Ἔργον
Δωρόθεος Γάζης – Διδασκαλίαι διάφοροι
Διδασκαλία ΙΑ': Η ταχεία εκκοπή των παθών
Η αποτροπή της παγίωσης των παθών σε έξεις, η σημασία της καθημερινής αυτοεξέτασης και ο κίνδυνος της δουλείας στην αμαρτία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διδασκαλία ΙΑ': Η ταχεία εκκοπή των παθών
Η αποτροπή της παγίωσης των παθών σε έξεις, η σημασία της καθημερινής αυτοεξέτασης και ο κίνδυνος της δουλείας στην αμαρτία.
ΙΑʹ. ΠΕΡΙ ΤΟΥ ΣΠΟΥΔΑΖΕΙΝ ΤΑΧΕΩΣ ΕΚΚΟΠΤΕΙΝ ΤΑ ΠΑΘΗ ΠΡΟ ΤΟΥ ΕΝ ΕΞΕΙ ΚΑΚΗ ΓΕΝΕΣΘΑΙ ΤΗΝ ΨΥΧΗΝ Θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί, ὡς εἰσὶ τὰ πράγματα, καὶ βλέπετε μὴ ἀμελήσητε ἑαυτῶν, ἐπειδὴ εἰς μεγάλους κινδύνους φέρει ἡμᾶς καὶ μικρὰ ἀμέλεια. Παρέβαλλον ἄρτι τινὶ ἀδελφῷ πούποτε καὶ εὗρον αὐτὸν πῶς ἀπὸ ἀρρωστίας, καὶ ἐν τῷ λαλεῖν ἡμᾶς, ἔμαθον ὅτι ἑπτὰ ἡμέρας ἐπύρεξε μόνας, καὶ ἰδοὺ ἔχει ἄλλας τεσσαράκοντα ἡμέρας καὶ οὐχ εὑρίσκει ἀκμὴν ἀναλαβεῖν ἑαυτόν. Βλέπετε, ἀδελφοί, πόση ταλαιπωρία τοῦ ἐμπεσεῖν τινα εἰς ἀνώμαλον διάθεσιν. Ἀεὶ καταφρονεῖ τις μικρᾶς ἀταξίας καὶ οὐκ οἶδεν ὅτι ἐὰν φθάσῃ μικρὸν κακουχηθῆναι τὸ σῶμα αὐτοῦ καὶ μάλιστα ἐάν ἐστιν ἀσθενέστερος, πολλοῦ πάνυ χρεία κόπου καὶ χρόνου πρὶν ἢ γένηται αὐτοῦ ἡ κατόρθωσις· ἑπτὰ ἡμέρας ἐπύρεξεν ὁ ταπεινὸς οὗτος, καὶ ἰδοὺ τοσαῦται ἡμέραι, καὶ οὐχ εὑρίσκει ἀναλαβεῖν ἑαυτόν. Οὕτως ἐστὶ καὶ ἐπὶ τῆς ψυχῆς· μικρὸν ἁμαρτάνει τις, καὶ ποιεῖ πόσον χρόνον στάζων τὸ αἷμα αὐτοῦ, πρὶν διορθώσηται ἑαυτόν.
Καὶ ἐπὶ μὲν τῆς σωματικῆς ἀσθενείας εὑρίσκομεν διαφόρους αἰτίας, ἢ ὅτι τὰ φάρμακα παλαιὰ ὄντα οὐκ ἐνεργοῦσιν, ἢ ὅτι ὁ ἰατρὸς ἄπειρός ἐστι καὶ ἄλλο ἀντ’ ἄλλου φάρμακον παρέχει, ἢ ὅτι ὁ ἄρρωστος ἀτακτεῖ καὶ οὐ φυλάττει ἃ ἐπιτάσσεται παρὰ τοῦ ἰατροῦ. Ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· οὐ γὰρ δυνάμεθα εἰπεῖν ὅτι ὁ ἰατρὸς ἄπειρος ὢν οὐκ ἔδωκεν ἁρμόδια τὰ φάρμακα. Ὁ Χριστὸς γάρ ἐστιν ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν, καὶ πάντα γινώσκει καὶ ἁρμόδιον ἑκάστῳ πάθει παρέχει τὸ φάρμακον· οἷόν τι λέγω· Τῇ κενοδοξίᾳ τὰς περὶ ταπεινοφροσύνης ἐντολάς, τῇ φιληδονίᾳ τὰς περὶ ἐγκρατείας, τῇ φιλαργυρίᾳ τὰς περὶ ἐλεημοσύνης, καὶ ἅπαξ ἁπλῶς ἕκαστον πάθος ἔχει φάρμακον τὴν ἁρμόζουσαν αὐτῷ ἐντολήν· ὥστε ὁ ἰατρὸς οὐκ ἔστιν ἄπειρος. Ἀλλ’ οὐδὲ πάλιν τὰ φάρμακα παλαιὰ ὄντα οὐκ ἐνεργοῦσιν. Αἱ ἐντολαὶ γὰρ τοῦ Χριστοῦ οὐδέποτε παλαιοῦνται· ἀλλ’ ὅσον ἐνεργοῦνται, τοσοῦτον ἀνανεοῦνται. Οὐκοῦν τῇ ὑγείᾳ τῆς ψυχῆς οὐδέν ἐστιν τὸ ἐμποδίζον, εἰ μὴ μόνον ἡ ἀταξία αὐτῆς.
