Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ

Ἐφραίμ ὁ Σύρος

Η άνοδος στο όρος και η πνευματική σημασία των επιμέρους συμβόλων

Ανάλυση της αναχώρησης προς το όρος, του συμβολισμού του πυρός, των ξύλων, της μάχαιρας και του φυτού σαβέκ, και η τελική ανάδειξη του Ισαάκ ως προφητικού τύπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἀνῆλθον ὁ Ἀβραὰμ καὶ ὁ Ἰσαὰκ μονώτατοι εἰς τὸν τόπον τὸν δηλωθέντα· ἔασαν γὰρ τὴν ὄνον καὶ τοὺς παῖδας ὑπὸ τὸ ὄρος. Καὶ γὰρ ἐπὶ τῆς ἀναστάσεως, δύο ἔσονται ἐν τῷ μυλῶνι, ἡ μία παραληφθήσεται καὶ ἡ μία ἀφεθήσεται· οἱ δοῦλοι τῆς ἁμαρτίας ἀφίενται ἐπὶ τῆς γῆς, τὴν κρίσιν ἐκδεχόμενοι, καὶ πᾶσα ἡ ματαία κατάστασις καὶ ἡ τοῦ βίου εὐτέλεια, ἧς τύπον ἔχει ἡ ὄνος, μηδὲν ἔχουσα περισῳζόμενον· ὁμοῦ γὰρ τῷ σώματι αὐτῆς συναπόλλυται. Λέγει δὲ καὶ ὁ Παῦλος ὅτι ἐν νεφέλαις ἁρπαγησόμεθα.

Οὐκοῦν οὗτοι εἰς τὸ ἰσαακιαῖον παραληφθήσονται. Ἐκεῖ ὄψονται τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν. Ἐγὼ τοῦτο τὸ ὄρος εἶναι λέγω τὸν παράδεισον· αὐτὸς γάρ ἐστιν ἡ γῆ τῶν ζώντων, ἣν οἱ πραεῖς κληρονομεῖν εἴρηνται. Καὶ ὅτι ὑψηλότερός ἐστι τῆς γῆς ταύτης ὁ παράδεισος, λέγει ὁ Ἀπόστολος ὅτι ἡρπάγην εἰς τὸν παράδεισον· τὸ δὲ ἁρπάζεσθαι, ὕψος ἐποίει. Διὸ ὡς ἀδύνατον ὄντα ἀνθρώποις εἰς ἐπίβασιν, δι᾽ ἁρπαγῆς ὁ Θεὸς δυνατὸν αὐτὸν καθίστησι. Καὶ ἐν Γενέσει δὲ λέγει ὅτι οἱ τέσσαρες ποταμοὶ ἐκεῖθεν ἐκπορεύονται· οὐ δύναται δὲ ἐκ ταπεινοτέρου χωρίου ὕδωρ ἐκπορευθῆναι εἰς ἕτερον χωρίον μᾶλλον μετέωρον· ἀλλὰ καὶ ὁ Γεῶν διὰ Θηβαΐδος γῆς ὀρεινῆς κάτεισιν ἐπὶ τὴν Αἴγυπτον, ὡς εἶναι δῆλον ὅτι καὶ ἐπὶ τὴν Αἰθιοπίαν· ἀφ᾽ ὑψηλοτέρου οὖν κάτεισιν.

Ἐκεῖ ἔρχονται οἱ ἅγιοι, καταλιπόντες πᾶσαν τὴν τοῦ βίου φαντασίαν καὶ ματαιότητα· οἱ γὰρ δοῦλοί εἰσιν ἡ φαντασία τῆς δορυφορίας τοῦ κόσμου, καὶ τὸ πῦρ καὶ τὰ ξύλα ἐπιφέρονται τὰς πράξεις, τοὺς λόγους, τοὺς λογισμούς. Τρία δέ ἐστιν ἃ ἐπάγονται διὰ τὴν πίστιν τῆς ἁγίας Τριάδος· ὁλόκληρον γὰρ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα ἐν τῇ ἀναστάσει ἕξουσι. Λέγω δὲ τὰ τρία πάλιν εἰς ἓν συνερχόμενα· οἱ γὰρ μάρτυρες τὰ πάθη αὐτῶν βαστάζοντες, πρὸς τὸν Χριστὸν ἀπέρχονται· τὰ γὰρ ξύλα καὶ τὸ πῦρ καὶ ἡ μάχαιρα τῶν διωκτῶν ἐστι τὰ κολαστήρια. Εἰ δέ τις εἴποι τὰ κολαστήρια ἐπιφέρεσθαι, λέγει καὶ ὁ Παῦλος ὅτι ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει· καὶ πάλιν, ἰδοὺ ὁ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ. Εἶπε δὲ καὶ ὁ Κύριος, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ ἀλλαχοῦ λέγει, οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.

