Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰωνᾶν προφήτην καὶ περὶ τῆς μετανοίας τῶν Νινευιτῶν

Ἐφραίμ ὁ Σύρος

Η αναμονή της κρίσεως και η αντιπαραβολή με την αποστασία του Ισραήλ

Η κλιμάκωση της αγωνίας και του θρήνου καθώς πλησιάζει η προθεσμία της καταστροφής, και η σύγκριση της ειλικρινούς μετάνοιας της Νινευή με την πνευματική κατάσταση της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 7

Εἶδε ταῦτα Ἰωνᾶς, καὶ σφόδρα ἐξέστη, καὶ ἤρξατο τοὺς υἱοὺς θαυμάζειν τῶν ἀλλογενῶν. Εἶδε τὰ κατορθώματα καὶ τὰς ἀρετὰς Νινευϊτῶν, καὶ δακρύσας ἐπένθησεν ἐπὶ τὸ σπέρμα Ἀβραάμ. Εἶδε τὸ σπέρμα Χαναὰν δικαιωθὲν ἐν πίστει, καὶ τὸ σπέρμα τοῦ Ἰακὼβ ἐκπορνεῦσαν ἐκ τοῦ Θεοῦ. Εἶδε τὰς ἀπεριτμήτους καρδίας περιτεμνομένας, καὶ τοὺς περιτετμημένους σκληροκαρδίᾳ ἐπιμένοντας. Ὁ δὲ βασιλεὺς τῆς Νινευὴ ἐγίνωσκε τὴν αἰτίαν τῆς προκηρυχθείσης ὀργῆς διὰ τὰ αὐτῶν πταίσματα, διὸ ἐξέκοψε τὴν αἰτίαν καὶ τὰ κακὰ ἀπήλασεν. Ἰατρὸς ἦν ὄντως, εἰδὼς σαφῶς τὸ νόσημα τῆς πόλεως· ἐν φαρμάκῳ γὰρ τῆς νηστείας τὴν πόλιν ἐθεράπευσε, διώξας σάκκῳ καὶ σποδῷ τὴν ἁμαρτίαν ἐξ αὐτῆς. Ἰωνᾶς ὡς δικαστὴς εὐθύνας αὐτοὺς ἀπῄτει, καὶ νηστεία συνεχώρει τὰ ἁμαρτήματα αὐτῶν.

Συνήχθησαν Νινευΐται, ὅπως δυνήσονται δυσωπῆσαι τὸν Κύριον καὶ ἐκφυγεῖν τὸν θάνατον, καὶ ἔγνωσαν τὴν νηστείαν δυνατὴν εἶναι καταπαῦσαι τὴν τοῦ θανάτου ἀπόφασιν καὶ παρασχεῖν αὐτοῖς ζωήν. Ἰωνᾶς νηστεύει τοῦτο δεδοικώς, μήπως σωθῶσι δι᾽ αὐτῆς, καὶ αὐτὸς ψεύστης γίνεται· ἀλλ᾽ ἀπόφασιν τοῦ Ἰωνᾶ μετάνοια κατήργησεν. Ὅθεν καὶ Νινευΐται ὡς σοφοὶ ἐπέγνωσαν ὅτι ὁ Θεὸς ἔχει σπλάγχνα καὶ οἰκτιρμούς, καὶ τοῖς μετανοοῦσιν ὁλοψύχως ἐπικάμπτεται σπλάγχνοις. Εἶδον σκληρὸν τὸν προφήτην καὶ τὸν Θεὸν φιλάνθρωπον· καὶ τὸν σκληρὸν ἀφέντες τῷ εὐσπλάγχνῳ κατέφυγον. Ἰωνᾶς τὴν ἐλπίδα αὐτῶν ἔκοπτεν ἀπειλῶν, καὶ νηστεία ταύτην ηὔξανε καὶ ζωὴν ἐπηγγέλλετο· ὁ γὰρ στυγνάσας ἐπ᾽ αὐτοὺς πρῴην ἀὴρ ἐλαμπρύνθη τῇ ἐκείνων μετανοίᾳ καὶ τῇ πολλῇ ταπεινώσει· ἡ πόλις ἐσαλεύετο, καὶ ταύτην ἐστήριζον ἐν ἐλεημοσύνῃ αὐτῶν· βρέφη διετηρήθησαν ἐν ἀγκάλαις τῶν μητέρων, ὅτι ἐν καιρῷ πειρασμοῦ νηστεύειν ἐδιδάχθησαν.

