Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Κύριλλος Ἀλεξανδρείας – Συλλογὴ ῥητῶν τῆς παλαιᾶς διαθήκης (Νόθος)

Κύριλλος Ἀλεξανδρείας

Αλληγορική ερμηνεία του Ιησού του Ναυή και των βιβλίων των Βασιλειών

Τυπολογική προσέγγιση της μάχης στη Γαβαών και των ιστοριών του Σαούλ, του Δαβίδ, του Σαμουήλ, του Ηλία και του Ελισσαίου, με έμφαση στη διάκριση μεταξύ πρακτικής και θεωρητικής ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Κύριλλος Ἀλεξανδρείας

—

Κεφάλαιο 7 από 9

ΕΚ ΤΗΣ ΒΙΒΛΟΥ ΙΗΣΟΥ ΤΟΥ ΝΑΥΗ Γαβαὼ μὲν ἔστιν ὁ ὑψηλὸς νοῦς· φάραγξ δὲ, ἡ τῷ θανάτῳ ταπεινωθεῖσα σάρξ· καὶ ὁ ἥλιος μὲν, ὁ φωτίζων τὸν νοῦν λόγος καὶ χορηγῶν αὐτῷ θεωρημάτων δύναμιν, καὶ πάσης ἀγνοίας ἀπαλλάττων· σελήνη δὲ ὁ φυσικὸς νόμος, ἤγουν ἡ φυσικὴ διάκρισις, μετρίως φωτίζουσα καὶ πείθουσα τὴν σάρκα ὑποταγῆναι τῇ ψυχῇ. Φύσεως γὰρ σύμβολον ἡ σελήνη, διὰ τὸ τρεπτόν.

Ὅστις γοῦν δι᾽ εὐσεβοῦς πολιτείας παρατάσσεται πρὸς τοὺς ἀοράτους ἐχθροὺς, Ἰησοῦς ὁ τοῦ Ναυῆ γίνεται· καὶ εὔχεται στῆναι αὐτῷ τὸν μὲν ἥλιον, ὡς εἴρηται, κατὰ Γαβαὼ, τὴν δὲ σελήνην κατὰ φάραγγα· τοῦτ᾽ ἔστι, παραμεῖναι αὐτῷ πρὸς καθαίρεσιν τῶν τῆς κακίας ὀχυρωμάτων, καὶ ἀναίρεσιν τῶν πολεμίων.

Ὥσπερ μετὰ τὴν τελευτὴν Μωσέως Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν ἡγεμονίαν παρέλαβεν· οὕτω μετὰ τὴν τελευτὴν τοῦ νομικοῦ γράμματος, Ἰησοῦς ὁ Χριστὸς τὴν ἡγεμονίαν τοῦ νέου λαοῦ παρέλαβε· καὶ ὥσπερ διὰ τῶν πετρίνων μαχαιρῶν, διὰ τοῦ στεῤῥοῦ λόγου τῶν ἐντολῶν αὐτοῦ περιέτεμε τούτου τὴν πρὸς τὰ αἰσθητὰ σχέσιν, καὶ παρεσκεύασεν αὐτὸν διαπεράσαι τὸ ῥέον καὶ ἄστατον τοῦ παρόντος βίου, μὴ βραχέντα, τοῦτ ἔστι, μὴ ἐνσχεθέντα τούτῳ· τοῖς ὤμοις δὲ τῶν ἀρετῶν ἐπικειμένην φέροντα τὴν κιβωτόν· λέγω δὴ τὴν δεκτικὴν τῶν θείων μυστηρίων γνῶσιν.

ΤΗΣ ΠΡΩΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Περὶ Σαοὺλ καὶ Δαβίδ. Ὁ παλαιὸς νόμος κατὰ μόνον τὸ γράμμα λαμβανόμενος, Σαούλ ἐστιν, ἐπίληπτος, ἅτε μυρίαις δονούμενος ἐναντιώσεσι, καὶ μηδεμίαν ἔχων πρὸς ἑαυτὸν συμφωνίαν. Ἡνίκα δὲ ἐπηχήσῃ αὐτῷ ἡ κιθάρα τοῦ Δαβὶδ, ἤγουν ἡ σοφία τοῦ ὑποκεκρυμμένου πνεύματος· τοῦτ᾽ ἔστιν, ὁ πνευματικὸς νοῦς· εὐθὺ σωφρονεῖ, τοῦ πονηροῦ πνεύματος τῆς ἐναντιώσεως ἀπελαυνομένου.

