Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι

Δωρόθεος Γάζης

Διδασκαλία Θ': Το ψεύδος

Τα τρία είδη του ψεύδους, η βλάβη από τις καχύποπτες υποψίες, η υποκρισία και η αναγκαιότητα ειλικρίνειας και ένωσης με την Αλήθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 9 από 17

Θʹ. ΠΕΡΙ ΨΕΥΔΟΥΣ Θέλω ὑμᾶς ὑπομνῆσαι, ἀδελφοί, περὶ τοῦ ψεύδους ὀλίγα. Βλέπω γὰρ ὑμᾶς μὴ πάνυ σπουδάζοντας τηρεῖν τὴν γλῶσσαν ὑμῶν, καὶ ἐκ τούτου εὐχερῶς εἰς πολλὰ κατασυρόμεθα. Βλέπετε, ἀδελφοί μου, ὅτι εἰς πᾶν πρᾶγμα, καθὼς ἀεὶ λέγω ὑμῖν, συνήθειά ἐστι καὶ εἰς τὸ καλὸν καὶ εἰς τὸ κακόν. Χρεία οὖν πολλῆς νήψεως, ἵνα μὴ κλεπτώμεθα ὑπὸ τοῦ ψεύδους. Οὐδεὶς γὰρ ψευδόμενος ἥνωται τῷ Θεῷ· ἀλλότριόν ἐστι τοῦ Θεοῦ τὸ ψεῦδος. Γέγραπται γὰρ ὅτι·

Τὸ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστι· καὶ πάλιν ὅτι· Ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. Ἰδοὺ πατέρα λέγει τοῦ ψεύδους τὸν διάβολον. Ἡ δὲ ἀλήθειά ἐστιν ὁ Θεός· αὐτὸς γὰρ λέγει· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Βλέπετε οὖν πόθεν χωρίζομεν ἑαυτοὺς καὶ τίνι προσκολλώμεθα διὰ τοῦ ψεύδους, δῆλον ὅτι τῷ πονηρῷ. Εἰ οὖν θέλωμεν τῷ ὄντι σωθῆναι, ὀφείλομεν πάσῃ δυνάμει καὶ πάσῃ σπουδῇ ἀγαπᾷν τὴν ἀλήθειαν καὶ φυλάττειν ἑαυτοὺς ἀπὸ παντὸς ψεύδους, ἵνα μὴ χωρίσῃ ἡμᾶς ἀπὸ τῆς ἀληθείας καὶ τῆς ζωῆς.

Εἰσὶ δὲ τρεῖς διαφοραὶ ψεύδους· ἔστιν ὁ ψευδόμενος κατὰ διάνοιαν καὶ ἔστιν ὁ ἐν λόγῳ ψευδόμενος καὶ ἔστιν ὁ εἰς αὐτὸν τὸν βίον αὐτοῦ ψευδόμενος. Ὁ κατὰ διάνοιαν ψευδόμενός ἐστιν ὁ δεχόμενος τὰς ὑπονοίας. Ἐὰν ἴδῃ οὗτός τινα λαλοῦντα μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, ὑπονοεῖ καὶ λέγει ὅτι· Δι’ ἐμὲ λαλοῦσι. Καὶ ἐὰν κόψωσι τὴν ὁμιλίαν, πάλιν ὑπονοεῖ ὅτι δι’ αὐτὸν ἔκοψαν. Ἐὰν εἴπῃ τις ῥῆμα, ὑπονοεῖ ὅτι διὰ τὸ θλίψαι αὐτὸν εἶπε, καὶ ἁπλῶς εἰς ἕκαστον πρᾶγμα οὕτως ὑπονοεῖ τὸν πλησίον λέγων· Δι’ ἐμὲ τόδε ἐποίησε, δι’ ἐμὲ τόδε εἶπε· διὰ τόδε, τόδε ἐποίησεν. Οὗτός ἐστιν ὁ κατὰ διάνοιαν ψευδόμενος. Οὐδὲν γὰρ ἀληθὲς λέγει, ἀλλὰ πάντα ἀπὸ ὑπονοίας. Ἐκ τούτου λοιπὸν περιέργειαι, καταλαλιαί, τὸ παρακροᾶσθαι, τὸ μάχεσθαι, τὸ κατακρίνειν.

