Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Περὶ τῆς ἁγίας τριάδος (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Υποστατικές διακρίσεις και θεία ονόματα

Επεξήγηση των ονομάτων, των ανθρωπομορφικών εκφράσεων και των υποστατικών ιδιωμάτων της Αγίας Τριάδας, καθώς και η αδυναμία των κτιστών εικόνων να την αποδώσουν επακριβώς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 4 από 6

Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῆ κτίσει εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς ἁγίας Τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν, καὶ σύνθετον, καὶ ῥευστὸν, καὶ τρεπτὸν, καὶ περίγραπτον, καὶ σχῆμα ἔχον καὶ φθαρτὸν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τούτων ἐνέχεται, καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται.

ΚΕΦΑΛ. Θʹ. Ὁμοίως πιστεύομεν καὶ εἰς ἒν Πνεῦμα ἅγιον, τὸ κύριον καὶ ζωοποιὸν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργὸν, παντοκρατορικὸν, παντουργὸν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως, οὐ δεσποζόμενον· θεοῦν, οὐ θεούμενον· πληροῦν, οὐ πληρούμενον· μετεχόμενον, οὐ μετέχον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· παράκλητον, ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον· κατὰ πάντα ὅμοιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ δι᾽ Υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως· καὶ δι᾽ αὐτοῦ κτῖζον καὶ οὐσιοῦν τὰ σύμπαντα, καὶ ἁγιάζον καὶ συνέχον· ἐνυπόστατον, ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον Πατρὸς καὶ Υἱοῦ· καὶ πάντα ἔχον ὅσα ὁ Πατὴρ καὶ ὁ Υἱὸς, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ὁ μὲν γὰρ Πατὴρ ἀναίτιος καὶ ἀγέννητος· οὐ γὰρ ἔκ τινος (ἐξ ἑαυτοῦ γὰρ τὸ εἶναι ἔχει), οὐδέ τι τῶν ὅσαπερ ἔχει, ἐξ ἑτέρου ἔχει· αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πως εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς.

Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μὲν ἐκ τοῦ Πατρὸς, ἀλλ᾽ οὐ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς.

Καὶ ὅτι μὲν ἕστι διαφορὰ[ν] γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Πάντα οὖν ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἔχει· καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔστιν, οὐδὲ ὁ Υἱὸς ἔστιν, οὐδὲ τὸ Πνεῦμα. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔχει τι, οὐδὲ ὁ Υἱὸς ἔχει, οὐδὲ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα, τουτέστι, διὰ τὸ εἶναι τὸν Πατέρα, ἔστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· καὶ διὰ τὸν Πατέρα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πάντα ἃ ἔχει, τουτέστι, διὰ τὸ τὸν Πατέρα ἔχειν αὐτὰ, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, καὶ τῆς ἐκπορεύσεως. Ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις· οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηριστικῷ τῆς ἰδίας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι.

Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν (ἵνα μὴ ἐκ τριῶν ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν γνωρίσωμεν), ἀλλ᾽ ἐν τρισὶ τελείαις ὑποστάσεσι μίαν οὐσίαν ἁπλῆν ὑπερτελῆ καὶ παντέλειον. Πᾶν γὰρ ἐξ ἀτελῶν συγκείμενον, σύνθετον πάντως ἐστίν. Ἐκ δὲ τελείων ὑποστάσεων, ἀδύνατον σύνθεσιν γενέσθαι.

Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων, ἀλλ᾽ ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν, τῶν μὴ σωζόντων τὸ εἶδος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδηρος, ἕκαστον καθ᾽ ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν· πρὸς δὲ τὸ ἐξ αὐτῶν ἀποτελούμενον οἴκημα, ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει. Οὐδὲ γάρ ἐστιν ἕκαστον καθ᾽ ἑαυτὸ οἶκος. Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμὲν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας νοήσωμεν φύσεως (σύνθεσις γὰρ ἀρχὴ διαστάσεως)· καὶ πάλιν ἐν ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγάγωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων, τὸ ἀσύνθετον καὶ ἀσύγχυτον· διὰ δὲ τοῦ ὁμοουσίου καὶ τοῦ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις, καὶ τῆς ταυτότητός τε τοῦ θελήματος καὶ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως, καὶ τῆς ἐξουσίας, καὶ τῆς κινήσεως, ἴν᾽ οὔτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι ἕνα Θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως Θεὸς ὁ Θεὸς, καὶ ὁ Λόγος, καὶ τὸ Πνεῦμα αὐτοῦ.