Πρόσχωμεν οὖν ἑαυτοῖς, ἀδελφοί· νήψωμεν, ἕως ἔχομεν τὸν καιρόν. Τί ἑαυτῶν ἀμελοῦμεν; Ποιήσωμέν τί ποτε ἀγαθόν, ἵνα εὕρωμεν βοήθειαν ἐν καιρῷ πειρασμοῦ. Τί ἀπόλλομεν τὴν ζωὴν ἡμῶν; Τοσαῦτα ἀκούομεν, καὶ οὐ μέλει ἡμῖν, ἀλλὰ καταφρονοῦμεν. Βλέπομεν τοὺς ἀδελφοὺς ἡμῶν ἁρπαζομένους ἐκ μέσου ἡμῶν, καὶ οὐ νήφομεν, εἰδότες ὅτι κατὰ μικρὸν μικρὸν καὶ ἡμεῖς ἐγγίζομεν τῷ θανάτῳ. Ἰδοὺ ἐξ ὅτου ἐκαθίσαμεν λαλῆσαι ἕως ἄρτι, ἀνηλώσαμεν δύο ἢ τρεῖς ὥρας τοῦ χρόνου ἡμῶν καὶ ἐπλησιάσαμεν τῷ θανάτῳ, καὶ βλέπομεν ὅτι ἀπόλλομεν τὸν καιρόν, καὶ οὐ φοβούμεθα. Πῶς οὐ μνημονεύομεν τοῦ ῥητοῦ τοῦ γέροντος ἐκείνου τοῦ εἰπόντος ὅτι· Χρυσὸν ἢ ἄργυρον ἐὰν ἀπολέσῃ τις, δύναται εὑρεῖν ἄλλον ἀντ’ αὐτοῦ· καιρὸν δὲ ὁ ἀπόλλων οὐ δύναται εὑρεῖν ἄλλον. Ὄντως μέλλομεν ζητῆσαι μίαν ὥραν τοῦ καιροῦ τούτου καὶ μὴ εὑρεῖν. Πόσοι ἐπιθυμοῦσιν ἀκοῦσαι ῥῆμα Θεοῦ καὶ οὐχ εὑρίσκουσι; καὶ ἡμεῖς τοσαῦτα ἀκούομεν καὶ καταφρονοῦμεν καὶ οὐ διεγειρόμεθα. Ὁ Θεὸς οἶδεν, ἐκπλήττομαι ἐπὶ τῇ ἀναισθησίᾳ τῶν ψυχῶν ἡμῶν, ὅτι δυνάμεθα σωθῆναι καὶ οὐ θέλομεν. Δυνάμεθα γάρ, ὡς εἰσὶ νεαρὰ τὰ πάθη ἡμῶν, κόψαι αὐτά, καὶ οὐ φροντίζομεν· ἀλλὰ ἀφοῦμεν αὐτὰ σκληρυνθῆναι καθ’ ἡμῶν, ἵνα πλεῖον κάκην ἐσχάτην ποιήσωμεν.
Ἄλλο γάρ ἐστιν, ὡς πολλάκις εἶπον ὑμῖν, τὸ ἐκριζῶσαι βοτάνην, ὅτι εὐθὺς ἀποσπᾶται, καὶ ἄλλο ἐστὶ τὸ ἐκριζῶσαι μέγα δένδρον. Εὐκαίρησέ τις μέγας γέρων μετὰ τῶν μαθητῶν αὐτοῦ ἐν τόπῳ τινὶ ἐν ᾧ ἦσαν κυπαρίσσια διάφορα, μικρὰ καὶ μεγάλα. Καὶ λέγει ὁ γέρων ἑνὶ τῶν μαθητῶν αὐτοῦ·
Ἀνάσπασον τὸ κυπαρίσσιον τοῦτο· ἦν δὲ μικρὸν πάνυ, καὶ εὐθέως τῇ μιᾷ χειρὶ ἀνέσπασεν αὐτὸ ὁ ἀδελφός. Εἶτα δεικνύει αὐτῷ ὁ γέρων ἄλλο μειζότερον τοῦ πρώτου καὶ λέγει αὐτῷ· Ἀνάσπασον καὶ τοῦτο· ὁ δὲ σαλεύσας ταῖς δύο χερσὶν ἀνέσπασε κἀκεῖνο. Πάλιν δεικνύει αὐτῷ ὁ γέρων ἄλλο μειζότερον· ὁ δὲ μετὰ πλείονος κόπου ἀνέσπασε κἀκεῖνο. Δεικνύει αὐτῷ καὶ ἄλλο μειζότερον· ὁ δὲ πολλὰ σαλεύσας καὶ κοπιάσας καὶ ἱδρώσας ἐπῆρε κἀκεῖνο. Εἶτα δεικνύει αὐτῷ ὁ γέρων ἄλλο μειζότερον· ὁ δὲ πολλὰ κοπιάσας καὶ ἱδρώσας οὐκ ἠδυνήθη ἐπᾶραι αὐτό. Ὡς οὖν εἶδεν αὐτὸν ὁ γέρων μὴ δυνάμενον, ἐπέτρεψεν ἄλλῳ ἀδελφῷ ἀναστῆναι καὶ βοηθῆσαι αὐτῷ, καὶ οὕτως ἠδυνήθησαν ἀμφότεροι ἀνασπᾶσαι αὐτό. Τότε λέγει ὁ γέρων τοῖς ἀδελφοῖς· Ἰδοὺ οὕτως εἰσὶ τὰ πάθη, ἀδελφοί· ἐφ’ ὅσον εἰσὶ μικρά, ἐὰν θέλωμεν, δυνάμεθα μετὰ ἀναπαύσεως ἐκκόψαι αὐτά. Ἐὰν δὲ ἀμελήσωμεν αὐτῶν ὡς μικρῶν, σκληρύνονται, καὶ ὅσον σκληρύνονται, τοσοῦτον πλείονος δέονται κόπου. Εἰ δὲ ἐπὶ πλεῖον ἀνδρυνθῶσι καθ’ ἡμῶν, οὐκ ἔτι οὐδὲ μετὰ κόπου δυνάμεθα ἐκκόψαι αὐτὰ ἀφ’ ἑαυτῶν, ἐὰν μὴ καὶ βοήθειαν σχῶμέν τινων ἁγίων ἀντιλαμβανομένων ἡμῶν μετὰ Θεόν.