Ἔστι δὲ ὅτε ὑπονοεῖ τις πρᾶγμα καὶ εὑρίσκεται ἐκ τοῦ συμβάντος ἀληθές, καὶ ὡς ἐκ τούτου φησὶ θέλων ἑαυτὸν διορθώσασθαι, ἀεὶ περιεργάζεται λογιζόμενος ὅτι· Ἐὰν κατ’ ἐμοῦ λαλεῖ τις, βλέπω τί ἐστι τὸ σφάλμα μου ἐν ᾧ διαβάλλει με, καὶ διορθοῦμαι ἐμαυτόν. Πρῶτον μὲν οὖν αὐτὴ ἡ ἀρχὴ ἐκ τοῦ πονηροῦ ἐστι· διὰ γὰρ τοῦ ψεύδους ἤρξατο, μὴ εἰδὼς ὑπενόησεν ὃ οὐκ ᾔδει. Πῶς οὖν δύναται δένδρον πονηρὸν καρποὺς καλοὺς ποιῆσαι; Εἰ δὲ ὅλως θέλει διορθώσασθαι, ὅταν εἴπῃ αὐτῷ ἀδελφός· Μὴ ποιήσῃς τόδε, ἢ Διὰ τί τόδε ἐποίησας; μὴ ταραχθῇ, ἀλλὰ βάλλει μετάνοιαν καὶ εὐχαριστήσει αὐτῷ· καὶ τότε διορθώσεται. Καὶ ἐὰν ἴδῃ ὁ Θεὸς ὅτι τοιαύτη ἐστὶν ἡ προαίρεσις αὐτοῦ, οὐδέποτε ἀφῇ αὐτὸν πλανηθῆναι, ἀλλὰ πέμπει πάντως τὸν ὀφείλοντα αὐτὸν διορθώσασθαι. Τὸ δὲ εἰπεῖν ὅτι· Διὰ τὸ διορθωθῆναι πιστεύω ταῖς ὑπονοίαις μου, καὶ λοιπὸν παρακροᾶσθαι καὶ περιεργάζεσθαι, δικαίωμά ἐστι τοῦ διαβόλου θέλοντος ἐπιβουλεῦσαι.

Ποτὲ ὄντος μου ἐν τῷ κοινοβίῳ, ἐπειραζόμην ἵνα ἐκ τῆς κινήσεως τοῦ ἀνθρώπου καταλαμβάνω τὴν κατάστασιν αὐτοῦ. Ἀπαντᾷ μοι οὖν τοιοῦτον πρᾶγμα· ἅπαξ ὡς ἵσταμαι, παρέρχεται μία γυνὴ βαστάζουσα ὑδρίαν ὕδατος, καὶ οὐκ οἶδα πῶς συνηρπάγην καὶ προσέσχον τοῖς ὀφθαλμοῖς αὐτῆς· καὶ ὑποβάλλει μοι εὐθέως ὁ λογισμὸς ὅτι πόρνη ἐστίν. Ὡς οὖν ὑπέβαλε τοῦτο ὁ λογισμός, ἐθλίβην πάνυ, καὶ δηλῶ τῷ γέροντι τῷ ἀββᾶ Ἰωάννῃ οὕτως· Δέσποτα, ἐὰν μὴ θέλων ἴδω κίνημά τινος, καὶ ὑποβάλλει μοι ὁ λογισμὸς τὴν κατάστασιν αὐτοῦ, τί ὀφείλω ποιῆσαι; Καὶ δηλοῖ μοι ὁ γέρων οὕτως· Τί οὖν; Οὐκ ἔστιν ὅτε ἀεὶ ἔχει τις φυσικὸν ἐλάττωμα καὶ δι’ ἀγῶνος κατορθῇ αὐτό; οὐκ ἔστιν ἐκ τούτου μαθεῖν κατάστασίν τινος. Μηδέποτε οὖν πιστεύσῃς ταῖς ὑπονοίαις σου· σκαμβὸς γὰρ κανὼν καὶ τὰ ὀρθὰ σκαμβὰ ποιεῖ. Ψευδεῖς εἰσιν αἱ ὑπόνοιαι καὶ βλάπτουσιν.

