Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰωνᾶν προφήτην καὶ περὶ τῆς μετανοίας τῶν Νινευιτῶν

Ἐφραίμ ὁ Σύρος

Ο καθολικός θρήνος, η νηστεία και η ελπίδα στη θεία φιλανθρωπία

Η συλλογική άσκηση και προσευχή των κατοίκων της πόλεως, ο σφοδρός οδυρμός παιδιών και γονέων, καθώς και το πένθος του βασιλιά εν όψει της επαπειλούμενης καταστροφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

Ὄψα τῶν βασιλέων τὰ ποικίλα ἤργησαν, ὡσαύτως ἀρχόντων πολυτελῆ δεῖπνα. Τί ὅτι ταῦτα λέγω; Εἰ τὰ νήπια αὐτῶν οὐκ ἐθήλαζον, τίς λοιπὸν ὑπῆρχεν 〈ἐν〉 αὐτοῖς ὁ τρυφῶν; Εἰ κτήνη ἐξ ὕδατος ἐν σπουδῇ ἐκώλυσαν, τίς ἄρα ἦν ἐν αὐτοῖς ὁ πίνων οἶνον ὅλως; Καὶ εἰ ὁ βασιλεὺς σάκκον ἑαυτὸν ἐνέδυσε, τίς ἦν ἐν αὐτοῖς ὁ λαμπρὰν στολὴν ἑαυτῷ περιβάλλων; Καὶ εἰ τὰς ἑταιρίδας ἔβλεπον σωφρονούσας, τίς ὑπῆρχεν ὁ γαμῶν ἢ ὁ ἐκγαμίζων; Καὶ εἰ οἱ ἀκατάστατοι πτήξαντες ἐσωφρόνουν, τίς ὑπῆρχεν ἐν αὐτοῖς ὁ γελῶν τὸ σύνολον; Εἰ οἱ πάντες ἔκλαιον καὶ ἐπένθουν, τίνι [ὥρᾳ] τὸ παίζειν ἡδὺ κατεφαίνετο; Εἰ κλέπται ἐδικαιοῦντο, καὶ τίς ὁ πλεονεκτῶν; Καὶ εἰ ἡ πόλις ἔπιπτε, τίς ὁ τὸν οἶκον τηρῶν; Ἐρρίπτετο ὁ χρυσὸς εἰς τὴν γῆν, καὶ οὐδεὶς ἦν ὁ αὐτὸν αἴρων· ἠνέῳγαν θησαυρούς, καὶ οὐδεὶς ἦν ὁ συλῶν. Ἐκάμμυσαν ἄσωτοι τοὺς ἑαυτῶν ὀφθαλμούς, τοῦ μὴ ἰδεῖν ἀκολάστως τὰ κάλλη τῶν γυναικῶν· ἔσπευδον καὶ αἱ γυναῖκες μαράναι τὰ ἑαυτῶν κάλλη, ἵνα οἱ ὁρῶντες μὴ σκανδαλισθῶσιν· ἔσπευδε γὰρ ἕκαστος τὸν πέλας ἅμα ἰᾶσθαι καὶ ἰαθῆναι, ἵνα πάντες σωθῶσιν.

Ἕκαστος τὸν πλησίον προετρέπετο εἰς εὐχὴν καὶ δέησιν καὶ ἐξομολόγησιν, καὶ γέγονεν ἡ πόλις ὡς ἓν σῶμα· ἕκαστος γὰρ ἐτήρει μή τις πέσῃ ἐν αὐτοῖς. Οὐδεὶς ηὔξατο ἐκεῖ ἵνα μόνος λυτρωθῇ, ἀλλ᾽ ὡς ἓν μέλος ηὔχετο ἕκαστος περὶ τῆς σωτηρίας αὐτῶν· ἅπασα γὰρ ἡ πόλις, καθάπερ εἷς ἄνθρωπος, ἦν κληθεῖσα δοθῆναι εἰς ἀφανισμὸν καὶ φθοράν. Ἐδέοντο δίκαιοι ὑπὲρ ἁμαρτωλῶν, ὅπως ἂν μεθ᾽ ἑαυτῶν κἀκεῖνοι σωθῶσι· πάλιν οἱ ἁμαρτωλοὶ ἐβόων πρὸς τὸν Θεόν, ὅπως ἂν εἰσακούσῃ τῆς φωνῆς τῶν δικαίων.