Βλέπετε πόσην δύναμιν ἔχουσι τὰ παρὰ τῶν ἁγίων γερόντων. Καὶ ὁ Προφήτης ὁμοίως περὶ τούτου διδάσκει ἡμᾶς ἐν τῷ ψαλμῷ ὅπου λέγει· Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν· μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.
Ἀλλὰ ψηλαφήσωμεν κατὰ ἀκολουθίαν τὸ λεγόμενον. Βαβυλῶνα λέγει τὴν σύγχυσιν· οὕτως γὰρ ἑρμηνεύει παρὰ τὸ Βαβέλ, ὅπερ ἐστὶ Συχέμ· θυγατέρα δὲ Βαβυλῶνος λέγει τὴν ἔχθραν. Πρῶτον γὰρ συγχεῖται ἡ ψυχή, καὶ οὕτως ἀποτελεῖ τὴν ἁμαρτίαν. Ταλαίπωρον δὲ αὐτὴν καλεῖ, ἐπειδή, καθὼς καὶ ἄλλοτε ὑμῖν εἶπον, ἀνούσιός ἐστι καὶ ἀνυπόστατος ἡ κακία, διὰ τῆς ἡμῶν ἀμελείας ἐκ τοῦ μὴ ὄντος συνισταμένη καὶ πάλιν διὰ τῆς ἡμῶν κατορθώσεως ἀπολλυμένη καὶ εἰς τὸ μὴ εἶναι χωροῦσα. Λέγει οὖν ὡς πρὸς αὐτὴν ὁ ἅγιος· Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Μάθωμεν τί μὲν ἐδώκαμεν, τί δὲ ἀντελάβομεν καὶ τί θέλομεν ἀνταποδοῦναι.
Ἐδώκαμεν τὸ θέλημα ἡμῶν καὶ ἀντελάβομεν τὴν ἁμαρτίαν. Μακαρίζει οὖν ὁ λόγος τοὺς ταύτην ἀνταποδιδόντας· τὸ δὲ ἀνταποδοῦναί ἐστι τὸ μηκέτι πρᾶξαι αὐτήν. Εἶτα ἐπιφέρει· Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Οἱονεί· Μακάριος ὁ τὰ παρὰ σοῦ γενόμενα, τοῦτ’ ἔστι τοὺς πονηροὺς λογισμούς, μηδὲ τὴν ἀρχὴν δοὺς χώραν τοῦ αὐξηθῆναι ἐν αὐτῷ καὶ ἐνεργηθῆναι τὸ κακόν, ἀλλὰ ταχέως, ὡς ἔτι εἰσὶν νήπιοι, πρὶν τραφῶσι καὶ αὐξηθῶσι κατ’ αὐτοῦ, κρατήσας καὶ προσρήξας αὐτοὺς τῇ πέτρᾳ, ἥτις ἐστὶν ὁ Χριστός, καὶ ἀπολέσας αὐτοὺς διὰ τοῦ καταφεύγειν πρὸς τὸν Χριστόν.
Ἰδοὺ πῶς καὶ οἱ γέροντες καὶ ἡ ἁγία Γραφὴ πάντες συμφωνοῦσι καὶ μακαρίζουσι τοὺς ἀγωνιζομένους ἐκκόψαι, ὡς ἔστι νεαρά, τὰ πάθη, πρὸ τοῦ πειρασθῆναι τῆς ὀδύνης καὶ τῆς πικρίας αὐτῶν. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἵνα ἐλεηθῶμεν· κοπιάσωμεν μικρὸν καὶ εὑρίσκομεν πολλὴν ἀνάπαυσιν.
