Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Προσευχή, σιωπή και η ενέργεια της θείας χάριτος

Η αναγκαιότητα της σιωπής, ο έλεγχος του νου κατά την προσευχή, η πνευματική δοκιμασία και η μετάβαση από τη φυσική ζέση στην πνευματική θέρμη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 6 από 10

Γνησίως οὖν ταύτην οἱ εἰς τοῦτο προετοιμασθέντες τὴν ἀρετὴν ποθοῦμεν, ἀγαπητοί, τὴν εὐπρεπῆ, τὴν πανθέωρον, τὴν πάσης ἀμεριμνίας πρόξενον, τὴν ἐν αὐγῇ φωτὸς ἀρρήτου τὸν νοῦν τρέφουσαν τὰ λόγια τοῦ θεοῦ, τὴν τῷ θεῷ λόγῳ, ἵνα μὴ πολλὰ λέγω, τὴν λογικὴν ψυχὴν διὰ τῶν ἁγίων προφητῶν πρὸς κοινωνίαν ἁρμοσαμένην ἀχώριστον, ἵνα καὶ παρὰ ἀνθρώποις, ὢ τοῦ θαύματος, τοὺς θεῳδοὺς φθόγγους ἡ νυμφαγωγὸς ἐναρμόσῃ ἡ θεία τρανῶς ᾄδοντας τὰς δυναστείας τοῦ θεοῦ. {ξηʹ.} Ὁ νοῦς ἡμῶν τὰ πολλὰ περὶ μὲν τὴν προσευχὴν δυσανασχέτως ἔχει διὰ τὸ στενὸν ἄγαν καὶ περιεσταλμένον τῆς εὐκτικῆς ἀρετῆς, εἰς δὲ τὴν θεολογίαν χαίρων ἑαυτὸν ἐπιδίδωσι διὰ τὸ πλατὺ καὶ ἀπολελυμένον τῶν θείων θεωρημάτων. Ἵνα οὖν μὴ ὁδὸν αὐτῷ δῶμεν τοῦ πολλὰ θέλειν λέγειν ἢ καὶ ὑπὲρ τὸ μέτρον αὐτὸν πτεροῦσθαι παραχωρῶμεν τῇ χαρᾷ, τῇ προσευχῇ τὰ πλεῖστα καὶ τῇ ψαλμῳδίᾳ καὶ τῇ τῶν ἁγίων γραφῶν ἀναγνώσει σχολάζωμεν μήτε τῶν φιλολόγων ἀνδρῶν παρορῶντες τὰ θεωρήματα, ὧν ἡ πίστις διὰ τῶν λόγων γνωρίζεται.

Οὔτε γὰρ ἴδια αὐτὸν τοῦτο ποιοῦντες παρασκευάσομεν ῥήματα ἐπιμιγνύναι τοῖς λόγοις τῆς χάριτος οὔτε μὴν ὑπὸ τῆς κενοδοξίας αὐτὸν ὑποσυρῆναι διαφορηθέντα διὰ τῆς πολλῆς χαρᾶς καὶ τῆς πολυλογίας παραχωρήσομεν· ἀλλὰ καὶ πάσης φαντασίας ἐκτὸς αὐτὸν ἐν τῷ καιρῷ τῆς θεωρίας φυλάξομεν καὶ δακρυώδεις αὐτῷ σχεδὸν τὰς πάσας ἐκ τούτου ἐννοίας περιποιήσομεν.

