Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Διάδοχος Φωτικῆς – Κεφάλαια περὶ τελειότητος πνευματικῆς

Διάδοχος Φωτικῆς

Παιδαγωγική παραχώρηση του Θεού και ανακαίνιση του κατ' εικόνα

Η διάκριση των ειδών της θείας παραχωρήσεως, η παιδαγωγική απόκρυψη της χάριτος και η σταδιακή τελείωση της ψυχής στο καθ' ομοίωσιν δια της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Διάδοχος Φωτικῆς

—

Κεφάλαιο 8 από 10

Εἴ τις διὰ τὸ καλὰ ἡμᾶς ὁμοῦ καὶ φαῦλα λογίζεσθαι ὁμοῦ τό τε ἅγιον πνεῦμα καὶ τὸν διάβολον ἐνοικεῖν ἐν τῷ νοῒ ὑπολαμβάνει, μανθανέτω ὅτι τοῦτο γίνεται διὰ τὸ μηδέπω ἡμᾶς γεγεῦσθαι καὶ ἑωρακέναι ὅτι χρηστὸς ὁ κύριος. Πρῶτον μὲν γάρ, ὡς καὶ ἀνωτέρω ἔφην, κρύπτει τὴν ἑαυτῆς παρουσίαν ἐπὶ τῶν βαπτιζομένων ἡ χάρις, ἐκδεχομένη τὴν τῆς ψυχῆς πρόθεσιν· ἐπειδὰν δὲ ὅλος ἐπιστρέψῃ ὁ ἄνθρωπος πρὸς τὸν κύριον, τότε ἀρρήτῳ τινὶ αἰσθήσει τὴν παρουσίαν αὐτῆς ἐμφαίνει τῇ καρδίᾳ καὶ πάλιν ἐκδέχεται τὴν τῆς ψυχῆς κίνησιν, παραχωροῦσα μέντοι τὰ δαιμονικὰ βέλη ἄχρι τῆς βαθείας αὐτῆς καταφθάνειν αἰσθήσεως, ἵνα θερμοτέρᾳ προθέσει καὶ ταπεινῇ διαθέσει ἐκζητήσῃ τὸν θεόν. Ἐὰν οὖν λοιπὸν ἄρξηται προβαίνειν ὁ ἄνθρωπος τῇ τηρήσει τῶν ἐντολῶν καὶ ἀπαύστως ἐπικαλοῖτο τὸν κύριον, τότε καὶ ἐπὶ τὰ ἐξώτερα αἰσθητήρια τῆς καρδίας τὸ πῦρ τῆς ἁγίας ἐπινέμεται χάριτος τὰ ζιζάνια τῆς ἀνθρωπείας γῆς πληροφορητικῶς καταφλέγουσα· ὅθεν καὶ αἱ δαιμονικαὶ βουλαὶ πόρρω που ἐκείνων τότε καταφθάνουσι τῶν τόπων ἠρέμα λοιπὸν νύττουσαι τὸ ἐμπαθὲς τῆς ψυχῆς. Ὅτε δὴ πάσας τὰς ἀρετὰς ὁ τοῦ ἀγῶνος ἐγκομβώσοιτο ἄνθρωπος καὶ μάλιστα τὴν τελείαν ἀκτημοσύνην, τότε τὴν πᾶσαν αὐτοῦ βαθυτέρᾳ τινὶ αἰσθήσει περιαυγάζει φύσιν εἰς ἀγάπην αὐτὸν λοιπὸν πολλὴν περιθάλπουσα τοῦ θεοῦ.