Εἶπον οἱ Πατέρες πῶς ὀφείλει τις τὸ κατὰ μέρος ἑαυτὸν καθαρίζειν, ἵνα καθ’ ἑσπέραν ἐξετάζῃ ἑαυτὸν πῶς παρῆλθε τὴν ἡμέραν, καὶ πάλιν πρωΐας πῶς παρῆλθε τὴν νύκτα, καὶ μετανοῇ τῷ Θεῷ περὶ ὧν, ὡς εἰκός, ἁμαρτάνει. Ἀληθῶς δὲ ἡμεῖς, ἐπειδὴ πολλὰ ἁμαρτάνωμεν, χρῄζομεν διὰ τὴν λήθην ἡμῶν καὶ κατὰ ἓξ ὥρας ἐρευνᾷν ἑαυτοὺς πῶς παρήλθομεν καὶ εἰς τί ἡμάρτομεν, καὶ λέγειν ἕκαστος ἡμῶν ἐν ἑαυτῷ· Ἆρα μή τι ἐλάλησα πλήσσων τὸν ἀδελφόν μου; ἆρα μὴ εἶδον αὐτὸν ποιοῦντα πράγμα καὶ κατέκρινα αὐτὸν ἢ ἐξουδένωσα αὐτὸν ἢ κατελάλησα αὐτοῦ; ἆρα ᾔτησα τὸν κελλαρίτην πρᾶγμα, καὶ οὐκ ἔδωκέ μοι, καὶ ἐγόγγυσα κατ’ αὐτοῦ; μὴ τὸ ἑψητὸν οὐκ ἐγένετο καλῶς, καὶ εἶπον ῥῆμα καὶ κατῄσχυνα τὸν μάγειρον καὶ ἔθλιψα αὐτόν, ἢ ἐγὼ ἀηδισθεὶς ἐγόγγυσα κατ’ ἐμαυτόν; κἂν γὰρ καθ’ ἑαυτὸν γογγύσει τις, ἁμαρτία ἐστί. Πάλιν λέγει· Ἆρα εἶπέ μοι ὁ κανονάρχης ῥῆμα ἢ ἄλλος τῶν ἀδελφῶν, καὶ οὐκ ἐβάστασα, ἀλλὰ ἐναντιώθην αὐτῷ; Οὕτως καθ’ ἑκάστην ἡμέραν ὀφείλομεν ψηλαφᾷν ἑαυτοὺς πῶς παρήλθομεν. Ὁμοίως ὀφείλει τις ἐρευνᾷν ἑαυτὸν πῶς παρῆλθε καὶ τὴν νύκτα, μετὰ προθυμίας ἀνέστη εἰς τὴν ἀγρυπνίαν, μὴ ὀλιγώρησε πρὸς τὸν ἐξυπνίζοντα αὐτὸν ἢ ἐγόγγυσε κατ’ αὐτοῦ.
Ὀφείλει γάρ τις εἰδέναι ὅτι ὁ ἐξυπνίζων αὐτὸν εἰς ἀγρυπνίαν, μεγάλα εὐεργετεῖ αὐτὸν καὶ μεγάλων ἀγαθῶν πρόξενος αὐτῷ γίνεται· ἐξυπνίζει γὰρ αὐτὸν ὁμιλεῖν τῷ Θεῷ, δεηθῆναι ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ καὶ φωτισθῆναι· πῶς οὐκ ὀφείλει τις εὐχαριστεῖν τῷ τοιούτῳ; ἀληθῶς ὀφείλει ἔχειν ὅτι σχεδὸν δι’ αὐτοῦ ἐστιν ἡ σωτηρία αὐτοῦ.
Καὶ λέγω ὑμῖν περὶ τούτου θαυμαστὸν ὃ ἤκουσα περὶ μεγάλου γέροντος διορατικοῦ, ὅτι ἱστάμενος ἐν τῇ ἐκκλησίᾳ ὡς ἔβαλλον οἱ ἀδελφοὶ τὴν ἀρχὴν τοῦ ψάλλειν, ἔβλεπέ τινα λαμπροφόρον ἐξερχόμενον ἐκ τοῦ ἱερατείου, κατέχοντα ὡς τρούλλιόν τί ποτε ἔχον ἁγίασμα καὶ μίαν μίλην, καὶ ἔβαπτε τὴν μίλην ἐκείνην ἐκ τοῦ τρουλλίου, καὶ περιήρχετο ὅλους τοὺς ἀδελφοὺς κατασφραγίζων ἕκαστον αὐτῶν· τῶν δὲ μὴ εὑρισκομένων τοὺς τόπους, τοὺς μὲν ἐσφράγιζε, τοὺς δὲ παρήρχετο· πάλιν ὡς ἔμελλον ἀπολῦσαι, ἔβλεπεν αὐτὸν ἐξερχόμενον ἐκ τοῦ ἱερατείου καὶ τὸ αὐτὸ ὁμοίως ποιοῦντα. Ἐν μιᾷ οὖν κατέσχεν αὐτὸν ὁ γέρων καὶ ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ, παρακαλῶν μαθεῖν ὃ ἐποίει καὶ ὅστις ἐστί· καὶ λέγει αὐτῷ ἐκεῖνος ὁ λαμπροφόρος·
Ἐγὼ ἄγγελός εἰμι τοῦ Θεοῦ, καὶ ἐπετράπην παρέχειν τὴν σφραγίδα ταύτην τοῖς εὑρισκομένοις ἐν τῇ ἐκκλησίᾳ εἰς τὴν ἀρχὴν τῆς ψαλμῳδίας, καὶ τοῖς μένουσιν ἕως τῆς ἀπολύσεως, διὰ τὴν προθυμίαν καὶ σπουδὴν καὶ τὴν καλὴν αὐτῶν προαίρεσιν. Λέγει αὐτῷ ὁ γέρων· Καὶ πῶς τινῶν μὴ εὑρισκομένων σφραγίζεις τοὺς τόπους; Ἀποκρίνεται αὐτῷ ὁ ἅγιος ἄγγελος λέγων· Ὅσοι εἰσὶ τῶν ἀδελφῶν σπουδαῖοι μὲν καὶ καλοὶ τὴν προαίρεσιν, διὰ δέ τινα ἀναγκαίαν ἀσθένειαν ἀπόντες μετὰ εὐλογίας τῶν πατέρων ἢ πάλιν διά τινα ἐντολὴν εἰς ὑπακοὴν αὐτῶν ἀσχολούμενοι, καὶ διὰ τοῦτο μὴ εὑρισκόμενοι, οὗτοι καὶ ἀπόντες τὴν σφραγίδα αὐτῶν λαμβάνουσιν, ἐπειδὴ τῇ διαθέσει μετὰ τῶν ψαλλόντων εἰσί· μόνοις δὲ τοῖς δυναμένοις εὑρεθῆναι καὶ ἀπὸ ἀμελείας μὴ εὑρισκομένοις, ἐπετράπην μὴ δοῦναι τὴν σφραγίδα, ἐπειδὴ αὐτοὶ ἀναξίους ἑαυτοὺς ποιοῦσι.
