Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν πάγκαλον Ἰωσήφ

Ἐφραίμ ὁ Σύρος

Ο πειρασμός στον οίκο του Πετεφρή και η φυλάκιση

Ο Ιωσήφ αναλαμβάνει τη διαχείριση του οίκου του Πετεφρή. Ακολουθεί η επίμονη προσπάθεια αποπλάνησής του από τη σύζυγο του κυρίου του, η σθεναρή άρνηση του Ιωσήφ, η συκοφαντία εκ μέρους της και η επακόλουθη άδικη φυλάκισή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

Οἱ δὲ Ἰσμαηλῖται λαβόντες τὸν Ἰωσήφ, ἐν σπουδῇ κατήγαγον αὐτὸν εἰς Αἴγυπτον, διαλογιζόμενοι ἅμα διὰ τὸ κάλλος αὐτοῦ χρημάτων ἐπιτυχεῖν ἐκ μεγιστᾶνός τινος. Αὐτῶν δὲ παριόντων ἐκ μέσου τῆς πόλεως, καὶ ἰδοὺ ὁ Πετεφρὴς αὐτίκα συνήντησεν αὐτοῖς, καὶ ἰδὼν τὸν Ἰωσὴφ ἐπυνθάνετο παρ᾽ αὐτῶν, λέγων· εἴπατε δή, ἔμποροι, πόθεν ὁ νεανίας; Οὐ γὰρ ἔοικεν ὑμῖν· διότι πάντες ὑμεῖς Ἰσμαηλῖται, οὗτος δὲ περικαλλής. Οἱ δὲ ἀπεκρίναντο, λέγοντες· πάνυ εὐγενέστατος καὶ πλήρης ἐπιστήμης ὑπάρχει ὁ παῖς οὗτος. Δοὺς δὲ αὐτοῖς τιμήν, ὅσην ἂν ἐβούλοντο πόθῳ, τὸν Ἰωσὴφ ὠνήσατο παρ᾽ αὐτῶν. Καὶ εἰσαγαγὼν αὐτὸν εἰς τὸν ἴδιον οἶκον, ἐπηρώτα μαθεῖν τὴν ἀνατροφὴν αὐτοῦ. Ὁ δὲ ἀληθὴς βλαστὸς τοῦ ὁσίου σπέρματος τοῦ δικαίου Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, προέκοπτεν ἀρετῇ καὶ πολλῇ καταστάσει ἐν οἰκίᾳ Πετεφρῆ, ἡμέραν καθ᾽ ἡμέραν ἀσκῶν ἐν ἀκριβείᾳ, βλέμματι καὶ ῥήματι σωφροσύνης τὸν βαθμόν, ἔχων ἀδιαλείπτως τὸν Θεὸν τὸν ἅγιον πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ, τὸν πάντα ἐφορῶντα· τὸν Θεὸν τῶν πατέρων, τὸν ῥυσάμενον αὐτὸν ἐκ λάκκου τοῦ θανάτου καὶ μίσους τῶν ἀδελφῶν. Πλὴν ἡ καρδία αὐτοῦ ἐλυπεῖτο συνεχῶς περὶ τοῦ πατρὸς αὐτοῦ, τοῦ ὁσίου Ἰακώβ.

Θεωρῶν δὲ Πετεφρὴς τὴν κατάστασιν τοῦ νεανίου, πολλήν τε ἐπιστήμην καὶ εὐγνωμοσύνην, πάντα, ἃ ἐκέκτητο, διὰ χειρῶν Ἰωσὴφ δέδωκε τοῦ παγκάλου, ὡς γνησίου υἱοῦ. Καὶ παντελῶς οὐκ ᾔδει τί ἐποίει Ἰωσὴφ ἐν πᾶσι πράγμασιν, οὔτε μέχρι ῥήματος, εἰ μὴ μόνον τὸν ἄρτον ὃν ἤσθιεν ἐν τῇ ὥρᾳ· εἶδε γὰρ τὸν Ἰωσὴφ πάνυ ὄντα πιστόν. Μάλιστα πεῖραν λαβὼν ὅτι ἐπληθύνοντο τὰ ὑπάρχοντα αὐτοῦ ἐν χειρὶ τοῦ Ἰωσήφ, καὶ χαρὰ ἦν μεγάλη παισί τε καὶ παιδίσκαις ἐν πᾶσι τοῖς ἀγαθοῖς τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ.