Καὶ δώσω, φησὶ, τὴν βασιλείαν τῷ πλησίον σου, τῷ ἀγαθῷ ὑπὲρ σέ. Καθάπερ γὰρ ὁ Δαβὶδ πλησίον ἦν τοῦ Σαοὺλ, ὡς καὶ αὐτὸς εἰς βασιλέα χρισθείς· οὕτω καὶ τὸ πνεῦμα πλησίον ἦν τοῦ ἐν τῷ νόμῳ γράμματος, ὡς ὑποκεκρυμμένον αὐτῷ. ᾯ καὶ δέδοται λοιπὸν τὸ κράτος, σβεσθέντος μὲν τοῦ κατὰ τὸ γράμμα λαμβανομένου νόμου, λάμψαντος δὲ τοῦ κατὰ τὸ πνεῦμα νοουμένου· ὃς καὶ ἀγαθὸς ἦν ὑπὲρ ἐκεῖνον, ὅσῳ καὶ πολλὰ καλλιόνα τῶν αἰσθητῶν τὰ νοητὰ, καὶ τῶν κατασπώντων εἰς γῆν, τὰ εἰς οὐρανὸν ἀνέλκοντα. Ὁ Σαοὺλ, ὁ φυσικός ἐστι νόμος, ὁ κατ᾽ ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών. Ἐπεὶ δὲ παρέβη τὴν ἐντολὴν διὰ παρακοῆς, φεισάμενος τοῦ Ἀγὰγ βασιλέως Ἀμαλὴκ, τοῦτ᾽ ἔστι τοῦ σώματος, καὶ πρὸς τὰ πάθη κατώλισθεν, ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τὸν Ἰσραὴλ ὁ Δαβὶδ, τοῦτ᾽ ἔστιν, ὁ νόμος τοῦ πνεύματος ὁ γεννῶν τὴν εἰρήνην τὴν οἰκοδομοῦσαν περιφανῶς τῷ Θεῷ τὸν τῆς θεωρίας ναόν.

Σαμουὴλ ὑπακοὴ Θεοῦ ἑρμηνεύεται. Οὐκοῦν ἕως ἂν ὁ καθ᾽ ὑπακοὴν λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἂν φείσηται τοῦ Ἀγὰγ ὁ Σαοὺλ, τοῦτ᾽ ἔστι, τοῦ χοϊκοῦ φρονήματος· ἀλλ᾽ οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεὺς λόγος, καὶ πλήξει καταισχύνων τὸν φιλαμαρτήμονα νοῦν, ὡς παραβάτην τῶν θείων δικαιωμάτων.

Ἐπὰν ὁ νοῦς ὑψηλοφρονήσας, τὸν κατὰ τῶν παθῶν αὐτὸν χρίσαντα τῆς διδασκαλίας λόγον, διὰ τῆς προσηκούσης ἐρεύνης ἐπερωτᾷν περὶ τῶν ποιητέων καὶ οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται, δι᾽ ὧν κατὰ μέρος τοῦ Θεοῦ χωριζόμενος, ἐν ταῖς ἀκουσίοις περιστάσεσι προσχωρεῖται τοῖς δαίμοσι, τὴν κοιλίαν θεοποιῶν, κἀκεῖθεν εὑρέσθαι θέλων τῶν πιεζόντων παράκλησιν. Καὶ πειθέτω σε Σαοὺλ ἐν πᾶσι σύμβουλον μὴ λαμβάνων τὸν Σαμουὴλ, καὶ ἐξ ἀνάγκης εἰδωλολατρίαν μεταστρεφόμενος, καὶ τὴν ἐγγαστρίμυθον, ὡς δή τινα τὸν θεὸν, ἐπερωτᾷν ἀνεχόμενος.

ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Περὶ Δαβὶδ καὶ Ἀβεσσαλώμ. Δαβὶδ μὲν ὁ πρακτικὸς νοῦς, Ἀβεσσαλὼμ δὲ ἡ οἴησις, ἣν ἀπεγέννησεν ἐκ τῆς πρὸς τὴν αἴσθησιν συνουσίας. Ἑρμηνεύεται μὲν γὰρ Ἀβεσσαλὼμ πατρὸς εἰρήνη νομιζομένη· νομίζοντες δὲ εἰρηνεύειν παθῶν, συνιστῶμεν τὴν οἴησιν· ἣν ἐπαναστᾶσαν αὐτῷ γνοὺς ὁ δηλωθεὶς Δαβὶδ, ἅτε μετὰ γνώσεως πράττων, ἀφεὶς τὴν ἁγίαν σκηνὴν, καὶ τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, τοῦτ᾽ ἔστιν, τὴν μυστικὴν θεολογίαν καὶ τὴν εἰρηνικὴν τῶν θείων θεωρίαν, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσι καλοῖς εὐχαριστήριον ἐξομολόγησιν, φεύγει πρὸς τὴν Γαλαὰδ, ἤτοι μετοικίζεται πρὸς τὸ πένθος. Γαλαὰδ γὰρ μετοικεσία μαρτυρίου .... καὶ πρὸς τοῖς εἰρημένοις ἀποκάλυψις· μετοικίζεται καὶ πρὸς τὸν διὰ τοῦ συνειδότος ἔλεγχον, καὶ πρὸς τὴν κατ᾽ εἶδος τῶν ἁμαρτημάτων φανέρωσιν, καὶ οὕτως ἐν συναισθήσει τῆς ἑαυτοῦ γενόμενος ἀσθενείας, καὶ τὴν ταπεινοφροσύνην εἰς βοήθειαν ἐπισπασάμενος, ἀναιρεῖ τὴν τοῦ τυράννου οἴησιν, καὶ πάλιν ἐπανέρχεται πρὸς τὴν Ἰουδαίαν, καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὴν ἁγίαν σκηνήν· λέγω δὴ, πρὸς τὴν ἐξομολογητικὴν εὐχαριστίαν, καὶ εἰρηνικὴν καὶ ἀπαθῆ τῶν ὄντων θεωρίαν, καὶ τὴν ὑψηλὴν θεολογίαν.