Παράστησον, ἀγαπητέ, τὸν σὸν νοῦν μετὰ σπουδῆς, καὶ βλέπε πῶς πάντες ἅμα ἐν πένθει σφοδρῷ διῆγον· ὁ γὰρ κλαυθμὸς τῶν νηπίων σφόδρα ὢν ἐλεεινὸς ἐποίει πᾶσαν τὴν πόλιν κλαίειν τε καὶ ὀδύρεσθαι. Ὁ ὀλολυγμὸς τῶν υἱῶν ἀναβαίνων ἐν δάκρυσι τὰς καρδίας τῶν γονέων καὶ τὰ σπλάγχνα ἀνετάρασσε· πρεσβῦται ἐν ὀδυρμοῖς τίλλοντες τὰς πολιὰς αὐτῶν εἰς γῆν κατέβαλλον· καὶ πάλιν οἱ νέοι θεωροῦντες τοὺς πρεσβύτας ἐν ὀδυρμοῖς, πλείονα τὴν ἑαυτῶν φωνὴν ὑψώσαντες, ἐβόησαν ὀλολύζοντες ἅμα, διότι ὁμοθυμαδὸν μιᾷ ῥοπῇ ἀπέθνῃσκον, θάπτοντες συνθαπτόμενοι.

Ἐκράτουν παῖδες μητέρας, καὶ εἷλκον ἐξ ἑκατέρου, ἵνα λυτρώσωνται ἑαυτὰς ἐκ θανάτου. Τὰ βρέφη καὶ τὰ νήπια, ἀπὸ τῆς φοβερᾶς ἐκείνης φωνῆς, ἐν τοῖς τῶν μητέρων κόλποις μετὰ κλαυθμῶν ὑπέδυσαν. Ἑσπέρας δὲ καὶ πρωῒ ἠρίθμουν ἃς Ἰωνᾶς ὁ Ἑβραῖος ἡμέρας ἐκήρυξεν, ἵνα ἴδωσι κἂν πόσαι ἔτι μένουσι. Καὶ ὅτε πάλιν παρῆλθεν ἡμέρα, ὠλόλυσαν ἐν δάκρυσι, διότι ὑπελείπετο μικρὰ προθεσμία. Οἱ υἱοὶ ἐν δάκρυσι τοὺς πατέρας ἐπερώτουν· ὧ πατέρες, τοῖς φιλτάτοις ὑμῶν διηγήσασθε τέκνοις, πόσαι ἡμέραι παρῆλθον καὶ πόσαι μένουσιν, ἐξ ὧν ἡμῖν ἐκήρυξεν ὁ υἱὸς Ἀμαθή, ὁ Ἑβραῖος, καὶ ποία ἐστὶν ἡ ὥρα, ἣν ἡμῖν ἀπεφήνατο, ἵνα ζῶντες εἰς τὸν ᾅδην ἅμα πάντες κατέλθωμεν· πότε δὲ ἡ πόλις ἡ τερπνὴ μέλλει ἀφανίζεσθαι, ἢ ποία ἐστὶν ἡ ἡμέρα, ἧπερ διαδίδοται ἐν πάσῃ τῇ οἰκουμένῃ ἡ φήμη τῆς ἀπωλείας ἡμῶν, καὶ ὁρῶσι πικρὰν θέαν οἱ παραπορευόμενοι.

