Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος
Προθεωρία και περιλήψεις των Λόγων
Εισαγωγική επιστολή, εξήγηση του σκοπού της συγγραφής του έργου «Θησαυρός» και κατάλογος με τις περιλήψεις των Λόγων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προθεωρία και περιλήψεις των Λόγων
Εισαγωγική επιστολή, εξήγηση του σκοπού της συγγραφής του έργου «Θησαυρός» και κατάλογος με τις περιλήψεις των Λόγων.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Η ΒΙΒΛΟΣ ΤΩΝ ΘΗΣΑΥΡΩΝ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ. ΠΡΟΛΟΓΟΣ ἤτοι ΠΡΟΘΕΩΡΙΑ. Οὐκ ἐπὶ μικροὺς ἡμᾶς ἀγῶνας ἐπείγεσθαι δεῖν ὁ σὸς ἀναπείθει λόγος, ὦ φιλοπονώτατε ἀδελφὲ Νεμεσῖνε.
Τί γὰρ ἂν οὕτω γένοιτο δυσέφικτόν τε καὶ χαλεπὸν εἰς κατάληψιν, καὶ οὐ σφόδρα τρανὲς εἰς ἐξήγησιν, ὡς ἡ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἀπλανὴς θεωρία, καὶ ἡ τὸ ὑπό του διαλοιδορεῖσθαι μηδαμόθεν ἔχουσα διάλεξις; Λεπτὴ μὲν γάρ πως, μᾶλλον δὲ ἀσθενεστάτη λίαν ἐστὶν ἡ ἀνθρώπου διάνοια· ἀδρανὴς δὲ ἡ γλῶττα, καὶ μόλις τὰ ἐν χερσὶν ἑρμηνεύειν ἰσχύουσα· δυσεύρετον δὲ τῆς ἀληθείας τὸ κάλλος· καὶ οὐ τοῖς πολλοῖς ἐκκαλύπτεσθαι πεφυκός· ἀλλὰ μόνοις τοῖς ἐκ διανοίας ἀγαθῆς καὶ ἀκαπηλεύτου γνώμης ἀνιχνεύουσιν αὐτὸ, καὶ ἀνορύττουσιν ὥσπερ τινὰ θησαυρὸν οὐράνιον· ἴνα δὴ καὶ τυχόντες εἰκότως ἀκούσειαν· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.» Οὐκ ὀκνητέον δ᾽ οὖν ὅμως πρὸς τὴν ἐγχείρησιν· ἀλλ᾽ ἐπ᾽ αὐτῷ τὴν ἐλπίδα τιθέμενοι τῷ Χριστῷ, καὶ τῶν ὑπὲρ δύναμιν ἁψόμεθα πόνων, ὅτι συμπαρέσται καὶ χειραγωγήσει ταῖς τοῦ πνεύματος δᾳδουχίαις ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν ἀνενδοιάστως πιστεύοντες. Σκοπὸς γὰρ εἰπεῖν ὅτι Κύριος Ἰησοῦς. Ἐροῦμεν δὲ πάντως ὅτι ἐν ἁγίῳ Πνεύματι· οὕτω γὰρ ὁ Παῦλός φησιν· «Οὐδεὶς δύναται εἰπεῖν ὅτι Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.»