Ἀβεσσαλώμ ἐστι, πᾶς οἰηματίας καὶ ὑπερήφανος, ὃς τὴν κόμην τρέφων, ἤτοι τὴν φαινομένην ἀρετὴν ἢ γνῶσιν, καὶ ἐπὶ ταύτῃ μέγα φρονῶν, διὰ ταύτης ἁλίσκεται, φυσίωσιν ἐμποιησάσης αὐτῷ, καὶ τὴν ἐκ ταύτης ἀπώλειαν, καὶ κρεμᾶται ἀνάμεσον οὐρανοῦ καὶ γῆς. Οὔτε γὰρ ἔχει γνῶσιν ἀληθινὴν, καθάπερ οὐρανὸν ἀνέλκουσαν αὐτὸν, κατασπώσης οἰήσεως· οὔτε μὴν ἀρετὴν ἀληθινὴν, καθάπερ γῆν καθέλκουσαν αὐτὸν, κατασπώσης φυσιώσεως. Τιτρώσκεται δὲ τρισὶ βέλεσι κυρίως, τῇ τε αἰσχύνῃ τῆς ἀνωφελοῦς διὰ τὴν οἴησιν πράξεως, καὶ τῇ ἐκδοχῇ τῆς αἰωνίου κολάσεως. Θνήσκει δὲ πρὸ αὐτοῦ δι᾽ ἀγχόνης ὁ Ἀχιτόφελ, ἑρμηνευόμενος ἀδελφὸς δόλῳ φιλάζων.

Τοιοῦτος δὲ ὁ διάβολος· οὐ φέρων γὰρ τὴν ἧτταν ἀπάγχεται «Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαβὶδ, γʹ ἔτη· ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Καὶ ἐζήτησε Δαβὶδ τὸ πρόσωπον Κυρίου, καὶ εἶπε Κύριος· Ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας.» Δαβὶδ μὲν ὁ κατὰ τὸ πνεῦμα νόμος, ὁ βασιλεύων τῶν πνευματικῶς Θεῷ λατρευόντων Χριστιανῶν.

Σαοὺλ δὲ ὁ κατὰ γράμμα νόμος, ὁ βασιλεύων τῶν σωματικῶς Θεῷ λατρευόντων Ἰουδαίων. Ἐπεὶ καὶ Δαβὶδ ἑρμηνεύεται ἐξουδένωσις, καὶ ἱκανὸς ὁράσει. Τοιοῦτος δὲ ὁ εὐαγγελικὸς νόμος· τὸ μὲν παρ᾽ Ἰουδαίοις νομιζόμενος, τὸ δὲ παρὰ Χριστιανοῖς.

Ὥσπερ καὶ Σαοὺλ ἑρμηνεύεται δεδανεισμένος, ἢ δάνειον. Τοιοῦτος δὲ ὁ Μωσαϊκὸς νόμος, κατὰ τὸ γράμμα λαμβανόμενος. Πρόσκαιρος γὰρ ἐδόθη καὶ μέχρι τῆς ἐπιδημίας τοῦ εὐαγγελικοῦ. Εἰ γὰρ καὶ αἰτητὸς ᾅδης καθ᾽ ἕτερον λόγον ὁ Σαοὺλ ἑρμηνεύεται, ἀλλὰ τὸ δηλωθὲν σημαινόμενον ἐνταῦθα οἰκεῖον. Γαβαωνῖται δὲ, οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότεροι λόγοι. Γαβαωνῖται γὰρ ὀρεινοὶ ἢ μετέωροι ἑρμηνεύονται.

