Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Ὅτι εἷς ὁ Χριστός

Κύριλλος Ἀλεξανδρείας

Η ατρεψία του Λόγου, η εκούσια κένωση και η αναγκαιότητα της σαρκώσεως

Απόρριψη της φυσικής μεταβολής της θείας φύσεως κατά την ενανθρώπηση, ανάλυση της κενώσεως του Λόγου και η αναγκαιότητα της πραγματικής σαρκώσεως για την κατάργηση του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 2 από 10

ἆρ᾽ ὡς τῆς ὑπάρξεως τῆς ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς μετεσχηκότος τοῦ Λόγου; Α— Ἄπαγε τῆς οὕτω ψυχρᾶς εἰκαιοβουλίας. Παραπαίοντος γὰρ οἱ λόγοι, καὶ νοῦ κατηρρωστηκότος τὸ ἐφ᾽ ἃ μὴ προσῆκεν ἐκτετραμμένον, τὸ σαρκὸς οἴεσθαι γενέσθαι καρπὸν τὴν ἄρρητον ὕπαρξιν τοῦ Μονογενοῦς. Ἀλλ᾽ ἦν, ὡς Θεός, συναΐδιος τῷ γεννήσαντι Πατρί, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἀπορρήτως γεγεννημένος. Ἐθέλουσί γε μὲν εἰδέναι σαφῶς ὅπως τε καὶ τίνα τρόπον ἐν εἴδει πέφηνε τῷ καθ᾽ ἡμᾶς καὶ γέγονεν ἄνθρωπος σαφηνιεῖ λέγων ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας.» Β— Ἀλλ᾽ εἰ γέγονε, φασί, σὰρξ ὁ Λόγος, οὐκ ἔτι μεμένηκε Λόγος, ἀποπεφοίτηκε δὲ μᾶλλον τοῦ εἶναι ὃ ἦν. Α— Καὶ μὴν τοῦτό γέ ἐστι τερθρεία καὶ λῆρος καὶ ἐξεστηκότος εὑρέματα νοῦ, καὶ ἕτερον οὐδέν. Οἴονται γάρ, ὡς ἔοικεν, ὡς ἐξ ἀφύκτου τε καὶ ἀναγκαίου λόγου, τροπῆς τε καὶ ἀλλοιώσεως σημαντικὸν εἶναι τὸ «ἐγένετο.» Β— Ναί, φασί, καὶ δὴ τὸν οἰκεῖον ἐμπεδοῦσι λόγον, ἐξ αὐτῆς ἑλόντες τῆς θεοπνεύστου Γραφῆς. Εἴρηται γάρ που, φησίν, ἐπὶ μὲν τῆς τοῦ Λὼτ γυναικὸς ὅτι «ἐγένετο στήλη ἁλός.» Καὶ μὴν καὶ ἐπὶ τῆς Μωϋσέως ῥάβδου ὅτι «ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις.» Φυσικὴ γὰρ ἐν τούτοις γέγονεν ἡ τροπή.

