Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν δευτέραν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἐφραίμ ὁ Σύρος

Η αιφνίδια έλευση της Κρίσεως και η αποταγή του κόσμου

Υπενθύμιση της απροσδόκητης Δευτέρας Παρουσίας και παρότρυνση για απαλλαγή από τις γήινες μέριμνες με σκοπό την είσοδο στην επουράνια Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ἰδοὺ ταῦτα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν. Τί οὖν ἀνταποδώσομεν ἡμεῖς αὐτῷ, ἀγαπητοί; Δεῦτε ῥίψωμεν ἀφ᾽ ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ αἰῶνος τούτου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας πολλῆς δουλεύσωμεν αὐτῷ μόνῳ. Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρουσία αὐτοῦ ἔφθασεν ἀκριβῶς. Δεῦτε οὖν, ἀδελφοί, ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγορήσωμεν, ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν καὶ ἀθάνατον Νυμφίον. Ἰδοὺ γὰρ ἔλαμψεν, ἰδοὺ ἀνέτειλεν· ἡ γὰρ κραυγὴ ἐκείνη ἄφνω γίνεται· ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ πάντες οἱ ἀγαπήσαντες αὐτὸν καὶ ἑτοιμάσαντες ἑαυτοὺς ἰδεῖν αὐτὸν μετὰ δόξης. Πάντας γὰρ τοὺς ποθήσαντας αὐτὸν χαροποιήσει ἐν τῷ παστῷ ἐκείνῳ τῷ φωτεινῷ καὶ λαμπρῷ καὶ ἀνεκλαλήτῳ καὶ αἰωνίῳ. Βλέπετε οὖν, ἀδελφοί μου, μὴ γενομένης τῆς κραυγῆς ἐκείνης εὑρεθῇ τις ἐξ ὑμῶν κατέχων τὴν λαμπάδα σκοτεινὴν καὶ μὴ ἔχουσαν ἔλαιον, ἢ περιβεβλημένος ἐσθῆτα στυγνὴν καὶ ῥυποῦσαν καταδικασθῇ εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ εἰς τὴν τιμωρίαν ἐκείνην τὴν ἀθάνατον καὶ αἰώνιον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Ἀσφαλισώμεθα ἑαυτούς, ἀγαπητοί μου, ὅτι οὐκ οἴδαμεν πότε ὁ Κύριος ἡμῶν ἔρχεται· ὡς κλέπτης γὰρ ἐν νυκτί, καὶ ὡς παγίς, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται· καὶ ὥσπερ ἀστραπὴ ὀξυτάτη, οὕτως ἡ παρουσία τοῦ Κυρίου γίνεται· σαλπίσει γάρ, καὶ ἡ γῆ ἐκ τῶν θεμελίων αὐτῆς τρομάσει. Οἵ τε οὐρανοὶ σὺν ταῖς δυνάμεσιν αὐτῶν σαλευθήσονται, καὶ οἱ νεκροὶ πάντες ἐγερθήσονται.

Οἴμοι, οἴμοι, ἀγαπητοί! Τίς θαρσήσει ἐν τῇ ὥρᾳ ἐκείνῃ μὴ καταγινώσκειν τὴν καρδίαν αὑτοῦ; Σύγγνωτε τῇ ἐμῇ ἀσθενείᾳ· ὑπολαμβάνω γὰρ ὅτι πᾶσα πνοὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ τρεμεῖ· ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἐνισχύει καὶ χαροποιεῖ τὰς καρδίας τῶν δικαίων· καὶ ἁρπάζονται ἐν νεφέλαις εἰς ἀπάντησιν αὐτοῦ. Οἱ δὲ ὁμοιωθέντες ἐμοὶ ῥᾴθυμοι καὶ ὀκνηροί, τρέμοντες μένουσιν ἐπὶ τῆς γῆς.

Κουφίσωμεν οὖν ἑαυτοὺς ὀλίγον ἀπὸ τῆς γῆς, ἀγαπητοί μου, καὶ εὐχερῶς εἰς τὸν οὐρανὸν ἀνερχώμεθα. Τί ἡμᾶς ὠφελεῖ ὁ κόσμος, ὅτε δεσμεύομεν ἑαυτοὺς εἰς τὰς φροντίδας αὐτοῦ; Ἢ τί κερδανοῦμεν ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἱματίων, εἰ μὴ πῦρ ἄσβεστον; Ἢ τί προξενεῖ ἡμῖν ἡ φιλοκαλία τῶν ἐδεσμάτων, εἰ μὴ κόλασιν αἰωνίαν; Γινώσκετε οὖν ἀκριβῶς ὅτι εἰ μὴ ἀγωνισώμεθα ἐν τῷ βραχεῖ τούτῳ καιρῷ, μέλλομεν ἐκεῖ μετανοεῖν εἰς αἰῶνα αἰῶνος.