Ὡς δὲ ταῦτα οἱ πατέρες ἀπὸ τῶν τέκνων ἀκηκόασι, πικρὰ δάκρυα ἐπ᾽ αὐτοῖς συσχεθέντες κατήγαγον· καὶ πάντως οὐκ ἴσχυσαν δοῦναι αὐτοῖς ἀπόκρισιν, ὅτι τὰ στόματα αὐτῶν ἡ λύπη ἦν ἐμφράξασα· ἵνα δὲ μὴ πληθύνωσι τὴν λύπην τῶν υἱῶν, καὶ πρὸ τῆς προθεσμίας θάνωσι, τὰ δάκρυα ἐκώλυσαν συνέχοντες τὰ σπλάγχνα ἑαυτῶν, ἵνα παραμυθήσωνται τὰ φίλτατα ἑαυτῶν τέκνα. Ἐφοβοῦντο οἱ πατέρες εἰπεῖν τὸ ἀληθές, ἐγγὺς εἶναι τὴν ἡμέραν ἥνπερ εἶπεν ὁ προφήτης· καὶ καθάπερ Ἀβραάμ, θέλων παραμυθήσασθαι Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἄκων προεφήτευεν, οὕτω δὴ καὶ οἱ Νινευΐται ἄκοντες προεφήτευον, ἐν τῷ αὐτοὺς τὰ ἑαυτῶν τέκνα ἤθελον παραμυθήσασθαι.

Ἰσαὰκ ἐπερώτησε, τὸ πρόβατον τὸ λογικόν· ὦ πάτερ, ποῦ ἐστι τὸ πρόβατον τὸ τῆς θυσίας; Καὶ οὐκ ἀπεκάλυψεν Ἀβραὰμ τὸ μυστήριον, μήπως λυπηθέντος αὐτοῦ, σπιλωθῇ αὐτοῦ τὸ δῶρον· ἐσπούδασε γὰρ ὁ Ἀβραάμ, πῶς πείσοι τὸν υἱὸν αὐτοῦ, καὶ ὡς σπεύδων ἐκ τῶν ἀδήλων ἄδηλα προεφήτευεν. Οὐκ ἤθελεν εἰπεῖν αὐτῷ, καὶ ἀλήθειαν ἔλεγε. Φοβούμενος εἰπεῖν αὐτῷ, σὺ εἶ, εἰς ἄλλα προεφήτευσεν· ἡ γλῶσσα γὰρ τοῦ Ἀβραὰμ ἤδει πλέον τῆς καρδίας, καὶ ἔμενεν ὁ νοῦς ἀργός, καὶ ἡ γλῶσσα προεφήτευε.

Τὸ στόμα ἔθος ἔχον ἐκ τῆς καρδίας μανθάνειν, αὐτὸ ἐδίδασκεν αὐτὸν τὰ μέλλοντα μυστήρια. Ἀβραὰμ εἶπε τοῖς παισίν· ἐγώ τε καὶ Ἰσαὰκ ἀνελθόντες εἰς τὸ ὄρος, πρὸς ὑμᾶς ὑποστρέψομεν. Βουληθεὶς γὰρ ὁ Ἀβραὰμ ψεύσασθαι, προεφήτευσεν.