ΚΕΦΑΛ. Ιʹ. Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεωρεῖσθαι· καὶ ἄλλο, τὸ λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων, ἡ μὲν τῶν ὑποστάσεων διαίρεσις πράγματι θεωρεῖται (πράγμασι γὰρ ὁ Πέτρος τοῦ Παύλου κεχωρισμένως θεωρῆται)· ἡ δὲ κοινότης καὶ ἡ συνάφεια καὶ τὸ ἒν, λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ Παῦλος τῆς αὐτῆς εἰσι φύσεως, καὶ κοινὴν φύσιν ἔχουσι μίαν. Ἕκαστος γὰρ αὐτῶν ζῶόν ἐστι λογικὸν θνητόν· καὶ ἕκαστος σάρξ ἐστιν ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρητή. Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσὶν, ἰδίᾳ δὲ ἑκάστη καὶ ἀνὰ μέρος ἤγουν καθ᾽ ἑαυτὴν κεχώρισται, πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς ἑτέρας ἔχουσα. Καὶ γὰρ καὶ τόπῳ διεστήκασι, καὶ χρόνῳ διαφέρουσι, καὶ γνώμῃ μερίζονται, καὶ ἰσχύϊ, καὶ μορφῇ, εἴτουν σχήματι, καὶ ἔξει, καὶ κράσει, καὶ ἀξίᾳ, καὶ ἐπιτηδεύματι, καὶ πᾶσι τοῖς χαρακτηριστικοῖς ἰδιώμασι. Πλέον δὲ πάντων, τῷ μὴ ἐν ἀλλήλαις, ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ δύο καὶ τρεῖς ἄνθρωποι λέγονται, καὶ πολλοί. Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς ἁγίας καὶ ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου Τριάδος, τὸ ἀνάπαλιν.

Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν, πράγματι θεωρεῖται, διά τε τὸ συναΐδιον, καὶ τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος, καὶ τὴν τῆς γνώμης σύμπνοιαν, τήν τε τῆς ἐξουσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἀγαθότητος ταυτότητα (οὐκ εἶπον ὁμοιότητα, ἀλλὰ ταυτότητα), καὶ τὸ ἒν ἔξαλμα τῆς κινήσεως. Μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, μία ἐξουσία, μία καὶ ἡ αὐτή· οὐ τρεῖς ὅμοιαι ἀλλήλαις, ἀλλὰ μία καὶ ἡ αὐτὴ κίνησις τῶν τριῶν ὑποστάσεων.

Ἓν γὰρ ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ ἕτερον, οὐχ ἧττον ἢ πρὸς ἑαυτὸ, τουτέστιν, ὅτι κατὰ πάντα ἕν εἰσιν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα· πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως. Ἐπινοίᾳ δὲ τὸ διῃρημένον. Ἕνα γὰρ Θεὸν γινώσκομεν, ἐν μόναις δὲ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ τῆς υἱότητος, καὶ τῆς ἐκπορεύσεως, κατά τε τὸ αἴτιον καὶ τὸ αἰτιατὸν, καὶ τὸ τέλειον τῆς ὑποστάσεως, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον, τὴν διαφορὰν ἐννοοῦμεν. Οὔτε γὰρ τοπικὴν διάστασιν, ὡς ἐφ᾽ ἡμῶν, δυνάμεθα ἐπὶ τῆς ἀπεριγράπτου λέγειν θεότητος (ἐν ἀλλήλαις γὰρ αἱ ὑποστάσεις εἰσὶν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ᾽ ὥστε ἔχεσθαι κατὰ τὸν τοῦ Κυρίου λόγον, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» φήσαντος)· οὔτε θελήματος διαφορὰν ἢ γνώμης, ἢ ἐνεργείας, ἢ δυνάμεως, ἤ τινος ἑτέρου, ἅτινα τὴν πραγματικὴν καὶ διόλου ἐν ἡμῖν γεννῶσι διαίρεσιν.