Ἐβόησαν πρεσβῦται ἐν σάκκῳ καὶ σποδῷ, καὶ ζωὴ προσετίθετο, ὥσπερ καὶ τῷ Ἐζεκίᾳ· καὶ ὅτι ἐν κατανύξει νεανίσκοι ἐδάκρυσαν, ἐφύλαξεν αὐτοῖς ὁ Θεὸς τοὺς ἑαυτῶν στεφάνους· καὶ ὅτι στυγνότητα νύμφαι περιεβάλλοντο, εἰς τοὺς ἑαυτῶν παστοὺς πάλιν μετὰ χαρᾶς ὑπέστρεψαν. Ἐβόων δὲ καὶ τὰ ζῶα, διὰ τὸ μὴ πιεῖν ὕδωρ, καὶ ἦν πάντων φρικτὴ ἡ φωνή, τῶν τε ἀνθρώπων καὶ τῶν κτηνῶν· ἀλλ᾽ ἡ δικαιοκρισία ἤκουσε τῆς κραυγῆς αὐτῶν, καὶ ἡ χάρις εὐθέως τὴν πόλιν διέσωσεν ἐκ τῆς ἡμέρας ἧς Ἰωνᾶς αὐτὴν ἠπείλησε· διηνεκῶς γὰρ ἐνήστευον καὶ ἀπαύστως ἐδέοντο. Οὐκ ἐψύγη ὁ ὀφθαλμὸς αὐτῶν δακρύων μετανοίας, οὐκ ἐπαύθη δὲ ἡ γλῶσσα αὐτῶν αἰτουμένη τὸ ἔλεος. Οὐκ ἤκουσεν ἡ ἀκοὴ ἄλλην τινὰ ὑπόθεσιν· πάντοτε γὰρ ἠκούοντο θρῆνοι καὶ κλαυθμοὶ καὶ ὀδυρμοί. Οὐκ ἦν ἐκεῖ ὅλως ἰδεῖν τινα ἱλαρευόμενον ἢ γελῶντα ἢ παιγνιάζοντα, ὅτι πάντες ἐκόπτοντο· δάκρυα γὰρ κατέφερον ξένα τινὰ διηνεκῶς καὶ τὰς ἐλεημοσύνας. Μετανοίᾳ ἐκτήσαντο νηστείαν μετὰ τῆς καθαρότητος· σωφροσύνην ἀκωλύτως ἄνδρες ἅμα ταῖς γυναιξὶν ἐκτήσαντο.

Ἰδοῦσα δὲ ἡ τοῦ Θεοῦ χάρις ταῦτα, εὐσπλαγχνίσθη καὶ ἐδρόσισεν ἐπ᾽ αὐτοὺς δρόσον ζωῆς καὶ οἰκτιρμῶν· οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· ἀλλὰ τὴν μετάνοιαν καὶ σωτηρίαν, φιλάνθρωπος καὶ ἀγαθὸς καὶ ἐλεήμων καὶ μακρόθυμος ἀεὶ ὑπάρχων· Πατὴρ σὺν Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Μεταξὺ δὲ τῶν ὀργίλων καταλλαγὴ καὶ εἰρήνη ἐδείκνυτο· οἱ γὰρ πρεσβῦται εἰρήνευον, οἱ νεανίσκοι ἐσωφρόνουν καὶ 〈αἱ〉 παρθένοι ἡγνίζοντο· θρασεῖς πραεῖς ἐγίνοντο. Μία ἦν θέα πάντων καὶ μία παρεμβολή· καὶ ὁ βασιλεὺς καὶ ὁ δοῦλος ἀνυπόδετοι γὰρ ἦσαν. Ἴσα οὖν καὶ τὰ σῖτα ταπεινώσεως ἦν πλουσίοις καὶ πένησι, καὶ εἷς πότος ἐξ ἴσου ἦν δεσπόταις καὶ δούλοις. Ἑνὶ γὰρ ζυγῷ τῆς μετανοίας πάντες ἔτρεχον, ὅπως ἂν λάβωσι τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, καὶ ἐν μιᾷ ἐργασίᾳ ὁμογνώμως εἰργάζοντο, ὅπως καὶ μίαν ἄφεσιν παρὰ Θεοῦ κομίσονται.