Οὐκ ἦν ψεύστης, ἀλλ᾽ ἐπειδὴ ἦν ἀληθείας συνήγορος. Οὕτω δὴ καὶ Νινευΐται ψευδόμενοι ἠλήθευον· ψεύσασθαι γὰρ οἰόμενοι, προφῆται ἦσαν ἀληθείας. Δακρύοντες γὰρ ἔλεγον τοῖς υἱοῖς αὐτῶν· μὴ φοβεῖσθε, ὧ φίλτατοι, ἀλλὰ μᾶλλον θαρσεῖτε· σφόδρα γάρ ἐστι φιλάνθρωπος ὁ Κύριος· οὐ μὴ τοίνυν ἀφανίσῃ τὴν ἑαυτοῦ εἰκόνα. Εἰ ζωγράφος τὴν ἄψυχον εἰκόνα, ἣν ζωγραφεῖ, σπουδάζει τηρεῖν μετὰ πάσης ἀσφαλείας καὶ προσοχῆς, πόσῳ μᾶλλον ὁ Κύριος τὴν εἰκόνα τὴν ἑαυτοῦ φυλάξειεν ἐκ τῶν κακῶν, τὴν ἔμψυχον καὶ λογικήν; Οὐ μὴ καταστραφῇ ἡμῶν ἡ πόλις καὶ ἀφανισθῇ, ἀλλὰ διὰ τῆς ἀπειλῆς καλεῖ εἰς μετάνοιαν. Ὑμεῖς ποσάκις ἀφ᾽ ἡμῶν ἐδάρητε, ὦ φίλτατοι, καὶ ἔγνωτε τὴν ἀπειλὴν ἐπωφελῆ γινομένην; Ἐκ παιδείας γεγόνατε σοφοὶ καὶ κληρονόμοι, καὶ ἡ λύπη τῶν μαστίγων χαρὰ ἡμῖν ἐγένετο. Οὕτως οὖν λογίσασθε καὶ περὶ τοῦ φιλανθρώπου Θεοῦ, ὅτι ὡς πατὴρ υἱοὺς παιδεύων πάλιν οἰκτίρει· τὴν ῥάβδον αὐτοῦ ἐπαίρει φοβῆσαι καὶ σοφίσαι· παιδεύει καὶ οὐ θανατοῖ, μᾶλλον δὲ ἐπιστρέφει. Εἰ γὰρ ἡμεῖς οἱ πατέρες σπλάγχνα ἡμῶν παιδεύομεν τῇ ἀπειλῇ τῶν μαστίγων, κτίσασθαι ὑμᾶς θέλοντες, πολλῷ μᾶλλον καὶ ὁ Κύριος· εἰ καὶ παιδεύει ὡς πατήρ, ἀλλὰ τῇ χάριτι αὐτοῦ λυτροῦται πάντας ἡμᾶς· τῇ ῥάβδῳ αὐτοῦ ἀπειλῶν, τὴν ἀγάπην αὐτοῦ δηλοῖ καὶ ἀνοίγει πᾶσιν ἡμῖν τὸν θησαυρὸν τῶν οἰκτιρμῶν αὐτοῦ.

Οὐ γὰρ ἡμεῖς δυνάμεθα τοσοῦτον ὑμᾶς ἀγαπᾶν, ὅσον ὁ Θεὸς σπλάγχνοις φιλεῖ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Παραμυθεῖσθε, τέκνα, καὶ παύσασθε δακρύοντες· ἡ πόλις γὰρ ἡμῶν οὐ πεσεῖται, ἀλλ᾽ ἡ ὀργὴ παρέρχεται.

Ταῦτα δὲ Νινευΐται λαλοῦντες τοῖς υἱοῖς αὐτῶν, παραμυθούμενοι αὐτοὺς ἄκοντες προεφήτευον. Προφῆται ἦσαν ἀληθῶς· ἡ γὰρ μετάνοια προφήτας αὐτοὺς ἐποίησε. Λαλοῦντες δὲ τὰ τοιαῦτα, δακρύοντες οὐκ ἐπαύοντο· εἰ γὰρ καὶ παρεμυθοῦντο, ἀλλ᾽ ὀδυρμοῖς ἐπένθουν· ὁ φόβος γὰρ τῆς ἀπειλῆς ἐπέτεινε τὴν νηστείαν· καὶ τήκειν δὴ προθεσμίαν ταῖς εὐχαῖς ἐσπούδαζον.

Ἐξῆλθεν ὁ βασιλεύς, καὶ ἔδειξεν αὑτόν, καὶ ἔπτηξεν ἡ πόλις ἰδοῦσα σάκκον αὐτοῦ. Εἶδε καὶ ὁ βασιλεὺς τὴν πόλιν πενθήσασαν ἀπὸ τῆς θέας αὐτοῦ, καὶ δακρύων ἐπλήσθη. Ἐδάκρυσεν ἡ πόλις ἐπὶ τὸν βασιλέα, ἰδοῦσα γῆν καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· ἔκλαυσε καὶ ὁ βασιλεὺς ἐπὶ πᾶσαν τὴν πόλιν, ἰδὼν αὐτὴν ἐν πένθει σάκκους ἠμφιεσμένην. Πάντες ὁμοῦ ἐπένθουν καὶ πάντες ὠδύροντο, ὡς καὶ τοὺς λίθους αὐτοὺς ποιεῖν συνθρηνεῖν αὐτοῖς.