Ἐκ τότε εἰ εἶπέ μοι ὁ λογισμὸς περὶ τοῦ ἡλίου ὅτι ἥλιός ἐστιν, ἢ περὶ τοῦ σκότους ὅτι σκότος ἐστίν, οὐκ ἐπίστευον αὐτῷ. Οὐδὲν γὰρ βαρύτερον τῶν ὑπονοιῶν· τοσοῦτόν εἰσιν ἐπιβλαβεῖς, ὅτι χρονίζουσαι ἐν ἡμῖν ἄρχονται πείθειν ἡμᾶς καὶ ἐναργῶς δοκεῖν βλέπειν πράγματα μήτε ὄντα, μήτε γενόμενα.

Καὶ λέγω ὑμῖν πρᾶγμα θαυμαστὸν περὶ τούτου ᾧ τινι ἐγὼ παρηκολούθησα ἔτι ὢν ἐν τῷ κοινοβίῳ. Ἀδελφόν τινα εἴχομεν ἐκεῖ πάνυ ὀχλούμενον ὑπὸ τοῦ πάθους τούτου, καὶ οὕτως ἐπείθετο ταῖς ἰδίαις ὑπονοίαις, ὥστε πληροφορεῖσθαι αὐτὸν περὶ ἑκάστης ὑπονοίας αὐτοῦ ὅτι οὕτως ἐστὶ πάντως ὡς ὑπογράφει ὁ λογισμὸς αὐτοῦ, καὶ οὐκ ἐνδέχεται ἄλλως· τῷ οὖν χρόνῳ προκόπτοντος τοῦ κακοῦ, οὕτως αὐτὸν ἔπεισαν οἱ δαίμονες πλανᾶσθαι, ὥστε εἰσελθεῖν αὐτὸν ἅπαξ εἰς τὸν κῆπον κατασκοποῦντα· ἀεὶ γὰρ καὶ παρετηρεῖτο καὶ παρηκροᾶτο· καὶ ἔδοξε βλέπειν τινὰ τῶν ἀδελφῶν κλέπτοντα σῦκα καὶ τρώγοντα. Ἦν δὲ καὶ παρασκευή, καὶ ἀκμὴν οὐδὲ ὥρα δευτέρα. Ὡς οὖν ἔπεισεν ἑαυτὸν ὡς ὅτι ἰδικῶς μετὰ ἀληθείας εἶδε τὸ πρᾶγμα, κρύβει ἑαυτὸν φησὶν καὶ ἐξέρχεται σιωπῶν καὶ ἐπιτηρεῖ πάλιν εἰς τὴν ὥραν τῆς συνάξεως ἰδεῖν τί ποιεῖ ὁ ἀδελφὸς εἰς τὴν κοινωνίαν, ὁ δῆθεν κλέψας καὶ φαγὼν τὰ σῦκα. Καὶ ὡς εἶδεν αὐτὸν νίπτοντα τὰς χεῖρας, ἵνα εἰσέλθῃ καὶ κοινωνήσῃ, τρέχει καὶ λέγει τῷ ἀββᾷ ὅτι·

Ὁ δεῖνα ὁ ἀδελφός, ἴδε ποῦ εἰσέρχεται μεταλαβεῖν τῆς ἁγίας κοινωνίας μετὰ τῶν ἀδελφῶν· ἀλλὰ κέλευσον μὴ δοθῆναι αὐτῷ. Ἐγὼ γὰρ εἶδον αὐτὸν ἀπὸ πρωῒ κλέπτοντα σῦκα ἐκ τοῦ κήπου καὶ τρώγοντα. Ἐν τοσούτῳ εἰσέρχεται ὁ ἀδελφὸς ἐκεῖνος μετὰ πολλῆς κατανύξεως εἰς τὴν ἁγίαν προσφοράν· ἦν γὰρ καὶ τῶν εὐλαβῶν. Ὡς οὖν εἶδεν αὐτὸν ὁ ἀββᾶς, καλεῖ αὐτὸν πρὶν ἢ πλησιάσει τῷ πρεσβυτέρῳ τῷ μεταδιδοῦντι, καὶ λαμβάνει αὐτὸν παρὰ μίαν καὶ λέγει αὐτῷ Εἰπέ μοι, ἄδελφε, τί ἐστιν ὃ ἐποίησας σήμερον; Ἐκεῖνος ἐξενίσθη καὶ λέγει αὐτῷ· Ποῦ, δέσποτα; Λέγει αὐτῷ ὁ ἀββᾶς· Εἰς τὸν κῆπον ὅτε εἰσῆλθες πρωΐ, τί ἐποίεις ἐκεῖ;