Α— Οὐκοῦν, ὅταν ψάλλωσί τινες· «Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν,» καὶ πάλιν· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ,» τί δὲ φαῖεν ἄν; Ἆρα τὸ εἶναι Θεὸς ἀφεὶς ὁ ὑμνούμενος, μετακεχώρηκεν ἐκ μεταβολῆς εἰς τὸ εἶναι καταφυγή, καὶ μετέστη φυσικῶς πρὸς ἕτερόν τι παρ᾽ ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς; Β— Καὶ πῶς οὐκ ἀπεοικὸς καὶ ἀνάρμοστον τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ χρῆμά ἐστιν; Ἄτρεπτος γὰρ ὢν κατὰ φύσιν, μένει που πάντως ὅπερ ἦν καὶ ἔστιν ἀεί, κἂν εἰ λέγοιτό τισι γενέσθαι καταφυγή. Α— Ἄριστά γε καὶ μάλα ὀρθῶς ἔφης. Οὐκοῦν παρενηνεγμένης εἰς μέσον τῆς Θεοῦ μνήμης, εἰ ὑπό του λέγοιτο τὸ «Ἐγένετο,» πῶς οὐκ ἀμαθὲς καὶ ἀνόσιον κομιδῇ τροπὴν οἴεσθαι σημαίνειν αὐτό, καὶ οὐχὶ δὴ μᾶλλον καθ᾽ ἕτερόν τινα τρόπον πειρᾶσθαι νοεῖν, καὶ περιτρέπειν ἐμφρόνως εἰς τὸ ὅτι μάλιστα πρέπον τε καὶ ἐοικὸς τῷ ἀτρέπτῳ Θεῷ; Β— Πῶς δὴ οὖν ἄρα εἰς σάρκα φαμὲν γενέσθαι τὸν Λόγον, τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὡς ἴδιόν τε καὶ οὐσιῶδες καὶ ἐμπεφυκὸς αὐτῷ τηροῦντες ἀεί;

Α— Ὁ πάνσοφος Παῦλος, ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, ὁ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργός, σαφηνιεῖ λέγων· «Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Καίτοι γὰρ Θεός τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ μονογενὴς αὐτοῦ Λόγος, τὸ «ἀπαύγασμα τῆς δόξης,» καὶ ὁ «χαρακτὴρ τῆς ὑποστάσεως» τοῦ γεννήσαντος, γέγονεν ἄνθρωπος, καὶ οὐκ εἰς σάρκα τραπείς, ἢ φυρμόν, ἢ κρᾶσιν, ἤ τι τῶν τοιούτων ἕτερον ὑπομείνας, καθεὶς δὲ μᾶλλον ἑαυτὸν εἰς κένωσιν, καὶ «ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, αἰσχύνης καταφρονήσας,» καὶ τὴν τῆς ἀνθρωπότητος πτωχείαν οὐκ ἀτιμάσας. Ἠθέλησε γάρ, ὡς Θεός, τὴν θανάτῳ καὶ ἁμαρτίᾳ κατεχομένην σάρκα, καὶ θανάτου καὶ ἁμαρτίας ἀποφῆναι κρείττονα, καὶ ἀνακομίσαι πρὸς τὸ ἐν ἀρχαῖς, ἰδίαν αὐτὴν ποιησάμενος, καὶ οὐκ ἄψυχόν γε κατά τινας, ἐψυχωμένην δὲ μᾶλλον ψυχῇ νοερᾷ. Ἰέναι γε μὴν τὴν τῷ πράγματι πρέπουσαν οὐκ ἀπαξιώσας τρίβον, τὴν καθ᾽ ἡμᾶς γέννησιν ὑπομεῖναι λέγεται, μεμενηκὼς ὅπερ ἦν.

Γεγέννηται γὰρ παραδόξως κατὰ σάρκα ἐκ γυναικός· οὐ γὰρ ἦν ἑτέρως Θεὸν ὄντα κατὰ φύσιν ἢ ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὀφθῆναι τοῖς ἐπὶ γῆς τὸν ἀναφῆ καὶ ἀσώματον. Πλὴν ἐνανθρωπῆσαι κρίναντα, καὶ ἐν ἑαυτῷ καὶ μόνῳ τοῖς τῆς θεότητος ἀξιώμασιν ἐκπρεπῆ τὴν ἡμῶν ἀποφῆναι φύσιν· ἦν γὰρ ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, καὶ ἐν ὁμοιώματι μὲν ἀνθρώπου, καθὸ μετὰ τούτου καὶ Θεὸς ἦν, σχήματι δὲ ὡς ἄνθρωπος. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς, καὶ ἐν δούλου μορφῇ Δεσπότης.