Διόπερ ἐξωτέρω τῆς τοῦ σώματος αἰσθήσεως τότε τὰ δαιμονικὰ ἀποσβέννυται τόξα. Ἡ γὰρ αὔρα τοῦ ἁγίου πνεύματος πρὸς ἀνέμους εἰρήνης κινοῦσα τὴν καρδίαν τὰ τοῦ πυρφόρου δαίμονος εἰς ἀέρα ἔτι φερόμενα κατασβέννυσι βέλη. Πλὴν καὶ τὸν εἰς τοῦτο τὸ μέτρον φθάσαντα παραχωρεῖ ποτε τῇ κακίᾳ τῶν δαιμόνων ὁ θεὸς ἀφώτιστον αὐτοῦ τότε τὸν νοῦν καταλιμπάνων, ἵνα τὸ αὐτεξούσιον ἡμῶν εἰς τὸ πᾶν μὴ ᾖ δεδεμένον τῷ δεσμῷ τῆς χάριτος οὐ μόνον διὰ τὸ ἐξ ἀγώνων ἡττηθῆναι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ διὰ τὸ ὀφείλειν ἔτι προκόπτειν εἰς τὴν πνευματικὴν πεῖραν τὸν ἄνθρωπον. Τὸ γὰρ τοῦ παιδευομένου νομιζόμενον τέλειον ἀτελὲς ἔτι ὡς πρὸς τὸν πλοῦτον τῆς τοῦ παιδεύοντος ἡμᾶς θεοῦ ἐν ἀγάπῃ ὑπάρχει φιλοτιμίας, κἂν ὅλην τὴν τῷ Ἰακὼβ δειχθεῖσαν κλίμακα ἀνελθεῖν τις δυνηθῇ τῇ προκοπῇ τῶν πόνων. {πϛʹ.} Ὁ κύριος αὐτὸς λέγει τὸν Σατανᾶν ἐκ τῶν οὐρανῶν ὡς ἀστραπὴν πεπτωκέναι, ἵνα μήτε ἀφορᾷ εἰς τὰ τῶν ἁγίων ἀγγέλων ὁ δυσειδὴς ἐνδιαιτήματα. Πῶς οὖν ὁ τῆς τῶν καλῶν δούλων κοινωνίας μὴ καταξιούμενος κοινὸν δύναται ἔχειν μετὰ τοῦ θεοῦ οἰκητήριον τὸν ἀνθρώπινον νοῦν; Ἀλλ’ εἰ κατεροῦσιν ὅτι κατὰ παραχώρησιν τοῦτο γίνεται, πλέον οὐδὲν λέξουσιν.

Ἡ μὲν γὰρ παιδευτικὴ παραχώρησις οὐδαμῶς τὴν ψυχὴν τοῦ θείου φωτὸς ἀποστερεῖ· κρύπτει δὲ μόνον, ὡς καὶ ἤδη εἶπον, τὰ πολλὰ τὸν νοῦν τὴν ἑαυτῆς παρουσίαν ἡ χάρις, ἵνα προωθοῖτο ὥσπερ τὴν ψυχὴν τῇ πικρίᾳ τῶν δαιμόνων διὰ τὸ μετὰ παντὸς φόβου καὶ πολλῆς ταπεινώσεως ἐκζητεῖν αὐτὴν τὴν ἐκ τοῦ θεοῦ βοήθειαν, τὴν τοῦ ἐχθροῦ αὐτῆς ἐπιγινώσκουσαν κατ’ ὀλίγον κακίαν, ὃν τρόπον ἂν μήτηρ ἀτακτοῦν τὸ οἰκεῖον περὶ τοὺς θεσμοὺς τῆς γαλουχίας βρέφος βραχὺ τῶν ἑαυτῆς ἐξωθοίη ἀγκαλῶν, ἵνα καταπληττόμενον ὑπό τινων περιεστώτων αὐτὸ σαπροειδῶν ἀνθρώπων ἢ θηρίων οἱωνδήποτε μετὰ φόβου πολλοῦ καὶ δακρύων εἰς τοὺς μητρῴους ἀνθυποστρέφοι κόλπους. Ἡ δὲ κατὰ ἀποστροφὴν γινομένη παραχώρησις ὡσανεὶ δέσμιον παραδίδωσι τὴν μὴ θέλουσαν ἔχειν ψυχὴν τὸν θεὸν τοῖς δαίμοσιν.

Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς τέκνα, μὴ γένοιτο, ἀλλὰ βρέφη γνήσια τῆς τοῦ θεοῦ εἶναι χάριτος πιστεύομεν μικραῖς παραχωρήσεσι καὶ πυκναῖς παρακλήσεσιν παρ’ αὐτῆς γαλουχούμενα, ἵνα διὰ τῆς χρηστότητος αὐτῆς φθάσωμεν ἐλθεῖν εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας. {πζʹ.} Ἡ παιδευτικὴ παραχώρησις φέρει μὲν λύπην πολλὴν καὶ ταπείνωσιν καὶ ἀπελπισμὸν δὲ σύμμετρον τῇ ψυχῇ, ἵνα τὸ φιλόδοξον αὐτῆς καὶ εὐπτόητον μέρος πρεπόντως εἰς ταπείνωσιν ἔρχηται· εὐθέως δὲ φόβον θεοῦ καὶ δάκρυον ἐξομολογήσεως ἐπάγει τῇ καρδίᾳ καὶ τῆς καλλίστης σιωπῆς πολλὴν ἐπιθυμίαν. Ἡ δὲ κατὰ ἀποστροφὴν τοῦ θεοῦ γινομένη ἀπελπισμοῦ ὁμοῦ καὶ ἀπιστίας καὶ ὀργῆς καὶ τύφου τὴν ψυχὴν πληρωθῆναι παραχωρεῖ. Δεῖ οὖν ἡμᾶς εἰδότας τὴν πεῖραν τῶν ἀμφοτέρων παραχωρήσεων καὶ κατὰ τὸν ἑκάστης τρόπον προσιέναι τῷ θεῷ. Ἐκεῖ μὲν γὰρ εὐχαριστίαν μετὰ τῆς ἀπολογίας προσάγειν αὐτῷ ὁφείλομεν ὡς τὸ τῆς γνώμης ἡμῶν ἀκόλαστον τῇ σχολῇ τῆς παρακλήσεως κολάζοντι, ἵνα ἀρετῆς ἡμᾶς καὶ κακίας ὡς πατὴρ ἀγαθὸς διδάσκοι τὴν διαφοράν· ἐνταῦθα δὲ ἐξαγόρευσιν τῶν ἁμαρτημάτων ἄπαυστον καὶ δάκρυον ἀνελλιπὲς καὶ ἀναχώρησιν πλείονα, ὅπως κἂν οὕτω δυνηθῶμεν τῇ προσθήκῃ τῶν πόνων δυσωπῆσαί ποτε τὸν θεὸν ἐπιβλέψαι ὡς τὸ πρὶν εἰς τὰς καρδίας ἡμῶν.

Πλὴν δεῖ εἰδέναι ὅτι, ὅταν κατὰ οὐσιώδη συμβολὴν τῇ ψυχῇ καὶ τῷ Σατανᾷ ἡ μάχη γίνηται, ἐπὶ τῆς παιδευτικῆς δὲ λέγω παραχωρήσεως, ὑποστέλλει μέν, ὡς καὶ ἤδη εἶπον, ἡ χάρις ἑαυτήν, ἀγνώστῳ δὲ τῇ ψυχῇ συνεργεῖ βοηθείᾳ, ἵνα τὴν νίκην τῆς ψυχῆς εἶναι μόνον ἐπιδείξῃ τοῖς ἐχθροῖς αὐτῆς. {πηʹ.} Ὥσπερ ὅταν τις τῇ χειμερινῇ ὥρᾳ ἐν ὑπαιθρίῳ που ἑστηκὼς τόπῳ, ἀφορῶν δὲ πρὸς ἀνατολὰς ὅλος ἐν ἀρχῇ τῆς ἡμέρας, τὰ μὲν ἐμπρόσθια αὐτοῦ μέρη πάντα ὑπὸ τοῦ ἡλίου ὑποθερμαίνοιτο, τὰ δὲ ὀπίσθια αὐτοῦ πάντα ἄμοιρα ᾖ τῆς θέρμης διὰ τὸ μὴ εἶναι κατὰ κεφαλῆς αὐτοῦ τὸν ἥλιον, οὕτω καὶ οἱ εἰς ἀρχὴν ὄντες τῆς πνευματικῆς ἐνεργείας περιθάλπονται μὲν μερικῶς ὑπὸ τῆς ἁγίας χάριτος τὴν καρδίαν. Διόπερ καὶ πνευματικὰ τότε ὁ νοῦς αὐτῶν καρποφορεῖν ἄρχεται φρονήματα, φανερὰ δὲ αὐτῆς μέρη μένουσι κατὰ σάρκα φρονοῦντα διὰ τὸ μηδέπω ἄπαντα τὰ μέλη τῆς καρδίας ἐν βαθείᾳ αἰσθήσει ὑπὸ τοῦ φωτὸς καταυγάζεσθαι τῆς ἁγίας χάριτος. Ὅπερ τινὲς μὴ νοήσαντες δύο ὑποστάσεις ἐνόμισαν ἑαυταῖς ὥσπερ ἀντικαθεστώσας ἐν τῷ νοῒ τῶν ἀγωνιζομένων εἶναι. Οὕτως οὖν ἐν τῇ αὐτῇ ῥοπῇ καὶ καλὰ καὶ οὐ καλὰ συμβαίνει τὴν ψυχὴν ἐννοεῖν, ὃν τρόπον ὁ τοῦ ὑποδείγματος ἄνθρωπος ἐν τῇ αὐτῇ θίξει καὶ ῥιγοῖ καὶ θάλπεται.

