Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἀβραάμ

Ἐφραίμ ὁ Σύρος

Η ετοιμασία της θυσίας και η άνωθεν επέμβαση

Η άνοδος στο θυσιαστήριο, ο διάλογος πατέρα και υιού, η προθυμία του Ισαάκ και η φωνή από τον ουρανό που αναστέλλει τη σφαγή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 6

Ὡς δὲ τὸν δειχθέντα κατελάμβανε τόπον, ἔλαβε τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Διὰ τί φορτοῦται καὶ σφάττεται; Τάχα τοῦ πατρὸς ὁ παῖς εὐλαβέστερος; Τί βαρεῖς ξύλοις, οἷς μέλλεις τὸ σῶμα αὐτοῦ μετὰ μικρὸν περιστέλλειν; Ἔλαβον δὲ καὶ τὸ πῦρ μετὰ χεῖρας, καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Ὁρῶν δὲ ὁ Ἰσαὰκ τὰ ξύλα προκείμενα, τὸ πῦρ εὐτρεπισθέν, ἠκονημένον τὸ σιδήριον, τὸ πρόβατον οὐδαμοῦ, ἠρώτα τὸν πατέρα· πάτερ [Ἀβραάμ], ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Εἶπε δὲ Ἀβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Προφητεία τῆς ἀποκρίσεως ἦν· τὸ γὰρ ἀληθῶς τῷ Θεῷ σκοπηθὲν οὔπω δεδίδακτο θαῦμα. ᾨκοδόμησε δὲ Ἀβραὰμ θυσιαστήριον, καὶ συμποδίσας τὸν Ἰσαὰκ ἐπέθηκεν ἐπάνω τῶν ξύλων. Ἐξέτεινε δὲ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν.

Ὁ δὲ Ἰσαὰκ οὐκ ἔπαθέ τι πρὸς τὰ γινόμενα. Οὐ κατεπλάγη σχηματισθεὶς εἰς σφαγήν. Ὡς ἐν ἑτέρῳ τὰ ἐν ἑαυτῷ θεωρῶν ἐκαρτέρει. Ἔχαιρε θυσία τάχα προσαγόμενος τῷ Θεῷ. Ὡς δὲ ἡ χεὶρ μετὰ τοῦ ξίφους μετέωρος ἦν, τοσοῦτό τε μόνον ἀπεῖχεν ὁ θάνατος, ὅσον τέως ἡ χείρ, ἄφνω τις ἐξ οὐρανοῦ προσκήπτει βοή· Ἀβραάμ, Ἀβραάμ, ἀνάμεινον. Τί τοσοῦτον εἰς τὸ ἔργον ἐλαύνεις, ἐμοὶ χαριζόμενος; Παῦσαι!

Ὅρα γέροντος ὁρμὴν ἐπαλλήλοις χαλινουμένην κωλύμασι, καὶ ἔτι πρὸς τάχος ἀκμάζουσαν. Ὁ λόγος ἐπεῖχεν· ὁ ζῆλος ἀνῆπτεν. Ὁ κελεύσας τὸν ὅρον ἀνέτρεπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ἅψῃ τῆς ἐμῆς δωρεᾶς.