Λέγει πάλιν ὡς ἐκπληττόμενος ὁ ἀδελφός· Δέσποτα, οὔτε τὸν κῆπον εἶδον σήμερον οὔτε ὧδε ἤμην εἰς τὸ κοινόβιον πρωΐ, ἀλλὰ ἄρτι ἴδε ἦλθον ἀπὸ τῆς ὁδοῦ. Εὐθέως γὰρ μετὰ τὸ ἀπολῦσαι τὴν ἀγρυπνίαν, ἔπεμψέ με ὁ οἰκονόμος εἰς τήνδε τὴν ἀπόκρισιν. Ἦν δὲ ἡ ἀπόκρισις περὶ ἧς εἶπεν ἀπὸ πολλῶν μιλίων καὶ κατ’ αὐτὴν τὴν ὥραν τῆς συνάξεως ἦν φθάσας ὁ ἀδελφός. Μεταστέλλεται ὁ ἀββᾶς τὸν οἰκονόμον καὶ λέγει αὐτῷ· Ποῦ ἔπεμψας τὸν ἀδελφὸν τοῦτον; Ἀποκρίνεται ὁ οἰκονόμος ὅπερ εἶπε καὶ ὁ ἀδελφὸς ὅτι· Εἰς τήνδε τὴν κώμην ἔπεμψα αὐτόν· καὶ βάλλει μετάνοιαν λέγων·

Συγχώρησον, κῦρι, ὅτι ἀνεπαύου ἀπὸ τῆς ἀγρυπνίας, καὶ διὰ τοῦτο οὐκ ἤνεγκα αὐτὸν λαβεῖν παρὰ σοῦ ἀπόλυσιν. Ὡς οὖν ἐπληροφορήθη ὁ ἀββᾶς, ἀπέλυσεν αὐτοὺς μετ’ εὐχῆς ἀπελθεῖν κοινωνῆσαι. Καὶ καλεῖ τὸν ἀδελφὸν τὸν τὰς ὑπονοίας ἔχοντα, καὶ ἐπιτιμᾷ αὐτῷ καὶ ἀφορίζει αὐτὸν ἀπὸ τῆς ἁγίας κοινωνίας· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ καλέσας τοὺς ἀδελφοὺς πάντας μετὰ τὴν σύναξιν, ἐξήγγειλεν αὐτοῖς μετὰ δακρύων τὰ συμβάντα καὶ ἐστηλίτευσε τὸν ἀδελφὸν ἐπὶ πάντων, τρία ἐκ τούτου πραγματευόμενος, τὸ καταισχυνθῆναι τὸν διάβολον καὶ παραδειγματισθῆναι τὸν σπείροντα τὰς ὑπονοίας, καὶ τὸ συγχωρηθῆναι τὴν ἁμαρτίαν τοῦ ἀδελφοῦ διὰ τῆς ἀτιμίας ἐκείνης καὶ λαβεῖν παρὰ τοῦ Θεοῦ βοήθειαν εἰς τὸ ἑξῆς, καὶ τὸ ποιῆσαι τοὺς ἀδελφοὺς ἀσφαλεστέρους πρὸς τὸ μηδέποτε ἀνασχέσθαι ταῖς ἰδίαις ὑπονοίαις· καὶ πολλὰ νουθετήσας περὶ τούτου καὶ ἡμᾶς καὶ τὸν ἀδελφόν, ἔλεγεν μηδὲν εἶναι βλαβερώτερον τῶν ὑπονοιῶν, καὶ ἐδείκνυε διὰ τοῦ συμβάντος ὑποδείγματος.