Ἡ πόλις ὡς κάλαμος ἐν ἀνέμῳ ἐδονεῖτο, καὶ καθάπερ στρουθίον ὅπερ ταθῇ εἰς ἄκανθαν. Οὐχ ἡγοῦντο ἐν τῷ πρωῒ φαίνειν αὐτοῖς τὴν ἡμέραν. Εἰς τὸ στόμα τοῦ θανάτου πᾶσα ἡ πόλις ἕστηκε, καὶ εἰς πύλας τοῦ ᾅδου σαλευομένη ἔκρουεν· Ἰωνᾶς δὲ τὰς ἡμέρας καὶ τὰς νύκτας ἦν ἀριθμῶν, καὶ Νινευΐται ἠρίθμουν τὰς ἑαυτῶν ἁμαρτίας· Ἰωνᾶς ἐν τῇ καλύβῃ προσηύχετο ἀληθεῦσαι, καὶ Νινευΐται ἐν τῇ πόλει ἐδέοντο τοῦ μὴ ἀποθανεῖν. Ἐδειλία δὲ Ἰωνᾶς ἰδὼν αὐτῶν τὰ δάκρυα. Ὅθεν τὸ συμβησόμενον τῇ πόλει κατεσκόπευε. Σκιὰν εἶχε κολοκύνθης, ἧς αὐτὸς οὐκ ἐφύτευσεν, ἐκεῖνος δὲ καύματι τῆς ἡμέρας ἐφλέγετο· ἡ γὰρ καλύβη τοῦ Ἰωνᾶ κάτωθεν ἐξηράνθη, καὶ Νινευΐταις ἡ δεξιὰ τοῦ Ὑψίστου ἐπεσκίασεν.

Εἶδεν αὐτοὺς ὥσπερ ὕδωρ τρέμοντας ἀπὸ Θεοῦ. Εἶδε νήπια ἐν νηστείᾳ καὶ κλαυθμῷ ἅμα κεκραγότα. Εἶδε βρέφη δακρύοντα· μόσχους καὶ ἄρνας βοῶντας. Εἶδε σπλάγχνα τῶν μητέρων σπαραττόμενα καὶ τὸν Ὕψιστον ἱκετεύοντα. Εἶδε πρεσβύτας κλαίοντας καὶ τῷ Θεῷ προσφυγόντας, καὶ πρεσβύτας τοῦ Ἰσραὴλ ἀεὶ ἀκαταστατοῦντας. Εἶδε πάλιν τὴν Νινευὴ σφόδρα μετανοοῦσαν, καὶ τὴν Σιὼν πορνεύουσαν καὶ εἰδώλοις μαινομένην. Ἑώρα πῶς ἡ Νινευὴ ἐν μετανοίᾳ τὸν ἔλεγχον ἐπλήθυνε κατὰ τῆς Ἱερουσαλὴμ τῆς πάντοτε στασιώδους. Ἑώρακεν ἑταιρίδας σωφρονούσας τῆς Νινευή, καὶ θυγατέρας Ἰακὼβ ἐκμανῶς πορνευούσας. Εἶδε ψεύστας ἐν Νινευὴ λαλοῦντας ἀλήθειαν, καὶ ψευδοπροφήτας ἀεὶ ἐν Σιὼν δόλου μεστούς.