Οὓς διέσωσεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀποκτείνας τοὺς πολεμοῦντας αὐτοῖς εʹ βασιλεῖς· καὶ κατέστησεν αὐτοὺς τῇ σκηνῇ ξυλοφόρους καὶ ὑδροφόρους, προτυπῶν τὸν Ἰησοῦν Χριστὸν, ὃς ἀπέκτεινε τοὺς κατὰ τὴν πενταδικὴν αἴσθησιν πολεμοῦντας τοῖς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέροις λόγοις, ἐμπαθεῖς λογισμοὺς καὶ τρόπους, καὶ περιποιησάμενος. Τούτους δὲ τοὺς νοητοὺς Γαβαωνίτας κατέστησε τῇ σκηνῇ τῶν θείων μυστηρίων, ξυλοφόρους μὲν, ὡς χορηγοῦντας ὕλην ἐξαπτικὴν τοῦ φωτὸς τῆς γνώσεως· ὑδροφόρους δὲ, ὡς κομίζοντας ῥύψιν τῶν παθῶν· ἡ γὰρ ἐν πνεύματι φυσικὴ θεωρία μέση τις οὖσα τύπων καὶ ἀληθείας, τῶν μὲν ἀπάγει, πρὸς δὲ τὴν ἐπανάγει.

Τούτους τοίνυν ἀναιρεῖ καὶ ἔξω ποιεῖ τῆς τῶν θείων μυσταγωγίας Σαοὺλ, ὁ τοῦ γράμματος νόμος, ὁ τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων βασιλεύων· καὶ εἴ τις μόνου τοῦ γράμματος ἀντεχόμενος, ἀθετεῖ τὸ ὑποκρυπτόμενον τῷ γράμματι πνεῦμα. Τυποῦσι δὲ οἱ Γαβαωνῖται καὶ τὴν ἐθνικὴν μερίδα τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ, καὶ προσταττομένων ξυλοφορεῖν καὶ ὑδροφορεῖν, τοῦτ᾽ ἔστι, τὴν περὶ τοῦ σωτηρίου σταυροῦ καὶ ζωοποιοῦ βαπτίσματος γνῶσιν βαστάζειν· καὶ διὰ μὲν τῆς πρακτικῆς· ὡς ξύλα τὴν νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν παραφέρειν· διὰ δὲ τῆς θεωρητικῆς, ὡς ὕδωρ τὴν ἐπιῤῥοὴν τῆς γνώσεως.

Ὠργίσθη μὲν οὖν ὁ Θεὸς, διὰ τὴν τῶν Γαβαωνιτῶν ἀναίρεσιν. Ἐπήγαγε δὲ τὸν λιμὸν, οὐκ ἐν ταῖς ἡμέραις τοῦ ἀνελόντος αὐτοὺς Σαοὺλ, ἀλλὰ ἐν ταῖς τοῦ Δαβίδ· ὅτι μηδὲ πέφυκε, ζῶντος τοῦ νομικοῦ γράμματος καὶ βασιλεύοντος τῶν σωματικῶν καὶ παχῶν τὴν διάνοιαν Ἰουδαίων, γνωσθῆναι τὸν λιμὸν τῆς πνευματικῆς γνώσεως· ἀλλ᾽ ἀποθανόντος ἐκείνου τῷ πέρατι τοῦ χρόνου τοῦ ὁρισθέντος τῇ σωματικῇ λατρείᾳ τοῦ νόμου, μᾶλλον ἐν ταῖς ἡμέραις Δαβὶδ γενέσθαι, τοῦ νομικοῦ λέγω πνεύματος, τοῦ ὑποκεκρυμμένου τῷ γράμματι, λάμψαντος ἤδη καὶ βασιλεύοντος τῶν πνευματικῶν καὶ λεπτῶν τὴν διάνοιαν Χριστιανῶν.

Οἱ μὲν γὰρ περὶ τὸν εἰρημένον Σαοὺλ, μηδέποτε πνευματικῶς γνώσεως ἀπολαύσαντες, οὐδὲ τὸν λιμὸν αὐτῆς ἠδύναντο γνῶναι. Λιμὸς γάρ ἐστιν ἔκλειψις τῶν κατὰ πεῖραν ἀγαθῶν ἐγνωσμένων. Ἐνταῦθα δὲ καὶ σπάνις τῶν πνευματικῶν τῆς ψυχῆς βρωμάτων.

Οἱ δ᾽ ἀμφὶ τὸν δηλωθέντα Δαβὶδ, οὗτοι μάλιστα λιμώττουσι τοῦτον τὸν λιμὸν, ὅταν περιέπωσι τὸ γένος Σαοὺλ, ἐν τῷ περιέπειν τὸ γράμμα, καὶ σωματικῶς ἐκδέχεσθαι τὰ τῆς θείας Γραφῆς. Περὶ οὗ γένους προϊόντες ἐροῦμεν. Λιμὸς δὲ τριῶν ἐτῶν, ἡ ἔλλειψις τῆς κατὰ τοὺς τρεῖς νόμους, τόν τε φυσικὸν καὶ τὸν Μωσαϊκὸν, καὶ τὸν εὐαγγελικὸν, πνευματικῆς γνώσεως.