Ἀλλ᾽ εἶπεν ὁ Ἀπόστολος, ἀμφότερα τὸ Πνεῦμά ἐστι τὸ Ἅγιον, φήσας ἀναλαβεῖν καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Οὐκοῦν οἱ ἄξιοι τοῦ Ἁγίου Πνεύματος, ἰδίαν ἔχοντες τὴν χάριν, μετὰ τῶν ξύλων τὸν βίον ἐῶντες, τὸν σταυρὸν τοῦ Χριστοῦ βαστάζουσιν ἐν τῷ πνεύματι, ἐκδημοῦντες τοῦ κόσμου δι᾽ ἐγκρατείας. Εἰπόντες δὲ καὶ περὶ τοῦ Ἰσαάκ, ἑξῆς καὶ περὶ τοῦ φυτοῦ εἰπεῖν ὀφείλομεν. Τὸ τοίνυν ὄνομα τοῦ φυτοῦ σαβὲκ λέγεται· οὐδὲν δὲ ἡ θεία Γραφὴ δένδρον εἴωθε προσαγορεύειν· οὐ κέδρον, οὐ κυπάρισσον, οὐ πίτυν, οὐ στρόβιλον, οὐκ αἴγειρον, οὐ πλάτανον, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν. Ἆρα οὖν τί ἐστι, καὶ πόθεν τοῦτο; Καὶ ἵνα τί ξένον ἔχει ὄνομα;

Ἴδωμεν δὴ αὐτὸ τὸ σαβὲκ τί ἑρμηνεύεται, εἴ πως δυνηθείημεν ἴχνη λαβέσθαι πρὸς ἑρμηνείαν, δυσέμφατον συνέχον ἔννοιαν. Ἄρτι μὲν ἄφεσις λεγόμενον, ἄρτι δὲ δύναμις, ἀλλὰ τὸ συναμφότερον ἀκόλουθον· καὶ γὰρ ἄφεσιν ἐχαρίσατο ἡμῖν ὁ σταυρὸς τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἐνεδυνάμωσεν ἡμᾶς τῷ ἐχθρῷ παρατάξασθαι.

Τοιγαροῦν ὅτι ξύλον ἐστὶ πιστεύομεν, καὶ ξένον δὲ τὸ δένδρον καταλαμβάνομεν, καὶ μή τι ἐκείνου παρόμοιόν ἐστι τοῦ διπλοῦ ξύλου· καὶ γὰρ τοῦτο διπλοῦν ἐστι. Ἀλλὰ καὶ ὁ σταυρὸς διπλοῦν εἶχε τρόπαιον· τοῖς μὲν πιστεύουσι ζωὴν παρέχων, τοῖς δὲ ἀπιστοῦσι θάνατον.

Τὸ ἐπὶ Ἰσαάκ, ἄφεσις μὲν ἀνθρώποις, δύναμις δὲ ἁγίοις εἰς τὸ ἀντιμάχεσθαι τοῖς δαίμοσι· καὶ πάλιν, ἄφεσις μὲν τοῖς πιστεύουσι, δύναμις δὲ τοῖς ἀπίστοις, ὅτι ἀμύνασθαι δύναται ἐν ἡμέρᾳ κρίσεως. Καὶ τὸ τοῦ παραδείσου διπλῆν ἔσχε δύναμιν· τοῖς μὲν γνῶσιν καλοῦ καὶ πονηροῦ, τοῖς δὲ ἐπίγνωσιν Θεοῦ καὶ ἀνθρώπου.

Σαβὲκ τὸ φυτὸν Ἀβραὰμ ἑώρακε· δι᾽ αὐτοῦ γὰρ προεδήλου ὁ Θεὸς ὅτι ἀφεθήσεται τῷ Ἰσαὰκ μὴ ἀποθανεῖν· ἔγνω δὲ καὶ Ἰσαὰκ ὅτι τῇ σιγῇ εὐαρεστεῖται ὁ Θεός, καὶ τῆς ὑπομονῆς τὸν μισθὸν τέλειον ἀποφέρεται. Παλιννοστοῦσι δὲ πρὸς τοὺς παῖδας καὶ εὑρίσκουσι τὴν ὄνον σὺν αὐτοῖς. Ἔτι γὰρ εἰς μακροὺς χρόνους ἡ ὅρασις καὶ τῷ Δανιὴλ ὁ χρησμὸς εἴρηκε. Καὶ ὡς ἀπὸ ναοῦ ὑποστρέψαντες, ἦλθον εἰς τὸν ἑαυτῶν οἶκον τετελεκότες τὸ μυστήριον. Ὁ Ἀβραὰμ γέγονεν ἱερεὺς καὶ Ἰσαὰκ τὸ τυπικὸν ἱερεῖον. Ὁ μέντοι κριὸς τὴν χεῖρα τοῦ ἱερέως ἐτελείωσεν, ἵνα Ἰσαὰκ ὁ τύπος προφητεύσῃ περὶ τοῦ μέλλοντος, θανὼν καὶ ἀναστάς, τυθεὶς καὶ μὴ φθαρείς, πεδηθεὶς καὶ εἰς γῆν μὴ ἀπομείνας.