Ἀφ’ οὗ γὰρ ὁ νοῦς ἡμῶν εἰς τὸ διπλοῦν τῆς γνώσεως ἀπωλίσθησεν, ἀνάγκην ἔχει ἔκτοτε, κἂν μὴ θέλῃ, κατὰ τὴν αὐτὴν ῥοπὴν καὶ καλὰ καὶ φαῦλα φέρειν διανοήματα μάλιστα ἐπὶ τῶν εἰς λεπτότητα διακρίσεως ἐρχομένων. Ὡς γὰρ σπεύδει ἀεὶ τὸ καλὸν ἐννοεῖν, εὐθὺς καὶ τοῦ κακοῦ μέμνηται, ἐπειδὴ εἰς διπλῆν τινα ἔννοιαν ἔσχισται ἀπὸ τῆς Ἀδὰμ παρακοῆς ἡ τοῦ ἀνθρώπου μνήμη.

Ἐὰν οὖν ἀρξώμεθα θερμῷ ζήλῳ τὰς ἐντολὰς τοῦ θεοῦ διαπράττεσθαι, ἅπαντα ἡμῶν λοιπὸν τὰ αἰσθητήρια ἐν βαθείᾳ τινὶ αἰσθήσει φωτίζουσα ἡ χάρις τὰ μὲν ἡμέτερα ὥσπερ καταφλέγει ἐνθυμήματα, ἡδύνουσα δὲ ἡμῶν τὴν καρδίαν ἐν εἰρήνῃ τινὶ φιλίας ἀνενδότου πνευματικά τινα καὶ οὐκέτι κατὰ σάρκα λογίζεσθαι ἡμᾶς παρασκευάζει. Τοῦτο δὲ τοῖς ἐγγίζουσι τῇ τελειότητι συνεχῶς ἄγαν συμβαίνει, οἵτινες ἄπαυστον ἔχουσιν ἐν τῇ καρδίᾳ τὴν μνήμην τοῦ κυρίου. {πθʹ.} Δύο ἡμῖν καλὰ ἡ ἁγία χάρις διὰ τοῦ βαπτίσματος περιποιεῖ τῆς ἀναγεννήσεως, ὧντινων τὸ ἓν ἀπείρως τοῦ ἑνὸς ὑπερβάλλει. Ἀλλὰ τὸ μὲν ἓν εὐθέως χαρίζεται· ἀνακαινίζει γὰρ ἡμᾶς ἐν αὐτῷ τῷ ὕδατι καὶ πάσας τὰς γραμμὰς τῆς ψυχῆς, τοῦτ’ ἔστιν τὸ κατ’ εἰκόνα, λαμπρύνει, πᾶσαν ῥυτίδα τῆς ἁμαρτίας ἡμᾶς ἀπονίπτουσα. Τὸ δὲ ἓν ἐκδέχεται ἵνα σὺν ἡμῖν ἐργάσηται, ὅπερ ἐστὶ τὸ καθ’ ὁμοίωσιν. Ὅταν οὖν ἄρξηται ὁ νοῦς ἐν πολλῇ αἰσθήσει γεύεσθαι τῆς χρηστότητος τοῦ ἁγίου πνεύματος, τότε ὀφείλομεν εἰδέναι ὅτι ἄρχεται ἡ χάρις ὥσπερ ἐπιζωγραφεῖν εἰς τὸ κατ’ εἰκόνα τὸ καθ’ ὁμοίωσιν.