Ἡ γὰρ ἔνδεια τῆς κατὰ τὸν Μωσαϊκὸν νόμον πνευματικῆς θεωρίας, ἔχει παρεπομένην καὶ τὴν κατὰ τὸν φυσικὸν, καὶ τὴν κατὰ τὸν εὐαγγελικόν· διὸ καὶ ἀλλήλων ἔχεσθαι λέγονται. Καὶ ἄλλως γὰρ ὁ τὸν Μωσαϊκὸν νόμον σωματικῶς λαμβάνων, λιμώττει τὰ τρία ταῦτα ἀρετὴν, καὶ θέωσιν. Ὥσπερ δὲ τὸ πρόσωπον χαρακτηριστικόν ἐστι τοῦ καθ᾽ ἕκαστον, οὕτως καὶ ἡ πνευματικὴ γνῶσις ἐμφατικῶς χαρακτηρίζει τὸ Θεῖον· ἣν ὁ ἐκζητῶν, λέγεται ἐκζητεῖν τὸ πρόσωπον τοῦ Κυρίου, κατὰ τὸν Δαβὶδ, καὶ μανθάνει τὴν αἰτίαν τοῦ τοιούτου λιμοῦ, ὅτι κατὰ τοῦ Σαοὺλ, καὶ κατὰ τοῦ οἴκου αὐτοῦ ἡ ἀδικία αὕτη, ἣν ἠδίκησε τοὺς Γαβαωνίτας. Ἀνθ᾽ ὅτου γὰρ, φησὶν, ἐθανάτωσε τοὺς Γαβαωνίτας, ὡς προτεθεώρηται.

Οἶκος δὲ Σαοὺλ τὸ γένος αὐτοῦ, τοῦτ᾽ ἔστιν, οἱ ἀγαπῶντες αὐτόν. Εἶεν δ᾽ ἂν οὗτοι οἱ μόνοι τοῦ γράμματος ἀντεχόμενοι. «Καὶ ἐκάλεσε, φησὶ, Δαβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· Τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσομαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπον πρὸς τὸν βασιλέα· Ὁ ἀνὴρ ὃς συνετέλεσεν ἡμᾶς, καὶ ἐδίωξεν ἡμᾶς, καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. Δότε ἡμῖν ζʹ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς βʹ υἱοὺς Ῥεσφᾶς παλλακῆς Σαοὺλ, τὸν Ἑρμονθὶ, καὶ τὸν Μεμφιβοσὲθ, καὶ τοὺς εʹ υἱοὺς Μερὼβ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσριὴλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαονιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἐναντίον Κυρίου, καὶ ἔπεσον ἐκεῖ οἱ ζʹ ἐπὶ τὸ αὐτὸ, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ, ἐν ἀρχῇ θερισμοῦ κριθῶν.» Πᾶς τοιγαροῦν ὁ μὲν διὰ πράξεως κατανοήσας τὴν ἐπισκήψασαν ὀργὴν τοῦ Θεοῦ, διὰ δὲ θεωρίας ἐκζητήσας τὸν Θεὸν, διδάσκεται μὲν τὴν αἰτίαν, ὡς προείρηται· κελεύεται δὲ ἐκδοῦναι τοὺς βʹ υἱοὺς, καὶ πέντε υἱωνοὺς τοῦ Σαοὺλ, εἰς θάνατον. Δύο μὲν υἱοὺς, τήν τε κατὰ σῶμα ἁμαρτίαν, καὶ τὴν κατὰ νοῦν αὖθις ἁμαρτίαν, ἤτοι τὴν κατ᾽ ἐνέργειαν καὶ τὴν καθ᾽ ἕξιν· φημὶ δὴ τὴν κατὰ πρᾶξιν, καὶ τὴν κατὰ συγκατάθεσιν.

Πέντε δὲ υἱωνοὺς, τὰς πέντε χρήσεις τῶν πέντε αἰσθήσεων. Μήτηρ μὲν οὖν τῶν υἱῶν τοῦ Σαοὺλ, Ῥεσφὰ, ἥτις ἑρμηνεύεται δρόμος στόματος. Ἡ δὲ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, καὶ μὴ δι᾽ ὑψηλοτέρου νοὸς ἀνάβασις, εἰκότως γεννᾷ τοὺς δηλωθέντας βʹ υἱούς. Μήτηρ δὲ τῶν υἱῶν αὐτοῦ Μερώβ· ἥτις ἑρμηνεύεται πλησμονὴ φάρυγγος, ἤτοι γαστριμαργία. Αὕτη δὲ πάλιν ἀκολούθως γεννᾷ τὰς εἰρημένας παραχρήσεις· καὶ ἡ μὲν Ῥεσφὰ, παλλακὴ, διὰ τὴν ἀπρεπῆ καὶ ἀναξίαν τοῦ νόμου μίξιν. Δεῖ γὰρ μὴ διὰ μόνου στόματος προφέρεσθαι τὸν νόμον· ἀλλὰ καὶ δι᾽ ὑψηλοτέρας θεωρίας· ἣ γεννᾷ τὴν γαστριμαργίαν. Ἵνα δὲ καὶ τὰ ὀνόματα τῶν ἐκ Ῥεσφᾶς υἱῶν ἀναπτύξωμεν, Ἑρμοθὶ μὲν ἑρμηνεύεται ἀνάθεμα· τοιοῦτον δὲ ἡ κατὰ σῶμα ἁμαρτία, ἀνατιθεῖσα τῷ δαίμονι τὸν ταύτην ἐνεργοῦντα.