Ἐπειδὴ γάρ τινες ἐν Βεελζεβοὺλ οὐκ αἰσχύνονται λέγειν ἀνάθεμα Ἰησοῦν, τὰς μὲν θείας, πρὸς ὅπερ ἂν αὐτοῖς δόξειε, παρατρέποντες Γραφὰς, τῶν δὲ τοῦ Πνεύματος λογίων, τὸ ἐξ οἰκείων θελημάτων προτάττοντες κίνημα, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δεσπότην ἀρνούμενοι, καθὰ γέγραπται· ἀναγκαῖον ὁμοῦ χρήσιμόν τε καὶ πρέπον ἐλογισάμεθα κατὰ τὴν σὴν ὑπόμνησίν τε καὶ προτροπὴν, ἀδελφὲ, τοῖς τῆς Ἐκκλησίας τέκνοις, τῆς εἰς τὸ μέλλον ὠφελείας ὑπόθεσιν ἐξυφῆναι τὸν λόγον· καὶ εἰς ἕκαστα τῶν παρ᾽ ἐκείνοις ζητουμένων τε καὶ κεκινημένων κεφαλαιωδῶς ἐξειπεῖν, ἅπερ οἶμαι πρὸς λυσιτελείας ἔσεσθαι τοῖς ἐντευξομένοις οὐ μικρᾶς. Πολυσχιδὴς μὲν γὰρ καὶ πολυπρόσωπος, ἵν᾽ οὕτως εἴπωμεν, ἡ τῶν Ἀρείου καὶ Εὐνομίου δογμάτων ἐστὶ πλάνη, καὶ ποικίλως τὸ τῆς ἀληθείας πλάττεται σχῆμα. Ὥσπερ γὰρ τὰ ἐν τοῖς γυναίοις ἑταιριζόμενα, τὸ ἐκ τοῦ πράγματος αἶσχος ταῖς ἐξ ἐπινοίας ἀφανίζειν οἰόμενα τέχναις, ὡραΐζεταί τε καὶ χρισιάζεται, καὶ ταῖς ἄλλαις τοῦ κόσμου προσθήκαις εὐπρεπεστάτην τοῖς ὁρῶσιν ἐπιδεικνύει τὴν ἀπώλειαν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὰς ὀλεθρίους τῶν ἑτεροδοξούντων φωνὰς τὸ τῆς εὐσεβείας σχηματίζεσθαι κάλλος, καὶ τοῖς τῆς ἀληθείας πειρᾶσθαι περιανθίζεσθαι λόγοις· οὐδαμοῦ μὲν ὠδῖνον τὴν ἀλήθειαν, ἔσωθεν δὲ κεκρυμμένην ἔχον τὴν ἀπὸ τοῦ ψεύδους θεοστυγεστάτην ἀσέβειαν.
Ἀλλ᾽ οἱ νήψει τῇ κατ᾽ ἐντρέχειαν λογικὴν τὸν οἰκεῖον ἀνατειχίζοντες νοῦν, τοῖς μὲν παρ᾽ ἐκείνων οὐχ ἁλίσκονται λόγοις, τῆς δὲ ὄντως ὑγιοῦς ἀπρὶξ ἐχόμενοι πίστεως, ἐφ᾽ ἑαυτοῖς ἀναμέλπουσι λέγοντες· «Εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Ἔδοξε τοίνυν ἡμῖν τὰ ἐκ φιλομαθείας συνενεγκεῖν εὑρήματα, καὶ συγκεχυμένον μὲν οὐδαμῶς συνθεῖναι τὸν λόγον, εὐκρινεστέραν δὲ μᾶλλον εἰς ἕκαστον τῶν κεφαλαίων τὴν βάσανον ἔχοντα διεξαγαγεῖν· οὕτω γὰρ ἂν εὐσύνοπτός τε καὶ εἰλικρινεστέρα τοῖς φιλακροάμοσιν ἡ τῶν ἐγκειμένων γένοιτο γνῶσις. Θησαυρὸς δὲ τῷ βιβλίῳ ὄνομα, πολλὴν ἔχοντι τῶν θείων θεωρημάτων τεθησαυρισμένην ἐν ἑαυτῷ τὴν πληθύν· εἰ καὶ μέτριοί τινες ἐς λόγους ἡμεῖς, καὶ πρὸς τὸ δύνασθαί τι νοεῖν οὐ σφόδρα γοργοί.
Ἀνακείσθω δὲ χάρις τῷ πάντα πᾶσι πλουσίως χορηγοῦντι Χριστῷ. Εἰδέναι δὲ χρὴ τοὺς ἐντευξομένους, ὅτι συντέθειται μὲν, κατὰ τὴν ὑποτεταγμένην προγραφὴν, τὰ ἐν τῷ βιβλίῳ κεφάλαια. Περιέχεται δὲ ἑκάστῳ πολλὰ πρὸς τὸν αὐτὸν συντείνοντα τῶν θεωρημάτων σκοπὸν, καὶ διὰ κύκλου καὶ περιδρομῆς εἰς τὸν τοῦ περιέχοντος ἀναβαίνοντα νοῦν. Παραπέπηγε δὲ μόνοις τοῖς τῶν κεφαλαίων περιεκτικοῖς, τῶν ἀριθμῶν ἡ τάξις· τὰ δὲ παρεπόμενα τούτοις, στοιχηδὸν μὲν ἐντέτακται ταῖς ὑπογραφαῖς, ἀριθμοὺς δὲ οὐκ ἔχει, ὡς τῇ τῶν περιεκτικῶν διανοίᾳ χρεωστούμενα, καὶ εἰς τὸν ἐκείνων τρέχοντα σκοπόν.