Σάρκα γὰρ οὕτω φαμὲν γενέσθαι. Ταύτῃτοι καὶ θεοτόκον εἶναι διαβεβαιούμεθα τὴν ἁγίαν Παρθένον. Β— Βούλει τοῖς σοῖς ἀντιπαρεξάγοντες λόγοις τὰ παρ᾽ ἐκείνων ἰσχνοτέραν ἀποτελῶμεν τῶν ἐννοιῶν τὴν βάσανον, ἢ παραχωρῶμεν ἁπλῶς λέγοντί σοι τὸ εὖ ἔχειν ὑπειλημμένον; Α— Ἀνεπίπληκτον μέν, ὥς γε οἶμαι, πᾶν ὅπερ ἂν λέγοιτο πρὸς ἡμῶν σοφῶς τε καὶ ἐπιστημόνως καὶ οὐκ ἀπᾳδόντως ἔχον ταῖς θεοπνεύστοις Γραφαῖς. Φράζε δὲ καὶ αὐτὸς τὸ δοκοῦν. Ἐκτέκοι γὰρ ἄν τι τῶν ὀνησιφόρων ἡ ἀντίστασις. Β— Ὁ θεσπέσιος γράφει, φασί, Παῦλος περὶ τοῦ Υἱοῦ, ἅτε δὴ γεγονότος κατάρας τε καὶ ἁμαρτίας. Ἔφη γὰρ ὅτι «Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε.» Καὶ πάλιν· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. »Γενέσθαι δέ φασιν αὐτὸν οὐκ αὐτόχρημα κατάραν καὶ ἁμαρτίαν, ἀλλ᾽ ἕτερόν τι παρὰ τοῦτο δηλοῦν τὸ Γράμμα τὸ ἱερόν. Οὕτω πρὸς ἡμῶν νοεῖσθαί φασι τὸ «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο.» Α— Καὶ μὴν ὡς ἔν γε τῷ φάναι κατάραν γενέσθαι καὶ ἁμαρτίαν, οὕτω γενέσθαι σάρκα αὐτὸν συνεισκρίνεται, καὶ προανίσχουσαν ἔχει τῶν μεθ᾽ ἑαυτὸν τὴν ἔννοιαν. Β— Πῶς ἔφης; Ὁπηνίκα γὰρ φαίη τις ἂν αὐτοῖς· «Ὁ μὴ εἰδὼς ἁμαρτίαν ἁμαρτία γέγονεν ὑπὲρ ἡμῶν, ἐξεπρίατο δὲ καὶ ἐκ τῆς κατάρας τοῦ νόμου τοὺς ὑπὸ νόμον, γενόμενος ὑπὲρ αὐτῶν κατάρα.»