Μεμφιβοσθὲ δὲ αἰσχύνη. Τοιοῦτον δὲ πάλιν ἡ κατὰ νοῦν ἁμαρτία, αἰσχύνουσα τὸν νοῦν, ὅς ἐστι δόξα ψυχῆς. Ἐπειδὴ δὲ καὶ Ἐσδριὴλ, τοῦ ἀνδρὸς τῆς Μερὼβ ἐμνημόνευσεν ὁ λόγος, ἑρμηνεύεται δὲ Ἐσδριὴλ βλέψις δυνατή· τοιοῦτον δὲ ὁ νοῦς· εἴη ἂν Ἐσδριὴλ, ὁ ἐπικλινόμενος τῇ γαστριμαργίᾳ νοῦς, καὶ συγγινόμενος αὐτῇ. Τοιγαροῦν πᾶς ἐκζητῶν τὸ πρόσωπον Κυρίου κατὰ τὸν Δαβὶδ, ἀναιρεῖ τοὺς εἰρημένους υἱοὺς καὶ υἱωνοὺς τοῦ Σαοὺλ, διὰ μέσης τῆς φυσικῆς θεωρίας, ἐν τῷ ὕψει τῆς γνώσεως, ὥσπερ ἐκεῖνος ἐκείνους διὰ τῶν Γαβαωνιτῶν ἐν τῷ ὄρει, καὶ ἐξηλιάζει αὐτοὺς ἔναντι Κυρίου· τοῦτ᾽ ἔστι, δείκνυσιν αὐτοὺς νεκροὺς ἐνώπιον Κυρίου. Ἐξηλιασμὸν γὰρ ἐνταῦθα νοοῦμεν τὴν φανέρωσιν, ἣν τὰ πάθη πάσχουσι, διὰ τῶν ὑψηλῶν τῆς φύσεως λογισμῶν κατὰ τὴν ὑψηλὴν θεωρίαν θριαμβευόμενα. Καὶ οὕτως ἐξιλεοῦται τὸν Θεόν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν, ἡ ἀρχὴ τῆς κατὰ φυσικὴν θεωρίαν εὐσεβείας, ὅτε θερίζονται τὰ θρεπτικὰ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς νοήματα. Ἀλλὰ πῶς οἱ Γαβαωνῖται λέγουσιν ἀφανίσαι τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραὴλ, καίτοι Μαριβαὰλ τοῦ υἱοῦ μὲν Ἰωνάθαν, υἱωνοῦ δὲ Σαοὺλ, παρὰ τῷ Θεῷ διασωθέντος, καὶ ἄλλων πολλῶν συγγενείας Σαοὺλ, ὡς ἡ τῶν Παραλειπομένων διδάσκει βίβλος;

Ἀλλ᾽, ὡς ἔοικεν, οἰκονομικῶς παρεμίγη τῇ ἱστορίᾳ τὸ παράλογον, ἵνα ζητήσαντες ἐν τῇ ἀναγωγῇ, τὸ εὔλογον εὕρωμεν. Ὅταν γὰρ οἱ κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλότεροι λόγοι τὸ ἐνδόσιμον λαβόντες ἀπὸ τοῦ νοητοῦ Δαβὶδ, ἤτοι τοῦ κατὰ τὸ πνεῦμα νόμου, τοὺς ἀνωτέρω διαληφθέντας υἱοὺς καὶ υἱωνοὺς τοῦ Σαοὺλ ἀποκτείνωσιν· τότε πάντως ἐξαφανίζεται ἐκ παντὸς ὁρίου Ἰσραὴλ, τοῦτ᾽ ἔστιν, ἐκ παντὸς λόγου τε καὶ τρόπου πνευματικῆς θεωρίας, ὁ σωματικὸς νοῦς τοῦ Μωσαϊκοῦ νόμου, καὶ ἡ κατὰ τὸ γράμμα, κατὰ τὴν αἴσθησιν ἐκδοχή. «Καὶ ἔλαβε, φησὶ, Ῥεσφὰ τὸν σάκκον, καὶ διέστρωσεν αὐτὸν ἑαυτῇ ἐπὶ τὴν πέτραν, ἕως ἔσταξεν ἐπ᾽ αὐτοὺς ὕδατα Θεοῦ ἐξ οὐρανοῦ.» Ῥεσφὰ μὲν ἔστιν ὡς εἴρηται ἡ διὰ μόνου στόματος προφορὰ τοῦ νόμου, ἥ τις μετὰ τὴν ἀναίρεσιν τῶν ἐξ αὐτῆς παθῶν, ὡς προδιείληπται, καθάπερ σάκκον τὴν μετάνοιαν στρώννυσιν ἑαυτῇ, ἐπὶ τὴν πέτραν τῶν στεῤῥῶν δογμάτων τῆς κατὰ Χριστὸν πίστεως, ἕως καταπεμφθῶσιν αἱ τῶν θείων Γραφῶν γνώσεις ἐκ τοῦ ὕψους τῆς πνευματικῆς θεωρίας, αἱ σβεστικαὶ μὲν τῶν παθῶν, ἐξαπτικαὶ δὲ τῶν ἀρετῶν. Καὶ ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῇ γῇ. Μετὰ ταῦτα ἐπήκουσεν αὐτῇ, δεομένῃ τῆς ἄνωθεν ῥοπῆς, καὶ τρόπον τινὰ δυσωπούσῃ διὰ τοῦ ἀκόσμου σχήματος. Γῆ μὲν οὖν ἡ καρδία τοῦ μετανοοῦντος, ὄμβροι δὲ, αἱ τῶν δακρύων ἐπιῤῥοαί. Εὐθηνία δὲ καρπῶν ἡ χορηγία τῶν πνευματικῶν χαρισμάτων.