Καὶ ἄλλα δὲ τοιαῦτα διαφόρως εἶπον οἱ Πατέρες ἀσφαλιζόμενοι ἡμᾶς περὶ τῆς βλάβης τῶν ὑπονοιῶν. Σπουδάσωμεν οὖν, ἀδελφοί, πάσῃ τῇ δυνάμει ἡμῶν μηδέποτε πιστεύειν ταῖς ἰδίαις ὑπονοίαις· οὐδὲν οὕτως ἀφιστᾷ ἄνθρωπον ἀπὸ τοῦ προσέχειν ταῖς ἰδίαις ἁμαρτίαις, καὶ ποιεῖ αὐτὸν πάντοτε περιεργάζεσθαι τὰ μὴ ἀνήκοντα αὐτῷ· καὶ ἐκ τούτου οὐδὲν καλόν, ἐκ τούτου μυρίαι ταραχαί, μυρίαι θλίψεις, καὶ ἐκ τούτου οὐδέποτε σχολάζει ἄνθρωπος κτήσασθαι τὸν φόβον τοῦ Θεοῦ· κἂν σπαρῶσιν οὖν ἡμῖν ὑπόνοιαι διὰ τὴν κακίαν ἡμῶν, εὐθέως μεταστρέψωμεν αὐτὰς εἰς καλοεννοησίας, καὶ οὐ βλάπτωσιν ἡμᾶς. Κακαὶ γάρ εἰσιν αἱ ὑπόνοιαι καὶ οὐδέποτε ἀφίουσι τὴν ψυχὴν εἰρηνεῦσαι· ἰδοὺ τοῦτό ἐστι τὸ κατὰ διάνοιαν ψεῦδος.

Ὁ δὲ ἐν λόγῳ ψευδόμενός ἐστιν, ὅταν, ὑπόθου, ὀκνεῖ τις ἀναστῆναι εἰς τὴν ἀγρυπνίαν καὶ οὐ λέγει· Συγχώρησόν μοι, ὅτι ὤκνησα ἀναστῆναι· ἀλλὰ λέγει· Ἐπύρεξα, ἐσκοτώθην, οὐκ ἠδυνήθην ἀναστῆναι, ἠτόνουν· καὶ λέγει δέκα ῥήματα ψευδῆ, ἵνα μὴ βάλῃ μίαν μετάνοιαν καὶ ταπεινωθῇ. Ἐὰν δέ τις μέμψηται αὐτὸν ἐν πράγματι, μένει ἀλλάσσων τὰ ῥήματα αὐτοῦ καὶ φιλοκαλῶν, ἵνα μὴ βαστάσῃ τὴν μέμψιν. Ὁμοίως, ἐὰν συμβῇ αὐτὸν ἔχειν λόγον τινὰ πρὸς ἀδελφὸν αὐτοῦ, οὐ παύεται δικαιολογούμενος καὶ λέγων· Ἀλλὰ σὺ εἶπας, ἀλλὰ σὺ ἐποίησας, ἀλλ’ ἐγὼ οὐκ εἶπον, ἀλλ’ ἐκεῖνος εἶπεν, ἀλλὰ τοῦτο, ἀλλ’ ἐκεῖνο, ἵνα μὴ μόνον ταπεινωθῇ. Πάλιν ἐὰν ἐπιθυμήσῃ πράγματος, οὐκ ἀνέχεται εἰπεῖν ὅτι· Ἐπιθυμῶ τοῦδε, ἀλλὰ μένει στρέφων τοὺς λόγους αὐτοῦ καὶ λέγων ὅτι· Τόδε πάσχω καὶ τοῦδε χρῄζω, ἢ Τῷδε ἐπετάγην, καὶ λέγει πόσα ψεύδη ἕως οὗ πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ.

Πᾶσα γὰρ ἁμαρτία ἢ διὰ φιληδονίαν ἢ διὰ φιλαργυρίαν ἢ διὰ φιλοδοξίαν γίνεται. Ὁμοίως καὶ τὸ ψεῦδος διὰ τούτων τῶν τριῶν γίνεται· ἢ διὰ τὸ μὴ μεμφθῆναι καὶ ταπεινωθῆναι ψεύδεταί τις, ἢ διὰ τὸ ἀνύσαι θέλημα ἢ διὰ τὸ κερδάναι· καὶ οὐ παύεται στρέφων ὧδε, στρέφων ἐκεῖ, πάντα μαγγανεύων τί εἰπεῖν ἕως ἀνύσει τὸν σκοπὸν αὐτοῦ· ὁ τοιοῦτος οὐδέποτε πιστεύεται, ἀλλὰ καὶ ἀληθὲς ῥῆμα ἐὰν εἴπῃ, οὐδεὶς δύναται πιστεῦσαι αὐτῷ, ἀλλὰ καὶ τὸ ἀληθὲς αὐτοῦ ἀμφίβολον εὑρίσκεται.