Διὸ οὐδὲ τρεῖς θεοὺς λέγομεν, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα· ἕνα δὲ μᾶλλον Θεὸν, τὴν ἁγίαν Τριάδα, εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων ἢ συναλοιφομένων κατὰ τὴν Σαβελλίου συναίρεσιν (ἑνοῦνται γὰρ, ὡς ἔφημεν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ᾽ ὥστε ἔχεσθαι ἀλλήλων· καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συμφύρσεως)· οὐδὲ ἐξισταμένων, ἢ κατ᾽ οὐσίαν τεμνομένων κατὰ τὴν Ἀρείου διαίρεσιν. Ἀμέριστος γὰρ ἐν μεμερισμένοις, εἰς δεῖ συντόμως εἰπεῖν, ἡ Θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων καὶ ἀδιαστάτοις οὖσι, μία τοῦ φωτὸς σύγκρασίς τε καὶ συνάφεια.

Ὅταν μὲν οὖν πρὸς τὴν Θεότητα βλέψωμεν καὶ τὴν πρώτην αἰτίαν, καὶ τὴν μοναρχίαν, καὶ τὸ ἒν καὶ ταυτὸν τῆς Θεότητος, ἵν᾽ οὕτως εἴπω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ κυριότητος ταυτότητα, ἓν ἡμῖν τὸ φανταζόμενον ὅταν δὲ πρὸς τὰ ἐν οἶς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ Θεότης· καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως καὶ ἀδιαστάτως (τουτέστι τὰς ὑποστάσεις τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος)· τρία τὰ προσκυνούμενα· εἷς Πατὴρ, ὁ Πατὴρ καὶ ἄναρχος, τουτέστιν ἀναίτιος (οὐ γὰρ ἔκ τινος)· εἷς Υἱὸς, ὁ Υἱὸς καὶ οὐκ ἄναρχος· τουτέστιν οὐκ ἀναίτιος (ἐκ τοῦ Πατρὸς γάρ)· εἰ δὲ τὴν ἀπὸ χρόνου λάβοις ἀρχὴν, καὶ ἄναρχος (ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον)· ἒν Πνεῦμα ἅγιον, τὸ Πνεῦμα προϊὸν μὲν ἐκ τοῦ Πατρός· οὐχ ὑϊκῶς δὲ, ἀλλ᾽ ἐκπορευτῶς· οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου· πῶς γάρ; οὔτε τοῦ Πνεύματος ἢ εἰς Πατέρα μεταπίπτοντος, ἢ εἰς Υἱὸν, ὅτι ἐκπεπόρευται, καὶ ὅτι Θεός. Ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μείνῃ κινουμένη καὶ μεταπίπτουσα; Εἰ γὰρ Υἱὸς ὁ Πατὴρ, οὐ Πατὴρ κυρίως· εἷς γὰρ κυρίως Πατήρ. Καὶ εἰ Πατὴρ, ὁ Υἱὸς, οὐ κυρίως Υἱός· εἷς γὰρ κυρίως Υἱὸς, καὶ ἓν Πνεῦμα ἅγιον.

Χρὴ δὲ γινώσκειν, ὅτι τὸν Πατέρα οὐ λέγομεν ἔκ τινος, λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα. Τὸν δὲ Υἱὸν οὐ λέγομεν ἀναίτιον, οὐδὲ Πατέρα· λέγομεν δὲ αὐτὸν ἐκ τοῦ Πατρὸς, καὶ Υἱὸν τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν. Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν («Εἴ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει,» φησὶν ὁ θεῖος Ἀπόστολος)· καὶ δι᾽ Υἱοῦ πεφανερῶσθαι καὶ μεταδεδόσθαι ἡμῖν ὁμολογοῦμεν. «Ἐνεφύσησε γὰρ, φησὶ, καὶ εἶπε τοῖς μαθηταῖς αὑτοῦ· Λάβετε Πνεῦμα ἅγιον.» Ὥσπερ ἐκ τοῦ ἡλίου μὲν, ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις (αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς ἀκτῖνος καὶ τῆς ἐλλάμψεως), διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς, καὶ μετεχομένη ὑφ᾽ ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε μὴν ἐκ τοῦ Πνεύματος.