Ὃν γὰρ τρόπον οἱ ζωγράφοι πρῶτον μὲν ἑνὶ χρώματι διαγράφουσι τὸ σχῆμα τοῦ ἀνθρώπου, χροιᾷ δὲ τὴν χροιὰν κατ’ ὀλίγον ἐπανθίζοντες οὕτως τὸ τοῦ ὁμοιογραφουμένου ἄχρι καὶ τῶν τριχῶν ἀποσώζουσιν εἶδος· οὕτω καὶ ἡ χάρις τοῦ θεοῦ πρῶτον μὲν διὰ τοῦ βαπτίσματος εἰς τὸ ὅπερ ἦν, ὅτε ἐγένετο ὁ ἄνθρωπος, ῥυθμίζει τὸ κατ’ εἰκόνα. Ὅτε δὲ ἡμᾶς ἴδῃ ἐκ πάσης προθέσεως ἐπιθυμοῦντας τοῦ κάλλους τῆς ὁμοιώσεως καὶ ἑστῶτας γυμνούς τε καὶ ἀπτοήτους εἰς τὸ ταύτης ἐργαστήριον, τότε, ἀρετῇ τὴν ἀρετὴν ἐπανθίζουσα καὶ ἀπὸ δόξης εἰς δόξαν τὸ τῆς ψυχῆς εἶδος ἀναφέρουσα, τὸν χαρακτῆρα τῆς ὁμοιώσεως αὐτῇ περιποιεῖ. Ὥστε οὖν ἡ μὲν αἴσθησις δηλοῖ ἡμᾶς μορφοῦσθαι τὸ καθ’ ὁμοίωσιν· τὸ δὲ τέλειον τῆς ὁμοιώσεως ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα. Πάσας μὲν γὰρ τὰς ἀρετὰς διὰ τῆς αἰσθήσεως ὁ νοῦς κατὰ μέτρον τι καὶ ῥυθμὸν ἄρρητον προκόπτων ἀπολαμβάνει· τὴν δὲ πνευματικὴν οὐ δύναταί τις ἀγάπην κτήσασθαι, εἰ μὴ ἐν πάσῃ πληροφορίᾳ φωτισθῇ παρὰ τοῦ ἁγίου πνεύματος. Ἐὰν γὰρ μὴ τελείως τὸ καθ’ ὁμοίωσιν διὰ τοῦ θείου φωτὸς ἀπολάβῃ ὁ νοῦς, πάσας μὲν τὰς ἄλλας σχεδὸν ἔχειν ἀρετὰς δύναται, τῆς δὲ τελείας ἀγάπης ἔτι ἄμοιρος μένει. Ὅταν γὰρ ὁμοιωθῇ τῇ τοῦ θεοῦ ἀρετῇ, ὡς χωρεῖ δὲ ἄνθρωπος, λέγω, ὁμοιωθῆναι θεῷ, τότε καὶ τῆς θείας ἀγάπης φέρει τὴν ὁμοίωσιν.

Ὡς γὰρ ἐπὶ τῶν ὁμοιογραφουμένων τὸ ἀνθηρὸν ὅλον τῶν χρωμάτων χρῶμα προστεθὲν τῇ εἰκόνι ἄχρι καὶ τοῦ μειδιάσαι ἀποσώζει τὴν τοῦ ὁμοιογραφουμένου ὁμοιότητα, οὕτως καὶ ἐπὶ τῶν εἰς τὴν θείαν ὁμοίωσιν παρὰ τῆς θείας χάριτος ἀναζωγραφουμένων ὁ φωτισμὸς τῆς ἀγάπης προστεθεὶς εἰς τὴν τοῦ καθ’ ὁμοίωσιν ὁλοκλήρως εὐπρέπειαν δηλοῖ εἶναι τὸ κατ’ εἰκόνα. Οὔτε γὰρ ἀπάθειαν ἄλλη ἀρετὴ δύναται περιποιῆσαι τῇ ψυχῇ, εἰ μὴ ἡ ἀγάπη μόνη. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Ὥστε οὖν ἀνακαινοῦται μὲν ἡμέρᾳ καὶ ἡμέρᾳ ὁ ἔσω ἡμῶν ἄνθρωπος ἐν τῇ γεύσει τῆς ἀγάπης, πληροῦται δὲ ἐν τῇ ταύτης τελειότητι. {ϟʹ.} Γεύει μὲν οὖν τὸ ἅγιον πνεῦμα ἐν ἀρχαῖς τῆς προκοπῆς, εἴπερ θερμῶς ἐρασθῶμεν τῆς ἀρετῆς τοῦ θεοῦ, τὴν ψυχὴν ἐν πάσῃ αἰσθήσει καὶ πληροφορίᾳ τῆς γλυκύτητος τοῦ θεοῦ, ἵνα ἔχῃ εἰδέναι ὁ νοῦς ἐν ἀκριβεῖ ἐπιγνώσει τὸ τέλειον ἔπαθλον τῶν φιλοθέων πόνων. Κρύπτει δὲ λοιπὸν ἐπὶ πολὺ τὴν τοῦ ζωοποιοῦ τούτου δώρου πολυτέλειαν, ἵνα, κἂν πάσας τὰς ἄλλας ἀρετὰς κατεργαζώμεθα, μηδὲν ὅλως ἑαυτοὺς ὑπονοῶμεν εἶναι διὰ τὸ μηδέπω ὥσπερ εἰς ἕξιν ἔχειν τὴν ἁγίαν ἀγάπην. Οὕτως οὖν τότε πλέον ὁ τοῦ μίσους δαίμων ταῖς τῶν ἀγωνιζομένων διοχλεῖ ψυχαῖς, ὥστε καὶ αὐτοὺς τοὺς ἀγαπῶντας αὐτοὺς πρὸς μῖσος διαβάλλειν, καὶ ἄχρι σχεδὸν τοῦ φιλήματος φέρει τὴν φθοροποιὸν τοῦ μίσους ἐνέργειαν.