Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Δωρόθεος Γάζης – Ἐπιστολαί

Δωρόθεος Γάζης

Επιστολές Ζ΄ έως ΙΣΤ΄: Παραμυθία και καθοδήγηση σε πειρασμούς και ασθένειες

Σειρά επιστολών με πνευματικές συμβουλές προς αδελφούς που αντιμετωπίζουν ψυχική αναισθησία, θλίψεις, πειρασμούς και σωματικές ασθένειες, προτρέποντας σε υπομονή και εμπιστοσύνη στη θεία πρόνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Δωρόθεος Γάζης

—

Κεφάλαιο 4 από 4

Ζʹ. ΠΡΟΣ ΑΔΕΛΦΟΝ ΕΠΕΡΩΤΗΣΑΝΤΑ ΑΥΤΟΝ ΠΕΡΙ ΑΝΑΙΣΘΗΣΙΑΣ ΨΥΧΗΣ ΚΑΙ ΠΕΡΙ ΨΥΞΕΩΣ ΑΓΑΠΗΣ Περὶ τῆς ἀναισθησίας τῆς ψυχῆς, ἄδελφε, συνεχὴς ἀνάγνωσις τῶν θείων Γραφῶν συμβάλλεται μετὰ κατανυκτικῶν λογίων τῶν θεοφόρων Πατέρων, καὶ ἡ μνήμη τῶν φοβερῶν κριμάτων τοῦ Θεοῦ καὶ τῆς ἐξόδου τῆς ψυχῆς ἀπὸ τοῦ σώματος καὶ τῶν μελλουσῶν ἀπαντᾷν αὐτῇ φοβερῶν δυνάμεων, μεθ’ ὧν ἔπραξε τὴν πονηρίαν ἐν τῇ ὀλιγοχρονίῳ καὶ ἐλεεινῇ ζωῇ ταύτῃ, ἔτι δὲ καὶ τοῦ μέλλειν παραστῆναι τῷ φρικτῷ καὶ ἀδεκάστῳ βήματι τοῦ Χριστοῦ, καὶ μὴ μόνον περὶ πράξεων, ἀλλὰ καὶ λόγων καὶ ἐννοιῶν ἀπαιτεῖσθαι λόγον ἐνώπιον τοῦ Θεοῦ καὶ πάντων τῶν ἀγγέλων αὐτοῦ καὶ πάσης ἁπλῶς τῆς κτίσεως. Μνημόνευε δὲ συνεχῶς καὶ τῆς ἀποφάσεως ἐκείνης ἣν ἐρεῖ ὁ φοβερὸς καὶ δίκαιος Κριτὴς τοῖς ἐξ εὐωνύμων· Ἀπέλθατε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καλὸν δὲ καὶ τῶν μεγάλων θλίψεων τῶν ἀνθρωπίνων μνημονεύειν· μόλις γὰρ ἵνα οὕτως ἡ σκληρὰ καὶ ἀναίσθητος μαλαχθῇ ψυχὴ καὶ εἰς αἴσθησιν ἔλθῃ τῆς ἰδίας κακῆς καταστάσεως.

Τὸ δὲ ἀσθενεῖν περὶ τὴν ἀγάπην τῶν ἀδελφῶν, ἐκ τοῦ δέχεσθαί σε τοὺς ἐξ ὑποψίας λογισμοὺς καὶ πιστεύειν τῇ ἰδίᾳ καρδίᾳ γίνεταί σοι καὶ ἐκ τοῦ μηδὲν θέλειν πάσχειν παρὰ προαίρεσιν. Θέλεις οὖν βοηθούμενος ὑπὸ τοῦ Θεοῦ προηγουμένως μὴ πιστεύειν ὅλως ταῖς ἰδίαις ὑπονοίαις καὶ πάσῃ δυνάμει σπουδάζειν ταπεινοῦσθαι τοῖς ἀδελφοῖς καὶ κόπτειν αὐτοῖς τὸ ἴδιον θέλημα. Ἐὰν ὑβρίσῃ σέ τις αὐτῶν ἢ ἄλλως θλίψῃ, ὑπερεύχου αὐτοῦ, ὡς εἶπον οἱ Πατέρες, ὡς μεγάλα σε εὐεργετοῦντος, ὡς ἰατροῦ τῆς φιληδονίας σου.

Ἐκ τούτων καὶ ὁ θυμός σου μειοῦται, εἴγε κατὰ τοὺς ἁγίους Πατέρας θυμοῦ χαλινὸς ἡ ἀγάπη· πρὸ δὲ πάντων παρακάλει τὸν Θεὸν δοῦναί σοι νῆψιν καὶ σύνεσιν τοῦ εἰδέναι τί τὸ θέλημα αὐτοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ἔτι δὲ καὶ δύναμιν εἰς τὸ καταρτισθῆναι πρὸς πᾶν ἔργον ἀγαθόν.

