Οὐκ εὐθὺς εἶπεν· «Ὑμεῖς τίνα με λέγετε εἶναι;» Ἀποφέρει δὲ μᾶλλον, ἐπὶ τὸν τῶν ἔξω θρύλλον· ἵν᾽ ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. Εἰπόντων γὰρ τῶν μαθητῶν τὴν τοῦ ὄχλου δόξαν, ἔφη αὐτοῖς· «Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὢ πῶς ἐξαίρετον τὸ, ὑμεῖς! Ἔξω τίθησιν αὐτοὺς τῶν ἄλλων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν. Ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ παρ᾽ ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, »τίνα με εἶναί φατε;» Προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τὰς φιλοθέους ἐρεύγεται φωνάς· ἀκριβῆ δὲ τῆς εἰς αὐτὸν πίστεως ὁμολογίαν ἐκφέρει, λέγων, Τὸν Χριστὸν τοῦ Θεοῦ. Ἀσφαλὴς ὁ μαθητής· οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι, τοῦ Θεοῦ τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ, ὡς ἀπό γε τοῦ κεχρῖσθαι παρὰ Θεοῦ, κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφήτας, οἱ δὲ καὶ τὴν δι᾽ αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ χριστοῦ κλῆσιν ἐσχήκαμεν. Εἴρηται γοῦν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἀρχαιοτέρων· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.»