Τίς οὕτω προσηύξατο; Τίς οὕτως ἐδεήθη; Ἢ τίς οὕτως ἐταπεινώθη ἐνώπιον τοῦ Θεοῦ; Ἢ τίς πάλιν ἀθρόως ἀπεδύσατο τὰς φανερὰς καὶ κρυπτὰς αὐτοῦ πράξεις; Τίς ἀπὸ ψιλῆς φωνῆς ἔσπευσε διαρρῆξαι τὴν ἑαυτοῦ καρδίαν ἐπὶ ταῖς ἁμαρτίαις;

Τίς ὁ λόγον ἀκούσας καὶ τῷ νοῒ ἐθραύσθη; Τίς ἀπὸ οἰκτρᾶς φωνῆς θανάτῳ συνεσχέθη; Ἢ τίς ἐνοπτρίσατο πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ τὸν φιλάνθρωπον Θεὸν διὰ τῆς μετανοίας; Τίς εἶδε τὸν δίκαιον ἀνασπῶντα τὸ ξίφος, καὶ τὴν πόλιν ἅπασαν κλαίουσαν καὶ βοῶσαν;

Τίς ἠδύνατο στέρξαι τὴν φωνὴν τοῦ κλαυθμοῦ πρεσβυτῶν τε καὶ νέων, βρεφῶν τε αὖ καὶ μητέρων; Πάντες ὁμοῦ ἐπένθουν· ἅπαντες γὰρ ἤκουσαν ὅτι αἱ ἡμέραι αὐτῶν ἐπληροῦντο, καὶ μέλλουσιν ἐν μιᾷ ἡμέρᾳ κατέρχεσθαι πάντες ὁμοῦ εἰς τὸν ᾅδην, τῆς πόλεως στραφείσης, μὴ ὄντος τοῦ θάπτοντός τε καὶ τοῦ θαπτομένου, διὰ τὸ κατὰ πάντων φθάσαι τὴν ἀπόφασιν. Νεανίσκοι μέλλοντες τῷ γάμῳ συνάπτεσθαι, ἄφνω ἐξεδέχοντο τὸν ἑαυτῶν θάνατον. Τίς ἄρα ἐβάσταξε νυμφῶν τοὺς ὀλολυγμούς;

Ὡς ἔτι γὰρ ἐν παστῷ ἦσαν καθεζόμεναι, ἀντὶ τῆς εὐφροσύνης ἐξαίφνης ἐκλήθησαν σὺν τοῖς νυμφίοις αὐτῶν εἰς θάνατον πτωθέντες. Τίς ἄρα ἠδύνατο μὴ δακρύσαι, ὁρῶν βασιλέα κλαίοντα, ὅτι ἄφνω ἤμελλεν ἀντὶ τῶν βασιλείων καὶ ἐνδόξων οἴκων εἰς τὸν ᾅδην παροικεῖν καὶ βασιλεῦσαι ἐπ᾽ αὐτοῖς, μεταξὺ αὐτῶν θανόντα, καὶ σποδὸς γενέσθαι;

Ἀντὶ τοῦ ὀχήματος καὶ τῆς πολλῆς αὐτοῦ τιμῆς, ἤκουσεν ὅτι ἡ πόλις αὐτοῦ μέλλει πίπτειν· ἀντὶ τῆς τρυφῆς αὐτοῦ καὶ τῶν ποικίλων ὀψωνίων, ἤκουσεν ὅτι αὐτὸν θάνατος καταπίνει· ζῶσα γὰρ ἐκλήθη ἅπασα ἡ πόλις εἰς τὸν βυθὸν κατελθεῖν.