Εἶτα πῶς ἂν ἐνδοιάσειέ τις ὡς ἐν καιροῖς δηλονότι καθ᾽ οὓς ἐσαρκώθη τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής; Α— Συνεισφέρεται τοίνυν τοῖς τῆς σαρκώσεως λόγοις, καὶ τὰ δι᾽ αὐτὴν οἰκονομικῶς ἐπενηνεγμένα τῷ τὴν ἑκούσιον παθόντι κένωσιν, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ τὸ κοπιᾶν. Ὥσπερ γὰρ οὐκ ἂν κεκοπίακεν αὐτὸς ᾧ ἡ πᾶσα δύναμις, οὐδ᾽ ἂν εἴρητο πεινῆσαι, τροφὴ καὶ ζωὴ τῶν ὅλων ὑπάρχων αὐτός, μὴ οὐχὶ προοικειωσάμενος σῶμα τὸ πεινῆν τε καὶ κοπιᾶν πεφυκός, οὕτως οὐκ ἂν ἐν ἀνόμοις κατελογίσθη πώποτε—γενέσθαι γὰρ οὕτω φαμὲν ἁμαρτίαν αὐτόν—οὐκ ἂν γέγονε κατάρα, σταυρὸν ὑπομείνας τὸν δι᾽ ἡμᾶς, εἰ μὴ γέγονε σάρξ, τουτέστιν ἐσαρκώθη τε καὶ ἐνηνθρώπησε, τὴν καθ᾽ ἡμᾶς 〈δι᾽ ἡμᾶς〉 ὑπομείνας γέννησιν ἀνθρωποπρεπῶς, τὴν διά γέ φημι τῆς ἁγίας Παρθένου. Β— Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς. Α— Ἀσύνετον δὲ καὶ ἑτέρως τὸ οἴεσθαί τε καὶ λέγειν οὕτω γενέσθαι σάρκα τὸν Λόγον καθάπερ ἀμέλει κατάρα καὶ ἁμαρτία γέγονεν. Β— Τίνα φὴς τρόπον; Α— Οὐ γὰρ ἵνα λύσῃ τὴν ἀρὰν ἐπάρατος ἦν, καὶ ἵνα παύσῃ τὴν ἁμαρτίαν ἁμαρτίαν ἐποίησεν αὐτὸν ὁ Πατήρ; Β— Ὧδε καὶ αὐτοί φασιν. Α— Οὐκοῦν εἴπερ ἐστὶν ἀληθές, κατά γε τὸ αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον, ὅτι γέγονεν οὕτω σὰρξ ὁ Λόγος καθὰ καὶ κατάρα καὶ ἁμαρτία, ἐπ᾽ ἀναιρέσει σαρκὸς 〈σὰρξ γέγονε〉.

Εἶτα πῶς ἄφθαρτόν τε καὶ ἀνώλεθρον αὐτὴν ἀποφαίνει, ὡς ἔν γε πρώτῃ κατορθώσας τοῦτο τῇ ἰδίᾳ σαρκί; Οὐ γάρ τοι θνητὴν ἀπομεῖναι καὶ ὑπὸ φθορὰν ἀφῆκεν αὐτήν, παραπέμποντος εἰς ἡμᾶς τοῦ Ἀδὰμ τὴν ἐπὶ τῇ παραβάσει δίκην, ὡς σάρκα δὲ μᾶλλον ἀφθάρτου Θεοῦ, τουτέστιν ἰδίαν ἢ γοῦν ἑαυτοῦ, καὶ θανάτου καὶ φθορᾶς ἐπέκεινα θείς. Β— Εὖ ἔφης. Α— Ἔφη δέ που τὸ Γράμμα τὸ ἱερὸν τὸν μὲν πρῶτον ἄνθρωπον, τουτέστιν Ἀδάμ, εἰς ψυχὴν γενέσθαι ζῶσαν, τὸν δὲ ὕστερον, φημὶ Χριστόν, «εἰς πνεῦμα ζωοποιόν.» Ἆρ᾽ οὖν ὥσπερ ἐπ᾽ ἀναιρέσει κατάρας καὶ ἁμαρτίας γέγονε κατάρα καὶ ἁμαρτία, οὕτως ἐπ᾽ ἀνατροπῇ τοῦ εἶναι εἰς ψυχὴν ζῶσαν γενέσθαι φαμὲν αὐτὸν εἰς πνεῦμα ζωοποιόν;