Ἀναπαυόμενος γὰρ ἐν τοῖς καιροῖς τῆς ἡσυχίας καὶ καθηδυνόμενος ὑπὸ τοῦ τῆς εὐχῆς μάλιστα γλυκάσματος οὐ μόνον τῶν προειρημένων αἰτιῶν ἐκτὸς γίνεται, ἀλλὰ πλέον καὶ πλέον ἀνανεοῦται εἰς τὸ ὀξέως καὶ δίχα πόνου τοῖς θείοις ἐπιβάλλειν θεωρήμασι μετὰ τοῦ καὶ εἰς τὴν θεωρίαν αὐτὸν τῆς διακρίσεως ἐν πολλῇ προκόπτειν ταπεινώσει. Πλὴν δεῖ εἰδέναι ὅτι ἔστιν εὐχὴ παντὸς πλάτους ἐπάνω· αὕτη δὲ ἐκείνων μόνων ὑπάρχει τῶν ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ ἐμπεπλησμένων τῆς ἁγίας χάριτος. {ξθʹ.} Ἡ χάρις τὴν ἀρχὴν ἐν αἰσθήσει πολλῇ τὴν ψυχὴν τῷ οἰκείῳ εἴωθε περιαυγάζειν φωτί· προϊόντων δὲ τῶν ἀγώνων ἀγνώστως τὰ πολλὰ ἐνεργείᾳ τῇ θεολόγῳ τὰ ἑαυτῆς μυστήρια ἐνεργεῖ διανοίᾳ, ἵνα τότε μὲν ἡμᾶς χαίροντας εἰς τὸ ἴχνος ἐπιβάλλοι τῶν θείων θεωρημάτων ὡς ἐξ ἀγνοίας εἰς γνῶσιν καλουμένους, ἐν δὲ τῷ μέσῳ τῶν ἀγώνων ἀκενόδοξον ἡμῶν τὴν γνῶσιν διαφυλάττοι. Δεῖ οὖν λυπεῖσθαι μὲν ἡμᾶς συμμέτρως ὡς ἐγκαταλειφθέντας, ἵνα πλέον ταπεινωθῶμεν καὶ ὑποταγῶμεν τῇ δόξῃ τοῦ κυρίου, χαίρειν δὲ εὐκαίρως τῇ ἀγαθῇ ἐλπίδι πτερουμένους. Ὡς γὰρ ἡ πολλὴ λύπη εἰς ἀπελπισμὸν καὶ ἀπιστίαν τὴν ψυχὴν περιΐστησιν, οὕτως καὶ ἡ πολλὴ χαρὰ εἰς οἴησιν αὐτὴν προκαλεῖται· ἐπὶ τῶν ἔτι δὲ νηπιαζόντων λέγω· φωτισμοῦ μὲν γὰρ καὶ ἐγκαταλείψεως τὸ μέσον πεῖρα, λύπης δὲ καὶ χαρᾶς τὸ μέσον ἐλπίς.

Ὑπομένων γάρ, φησίν, ὑπέμεινα τὸν κύριον καὶ προσέσχε μοι, καὶ πάλιν· Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. {οʹ.} Ὥσπερ αἱ τῶν λουτρῶν συνεχῶς ἐξανοιγόμεναι θύραι τὴν ἔνδον θᾶττον θέρμην ὠθοῦνται πρὸς τὰ ἔξω, οὕτως καὶ ἡ ψυχή, ὅταν πολλὰ θέλῃ διαλέγεσθαι, κἂν πάντα καλὰ λέγῃ, τὴν ἑαυτῆς μνήμην διὰ τῆς φωνητικῆς πύλης διαφορεῖ. Ὅθεν λοιπὸν στερεῖται μὲν τῶν καιρίων ἐννοιῶν, αὐτὴν δὲ τὴν τῶν λογισμῶν συμπληγάδα ὀχληδόν πως τοῖς τυχοῦσι διαλέγεται, ἐπειδὴ οὔτε τὸ ἅγιον λοιπὸν ἔχει πνεῦμα εἰς ἀφάνταστον αὐτὴν συντηροῦν διάνοιαν· φεύγει γὰρ ἀεὶ τὸ ἀγαθὸν τὴν πολυλογίαν ὡς ταραχῆς ὂν πάσης καὶ φαντασίας ξένον. Καλὴ οὖν ἡ εὔκαιρος σιωπή, οὐδὲν ἕτερον οὖσα ἢ μήτηρ ἐννοιῶν σοφωτάτων. {οαʹ.} Πολλὰ μὲν οὖν τῇ θεολόγῳ ψυχῇ τὴν ἀρχὴν διενοχλεῖν αὐτὸς ἡμᾶς ὁ λόγος τῆς γνώσεως διδάσκει πάθη, πλέον δὲ πάντων ὁ θυμὸς καὶ τὸ μῖσος· τοῦτο δὲ πάσχει οὐ τοσοῦτον διὰ τοὺς ἐνεργοῦντας ταῦτα δαίμονας ὅσον διὰ τὴν οἰκείαν προκοπήν. Ἕως μὲν γὰρ τῷ τοῦ κόσμου ἡ ψυχὴ φρονήματι συναπάγεται, κἂν ὁπωσοῦν ἴδῃ τὸ δίκαιον παρά τινων καταπατούμενον, ἀκίνητος καὶ ἀτάραχος μένει· τῶν γὰρ ἰδίων ἐπιθυμιῶν φροντίζουσα εἰς τὸ δίκαιον οὐκ ἀφορᾷ τοῦ θεοῦ.