Ἴδε, βλέπετε ποῖον δῶρον προξενεῖ τῷ ἀδελφῷ αὐτοῦ ὁ ἐγείρων αὐτὸν εἰς τὸν κανόνα τῆς ἐκκλησίας. Σπουδάσατε οὖν, ἀδελφοί, μὴ ζημιωθῆναί ποτε τὴν σφραγίδα τοῦ ἁγίου ἀγγέλου· εἰ δὲ καὶ συμβῇ τινα μετεωρισθῆναι, καὶ ὑπομνήσει αὐτὸν ἄλλος, οὐκ ὀφείλει ἀγανακτεῖν, ἀλλὰ προσέχων τῷ καλῷ, εὐχαριστῆσαι τῷ ὑπομνήσκοντι αὐτόν, κἂν εἴ τις δήποτέ ἐστιν.
Ὅτε ἤμην ἐν τῷ κοινοβίῳ, ἐποίησέ με ὁ ἀββᾶς ξενοδόχον κατὰ γνώμην τῶν γερόντων. Ἤμην δὲ καὶ ἀπὸ μεγάλης ἀρρωστίας. Ἤρχοντο οὖν ξένοι, καὶ ἑσπέριζον μετ’ αὐτῶν, καὶ πάλιν καμηλάριοι, καὶ ἐποίουν τὴν χρείαν αὐτῶν· πολλάκις δὲ καὶ μεθ’ ὃ ἀπηρχόμην κοιμηθῆναι, πάλιν ἄλλη χρεία ἀπήντα καὶ ἐξύπνιζόν με. Ἐν τοσούτῳ οὖν ἔφθανεν ἡ ὥρα τῆς ἀγρυπνίας, καὶ ὡς μόνον ἥρπαζον μικρόν, ἰδοὺ ὁ κανονάρχης ἐξυπνίζων με· λοιπὸν ηὑρισκόμην εἴτε ἀπὸ τοῦ κόπου εἴτε ἀπὸ τῆς ἀσθενείας (ἔτι γὰρ παρεκλεπτόμην ὑπὸ λεπτοπυρετίων) διαλελυμένος ὡς μὴ ἔχων ἐμαυτόν. Ἀπεκρινόμην οὖν αὐτῷ καταφερόμενος ὕπνῳ·
Καλῶς, κῦρι, μνησθείη ἡ ἀγάπη, ὁ Θεὸς δῴη σοι τὸν μισθόν, ἐκέλευσας, ἔρχομαι, κῦρι. Εἶτα ὡς ἀπήρχετο, πάλιν ἀπεκοιμώμην· πάνυ δὲ ἐθλιβόμην ὅτε ἐβράδυνον ἀναστῆναι εἰς τὴν ἀγρυπνίαν, καὶ ἐπειδὴ οὐχ ὑπήντα ἐκείνῳ προσκαρτερῆσαί μοι, ᾔτησα δύο τινὰς τῶν ἀδελφῶν, τὸν μὲν ἕνα ἵνα ἐξυπνίζῃ με, τὸν δὲ ἄλλον ἵνα μὴ ἀφῇ με νυστάξαι εἰς τὴν ἀγρυπνίαν.
Καὶ πιστεύσατέ μοι, ἀδελφοί, οὕτως εἶχον αὐτοὺς ὡς ὅτι δι’ αὐτῶν ἦν ἡ σωτηρία μου, καὶ σχεδὸν ἐσεβόμην αὐτούς. Οὕτως οὖν καὶ ὑμεῖς ὀφείλετε διακεῖσθαι πρὸς τοὺς διεγείροντας ὑμᾶς εἰς τὸν κανόνα τῆς ἐκκλησίας καὶ εἰς πᾶν πρᾶγμα ἀγαθόν.