Τὴν γάρ τοι τοῦ γενέσθαι δύναμιν εἰς τὸ ἀπηχὲς περιτρέποντες, οὕτω γενέσθαι σάρκα φασὶν αὐτὸν καθὰ καὶ ἀράν τε καὶ ἁμαρτίαν. Ἀναιρετέον οὖν ἄρα τοῦ Λόγου τὴν σάρκωσιν, ἢ γοῦν ἐνανθρώπησιν. Οὗ παραδεχθέντος εἰς ἀλήθειαν, οἴχεται μὲν ἅπας ἡμῖν ὁ τοῦ μυστηρίου λόγος, οὔτε δὲ ἐγεννήθη Χριστός, οὔτε ἀπέθανεν, οὔτε ἐγήγερται κατὰ τὰς Γραφάς. Ποῦ τοιγαροῦν ἡ πίστις, ἤτοι «τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν;» Πῶς γὰρ ἤγειρεν αὐτὸν ὁ Θεὸς ἐκ νεκρῶν εἰ μὴ καὶ ἀπέθανε; Πῶς δ᾽ ἂν καὶ ἀπέθανεν εἰ μὴ γεγέννηται κατὰ σάρκα; Ποῦ δὲ καὶ ἡ τῶν νεκρῶν ἀναβίωσις, ἐλπίδα τοῖς ἁγίοις εἰσφέρουσα τῆς ἀτελευτήτου ζωῆς, εἰ μὴ ἐγήγερται Χριστός; Ποῦ δὲ καὶ ἡ τῶν ἀνθρωπίνων σωμάτων ζωοποίησις, ἡ κατὰ μέθεξιν τελουμένη τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ αἵματος; Β— Σάρκα δὴ οὖν φαμεν γενέσθαι τὸν Λόγον, κατά γε τὴν ἐκ γυναικὸς κατὰ σάρκα γέννησιν, ἣν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ὑπομεῖναι λέγεται, καίτοι πρὸ παντὸς αἰῶνος ὑπάρχων ὡς Θεός. Α— Πάνυ μὲν οὖν. Οὕτω γὰρ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς τῇ κατὰ πᾶν ὁτιοῦν δίχα τῆς ἁμαρτίας.

Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος· «Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.

Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ἡ δὲ «κατὰ πάντα» ὁμοίωσις ἀρχὴν ὥσπερ τινὰ καὶ προεισβολὴν τοῦ πράγματος τὴν ἐκ γυναικὸς ἀπότεξιν ἔχει, καὶ τὴν ἐν σαρκὶ φανέρωσιν τοῦ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατοῦ, καὶ τὴν ἐν τοῖς καθ᾽ ἡμᾶς κάθεσιν οἰκονομικὴν τοῦ ἐν ὑπερτάτοις ὄντος ὀνόμασι, καὶ τὸ ἐν ἀνθρωπότητι ταπεινὸν τοῦ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέποντος, καὶ τὸ ἐν μέτροις γενέσθαι τοῖς οἰκετικοῖς τὸν ἐν κυριότητι φυσικῇ· «Θεὸς γὰρ ὁ Λόγος ἦν.» Β— Διανοῇ μὲν ὀρθῶς. Πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας, ὡς ἀνέφικτον εἴη ἂν τάχα που καὶ ἀκαλλὲς τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν οἴεσθαί τε καὶ λέγειν καὶ δευτέραν τὴν ἐκ γυναικὸς ὑπομεῖναι γέννησιν. Ἀπόχρη γὰρ αὐτῷ, φασί, τὸ ἅπαξ ἐκ Πατρὸς γεννηθῆναι θεοπρεπῶς. Α— Οὐκοῦν, ἐπιπλήττουσι τῷ Υἱῷ καὶ οὐκ ὀρθὰ βεβουλεῦσθαί φασιν αὐτόν, τὴν δι᾽ ἡμᾶς κένωσιν ἐθελούσιον ὑπομείναντα. Κατήργηται δὲ καὶ εἰκαῖον ἤδη πώς ἐστι τὸ σεπτὸν καὶ μέγα τῆς εὐσεβείας μυστήριον, καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς εὐτεχνὲς ἀνόνητον ἀποφαίνουσι τοῖς ἐπὶ τῆς γῆς. Ἀλλ᾽ οὐ τοῖς ἐκείνων βατταρισμοῖς τὸ χρῆναι κρατεῖν ὁ τῆς ἀληθείας ἐφίησι λόγος, ἐλέγξει δὲ μᾶλλον, ἀσυνετώτατα μὲν πεφλυαρηκότας, εἰδότας δὲ κατ᾽ οὐδένα τρόπον τὸ Χριστοῦ μυστήριον.