ΚΕΦΑΛ. ΙΑʹ. Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων, οὐ τί κατ᾽ οὐσίαν σημαίνειν οἴεσθαι, ἄλλ᾽ ἢ τί οὐκ ἔστι δηλοῦν, ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων, ἤ τι τῶν παρεπομένων τῇ φύσει, ἢ ἐνέργειαν, ἢ αὐτοῦ τοῦ εἶναι παραστατικόν· δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ τοῦ Θεοῦ ὀνομάτων εἶναι, τὸ ὄν [ἴσ. ὁ ὤν]. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὸν ἔχει τὸ εἶναι, οἷόν τι πέλαγος οὐσίας ἅπειρον καὶ ἀόριστον.

Δεύτερον δὲ, τὸ Θεὸς ὄνομα, ὃ σημαίνει μὲν καὶ τὸ ποιητικὸν (θεῖναι γὰρ τὸ ποιῆσαι· καὶ θεὶς, ὁ ποιήσας), ἀριδηλότερον δὲ τῆς θεατικῆς ἐνεργείας ἐστὶ παραστατικόν. Καὶ αὐτῶν γὰρ τῶν μήπω γενομένων, ὡς ὑπ᾽ ὄψιν κειμένων θεατής ἐστιν ὁ Θεός.

Ἐθεάσατο γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἀχρόνως ἐννοήσας· καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἔννοιαν, ἄχρονον (ἤτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα), καὶ ἐν τῷ προορισθέντι καιρῷ γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι, καὶ οὐ τοῦ τί εἶναι· τὸ δὲ δεύτερον, ἐνεργείας. Τὸ δὲ ἄναρχον, καὶ ἄκτιστον, καὶ ἀσώματον, καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ· τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα, τῇ μὲν θείᾳ φύσει παρέπονται, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῦσι.

Τὸ δὲ Κύριος, βασιλεὺς, δεσπότης, καὶ τὰ τοιαῦτα, σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῦσι· τῶν γὰρ κυριευομένων καὶ βασιλευομένων λέγεται Κύριος καὶ Βασιλεύς.

ΚΕΦΑΛ. ΙΒʹ. Ἐπεὶ δὲ πλεῖστα περὶ Θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ Γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρὴ, ὡς ἀνθρώπους ὄντας ἡμᾶς, καὶ τὸ παχὺ τοῦτο σαρκίον περικειμένους, τὰς θείας καὶ ὑψηλὰς καὶ ἀΰλους τῆς Θεότητος ἐνεργείας νοεῖν ἢ λέγειν ἀδύνατον, εἰ μὴ εἰκόσι καὶ τύποις καὶ συμβόλοις τοῖς καθ᾽ ἡμᾶς χρησαίμεθα. Ὅσα τοίνυν περὶ Θεοῦ σωματικώτερον εἴρηται, συμβολικῶς μὲν λέγονται· ἔχει δέ τινα ὑψηλοτέραν διάνοιαν. Ἁπλοῦν γὰρ τὸ Θεῖον καὶ ἀσχημάτιστον. Ὀφθαλμοὺς μὲν οὖν Θεοῦ καὶ βλέφαρα καὶ ὅρασιν, τὴν τῶν ἁπάντων ἐποπτικὴν αὐτοῦ δύναμιν, καὶ τὸ ἀλάθητον τῆς αὐτοῦ γνώσεως ἐννοήσωμεν, ἀπὸ τοῦ παρ᾽ ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως ἐντελεστέραν γνῶσιν καὶ πληροφορίαν ἐγγίνεσθαι. Ὦτα δὲ καὶ ἀκοὴν, τὸ ἐξιλεωτικὸν αὐτοῦ καὶ τῆς ἡμετέρας δεκτικὸν δεήσεως. Καὶ γὰρ ἡμεῖς τοῖς τὰς ἱκεσίας ποιουμένοις, διὰ ταύτης τῆς αἰσθήσεως εὐμενεῖς γινόμεθα, γνησιώτερον αὐτοῖς τὸ οὖς ἐπικλίνοντες. Στόμα δὲ καὶ λαλιὰν, τὸ ἐνδεικτικὸν τῆς βουλήσεως αὐτοῦ, ἐκ τοῦ παρ᾽ ἡμῖν διὰ στόματος καὶ λαλιᾶς σημαίνεσθαι τὰ ἐγκάρδια νοήματα.