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΩΔΕ ΤΩ ΒΙΒΛΙΩ. ΛΟΓΟΣ Αʹ. Περὶ ἀγενήτου καὶ γενητοῦ, ἐν ᾧ, ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον.
ΛΟΓ. Βʹ. Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ᾽ οὐσίας σημαντικόν.
ΛΟΓ. Γʹ. Ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν σημαντικόν.
ΛΟΓ. Δʹ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι «Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός.» Ἐκλογαὶ συλλογισμῶν καὶ νοημάτων κατασκευαὶ σὺν μαρτυρίαις· τὸ δὲ συναγόμενον ἐκ πάντων, ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης,» τὸν Υἱὸν σημαίνει.
Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ἀποδείξεις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ «ἦν,» καὶ τὸ «ὁ ὢν,» καὶ τὸ «ὑπάρχων,» καὶ τὸ «ἤμην,» καὶ τὸ «εἰμὶ,» καὶ τὸ «ἔστιν,» ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ «ποτὲ,» καὶ τὸ «πρὶν,» καὶ τὸ «πρὸ τοῦ,» καὶ τὸ «γέγονε·» καὶ ὅσα τούτοις ὅμοια.
Ἔτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀντιθέσεως, κατασκευή. Ἔτι περὶ ἀϊδιότητος συλλογισμὸς, μετά τινος ἐπαπορήσεως πεπλεγμένος, καὶ συνάγων εἰς ὁμολογίαν τοῦ δεῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐκ ἔξωθεν ἐπιγεγονότα τὸν Υἱὸν ὑπολαμβάνειν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τῷ Πατρὶ συναΐδιον.
Ἔτι, περὶ ἀϊδιότητος Υἱοῦ. Ἐρώτησις Ἀρειανῶν ἀτοπίας μεστή· πρὸς ἢν ἀντεπερώτησις ἀτοπωτέρα, ὅτι χρὴ μὴ ἀπαιδεύτως ἐρωτᾷν ἐκδιδάσκουσα. Πρὸς τοὺς ἐρωτῶντας, «Εἰ εἶχες Υἱὸν πρὶν τέκῃς;» καὶ λέγοντας, «Οὕτω καὶ ὁ Θεὸς οὐκ εἶχεν Υἱὸν πρὶν γεννήσει.»
ΛΟΓ. Εʹ. Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγέννητος ᾖ· ἀλλ᾽ ἦν αὐτῷ συναΐδιος ὁ Υἱὸς γεννητός.
ΛΟΓ. ϛʹ. Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ αὐτοῦ τὸν Υἱόν.
ΛΟΓ. Ζʹ. Πρὸς τοὺς προτείνοντας τὸ, «Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ;»
ΛΟΓ. Ηʹ. Πρὸς τοὺς λέγοντας ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ, ὅμοιός ἐστιν ὁ Υἱός.
ΛΟΓ. Θʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ τῶν ῥητῶν, «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» καὶ τοῦ, «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν·» καὶ ὁμοίως, «Ὁ Πατὴρ μείζων μού ἐστιν.»
ΛΟΓ. Ιʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός· ἐν ᾧ ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα, «Τί με λέγεις ἀγαθόν;» καὶ ἐξήγησις τοῦ ῥητοῦ.
ΛΟΓ. ΙΑʹ. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Ἄλλο, διδάσκον ὅτι προκειμένου τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσφέρεται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους τέχνην.
Ἄλλο ἀπόδειξιν ἔχον, ὅτι διὰ τοῦ λέγεσθαι μείζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως ὁ Υἱός. Ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ. Ἄλλο, ὅτι ἶσος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ, «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ,» καὶ τὰ ἑξῆς.
ΛΟΓ. ΙΒʹ. Εἰς τὸ, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ἐν ᾦ ἀπόδειξις ἐφεξῆς, ὅτι ὁ Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων κακῶν τὸν πατριάρχην Ἰακώβ. Ἄλλο ἀποδεικτικὸν, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Ἄλλο, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος.