Καθὼς οὖν ἐλέγομεν, ὀφείλει τις ἐρευνᾷν πῶς παρῆλθε τὴν ἡμέραν καὶ τὴν νύκτα· εἰ μετὰ νήψεως ἵστατο εἰς τὴν ψαλμῳδίαν καὶ εἰς τὴν εὐχήν· εἰ μὴ ᾐχμαλωτίσθη ὑπὸ λογισμῶν ἐμπαθῶν ἢ νουνεχῶς ἤκουσε τῶν θείων ἀναγνωσμάτων· εἰ μὴ ἀφῆκε τὴν ψαλμῳδίαν καὶ ἐξῆλθεν ἔξω τῆς ἐκκλησίας μετεωριζόμενος· ἐὰν οὕτως ἐρευνᾷ τις ἑαυτὸν καθ’ ἑκάστην καὶ σπουδάζει μετανοεῖν ὑπὲρ ὧν ἥμαρτε, καὶ διορθοῦσθαι ἑαυτόν, ἄρχεται μειοῦν τὴν κακίαν, καὶ εἰ ἐποίει ἐννέα, ποιεῖ ὀκτώ, καὶ οὕτως σὺν Θεῷ κατὰ μικρὸν προκόπτων, οὐκ ἐᾷ τὰ πάθη στερεωθῆναι κατ’ αὐτοῦ. Μέγας γὰρ κίνδυνος τὸ ἐμπεσεῖν τινα εἰς ἕξιν πάθους· ἐπειδή, καθὼς εἴπομεν, οὔτε ἐὰν θέλῃ ὁ τοιοῦτος, δύναται ἔτι μόνος περιγενέσθαι τοῦ πάθους, εἰ μὴ σχῇ καὶ βοήθειαν παρά τινων ἁγίων.
Θέλετε διηγήσωμαι ὑμῖν περί τινος ἔχοντος πάθος ἐν ἕξει; ἀκούσατε πρᾶγμα ἄξιον πολλοῦ κλαυθμοῦ. Ὅτε ἤμην εἰς τὸ κοινόβιον, οὐκ οἶδα πῶς ἐχλευάζοντο οἱ ἀδελφοὶ ἀναθέσθαι μοι τοὺς λογισμοὺς αὐτῶν. Φησὶν δὲ καὶ ὁ ἀββᾶς ἐπέτρεπέ μοι κατὰ γνώμην τῶν γερόντων τὴν φροντίδα τούτου ποιεῖσθαι τοῦ μέρους. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἔρχεταί τις τῶν ἀδελφῶν καὶ λέγει μοι· Συγχώρησόν μοι, κῦρι, καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ὅτι κλέπτω καὶ τρώγω. Λέγω αὐτῷ· Διὰ τί; πεινᾷς; Λέγει μοι· Ναί, οὐκ ἀρκοῦμαι τῇ τραπέζῃ τῶν ἀδελφῶν καὶ οὐ δύναμαι αἰτῆσαι. Λέγω αὐτῷ·
Διὰ τί μὴ ὑπάγεις ἀνατιθῇ τῷ ἀββᾷ; Λέγει· Αἰσχύνομαι. Λέγω αὐτῷ· Καὶ θέλεις ἀπέρχωμαι ἐγὼ καὶ λέγω; Λέγει μοι· Ὡς κελεύεις, κῦρι. Ἀπῆλθον οὖν καὶ εἶπον τῷ ἀββᾷ, καὶ λέγει μοι· Ποίησον ἀγάπην καὶ φρόντισον αὐτοῦ, ὡς οἶδας. Τότε λαμβάνω αὐτὸν καὶ λέγω τῷ κελλαρίτῃ ἐπὶ αὐτοῦ· Ποίησον ἀγάπην, καὶ οἵᾳ ὥρᾳ ἔρχεται οὗτος ὁ ἀδελφὸς πρὸς σέ, δὸς αὐτῷ ὅσα θέλει, καὶ μηδὲν κωλύσῃς ἀπ’ αὐτοῦ. Ἀκούσας ὁ κελλαρίτης λέγει μοι· Ἐκέλευσας. Ποιεῖ οὕτως ὀλίγας ἡμέρας ὁ ἀδελφὸς ἐκεῖνος καὶ ἔρχεται λέγων μοι· Συγχώρησόν μοι, κῦρι, ὅτι ἠρξάμην πάλιν κλέπτειν. Λέγω αὐτῷ· Διὰ τί; οὐ παρέχει σοι ὁ κελλαρίτης εἴ τι θέλεις; λέγει μοι· Ναί· συγχώρησον ὅτι ὅσα θέλω παρέχει μοι· ἀλλ’ ἐγὼ αἰσχύνομαι αὐτόν. Λέγω αὐτῷ· Μὴ ἐμὲ αἰσχύνῃ; Λέγει μοι· Οὔ.
Λέγω αὐτῷ· Οὐκοῦν εἴ τι θέλεις, ἔρχου καὶ λάμβανε παρ’ ἐμοῦ, καὶ μηκέτι κλέψῃς. Εἶχον γὰρ τότε τὴν διακονίαν τοῦ νοσοκομείου. Ἤρχετο οὖν ἐκεῖ πρός με καὶ ἐλάμβανεν ὅσα ἤθελεν. Εἶτα ἤρξατο μετὰ ἡμέρας πάλιν κλέπτειν, καὶ ἔρχεται θλιβόμενος καὶ λέγει μοι· Ἰδοὺ πάλιν κλέπτω. Λέγω αὐτῷ· Διὰ τί, ἄδελφέ μου; οὐ παρέχω σοι εἴ τι θέλεις; Λέγει μοι· Ναί.