Ἔστι δὲ ὅτε γίνεται ἀνάγκη πράγματος, καὶ ἐὰν μὴ κρύψῃ τις μικρόν, ἔρχεται τὸ πρᾶγμα εἰς πλείονα ταραχὴν καὶ θλίψιν. Ὅτε οὖν τοιαύτη περίστασις γένηται, καὶ ἴδῃ τις ἑαυτὸν ἀναγκαζόμενον, διὰ τοῦτο ἀλλάξαι ῥῆμα, ἵνα μὴ γένηται, ὡς εἶπον, πλείων ταραχὴ καὶ θλίψις ἢ κίνδυνος· ὥσπερ εἶπεν ὁ ἀββᾶς Ἀλώνιος τῷ ἀββᾷ Ἀγάθωνι· Ἰδοὺ δύο ἄνθρωποι ἐπὶ σοῦ φόνον ἐποίησαν, καὶ ὁ εἷς ἔφυγεν εἰς τὸ κελλίον σου· καὶ ἰδοὺ ὁ ἄρχων ζητεῖ αὐτὸν καὶ ἐρωτᾷ σε λέγων· Ἐπὶ σοῦ φόνος γέγονεν; Ἐὰν μὴ οἰκονομήσῃς, παραδίδως τὸν ἄνθρωπον εἰς θάνατον.

Ὅταν οὖν μεγάλη τις ἀνάγκη συμβῇ, θέλει τις μηδὲ οὕτως ἀμεριμνῆσαι, ἀλλὰ μετανοεῖν καὶ κλαίειν ἐνώπιον τοῦ Θεοῦ καὶ ἔχειν τὸ τοιοῦτον ὡς καιρὸν πειρασμοῦ, καὶ οὐδὲ τοῦτο συνεχῶς, ἀλλ’ ἅπαξ διὰ πολλῶν. Ὥσπερ ἐπὶ τῆς θηριακῆς καὶ τοῦ καθαρσίου, ὅτι συνεχῶς λαμβανόμενα βλάπτουσιν, εἰ δὲ λάβει τις ἅπαξ διὰ χρόνου διὰ πολλὴν ἀνάγκην, ὠφελοῦσιν αὐτόν· οὕτως ὀφείλει τις χρήσασθαι τῷ πράγματι τούτῳ, ἵνα κἂν δι’ ἀνάγκην θελήσῃ ἀλλάξαι, ἀλλάξῃ, εἰ ἄρα ἔστιν ἅπαξ διὰ πολλῶν, ἐὰν ἴδῃ, ὡς εἶπον, πολλὴν ἀνάγκην, καὶ αὐτὸ δὲ τὸ διὰ χρόνου μετὰ φόβου καὶ τρόμου δεικνύων τῷ Θεῷ καὶ τὴν προαίρεσιν αὐτοῦ καὶ τὴν ἀνάγκην, καὶ σκεπάζεται· ἐπεὶ καὶ εἰς αὐτὸ βλάπτεται.

Ἰδοὺ εἴπομεν τίς ἐστιν ὁ ψευδόμενος κατὰ διάνοιαν καὶ τίς ἐστιν ὁ ἐν λόγῳ ψευδόμενος· θέλομεν λοιπὸν εἰπεῖν τίς ἐστι καὶ ὁ εἰς αὐτὸν τὸν βίον αὐτοῦ ψευδόμενος. Ὁ εἰς αὐτὸν τὸν βίον αὐτοῦ ψευδόμενός ἐστιν ὅταν τις ἄσωτος ὢν προσποιεῖται ἐγκράτειαν, ἢ πλεονέκτης ἐστὶ καὶ λαλεῖ περὶ ἐλεημοσύνης καὶ ἐπαινεῖ τὴν συμπάθειαν, ἢ ὑπερήφανός ἐστι καὶ θαυμάζει τὴν ταπεινοφροσύνην, καὶ οὐχ ὡς θέλων τὴν ἀρετὴν ἐπαινέσαι, θαυμάζει αὐτήν. Εἰ γὰρ ἔλεγε τῷ σκοπῷ τούτῳ, πρῶτον μετὰ ταπεινώσεως ὡμολόγει τὴν ἰδίαν ἀσθένειαν λέγων· Οἴ μοι τῷ ἀθλίῳ ὅτι μεματαίωμαι ἀπὸ παντὸς ἀγαθοῦ. Καὶ μετὰ τὸ ὁμολογῆσαι τὴν ἰδίαν ἀσθένειαν, οὕτως εἶχε θαυμάσαι καὶ ἐπαινέσαι τὴν ἀρετήν. Ἀλλ’ οὐδὲ σκοπὸν ἔχων τοῦ μὴ σκανδαλίσαι τινὰ ἐγκωμιάζει τὴν ἀρετήν. Ὀφείλει γὰρ καὶ οὕτως λογίσασθαι ὅτι· Ναὶ ἐγὼ ἄθλιός εἰμι καὶ ἐμπαθής, διὰ τί ἵνα καὶ ἄλλον σκανδαλίσω; διὰ τί ἵνα βλάψω καὶ ἄλλην ψυχήν, καὶ ἐνέγκω ἐμαυτῷ καὶ ἄλλο βάρος; καὶ εἶχεν εἰ καὶ εἰς ἑαυτὸν ἡμάρτανεν, ἀλλ’ οὖν ἅψασθαι τοῦ καλοῦ.