Ὅτε δὲ τῶν ἑαυτῆς ἐπάνω ἄρξηται γίνεσθαι παθῶν, διά τε τὴν τῶν παρόντων καταφρόνησιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ οὐδὲ ἐν ὀνείρῳ τὸ δίκαιον ἀθετούμενον ἰδεῖν φέρει, ἀλλὰ χολᾷ κατὰ τῶν κακούργων καὶ ταράττεται, ἕως ὅτε τοὺς ὑβριστὰς ἴδοι τῆς δικαιοσύνης εὐσεβεῖ λογισμῷ τῷ ταύτης ἀπολογουμένους ἀξιώματι. Διὰ τοῦτο οὖν τοὺς μὲν ἀδίκους μισεῖ, τοὺς δὲ δικαίους ὑπεραγαπᾷ· ἀσυνάρπακτον γὰρ πάντως τὸ ὄμμα τῆς ψυχῆς γίνεται, ὅταν τὸ ἑαυτῆς παραπέτασμα, τὸ σῶμα λέγω, εἰς λεπτότητα πολλὴν διὰ τῆς ἐγκρατείας ἐξυφήνῃ. Πλὴν κρεῖττόν ἐστι πολὺ τοῦ μισεῖν τοὺς ἀδίκους τὸ κλαίειν τὴν αὐτῶν ἀναισθησίαν· εἰ γὰρ κἀκεῖνοι μίσους ὑπάρχουσιν ἄξιοι, ἀλλὰ τὴν φιλόθεον ψυχὴν ὁ λόγος οὐ θέλει ὑπὸ μίσους ὀχλεῖσθαι, ἐπειδὴ μίσους ἐμπαρόντος τῇ ψυχῇ οὐκ ἐνεργεῖ ἡ γνῶσις. {οβʹ.} Ὁ θεολόγος νοῦς ὑπ’ αὐτῶν τῶν λογίων τοῦ θεοῦ καθηδυνόμενος τὴν ψυχὴν καὶ διαπυρούμενος τοῖς τῆς ἀπαθείας προσβάλλει μέτροις ἐν εὐκαίροις πλάτεσιν. Τὰ λόγια γάρ, φησίν, κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ὁ δὲ γνωστικὸς ἐκ τῆς κατὰ τὴν ἐνέργειαν πείρας βεβαιούμενος ἐπάνω τῶν παθῶν γίνεται· γεύεται δὲ καὶ ὁ θεολόγος, εἴπερ ταπεινότερον ἑαυτὸν διαθοῖτο, τῆς πείρας τῆς γνωστικῆς καὶ ὁ γνωστικός, εἴπερ ἄπταιστον τὸ διακριτικὸν τῆς ψυχῆς ἔχει μέρος, τῆς θεωρητικῆς πρὸς ὀλίγον ἀρετῆς.

Τὰ γὰρ δύο οὐ συμβαίνει ἑκάστῳ ἐξ ὁλοκλήρου παραγίνεσθαι χαρίσματα, ἵνα τῶν ἀμφοτέρων θαυμαζόντων, εἰς ὃ ἕκαστος ἑκάστου περιττεύει, ἡ ταπεινοφροσύνη ἐν αὐτοῖς μετὰ ζήλου δικαιοσύνης πλεονάζῃ. Διὰ τοῦτο ὁ ἀπόστολος λέγει· Ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα. {ογʹ.} Ὅταν ἐν εὐθηνίᾳ ᾖ ἡ ψυχὴ τῶν φυσικῶν αὐτῆς καρπῶν, μεγαλοφωνότερον καὶ τὴν ψαλμῳδίαν ποιεῖται καὶ φωνῇ μᾶλλον θέλει προσεύχεσθαι. Ὅτε δὲ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐνεργεῖται, μετὰ πάσης ἀνέσεως καὶ ἡδύτητος ψάλλει καὶ εὔχεται ἐν μόνῃ τῇ καρδίᾳ.