Καὶ σῖτος μὲν ὁ διὰ πράξεως στηριγμὸς τῆς ψυχῆς. Οἶνος δὲ ἡ διὰ θεωρίας εὐφροσύνη τοῦ νοῦ. Ἔλαιον δὲ ἡ δι᾽ ἀμφοτέρων ἱλαρότης καὶ κατάστασις, καὶ ὁ διὰ τοῦ ἁγίου Πνεύματος φωτισμός.

Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ πρωῒ ἕως ὥρας ἀρίστου. Ἀπὸ πρωῒ γὰρ, τοῦτ᾽ ἔστιν, ἐκ τοῦ πρώτου καιροῦ τῆς ἀνθρωπίνης ζωῆς, ὁ θάνατος διὰ τὴν ἁμαρτίαν κατενεμήθη τοὺς ἀνθρώπους ἕως ὥρας ἀρίστου, τοῦτ᾽ ἔστιν, ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Χριστοῦ. Οὗτος γάρ ἐστιν ἄριστος ὡς ἄρτος τῆς ζωῆς, καὶ ὡς τρέφων καὶ ποτίζων ἡμᾶς τῷ ἀχράντῳ αὐτοῦ σώματι, καὶ τῷ τιμίῳ αἵματι. Καὶ εἶπε Δαβίδ· «Ἰδοὺ ἐγὼ ἡμάρτηκα, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, Κύριε.» Χριστὸς γὰρ ὁ νέος Δαβὶδ, ὁ ποιμὴν ὁ καλὸς, εἰς ἑαυτὸν τὰς ἁμαρτίας ἡμῶν ἀναδεξάμενος, ἔθηκε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων.

Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα αὐτοῦ, φησὶν, εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. «Καὶ παρεκλήθη Κύριος καὶ εἶπεν, Ἱκανὸν νῦν, ἄνες τὴν χεῖρά σου.» Ἱερουσαλὴμ γὰρ ἡ Ἐκκλησία τῶν πιστῶν ὑπὲρ ἧς ὁ Χριστὸς ἀποθανὼν, καὶ παράκλητος ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα γενόμενος, ἔστησε τὴν θανατηφόρον χεῖρα τοῦ ὀλοθρεύοντος. Ἀναστὰς γὰρ ἐκ νεκρῶν κατήργησε τὸν θάνατον, καὶ ἀπαρχὴ ἀθανασίας τοῖς οἰκήτορσι τῆς Ἐκκλησίας ἐγένετο. Εἶτα κατὰ θείαν ὑπόμνησιν ὁ Δαβὶδ ἔνθα τὸν ὀλοθρευτὴν ἄγγελον εἶδεν, ἑστήκει διαπήξας θυσιαστήριον, ὁλοκαυτώματα καὶ εἰρηνικὰ ἀνήνεγκε τῷ Θεῷ. Ἵστατο μὲν γὰρ ἐκεῖνος παρὰ τὴν ἅλω τοῦ Ὀρνᾶ. Ἅλως δὲ ἡ Ἐκκλησία τῶν εὐσεβῶν, εἰς ἣν ἀσταχύων δίκην συγκομίζονται οἱ θεριζόμενοι διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπὸ τῆς πλάνης καὶ ἀπιστίας, Ἣν ἅλωνα ἐπρίατο νʹ σίκλων. Καὶ γὰρ ὁ Χριστὸς ἐπρίατο τὴν Ἐκκλησίαν πολλοῦ τιμήματος· τοῦ ἰδίου γὰρ αἵματος πηξάμενος θυσιαστήριον, ἐν αὐτῇ, λέγω δὴ τὰ ἐν πάσαις ταῖς κατὰ τόπον ἐκκλησίαις θυσιαστήρια, ἔθυσε δύο βόας, δι᾽ ὧν ὅ τε ἐκ περιτομῆς πιστεύων λαὸς καὶ ὁ ἐξ ἀκροβυστίας ὑποσημαίνονται. Βόες μὲν ὡς ὑπὸ ζυγὸν τοῦ Εὐαγγελίου γεγονότες· θυσιαζόμενοι ὡς θύοντες ἑαυτοὺς, διὰ τοῦ σφαγιάζειν τὰ πάθη. καὶ ἀναλίσκειν αὐτὰ τῷ πυρὶ τοῦ ἁγίου Πνεύματος.