Ἐν Νινευὴ τὰ εἴδωλα φανερῶς συνετρίβησαν, καὶ ἐν τῇ Ἱερουσαλὴμ κρυπτῶς αὐτὰ προσεκύνουν. Ἱκανὴν πεῖραν ἔλαβεν Ἰωνᾶς ἐκ τῶν ἐθνῶν, ὅτι Μωυσῆν ἐδέξατο ὁ ἱερεὺς τῶν εἰδώλων, καὶ ἡ χήρα τὸν Ἠλίαν, 〈καὶ〉 ἀλλόφυλοι τὸν Δαυΐδ, ὅτε αὐτὸν ἐδίωξε Σαούλ, ὁ βασιλεὺς Ἰσραήλ. Εἶδεν ὥσπερ ἐκκλησίαν συναχθεῖσαν τὴν Νινευή, καὶ ἔσπευδε μήπως ψευδὲς ἔσται αὐτοῦ τὸ κήρυγμα. Τὸν τοῦ Θεοῦ ναὸν τὸν ἐν Ἱερουσαλὴμ ὄντα Ἰουδαῖοι ἐποίησαν σπήλαιον λῃστῶν, καὶ ὁ βασιλεὺς τῆς Νινευὴ τῷ Κυρίῳ προσκυνᾷ. Οἱ ζῶντες νεκροὺς κλαίουσι, Νινευΐται δὲ τοὺς ζῶντας.

Πάντες τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς συγγενέσιν αὐτῶν ἐκόπτοντο. Μέγα καὶ φοβερὸν πένθος ὑπῆρχε τότε ἐκεῖσε, καὶ πάντες ἐνόμιζον ζῶντες εἰς γῆν κατέρχεσθαι· καὶ ὅσον γὰρ ἐπληθύνοντο αἱ ὁρισθεῖσαι ἡμέραι, τοσοῦτον δάκρυα ἐπληθύνοντο ὡς λοιπὸν μὴ ὑπάρχοντες.

Ἔφθασε δὲ ἡ ἡμέρα ἐν ᾗπερ ἔμελλον καταστρέφεσθαι, εἰ μὴ μετενόησαν· καὶ ἡ πόλις ἐμεστώθη κλαυθμῶν. Τὸ χῶμα τῆς γῆς βραχέν, ὥσπερ πλήθρα ἐγένετο ἐκ τοῦ πλήθους τῶν δακρύων, ὧνπερ αὐτοὶ πικρῶς κατέφερον. Ἀνέστησαν τὰ τέκνα οἱ πατέρες αὐτῶν, ἵνα ἅμα θρηνήσωσι τὸν πικρὸν αὐτῶν θάνατον· τοὺς νυμφίους καὶ τὰς νύμφας ὀρδίνευον εἰς τὸ μέσον. Κατέμαθον οἱ πατέρες τὰ κάλλη τῶν υἱῶν αὐτῶν, καὶ ἐκ πολλῆς ἀθυμίας σκότος αὐτοῖς ἐπεχύθη. Καὶ τέλος ἡγοῦντο τὴν γῆν σείεσθαι, καὶ ὕψωσαν τὴν φωνὴν ἐν θρήνοις ἕως τῶν οὐρανῶν. Πρεσβῦται καὶ πρεσβύτιδες ἐν τοῖς τάφοις ἀπελθόντες ἔκλαιον, ὅτι ὁ θάπτων καὶ ὁ θαπτόμενος [οὐκ] ἦν ἐν αὐτοῖς. Ἕκαστος πρὸ τῶν ὀφθαλμῶν ἐθεώρει πικρὸν θάνατον, καὶ ἀφίει ὀλολυγμόν, 〈ἀγνοῶν〉 εἰς ποῖον θάνατον ἔφθασε.

Διέρρηξαν τὰς καρδίας ἀκούοντες τὴν γῆν ῥηγνύναι. Ἐξίσταντο ποίῳ τέλει ἤμελλον παραδίδοσθαι. Ἐστράφησαν αἱ ἰδέαι τῶν προσώπων πάντων, ἅμα ἐννοούντων ὅτι γῆ ἔμελλε κάτω στρέφεσθαι. Ὁ βασιλεὺς σάκκον φορῶν ἐν ὀδύναις κατεσχέθη, ἐν τῷ αὐτὸν λογίζεσθαι ὅτι αὔριον οὐκ ἔστιν. Ἅπαντες σποδὸν ἤσθιον καὶ τὸν Θεὸν ἱκέτευον· πάντες ἐν τῇ εὐχῇ αὐτῶν τὸ στόμα σποδοῦ ἐπλήρουν· πάντες τοὺς φίλους ἐκάλουν, πλησθῆναι αὐτῶν τῆς θέας, πρὶν κατελθεῖν αὐτοὺς εἰς τὸν ᾅδην.