Ἀδελφοί μου ποθεινοί, τί ἀμελοῦμεν ἢ τί ῥᾳθυμοῦμεν; Ἱνατί ἑαυτοὺς οὐκ εὐτρεπίζομεν; Ἰδοὺ γὰρ ἡ ἡμέρα Κυρίου ἤγγικεν ἐφ᾽ ἡμᾶς. Διατί φροντίδα πᾶσαν ἀνωφελῆ οὐκ ἀπορρίπτομεν ἀφ᾽ ἡμῶν, καὶ ἑαυτοὺς κουφίζομεν ἀπὸ τοῦ βάρους τῶν πραγμάτων; Οὐκ οἴδατε ὅτι ἡ θύρα στενὴ καὶ τεθλιμμένη ἐστί, καὶ πολυκτήμων δι᾽ αὐτῆς εἰσελθεῖν οὐ δύναται; Ἀγαπᾷ γὰρ τοὺς ἀκτήμονας τοὺς θλίψαντας ἑαυτοὺς ἑκουσίως εἰς ἄσκησιν καὶ ἀγρυπνίαν, καὶ τοὺς εὐτρεπίσαντας ἑαυτοὺς τὸν ἀθάνατον Νυμφίον ἰδεῖν μετὰ δόξης, ὥστε καὶ κληρονομῆσαι τὴν βασιλείαν τῶν οὐρανῶν.

Ἰδοὺ γάρ, ἀγαπητοί μου, ἡ θύρα φωνεῖ ἡμᾶς, λέγουσα· ὀξυποδήσατε καὶ ἥκετε πρός με. Ἰδοὺ καὶ ἡ μήτηρ ἡμῶν Ἱερουσαλὴμ λέγει πρὸς ἡμᾶς· δεῦτε, τέκνα μου ποθεινά· δεῦτε πρός με. Πληθυνθείη ὁ ἀριθμὸς ὑμῶν ἐν ἐμοὶ καὶ ἐν τῷ νυμφῶνι τοῦ Κυρίου ὑμῶν· καὶ μεγαλυνθῶσιν οἱ χοροὶ ὑμῶν μετὰ ἁγίων Ἀγγέλων ἐν τῷ φωτί. Ἴδω ὑμᾶς μετὰ δόξης καὶ εὐπρεπείας, καὶ μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως. Ποθήσατέ με, τέκνα μου, καθάπερ ἐγὼ ποθῶ ὑμᾶς· μηδὲν κτήσησθε ἐπὶ τῆς γῆς· μηδὲν μεριμνήσητε. Ἰδοὺ γὰρ ὁ Νυμφίος ἕτοιμός ἐστι τοῦ προελθεῖν ἐν νεφέλαις τοῦ οὐρανοῦ μετὰ δόξης τοῦ εὐλογημένου αὑτοῦ Πατρός, καὶ κατ᾽ ὄνομα ἕκαστον ὑμῶν φωνήσει, καὶ ἀνακλινεῖ αὐτὸν ἐν τῷ τάγματι τῶν ἁγίων ἐκείνων τῶν διαγόντων ἐν τῷ φωτὶ ἐκείνῳ τῷ ἀνεκλαλήτῳ, ἐν τῇ ζωῇ τῇ ἀκηράτῳ καὶ ἀθανάτῳ καὶ αἰωνίᾳ, κατὰ τοὺς καμάτους αὐτοῦ.

Σπουδάσωμεν οὖν, ἀδελφοί μου, σπουδάσωμεν εἰς τὸν βραχὺν καιρὸν τοῦτον. Μὴ ἀμελήσωμεν ἐνταῦθα, ἀγαπητοί μου, ἵνα μὴ μεταμεληθῶμεν εἰς ἀτελευτήτους αἰῶνας, ὅπου οὐκ ὠφελήσουσι δάκρυα καὶ στεναγμοί· ὅπου οὐκ ἔστι μετάνοια. Λοιπὸν ἐν τῇ σπουδῇ ὑμῶν, ἀγαπητοί μου, Ἄγγελοι καὶ Ἀρχάγγελοι χαίρουσιν· ἐν δὲ τῇ ῥᾳθυμίᾳ ὑμῶν ὁ Ἐχθρὸς χαίρει. Σπουδάσατε, τέκνα μου ποθεινά, σπουδάσατε, ἵν᾽ ἐγὼ εὐφρανθῶ εἰς ὑμᾶς, καὶ ὑμεῖς ἐν ἐμοὶ εἰς αἰῶνα αἰῶνος. Προσπίπτω σοι, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, δώρησαί μοι, καὶ πᾶσι τοῖς ἀγαπῶσί σε, ἰδεῖν σε μετὰ δόξης ἐν τῇ βασιλείᾳ σου, καὶ κληρονομῆσαι αὐτὴν μετὰ τῶν ποθούντων σε, Κύριέ μου δέσποτα.