Βρῶσιν δὲ καὶ πόσιν, τὴν ἡμετέραν πρὸς τὸ αὐτοῦ θέλημα συνδρομήν. Καὶ γὰρ ἡμεῖς διὰ τῆς γευστικῆς αἰσθήσεως, τὴν τῆς φύσεως ἀναπληροῦμεν ἀναγκαίαν ὄρεξιν. Ὄσφρησιν δὲ, τὸ ἀποδεκτικὸν τῆς πρὸς αὐτὸν ἡμῶν ἐννοίας τε καὶ εὐνοίας, ἐκ τοῦ παρ᾽ ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως τὴν τῆς εὐωδίας ἀποδοχὴν ἐγγίνεσθαι. Πρόσωπον δὲ, τὴν δι᾽ ἔργων αὐτοῦ ἔνδειξίν τε καὶ ἐμφάνειαν, ἐκ τοῦ τὴν ἡμετέραν ἐμφάνειαν διὰ προσώπου γίνεσθαι. Χεῖρας δὲ, τὸ ἀνυστικὸν τῆς ἐνεργείας αὐτοῦ. Καὶ γὰρ ἡμεῖς τὰ χρειώδη καὶ μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. Δεξιὰν δὲ, τὴν ἐπὶ τοῖς αἰσίοις αὐτοῦ βοήθειαν, ἐκ τοῦ καὶ ἡμᾶς μᾶλλον ἐπὶ τῶν τιμιωτέρων καὶ πλείστης ἰσχύος δεομένων τῇ δεξιᾷ κεχρῆσθαι. Ψηλάφησιν δὲ, τὴν ἀκριβεστέραν αὐτοῦ καὶ τῶν λίαν λεπτῶν τε καὶ κρυπτῶν διάγνωσίν τε καὶ εἴσπραξιν, ἐκ τοῦ παρ᾽ ἡμῖν μὴ δύνασθαι τοὺς ψηλαφωμένους ἐν ἑαυτοῖς κρύπτειν τι. Πόδας δὲ καὶ βάδισιν, τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν, ἢ ἄλλην τινὰ πρᾶξιν, ἔλευσίν τε καὶ παρουσίαν· ἐκ τοῦ παρ᾽ ἡμῖν διὰ τῆς τῶν ποδῶν χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐκ τοῦ παρ᾽ ἡμῖν δι᾽ ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συνθήκας. Ὀργὴν δὲ καὶ θυμὸν, τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ ἀποστροφήν. Καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζόμεθα.

Λήθην δὲ καὶ ὕπνον καὶ νυσταγμὸν, καὶ ὑπέρθεσιν τῆς κατὰ τῶν ἐχθρῶν ἀμύνης, καὶ τὴν τῆς συνήθους βοηθείας πρὸς τοὺς οἰκείους ἀναβολήν. Καὶ ἁπλῶς εἰπεῖν, πάντα τὰ σωματικῶς εἰρημένα ἐπὶ Θεοῦ, κεκρυμμένην ἔχει τινὰ ἔννοιαν, ἐκ τῶν καθ᾽ ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδάσκουσαν.