Ἕπεται δὲ ἐκείνῃ μὲν τῇ διαθέσει χαρὰ πεφαντασμένη· ταύτῃ δὲ πνευματικὸν δάκρυον καὶ μετὰ ταῦτα θυμηδία τις φιλήσυχος· θερμὴ γὰρ ἡ μνήμη διὰ τὴν τῆς φωνῆς μένουσα συμμετρίαν δακρυώδεις τινὰς καὶ ἠπίους ἐννοίας τὴν καρδίαν πάντως παρασκευάζει φέρειν. Ὅθεν ὄντως ἔστιν ἰδεῖν τὰ σπέρματα τῆς εὐχῆς μετὰ δακρύων ἐν τῇ γῇ τῆς καρδίας διὰ τὴν ἐλπίδα τῆς τοῦ θερισμοῦ ἐνσπειρόμενα χαρᾶς. Πλὴν ὅτε ὑπὸ πολλῆς δυσθυμίας βαρούμεθα, δεῖ ὀλίγον μείζονι τῇ φωνῇ ποιεῖσθαι ἡμᾶς τὴν ψαλμῳδίαν τῇ τῆς ἐλπίδος χαρᾷ τοὺς φθόγγους τῆς ψυχῆς ἀνακρούοντας, ἄχρις οὗ τὸ νέφος ἐκεῖνο τὸ βαρὺ ὑπὸ τῶν ἀνέμων τοῦ μέλους διαλυθῇ. {οδʹ.} Ἡνίκα ἐν τῇ ἑαυτῆς ἐπιγνώσει ἡ ψυχὴ γένηται, φέρει καὶ ἐξ ἑαυτῆς θέρμην τινὰ θεοφιλῆ· μὴ συγχεομένη γὰρ ὑπὸ τῶν μεριμνῶν τοῦ βίου ἔρωτά τινα ἀποτίκτει εἰρήνης συμμέτρως τὸν θεὸν ζητοῦντα τῆς εἰρήνης· ἀλλὰ ταύτης μὲν ταχέως διαφορεῖται ἢ ὑπὸ τῶν αἰσθήσεων προδιδομένης τῆς μνήμης ἢ καὶ ἀναλισκούσης τῆς φύσεως θᾶττον τὸ οἰκεῖον διὰ πενίαν καλόν· ὅθεν οἱ τῶν Ἑλλήνων σοφοί, οὗπερ διὰ τῆς ἐγκρατείας ἐπιτυγχάνειν ἐνόμιζον, τοῦτο οὐκ εἶχον ὡς ἔδει διὰ τὸ μὴ ἐνεργεῖσθαι τὸν νοῦν αὐτῶν ὑπὸ τῆς ἀενάου καὶ πανταληθινῆς σοφίας.

Ἡ δὲ ἐκ τοῦ ἁγίου πνεύματος φερομένη θέρμη τῇ καρδίᾳ πρῶτον μὲν εἰρηνική ἐστιν ὅλη καὶ ἀνένδοτος καὶ ὅλα τὰ μέρη τῆς ψυχῆς εἰς τὸν τοῦ θεοῦ προσκαλουμένη πόθον καὶ οὔτε ἔξω τῆς καρδίας ῥιπιζομένη, δι’ αὐτῆς δὲ μᾶλλον ὅλον τὸν ἄνθρωπον εἰς ἀγάπην τινὰ ἄπειρον κατευφραίνουσα καὶ χαράν. Δεῖ μέντοι ἐπιγνόντας ἐκείνην εἰς ταύτην καταφθάσαι· ὑγιαινούσης μὲν γάρ πως τῇ ἐγκρατείᾳ τῆς φύσεως ὑπάρχει γνώρισμα ἡ φυσικὴ ἀγάπη, ἀγαθῦναι δὲ τὸν νοῦν εἰς ἀπάθειαν ὡς ἡ πνευματικὴ ἀγάπη οὐδέποτε δύναται. {οεʹ.} Ὥσπερ ὁ ἀὴρ οὗτος ὁ περὶ ἡμᾶς ἐμπνέοντος μὲν τοῦ βορρᾶ τῇ κτίσει καθαρὸς διαμένει διὰ τὴν τοῦ ἀνέμου λεπτήν τινα καὶ αἰθριοποιὸν φύσιν, τοῦ δὲ νότου πνέοντος ὅλος ὥσπερ δασύνεται τῆς τοῦ ἀνέμου τούτου ἀχλυοποιοῦ φύσεως λόγῳ τινὸς συγγενείας ἐκ τῶν ἑαυτοῦ μερῶν τὰς νεφέλας κατὰ πάσης ἐπιφέροντος τῆς οἰκουμένης· οὕτω καὶ ἡ ψυχή, ὅτε μὲν ὑπὸ τῆς τοῦ ἀληθινοῦ καὶ ἁγίου πνεύματος ἐμπνοίας ἐνεργεῖται, ἐκτὸς τῆς δαιμονικῆς ὅλη ἀχλύος εὑρίσκεται, ὅτε δὲ ὑπὸ τοῦ πνεύματος σφοδρῶς τῆς πλάνης ἐμπνέεται, ὑπὸ τῶν νεφῶν ὅλη τῆς ἁμαρτίας σκεπάζεται.