Ταπεινώσεως γάρ ἐστι τὸ ἑαυτὸν ταλανίζειν, καὶ συμπαθείας τὸ φείδεσθαι τοῦ πλησίον. Ἀλλ’ ὁ τοιοῦτος οὐ κατά τινα τούτων τῶν εἰρημένων θαυμάζει, ὡς εἶπον, τὴν ἀρετήν, ἀλλ’ ἢ διὰ τὸ σκεπάσαι τὴν ἰδίαν ἀσχημοσύνην προσλαμβάνεται τὸ ὄνομα τῆς ἀρετῆς καὶ λαλεῖ περὶ αὐτῆς, ὡς ὅτι καὶ αὐτὸς τοιοῦτός ἐστιν, ἢ πολλάκις διὰ τὸ βλάψαι καὶ δελεάσαι τινά. Οὔτε μία γὰρ κακία οὔτε μία αἵρεσις οὔτε αὐτὸς ὁ διάβολος δύναται ἀπατῆσαί τινα εἰ μὴ διὰ τοῦ σχηματίσασθαι τὴν ἀρετήν, καθὼς ὁ Ἀπόστολος λέγει ὅτι αὐτὸς ὁ διάβολος μετασχηματίζεται εἰς ἄγγελον φωτός.

Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Οὕτως οὖν καὶ ὁ ψεύστης, εἴτε φοβούμενος τὴν αἰσχύνην διὰ τὸ μὴ ταπεινωθῆναι, εἴτε, ὡς εἶπον, θέλων δελεάσαι καὶ ἀπατῆσαί τινα, λαλεῖ περὶ τῶν ἀρετῶν καὶ ἐπαινεῖ καὶ θαυμάζει, ὡς ἰδιοποιούμενος αὐτὰς καὶ πεπειραμένος αὐτῶν· οὗτός ἐστιν ὁ ψευδόμενος εἰς αὐτὸν τὸν βίον αὐτοῦ, οὗτος οὐκ ἔστιν ἁπλοῦς ἄνθρωπος, ἀλλὰ διπλοῦς· ἄλλος ἐστὶν ἔσωθεν, καὶ ἄλλος ἔξωθεν· διπλοῦν ἔχει καὶ ὅλον ἐκχλευασμένον τὸν βίον αὐτοῦ.

Ἰδοὺ εἴπομεν τὰ περὶ τοῦ ψεύδους ὅτι ἐκ τοῦ πονηροῦ ἐστιν· εἴπομεν καὶ περὶ τῆς ἀληθείας ὅτι ἡ ἀλήθεια ὁ Θεός ἐστι. Φύγωμεν οὖν τὸ ψεῦδος, ἀδελφοί, ἵνα ῥυσθῶμεν ἐκ τῆς μερίδος τοῦ πονηροῦ, καὶ ἀγωνισώμεθα κτήσασθαι τὴν ἀλήθειαν, ἵνα ἑνωθῶμεν τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ ἀλήθεια.

Ὁ Θεὸς ἀξιώσει ἡμᾶς τῆς ἀληθείας αὐτοῦ.