ΚΕΦΑΛ. ΙΓʹ. Τὸ μέντοι ἄκτιστον καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον, καὶ τὰ τοιαῦτα, κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Διὰ τοῦτο καὶ τῆς θείας φύσεως ἰδιώματα λέγονται· τῆς θείας μὲν φύσεως, ὅτι φυσικὰ, καὶ οὐχ ὑποστατικὰ, ταῖς τρισὶν ὁμοτίμως προσόντα τῆς Θεότητος ὑποστάσεσιν· ἰδιώματα δὲ, ὡς ἄλλῃ πάσῃ φύσει, πλὴν μόνης τῆς θείας οὐσίας, πάμπαν ἀμέθεκτα, μήτε ἀνθρώποις, μήτε ἀγγέλοις ὅλως ἐνθεωρούμενα. Καλεῖται δὲ καὶ οὐσία, καὶ φύσις, καὶ μορφὴ, [τὸ ἓν καὶ ταυτόν· καὶ οὐσία μὲν, ὡς τὸ καθ᾽ αὑτὸ εἶναι ἔχουσα· φύσις δὲ,] ὡς φύουσα τὰς ὑποστάσεις· μορφὴ δὲ, ὡς ὅλων τῶν μορφουμένων τῶν ὑπ᾽ αὐτὴν, ἤτοι τῶν χαρακτήρων συλληπτική.

Τὰ δὲ περιεχόμενα λέγονται καὶ ἄτομα καὶ ὑποστάσεις καὶ πρόσωπα. Καὶ ἄτομα μὲν, διὰ τὸ μηδὲν αὐτῶν τομὴν ἢ διαίρεσιν ὑποδέχεσθαι. Τῆς γὰρ ἀνθρωπίνης οὐσίας, ταυτὸν δ᾽ εἰπεῖν ἀνθρωπότητος, εἰς τοὺς κατ᾽ αἴσθησιν ἀνθρώπους διαιρουμένης, οὐδεὶς αὐτῶν εἰς ἄλλους ἀνθρώπους τέμνεσθαι δύναται, ζῶα λογικὰ καὶ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικά· καὶ κατὰ τοῦτον τὸν λόγον, οἱ ἐπὶ μέρους ἅπαντες, ἄτομα. Ὑποστάσεις δὲ, ὡς ὑπὸ τὴν φύσιν ἑστῶτα καὶ μένοντα, καθόλου ταύτης οὔσης καὶ θεωρουμένης ἐννοηματικῶς· τῶν δὲ μερικῶν ὄντων καὶ τὸ εἶναι ἐχόντων πραγματικῶς. Πρόσωπα δὲ, διότι ἕκαστον αὐτῶν οἰκεῖον ἔχει χαρακτῆρα τοῖς λοιποῖς ἀκοινώνητον.

Τοιγαροῦν ἐπὶ τῆς Θεότητος μίαν οὐσίαν, μίαν φύσιν, μίαν μορφὴν δογματίζομεν· ἄτομα δὲ τρία, τρεῖς ὑποστάσεις, τρία πρόσωπα, χαρακτῆρσι καταλλήλοις, εἴτουν ἰδιώμασι, γνωριζόμενα. Χαρακτὴρ δὲ λέγεται τῆς πατρικῆς ὑποστάσεως ὁ Υἱὸς, οὐχ ὅτι αὐτός ἐστι τὸ ἴδιον τοῦ Πατρὸς (τίς γὰρ τοῦτ᾽ ἂν ὑπονοήσειε λόγου μετεσχηκώς), ἀλλ᾽ ὅτι καθὸ Πατὴρ ὁ Πατὴρ, ἐκ τοῦ ἔχειν Υἱὸν χαρακτηρίζεται καὶ γνωρίζεται. Καὶ ὅτι πάντως τὰ τοῦ Πατρὸς ἔχων ὁ Υἱὸς ἐν ἑαυτῷ, μένων Υἱὸς, δείκνυσι τὸν ἐξ οὗ, καθάπερ εἰκὼν αὐτοῦ φυσικὴ ἀπαράλλακτος.

Διό φησιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Νοῦς δὲ ὢν ὁ ἄναρχος φύσει Θεὸς, ὁμοφυοῦς ὑπάρχει Λόγου πηγαστικός. Πατὴρ δὲ ὢν, γεννητικός ἐστιν ὁμοουσίου Υἱοῦ. Διὰ τοῦτο καὶ Θεοῦ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ὁ αὐτός.