Ηʹ. ΠΡΟΣ ΑΔΕΛΦΟΝ ΣΤΕΝΟΧΩΡΟΥΜΕΝΟΝ ΥΠΟ ΠΕΙΡΑΣΜΟΥ Πρῶτον μέν, τέκνον, οὐκ οἴδαμεν τὰς οἰκονομίας τοῦ Θεοῦ καὶ ὀφείλομεν παραχωρεῖν αὐτῷ τὴν διοίκησιν ἡμῶν, ὅπερ καὶ νῦν μάλιστα ὀφείλομεν ποιεῖν. Ἐὰν γὰρ θελήσῃς ἀνθρωπίνοις λογισμοῖς κρίνειν τὰ ἀπαντῶντα καὶ μὴ μᾶλλον ἐπὶ τὸν Θεὸν ἐπιρρίπτειν τὴν μέριμνάν σου, κοποῦσαι. Δεῖ οὖν, ὅτε ἔρχονται στενοῦντές σε ἐναντίοι λογισμοί, κράζειν πρὸς τὸν Θεόν· Κύριε, ὡς θέλεις καὶ ὡς οἶδας, οἰκονόμησον τὸ πρᾶγμα. Πολλὰ γὰρ παρ’ ὃ νομίζομεν ἢ παρ’ ἐλπίδας ποιεῖ ἡ πρόνοια τοῦ Θεοῦ, καὶ ἄλλως ἐλπιζόμενα πράγματα ἐπὶ τῆς πείρας εὑρέθησαν ἑτέρως· καὶ ἁπλῶς ἐν συντόμῳ εἰπεῖν, ἐν καιρῷ πειρασμοῦ μακροθυμεῖν χρὴ καὶ προσεύχεσθαι καὶ μὴ ἀνθρωπίνοις λογισμοῖς θέλειν, ὡς εἶπον, ἢ νομίζειν περιγενέσθαι λογισμῶν δαιμονικῶν.

Ὁ ἀββᾶς Ποιμὴν εἰδὼς ταῦτα, τὸ Μὴ μεριμνῆσαι περὶ τῆς αὔριον, φησί, ἀνθρώπῳ εἴρηται ἐν πειρασμῷ ὄντι. Πιστεύων οὖν ἀληθῆ ταῦτα εἶναι, τέκνον, ἄφες πάντα λογισμὸν ἴδιον, κἂν συνετὸς ᾖ, καὶ κράτει τὴν εἰς Θεὸν ἐλπίδα, τὸν ἐκ περισσοῦ ποιοῦντα ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ἠδυνάμην πᾶσιν οἷς εἶπας ἀντιθῆναι, ἀλλ’ οὐ θέλω ἀντιστῆναί σοι οὐδὲ ἐμαυτῷ, εἰ μὴ μᾶλλον ἐμμεῖναί σε τῇ ἐπὶ τὴν ἐλπίδα τοῦ Θεοῦ ὁδῷ· αὕτη γὰρ ἀμεριμνοτέρα καὶ ἀσφαλεστέρα ἐστίν.

Ὁ Κύριος μετὰ σοῦ.

Θʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Μνήσθητι, τέκνον, τοῦ εἰπόντος ὅτι· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ μὴ γνωρίσαντος τοιῶνδε ἢ τοιῶνδε, ἀλλ’ εἰπόντος ἀδιορίστως ὅτι· Διὰ πολλῶν θλίψεων. Καὶ οὕτως ὑπόμεινον τὰ ἐπερχόμενα μετ’ εὐχαριστίας, ἐν γνώσει, ὡς ἡδέα, ἐὰν ἔχῃς ἁμαρτίας· εἰ δὲ μὴ ἔχεις, ὡς καθαίροντά σε ἀπὸ παθῶν ἢ προξενοῦντα τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ Θεὸς ὁ φιλάνθρωπος καὶ φιλόψυχος, ὁ ἐπιτιμήσας τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιήσας γαλήνην μεγάλην, ἐπιτιμήσει καὶ τῷ σῷ πειρασμῷ, τέκνον, καὶ δῴη σοι πλάτος καρδίας εἰς τὸ εἰδέναι τὰς κακουργίας τοῦ ἐχθροῦ. Ἀμήν.