Γεγέννηκε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν ἐξ ἑαυτοῦ γεννήσει μιᾷ. Πλὴν εὐδόκησεν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἀνασῶσαι γένος, τρόπῳ τῷ κατὰ τὴν σάρκωσιν, ἢ γοῦν ἐνανθρώπησιν, ἣν πάντη τε καὶ πάντως γενέσθαι ἐχρῆν διὰ γεννήσεως, δηλονότι τῆς ἐκ γυναικός, ἵνα τῇ πρὸς ἡμᾶς ὁμοιώσει τοῦ ἐκ Θεοῦ φύντος Λόγου κατακρίνηται μὲν ἐν τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, ἐν ὁμοιώματι δὲ θανάτου τοῦ μὴ εἰδότος αὐτὸν καταργῆται θάνατος. «Εἰ γὰρ σύμφυτοι γεγόναμεν, φησί, τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Οὐκοῦν ἀναγκαίως ὁ ὢν καὶ ὁ ὑπάρχων γεγέννηται κατὰ σάρκα, τὰ ἡμῶν εἰς ἑαυτὸν μεταθείς, ἵνα τὰ σαρκὸς γεννήματα, τουτέστιν ἡμεῖς οἱ φθαρτοί τε καὶ ἀπολλύμενοι, μένωμεν ἐν αὐτῷ, ἴδια λοιπὸν ἔχοντι τὰ ἡμῶν ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ. «Δι᾽ ἡμᾶς γὰρ ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν.» Φάσκοντές γε μὴν οὐκ αὐτὸν γενέσθαι σάρκα τὸν ἐκ Θεοῦ Λόγον, ἤτοι γέννησιν ὑπομεῖναι τὴν κατὰ σάρκα ἐκ γυναικός, ἀναιροῦσι τὴν οἰκονομίαν. Εἰ γὰρ μὴ πλούσιος ὢν ἐπτώχευσε, καθεὶς ἑαυτὸν τοῖς καθ᾽ ἡμᾶς ἐκ φιλανθρωπίας, οὐδὲ ἡμεῖς τὰ αὐτοῦ πεπλουτήκαμεν, ἀλλ᾽ ἐσμὲν ἐν τῷ πτωχεύειν ἔτι, καὶ ἀρᾷ καὶ θανάτῳ καὶ ἁμαρτίᾳ ἐνισχημένοι. Τὸ γάρ τοι γενέσθαι σάρκα τὸν Λόγον λύσιν ἔχει καὶ ἀνατροπὴν τῶν ἐξ ἀρᾶς καὶ δίκης τῇ τοῦ ἀνθρώπου φύσει συμβεβηκότων.

Οὐκοῦν, εἰ ἀναβοθρεύουσι τῆς σωτηρίας ἡμῶν τὴν ῥίζαν, καὶ τὸν τῆς ἐλπίδος θεμέλιον ἀνορύττουσι, ποῦ τὰ μετ᾽ αὐτὸν ἔτι κείσεται;

Οὐ γὰρ γεγονότος, ὡς ἔφην, σαρκὸς τοῦ Λόγου, οὔτε τοῦ θανάτου κατεσείσθη τὸ κράτος, κατήργηται δὲ κατ᾽ οὐδένα τρόπον ἡ ἁμαρτία, καὶ ἐσμὲν ἔτι ταῖς τοῦ πρώτου παραβάσεσιν ἔνοχοι, τουτέστιν Ἀδάμ, οὐδεμίαν ἀναφοίτησιν ἔχοντες εἰς τὸ ἄμεινον, τὴν διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Β— Συνίημι ὃ φής. Α— Τίς δ᾽ ἂν καὶ νοοῖτο πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκός, ὡς ἕτερος ὢν παρ᾽ ἡμᾶς κατὰ φύσιν; Οὐ γάρ τοι φαίη τις ἂν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν. Ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβών, ὡς ἕτερον ὄν τι παρ᾽ ὅπερ ἐστίν;