδοξον πάθος ἀποκείρει ὁ πνευμάτων ἰατρός;

Ἐπελάβετο τὸ παιδίον, καὶ ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ. Ὠφελείας δὲ χάριν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις, καὶ ἡμῖν δὲ τοῖς μετ᾽ ἐκείνους. Περιβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους, εἴπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων [cod.> KATAPÍNWN]. *TÍNOS OU)=N A)=RA TÚPON KAÌ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; Ἀπονήρου καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπάλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνώθευτον τὴν καρδίαν, καὶ ἔστιν ἐν ἁπλότητι διαλογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδεν ὑπεροχῆς τρόπον. Εἶτά φησιν, ὅτι· «Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου,» καὶ τὰ ἑξῆς· τουτέστιν, «Ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας,» τὸν μετριόφρονα λέγων, καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι᾽ εὐλάβειαν. <Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, κ.τ.λ.> (B f. 98 b) Ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθὸς, κἂν μικρὸν εἴη τις τυχὸν, κἂν τῶν ἐν προὔχοντι μέτρῳ τε καὶ δόξῃ («Ὁ δεχόμενος γὰρ, φησὶ, τὸ παιδίον τοῦτο, ἐμὲ δέχεται, καὶ τὸν Πατέρα μου»), πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν, καὶ πρωτείων ἐρᾷν; Διατρανοῖ δὲ ἐπὶ πλέον τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν, καί φησιν, τὸν μικρότερον ἐν πᾶσι διὰ ταπεινοφροσύνην, τοῦτον εἶναι μέγαν.

Διότι γέγραπται, ὅτι «Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.» <Εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, κ.τ.λ.> (B f. 98 b) Δικαίως τοῦτον ἀπεπέμψατο· ἐχρῆν γὰρ αὐτὸν λαβεῖν τὸν ἑαυτοῦ σταυρὸν, ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ βίου τούτου περισπασμοῖς. «Ἡ γὰρ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστι.» Τοιοῦτον ὄντα τὸν ἄνθρωπον ἐλέγχει πλαγίως, οὐκ ὀνειδίζων μᾶλλον, ἀλλ᾽ ἐπανορθῶν· διὰ τοῦτό φησιν· «Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» Καὶ ἡ μὲν ἁπλουστέρα διάνοια αὕτη. Ἔοικε δὲ κατὰ τὴν βαθυτέραν ἔννοιαν ἀλώπεκας καὶ πετεινὰ τοῦ οὐρανοῦ τὰς πανούργους καὶ δολερὰς τῶν δαιμόνων ἀγέλας ἀποκαλεῖν· οὕτω γὰρ πολλαχοῦ τῆς θείας Γραφῆς κέκληνται· «Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας.» Καὶ αὐτὸς δὲ ὁ Κύριος τὸν Ἡρώδην ἀλώπεκα προσεῖπε. Καὶ περὶ τῶν ἐν τῇ γῇ καταβληθέντων σπερμάτων φησὶ, ὅτι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτὰ, περὶ τῶν πονηρῶν πνευμάτων λέγων.

Ὅτε τοίνυν αἱ τοιαῦται ἀλώπεκες καὶ τὰ πετεινὰ φωλεοὺς καὶ καταδύσεις ἔχουσιν ἐν ἡμῖν, πῶς ἔλθῃ Χριστός; Ποῦ δὲ ἀναπαύσεται; Τίς κοινωνία φωτὶ πρὸς σκότος; <Ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.> (B f. 99 b) Ἀξιοζήλωτον μὲν οὗτος τὴν ὑπόσχεσιν ἐνεδείξατο καὶ ἐπαινουμένην· τὸ δὲ ζητεῖν ἀποτάξασθαι τοῖς οἰκείοις, μεμερισμένην ἔχειν ἐνδείκνυται τὴν διάνοιαν· τὸ γὰρ ἐθέλειν ὅλως προανακοινοῦσθαι τοῖς μὴ ἀποδεξομένοις, οὐ βεβηκότος ἐστὶ λογισμοῦ. Διὸ καί φησι πρὸς αὐτόν· «Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ,» καὶ τὰ ἑξῆς. Ὥσπερ γὰρ ὁ ἀροτριῶν, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον, οὐκ ὄψεται τοὺς καρποὺς πληθύνοντας, οὕτως καὶ ὁ ἑλόμενος μὲν ἀκολουθεῖν τῷ Χριστῷ, οὐκ ἀποτασσόμενος δὲ τοῖς κοσμικοῖς πράγμασι, καὶ τοῖς κατὰ σάρκα οἰκείοις, μάλιστα τοῖς μὴ τὸν σκοπὸν ἀποδεχομένοις αὐτοῦ, οὐδαμῶς οὗτος κατορθώσει τὴν ἀγαθὴν εὐτολμίαν, οὐδὲ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

Ὁ γὰρ τοιοῦτος ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα, διὸ πρόθυμός ἐστιν ἀκολουθεῖν· ὁπίσω δὲ βλέπει, διότι ἀναβολῆς πρόφασιν ποιεῖται τὴν πρὸς τοὺς οἰκείους διάλεξιν καὶ συμβουλήν. Ἀλλ᾽ οὐδαμῶς τοιούτους εὑρήσομεν ὄντας τοὺς ἁγίους ἀποστόλους· ἅμα γὰρ τῷ ἀκοῦσαι τοῦ Χριστοῦ λέγοντος· «Δεῦτε ὀπίσω μου,» ἀφέντες τὸ πλοῖον, καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. Οὓς μιμεῖσθαι χρὴ τοὺς ἀκολουθοῦντας Χριστῷ.