Λέγω αὐτῷ· Καὶ μὴ αἰσχύνῃ λαβεῖν ἀπ’ ἐμοῦ; Λέγει μοι· Οὔ. Λέγω αὐτῷ· Καὶ διὰ τί κλέπτεις; Λέγει μοι· Συγχώρησόν μοι, οὐκ οἶδα διὰ τί· ἀλλὰ οὕτως ἁπλῶς κλέπτω. Τότε λέγω αὐτῷ· Τὸ ὄντως σὺ εἰπέ μοι κἂν τί ποιεῖς ἃ κλέπτεις.
Λέγει μοι· Τῷ ὄνῳ παρέχω αὐτά. Καὶ εὑρέθη ὅτι ἔκλεπτεν ὁ ἀδελφὸς ἐκεῖνος βουκκία, φοινίκια, συκίδια, κρόμμυα, εἴτι δήποτε ἁπλῶς ηὕρισκε, καὶ ἔκρυβεν αὐτά, τὰ μὲν ὑποκάτω τῆς στρώσεως αὐτοῦ, τὰ δὲ ἀλλαχοῦ. Καὶ τέλος μὴ εὑρίσκων τί ποιῆσαι αὐτά, ὡς ἔβλεπεν αὐτὰ ἀχρειούμενα, λοιπὸν ἀπήρχετο καὶ ἔρριπτεν αὐτὰ ἢ παρεῖχεν αὐτὰ ἔμπροσθεν τῶν ἀλόγων.
Ἴδε βλέπετε τί ἐστι τὸ ἔχειν πάθος ἐν ἕξει; βλέπετε ποία ἀθλιότης, ποία ταλαιπωρία; Ἤιδει ὅτι κακόν ἐστιν, ᾔδει ὅτι κακῶς ποιεῖ, ἐθλίβετο, ἔκλαιε, καὶ ὅμως εἵλκετο ὁ ἄθλιος ὑπὸ τῆς κακῆς συνηθείας ἣν ἐποίησεν ἑαυτῷ διὰ τῆς προλαβούσης ἀμελείας. Καὶ καλῶς ἔλεγεν ὁ ἀββᾶς Νισθερών· Ἐάν τις κατασυρῇ ὑπὸ πάθους, γέγονε δοῦλος τοῦ πάθους. Ὁ Θεὸς ὁ ἀγαθὸς ῥύσηται ἡμᾶς ἀπὸ κακῆς ἕξεως, ἵνα μὴ καὶ ἡμῖν εἴπῃ· Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;
Εἶπον δὲ ὑμῖν διαφόρως καὶ τὸ πῶς ἐμπίπτει τις εἰς ἕξιν. Οὐ γὰρ ὁ ἅπαξ θυμούμενος ἤδη λέγεται θυμώδης· οὐδὲ ὁ ἅπαξ πορνεύων λέγεται πόρνος· οὐδὲ ὁ ἅπαξ ἐλεῶν λέγεται ἐλεήμων· ἀλλὰ καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἐκ τοῦ συνεχῶς ἐνεργεῖσθαι ἕξιν τινὰ ἐμποιεῖ τῇ ψυχῇ, καὶ λοιπὸν αὐτὴ ἡ ἕξις ἢ κολάζει ἢ ἀναπαύει αὐτήν. Τὸ δὲ πῶς ἀναπαύει τὴν ψυχὴν ἡ ἀρετὴ καὶ πῶς κολάζει αὐτὴν ἡ κακία, εἴπομεν διαφόρως. Ὅτι ἡ μὲν ἀρετὴ φυσική ἐστι καὶ ἐν ἡμῖν ἐστιν.
Ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. Εἶπον οὖν ὅτι ὅσον ἐνεργοῦμεν τὰ καλά, ἐν ἕξει τῆς ἀρετῆς γινόμεθα, τοῦτ’ ἔστι τὴν ἰδίαν ἕξιν ἀναλαμβάνομεν, εἰς τὴν ἰδίαν ὑγείαν ἐπανερχόμεθα, ὥσπερ ἀπὸ ὀφθαλμίας ἐπὶ τὸ οἰκεῖον φῶς, ἢ ἀπὸ ἄλλης οἵας δήποτε ἀρρωστίας ἐπὶ τὴν ἰδίαν καὶ κατὰ φύσιν ὑγείαν. Ἐπὶ δὲ τῆς κακίας, οὐχ οὕτως· ἀλλὰ ξένην τινὰ καὶ παρὰ φύσιν λαμβάνομεν ἕξιν διὰ τῆς ἐνεργείας τοῦ κακοῦ· οἱονεί, ἐν ἕξει λοιμώδους τινὸς ἀρρωστίας γινόμεθα, ἵνα μήτε δυνάμεθα ἔτι ὑγιᾶναι ἄνευ πολλῆς βοηθείας καὶ πολλῶν εὐχῶν καὶ πολλῶν δακρύων δυναμένων κινῆσαι ἐφ’ ἡμᾶς τοὺς οἰκτιρμοὺς τοῦ Χριστοῦ.