Ἄλλο μετὰ γοργῆς ἀποδείξεως διδάσκον, ὅτι τὰ ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν οἷς ἔνεστιν ἐξομοιοῦται· ἀλλ᾽ ὥσπερ τινὲς εἰκόνες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ προαίρεσιν ἡμῶν κινημάτων.
Ἄλλο δεικνύον, ὅτι τὸ ἐν τῷ Θεῷ γίνεσθαί τι, οὐ φύσεως σημαίνει μεταβολὴν, ἀλλ᾽ ὅτι δι᾽ αὐτοῦ, ἢ παρ᾽ αὐτοῦ. Ἄλλο, δι᾽ οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν τὸ ῥητὸν, τουτέστιν, «Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.» Ἄλλο δεικνύον ἀκριβῶς, ὅτιπερ οὐ τὴν ἑαυτῶν ἀφέντες φύσιν πρὸς τὴν θείαν μεταποιούμεθα, ὅταν ἓν γίνεσθαι πρὸς Θεὸν λεγώμεθα, ἀλλ᾽ ὅτι μέτοχοι γεγονότες αὐτοῦ τοῦτο καλούμεθα.
ΛΟΓ. ΙΓʹ. Περὶ ὁμοιότητος τῆς Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστάς· ἀλλ᾽ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὡς Υἱός. Ἄλλο ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ ἄμεινον ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ φυσικῶς.
Ἄλλο, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ Χριστομάχοι φασίν· ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος ἄρα. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετοχῆς τῆς πρὸς τὸ Θεῖον κατ᾽ εἰκόνα τὴν πρὸς αὐτὸ μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ τοῦ ἀνθρώπου κατασκευῇ πρὸς τὸ φαίνεσθαι καὶ εἶναι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις ἐννοίαις τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον τοιοῦτον.
ΛΟΓ. ΙΔʹ. Ἔτι, περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ, «Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ.
ΛΟΓ. ΙΕʹ. Εἰς τὸ ἐν ταῖς Παροιμίαις, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ·» ὅτι τὸ, «ἔκτισεν,» οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται, οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Ἀπόδειξις ἐξ ἐπιτηρήσεων Γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν προσκυνεῖται τῶν κτισμάτων· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ δοξολογεῖσθαι.
Ἀντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομίζουσιν, ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πιθανότητος συλλογισμῶν. Ἔτι εἰς τὸ, «Κύριος ἔκτισέ με.» Ὅτι οὐ κτίσμα ὁ Υἱός.
Ἄλλο τῶν ὀρθοδόξων λεγόντων, «Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἔχει κατὰ φύσιν τὸ εἶναι δημιουργός; Οὐ γὰρ ἴδιον τῶν κτισμάτων τοῦτό γε.» Ἀνθυπήνεγκαν οἱ αἱρετικοὶ τὰ ὑποτεταγμένα, ὧν αἱ λύσεις εἰσὶν ἐφεξῆς.
Ἐπιτήρησις ὁμοίως, ἐξ ἧς μανθάνομεν ὅτι καὶ ἀγγέλοις καὶ ἁγίοις προφήταις ἔθος ἐστὶν ἐπιταττομένοις παρὰ Θεοῦ, καὶ ἐρωτήσεις προσάγειν ἀγνοοῦσιν ἔσθ᾽ ὅτε τὸ ἐπιταττόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ οὕτως ἐδείχθη ποιῶν.
Ἄλλο εἰς τὸ, «Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ.»
ΛΟΓ. Ιϛʹ. Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός.
ΛΟΓ. ΙΖʹ. Ὅτι τῶν τῇ κτίσει προσόντων οὐδὲν τῷ Υἱῷ πρόσεστι· διόπερ οὐ κτίσμα ὁ Υἱός.
ΛΟΓ. ΙΗʹ. Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τὸ κτίζειν καὶ τὸ γεννᾷν ἐπὶ Θεοῦ.
ΛΟΓ. ΙΘʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀληθινὸς Λόγος τοῦ Πατρὸς, ἀλλ᾽ ἕτερός τις παρ᾽ αὐτὸν τῇ φύσει καὶ ξένος. Τὸ δὲ ἐντεῦθεν συναγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ ἔξωθεν, ἀλλ᾽ ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ.