Θυσίαι δὲ καὶ εἰρηνικὰ αὐτὸς πάλιν ὁ Χριστὸς διὸ τῆς μυστικῆς καὶ ἀναιμάκτου θυσίας ἑκάστου θυόμενος, καὶ εἰρήνην τοῖς ἐκπεπολεμωμένοις τῷ Θεῷ δωρούμενος, καὶ ἀποκαταλλάττων ἡμᾶς.

ΤΗΣ ΤΡΙΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Εἰς τὸν Ἠλίαν, καὶ εἰς τὴν Σαραφθίαν. Πᾶσα ψυχὴ χηρεύουσα ἀρετῆς καὶ γνώσεως, εἴπερ ὑποδέξεται τὸν θεῖον καὶ διαγνωστικὸν λόγον, εἰς μνήμην ἄγοντα τῶν προτέρων ἁμαρτημάτων, καὶ προτιμήσει καὶ αὐτῆς τῆς φύσεως τὴν εἰς αὐτὸν θεραπείαν· ἕξει τὴν σάρκα μὲν ὡς ὑδρίαν, χορηγοῦσαν τὸν ἄρτον τῶν ἀρετῶν, τὸν νοῦν δὲ ὡς καμψάκην, πηγάζοντα τὸ φῶς τῆς γνώσεως· τὸν ἔμφυτον δὲ λογισμὸν, ὡς υἱὸν, τὴν ἐμπαθῆ μὲν ζωὴν ἀποτιθέμενον, τῆς ἀπαθοῦς δὲ καινοπρεπῶς ἀξιούμενον.

Ὁ τῆς ἁγίας Γραφῆς λόγος τοῖς ὑψηλοτέροις νοήμασι μικρὸν ἐκδυσάμενος τὴν τῶν ἐπ᾽ αὐτῷ σωματικῶς διαπεπλασμένων ῥητῶν σύνθεσιν, ὡς ἐν φωνῇ αὔρας λεπτῆς γνωρίζεται τῷ διορατικωτέρῳ νοΐ· αἴσθησιν μόνον ἰσχύοντι λαβεῖν τῆς μηνυούσης αὐτὸν ἁπλότητος. Ἐπεὶ δὲ τὸ μὲν Χωρὴβ, Νέωμα ἑρμηνεύεται· πὸ δὲ σπήλαιον κρύφιός ἐστι τόπος· πᾶς κατὰ τὸν μέγαν Ἠλίαν ζητῶν ἀληθῶς τὸν Θεὸν, οὐ μόνον ἐν τῷ Χωρὴβ γενήσεται νεάζων καὶ ἀκμάζων ἐν τοῖς πόνοις τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρήβ· λέγω δὴ τῇ κρυφιότητι τῆς γνώσεως, τῇ οὔσῃ ἐν τῇ ἕξει τῶν ἀρετῶν.

ΤΗΣ ΤΕΤΑΡΤΗΣ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. Περὶ Ἑλισσαίου καὶ δίφρου. Τὸ ὑπερῷον καὶ ὁ δίφρος τὴν ὑψηλὴν καὶ πεφωτισμένην Ἑλισσαίου πολιτείαν ἐδήλου. Τὰ μὲν ἀτεκνοῦντα ῥεύματα τύπος ἦν τῆς ἀγόνου πρὸς εὐσέβειαν ἀνθρωπότητος. Οἱ δ᾽ ἄλες, τῆς διδασκαλίας τοῦ Σωτῆρος. Διὸ καὶ πρὸς τοὺς ἀποστόλους ὕστερον ἔλεγεν, «Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς.» Ὁ δ᾽ ἰασάμενος αὐτὰ Ἑλισσαῖος, αὐτοῦ Χριστοῦ, διὰ μιμήσεως ἁπτόμενος τῆς μνήμης τῶν ἁγίων· ἥ τις ὡς λείψανα φέρει τὰς πράξεις αὐτῶν καὶ τὰ κατορθώματα· τὴν μὲν τῶν παθῶν νέκρωσιν ἀποτίθεται, τὴν δὲ τῶν ἀρετῶν ζωὴν ὑποδέχεται.