Ὥσπερ καὶ ἐν τοῖς σωματικοῖς εὑρίσκομεν. Εἰσὶ γάρ τινα βρώματα ποιοῦντα, ὑπόθου, μελαγχολικὸν χυμόν, οἷόν τι λέγω· Ἡ κράμβη μελαγχολική ἐστι, καὶ ἡ φακῆ καὶ ἄλλα τινὰ τοιαῦτα· οὐ παρὰ τὸ φαγεῖν οὖν ἅπαξ ἢ δεύτερον κράμβην ἢ φακῆν ἤ τι τῶν τοιούτων, γίνεταί τις μελαγχολικὸς χυμὸς κατ’ αὐτοῦ· ἀλλ’ ἐὰν συχνάσῃ, καὶ οὕτως λοιπὸν πλεονάζων, κινεῖ πυρετούς, καὶ καίουσι τὸν ἔχοντα αὐτούς· φέρει δέ τινα καὶ εἰς ἄλλας μυρίας περιστάσεις. Οὕτως καὶ ἐπὶ τῆς ψυχῆς· ἐάν τις μείνῃ ἁμαρτάνων, γίνεται ἕξις τις πονηρὰ ἐν τῇ ψυχῇ, καὶ αὕτη ἐστὶ ἡ κολάζουσα αὐτήν.
Πλὴν ἵνα οἴδατε καὶ τοῦτο, ὅτι ἔστιν ὅτε εὑρίσκεται ἐπιρρεπῶς ἔχουσα ψυχὴ περὶ πάθος, καὶ ἐὰν ἅπαξ μόνον ἐμπέσῃ εἰς ἐνέργειαν ἐκείνου τοῦ πάθους, κινδυνεύει εὐθέως εἰς ἕξιν ἐλθεῖν· τὸ δ’ αὐτὸ καὶ ἐν τοῖς σώμασιν συμβαίνει· εὑρίσκεται γάρ τις μελαγχολικωτέρας κράσεως ἀπὸ προλαβούσης τινὸς ἀμελείας, καὶ δύναται σχεδὸν καὶ μία βρῶσις τοιαύτη εὐθέως ἐρεθίσαι καὶ ἐξάψαι κατ’ αὐτοῦ τὸν χυμόν.
Πολλῆς οὖν νήψεως καὶ σπουδῆς καὶ φόβου χρεία, ἵνα μὴ ἐμπέσῃ τις εἰς κακὴν ἕξιν· πιστεύσατέ μοι, ἀδελφοί, ὅτι ἓν πάθος ἐὰν ἔχει τις ἐν ἕξει, ὑπόκειται τῇ κολάσει· καὶ συμβαίνει ὅτι ποιεῖ τις δέκα καλὰ ἔργα καὶ ἓν κακὸν ἐν ἕξει, καὶ περιγίνεται ἐκεῖνο τὸ ἓν τὸ ἀπὸ κακῆς ἕξεως γινόμενον τῶν δέκα καλῶν. Ὥσπερ γὰρ ὁ ἀετὸς ἐὰν ὅλος ἐξηλήσῃ τῆς παγίδος, εὑρεθῇ δὲ μόνος ὁ ὄνυξ αὐτοῦ δεδεμένος, διὰ τοῦ μικροῦ ἐκείνου καταβάλλεται ὅλη ἡ δύναμις αὐτοῦ· κἂν γὰρ ὅλος εὑρεθῇ ἔξω, μόνος δὲ ὁ ὄνυξ αὐτοῦ δέδεται, μὴ οὐκ ἔστιν ὑπὸ τὴν παγίδα; οὐχ οἵαν ὥραν θέλει ὁ ἀγρεύσας καταβάλλει αὐτόν; Οὕτως ἐστὶν καὶ ἡ ψυχή· ἓν μόνον πάθος ἐὰν ἔχῃ ἐν ἕξει, οἵαν ὥραν δόξῃ τῷ ἐχθρῷ, καταβάλλει αὐτήν. Ἔχει γὰρ αὐτὴν ὑποχείριον αὐτοῦ διὰ τοῦ πάθους ἐκείνου. Διὰ τοῦτο ἀεὶ λέγω ὑμῖν· Μὴ ἐάσητε πάθος ποιῆσαι ἐν ὑμῖν ἕξιν· ἀλλ’ ἵνα ἀγωνιζώμεθα δεόμενοι τοῦ Θεοῦ νυκτὸς καὶ ἡμέρας μὴ ἐμπεσεῖν εἰς πειρασμόν. Εἰ δὲ καὶ ἡττηθῶμεν, ὡς ἄνθρωποι, καὶ ὀλισθήσωμεν εἰς πταῖσμα, σπουδάσωμεν εὐθέως ἀναστῆναι, μετανοήσωμεν ὑπὲρ αὐτοῦ, κλαύσωμεν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ, γρηγορήσωμεν, ἀγωνισώμεθα· καὶ ὁ Θεὸς βλέπων τὴν προαίρεσιν ἡμῶν καὶ τὴν ταπείνωσιν καὶ τὴν συντριβὴν ἡμῶν, παρέχει ἡμῖν χεῖρα καὶ ποιεῖ μεθ’ ἡμῶν τὸ ἔλεος αὐτοῦ. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.