Ιʹ. ΠΡΟΣ ΑΔΕΛΦΟΝ ΕΜΠΕΣΟΝΤΑ ΕΙΣ ΜΑΚΡΑΝ ΑΣΘΕΝΕΙΑΝ ΚΑΙ ΣΥΜΠΤΩΜΑΤΑ ΔΙΑΦΟΡΑ Παρακαλῶ σε, τέκνον, ὑπόμεινον καὶ εὐχαρίστει ἐπὶ τοῖς συμβαίνουσιν ἐν τῇ ἀσθενείᾳ συμπτώμασι, κατὰ τὸν λέγοντα· Πάντα τὰ ἐπερχόμενά σοι ὡς ἀγαθὰ προσδέχου, ἵνα ὁ σκοπὸς τῆς προνοίας εἰς εὐάρεστον αὐτῇ πληρωθῇ ἐπὶ σοί, τέκνον μου. Ἀνδρίζου τοίνυν καὶ κραταιοῦ ἐν Κυρίῳ καὶ τῇ περὶ σὲ οἰκονομίᾳ αὐτοῦ. Ὁ Θεὸς μετὰ σοῦ.

ΙΑʹ. ΠΡΟΣ ΑΔΕΛΦΟΝ ΕΝ ΠΕΙΡΑΣΜΩ ΟΝΤΑ Εἰρήνη σοι ἐν Χριστῷ, ἄδελφε. Πεῖσον τὴν καρδίαν σου ὅτι σὺ πάντως τὴν ἀφορμὴν παρέσχες τῷ πειρασμῷ, κἂν νῦν πρὸς τὸ παρὸν τὴν αἰτίαν οὐχ εὑρίσκῃς· καὶ μέμψαι σεαυτὸν καὶ ὑπόμεινον καὶ εὖξαι. Καὶ πιστεύω εἰς τὴν εὐσπλαγχνίαν τοῦ ἀγαθοῦ Δεσπότου Χριστοῦ ὅτι παράγει τὸν πειρασμόν. Εἶπεν ὁ Ἀπόστολος· Ἡ δὲ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν.

ΙΒʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Μὴ θαυμάσῃς, τέκνον, ἐν ὁδῷ ὢν τῇ πρὸς τὰ ἄνω φερούσῃ εἰ ἀκάνθαις περιπίπτεις καὶ πηλοῖς ἔσθ’ ὅτε καὶ ὁμαλότητι πάλιν. Καὶ γὰρ οἱ ἐν ἀγῶνι ὄντες ποτὲ μὲν αὐτοὶ πίπτουσι, ποτὲ δὲ καταβάλλουσιν. Εἶπεν ὁ μέγας Ἰώβ·

Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; Καὶ ἄλλος τις τῶν ἁγίων φησί· Ἀνὴρ ἀπείραστος ἀδόκιμος. Πειραζόμεθα γὰρ γυμναζόμενοι ἐν τῇ πίστει, ἵνα δοκιμασθῶμεν καὶ πολεμεῖν μαθῶμεν, τοῦ Κυρίου εἴποντος·

Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Βοηθείτω οὖν ἡμῖν ἐν πᾶσι τοῖς ἀπαντῶσιν ἡ περὶ τοῦ τέλους ἐλπίς. Καὶ ὁ ἅγιος Ἀπόστολος ἀλείφων ἡμᾶς εἰς ὑπομονὴν λέγει· Πιστὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Καὶ ὁ Κύριος δὲ ἡμῶν, ἡ ὄντως ἀλήθεια, παρακαλείτω σε λέγων· Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι. Μνημόνευε τοῦ Κυρίου, καὶ ἡ ἀγαθότης αὐτοῦ, τέκνον, συνέρχεταί σοι ἐν πᾶσιν, ὅτι ἐλεήμων ἐστὶ καὶ γινώσκει τὴν ἀδυναμίαν ἡμῶν. Αὐτὸς ἐπιτιμήσει τοῖς κύμασι πάλιν καὶ ποιήσει γαλήνην ἐν τῇ ψυχῇ σου εὐχαῖς τῶν ἁγίων αὐτοῦ.

ΙΓʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Ὥσπερ τοῖς σώμασιν αἱ σκιαί, οὕτως καὶ ταῖς ἐντολαῖς οἱ πειρασμοὶ παρακολουθοῦσιν. Οὐδεὶς γάρ, φησὶν ὁ μέγας Ἀντώνιος, ἀπείραστος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Μὴ οὖν θαυμάσῃς, τέκνον, ἐὰν συμβουλευόμενος περὶ τῆς σωτηρίας σου πειρασμοὺς εὑρίσκῃς καὶ θλίψεις, ἀλλ’ ὑπόμεινον ἀταράχως καὶ εὔχου εὐχαριστῶν ὅτι ὅλως ἀξιοῦσαι πρὸς γυμνασίαν καὶ δοκιμὴν τῆς ψυχῆς σου πειρασθῆναι ὑπὲρ τῆς ἐντολῆς. Ὁ ἀγαθὸς Θεὸς χαρίσεταί σοι νῆψιν ἐν καιρῷ πειρασμοῦ καὶ ὑπομονήν.

ΙΔʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Καλῶς ὁ ἀββᾶς Ποιμὴν ἐνόησε τὸ μὴ μεριμνῆσαί τινας περὶ τῆς αὔριον, πρὸς ἄνθρωπον εἰρῆσθαι ἐν πειρασμῷ ὄντα. Καὶ τὸ Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, εἰς τὸ αὐτὸ φέρει. Ἀπόστα οὖν, τέκνον, τῶν ἀνθρωπίνων λογισμῶν καὶ κράτει τὴν εἰς Θεὸν ἐλπίδα, πολλὰ ποιοῦντα ὑπὲρ ἃ διανοούμεθα, καὶ ἀναπαύσει σε ἡ εἰς Θεὸν ἐλπίς.

Ὁ Κύριος βοηθήσει σοι, τέκνον, διὰ τῆς εὐχῆς τῶν ἁγίων. Δεῖ οὖν ἡμᾶς ἀφιστᾷν τοὺς τοιούτους λογισμοὺς μὴ ἔχοντας θάρσος περὶ τῆς αὔριον ζωῆς.

ΙΕʹ. ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ Ἀγαθοῦ καὶ φιλανθρώπου Θεοῦ ἐσμεν πλάσμα καὶ ἔργον, τοῦ εἰπόντος· Ζῶ ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Καὶ πάλιν· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Εἰ οὖν οὕτως ἐστὶ καὶ οὕτως πιστεύομεν, ἐπιρρίψωμεν ἐπὶ Κύριον τὴν μέριμναν ἡμῶν· καὶ αὐτὸς ἡμᾶς διαθρέψει ἤτοι σώσει. Αὐτῷ γὰρ μέλει περὶ ἡμῶν· αὐτὸς καὶ τὴν καρδίαν σου παρακαλέσει, τέκνον, εὐχαῖς ἁγίων. Ἀμήν.

ΙϚʹ. ΠΡΟΣ ΑΣΘΕΝΕΣΤΕΡΟΝ ΤΙΝΑ ΑΔΕΛΦΟΝ, ΛΑΜΒΑΝΟΝΤΑ ΔΙΑΦΟΡΟΥΣ ΛΟΓΙΣΜΟΥΣ ΠΕΡΙ ΤΩΝ ΟΙΚΟΝΟΜΟΥΝΤΩΝ ΤΑ ΠΡΟΣ ΤΗΝ ΧΡΕΙΑΝ ΑΥΤΟΥ Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ. Ἄδελφέ μου, οὐδὲν ἔχομεν δίκαιον πρὸς τὸν πλησίον. Χρεωστοῦμεν γὰρ τοῦτο διὰ τῆς ἀγάπης ὑπερβῆναι καὶ καταπιεῖν. Οὐδεὶς λέγει τῷ πλησίον· Διὰ τί οὐκ ἀγαπᾷς με; ἀλλ’ αὐτὸς ποιῶν τὰ ἄξια τῆς ἀγάπης ἐφέλκεται καὶ τὸν πλησίον εἰς ἀγάπην. Περὶ δὲ τῆς χρείας τοῦ σώματος ἐάν τις ᾖ ἄξιος τοῦ ἀναπαῆναι, καὶ Σαρακηνῶν καρδίαν πληροφορεῖ ὁ Θεὸς ποιῆσαι μετ’ αὐτοῦ ἔλεος κατὰ τὴν χρείαν αὐτοῦ. Ἐὰν δὲ οὐκ ἔστιν ἄξιος ἢ οὐ συμφέρει αὐτῷ ἐν τῇ παιδείᾳ αὐτοῦ παρακληθῆναι, καινὸν οὐρανὸν καὶ καινὴν γῆν ἐὰν ποιήσῃ, οὐχ εὑρίσκει ἀνάπαυσιν. Περὶ δὲ τοῦ εἰπεῖν σε ὅτι βαρεῖς τοὺς ἀδελφούς, ὁμολογούμενον δικαίωμά ἐστιν. Οὐδεὶς γὰρ προξενῶν ἐντολὴν Θεοῦ ἐργάσασθαι τῷ πλησίον βουλομένῳ σωθῆναι, λέγει ὅτι· Βαρῶ αὐτόν. Ὁ μισῶν ἐρεθίζοντας μισεῖ πραότητα.

Ὁ φεύγων θλίβοντας φεύγει τὴν ἐν Χριστῷ ἀνάπαυσιν. Ὁ Θεὸς ὁ φιλάνθρωπος, τέκνον, σκεπάσει ἡμᾶς τῇ αὐτοῦ χάριτι εὐχαῖς τῶν ἁγίων. Ἀμήν.