ΛΟΓ. Κʹ. Εἰς τὸ, «Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας· διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα·» ἐν ᾧ σχόλια περὶ σαρκώσεως, τὸν αὐτὸν ἔχοντα νοῦν. Εἰς τὸ, «Ἐχαρίσατο αὐτῷ,» καὶ «Ὑπερύψωσεν αὐτὸν,» καὶ ὅσα τοιαῦτα λέγεται περὶ Χριστοῦ.
Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον, «Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων.» Παράθεσις ῥητῶν σημαίνουσα, ὅτι τὸ, «κρείττων,» ἡ θεία Γραφὴ ἐπὶ τῶν πολὺ διεστηκότων ἢ κατὰ τὸν τῆς φύσεως λόγον, ἢ κατὰ τὴν ἀξίαν τίθησιν, ἢ κατὰ τὸ μέτρον τῆς χάριτος.
Ἄλλο διηγηματικὸν, ὅτι τὸ, «Κρείττων γενόμενος τῶν ἀγγέλων,» οὐκ οὐσιῶν εἰσφέρει σύγκρισιν, ἀλλὰ μᾶλλον διακονιῶν. Εἴρηται δὲ καὶ ἄλλως. Παράθεσις ῥητῶν περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς. Ἄλλο ἐκ τῶν αὐτῶν, ὅτι καλὴ καὶ χρησιμωτάτη τῶν διακονιῶν ἡ σύγκρισις, τῆς τε τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τοῦ «κρείττονος» τὴν δύναμιν ἑρμηνεύουσα· πῶς γὰρ κρείττων ἀγγέλων ἐστὶ, καὶ πόσον, ἐξ αὐτῶν γνωσόμεθα.
ΛΟΓ. ΚΑʹ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, «Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός.
ΛΟΓ. ΚΒʹ. Εἰς τὸ, «Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος.»
ΛΟΓ. ΚΓʹ. Εἰς τὸ, «Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ·» καὶ εἰς τὸ, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·» καὶ εἰς τὸ, «Οὐ δύναμαι ἐγὼ ἀπ᾽ ἐμαυτοῦ ποιεῖν οὐδὲν, ἀλλὰ καθὼς ἀκούω, κρίνω·» καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά.
ΛΟΓ. ΚΔʹ. Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, «Ἔκλαυσε,» καὶ εἰς τὸ, «Νῦν ἡ ψυχή μου τετάρακται,» καὶ εἰς τὸ, «Εἰ δυνατὸν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο,» καὶ εἰς τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου,» καὶ ὅσα τούτοις ὅμοια ῥητά. Παραθέσεις ἀποδεικτικαὶ ἀπὸ τῆς θείας Γραφῆς, καὶ Χριστομάχων ἀποτρέπουσαι τὴν κακόνοιαν.
ΛΟΓ. ΚΕʹ. Εἰς τὸ, «Πρωτότοκος πάσης κτίσεως·» ὅτι οὐ κτίσμα ὁ Υἱός.
ΛΟΓ. Κϛʹ. Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, «Τὸ καθίσαι ἐκ δεξιῶν μου, ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι.
ΛΟΓ. ΚΖʹ. Εἰς τὸ, »Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.«
ΛΟΓ. ΚΗʹ. Εἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον· »Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.«
ΛΟΓ. ΚΘʹ. Εἰς τὸ, »Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται [τῷ] ὑποτάξαντι αὐτῷ τὰ πάντα.«
ΛΟΓ. Λʹ. Εἰς τὸ, »Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.«
ΛΟΓ. ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν ἡμῶν πλέον ἐπίσταται, ἀλλ᾽ ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως.
ΛΟΓ. ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς Διαθήκης, ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱός. Εἰ δὲ τοῦτο, οὐ ποίημα οὐδὲ κτίσμα.
ΛΟΓ. ΛΓʹ. Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, δι᾽ Υἱοῦ δὲ τῇ κτίσει χορηγούμενον.
ΛΟΓ. ΛΔʹ. Παραθέσεις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπιτηροῦντα θεωρεῖν, ὅτι Θεὸς, τὸ Πνεῦμα, καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ. Ὁμοῦ δὲ διδάσκουσιν, ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν.
ΛΟΓ. ΛΕʹ. Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι᾽ ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ πεποιημένος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.