Ἡ δὲ δέσποινα αὐτοῦ ἰδοῦσα τὸν Ἰωσὴφ κάλλει καὶ ἐπιστήμῃ κεκοσμημένον, ἐτρώθη ἔρωτι καὶ μανίᾳ σατανικῇ, καὶ σφοδρῶς ἐπεθύμει κοιμηθῆναι μετ᾽ αὐτοῦ, καὶ τὸν σεμνὸν ἐκεῖνον καὶ πηγὴν σωφροσύνης εἰς βόθρον ἀσελγείας ἐμβαλεῖν ἐπεθύμει.

Μυρία τεχνάσματα καὶ καλλωπίσματα ποιοῦσα ἐλογίζετο ἀφειδῶς ἐργάσασθαι εἰς ἀπάτην τοῦ νέου. Ὥραν μὲν καθ᾽ ὥραν ἀλλάσσουσα τὰς ἐσθῆτας, καὶ τὴν ὄψιν στίλβουσα, καὶ χρυσὸν ἐπιτιθεῖσα, νεύμασι σατανικοῖς καὶ μειδιάμασιν αἰσχροῖς ἐδελέαζεν ἡ τάλαινα τὰ ὅσια ὄμματα τοῦ δικαίου· ὑπελάμβανε γὰρ ἐκείνη ἐν τούτοις τοῖς σχήμασι ῥᾳδίως παγιδεῦσαι τὴν ψυχὴν τοῦ ὁσίου. Ἰωσὴφ δὲ τὸν φόβον τοῦ Θεοῦ τετειχισμένος, οὔτε μέχρι νεύματος ἀπέβλεπεν εἰς αὐτήν.

Ἰδοῦσα δὲ ἐκείνη ὅτι τὰ τεχνάσματα τῶν πολλῶν καλλωπισμάτων ἤργει πρὸς τὸν δίκαιον, πλείονι καύσωνι ἐκαίετο καὶ σφοδρῶς ἐλογίζετο, μὴ εὑρίσκουσα αὐτὸν τί ἔτι ποιήσειε. Καὶ λοιπὸν ἐνεθυμεῖτο ἀναιδῶς προσκαλέσασθαι αὐτὸν εἰς ἔργον ἀτιμίας, παρατηροῦσα ἅμα ὡσεὶ ἀσπὶς μαινομένη τοῦ ἐκχέειν ἐπ᾽ αὐτὸν τὸν ἰὸν τῆς ἀσελγείας· καὶ ἀναισχύντῳ προσώπῳ ἔλεγε πρὸς τὸν ὅσιον· ὦ Ἰωσήφ, κοιμήθητι μετ᾽ ἐμοῦ, μὴ δειλανδρήσας παντελῶς· θαρσαλέως μοι πρόσελθε· ἀπολαύσω ἐγὼ τοῦ σοῦ κάλλους εἰς κόρον· κορέσθητι δὲ καὶ σὺ αὐτὸς τῆς ἐμῆς εὐμορφίας. Τῶν οἰκετῶν πάντων ἐν τῷ οἴκῳ σὺ ἔχεις ὅλην τὴν ἐξουσίαν. Ἄλλος ὅλως οὐ τολμᾷ εἰσιέναι πρὸς ἡμᾶς, οὔτε ἀκούειν τὴν ἡμῶν ἐργασίαν. Ἐὰν δὲ τὸν ἄνδρα μου φοβούμενος οὐ θέλεις, ἐγὼ αὐτὸν ἀναιρῶ, δοῦσα αὐτῷ φάρμακον. Λοιπόν, πρόσελθέ μοι, καὶ πλήρωσον τὴν ἐπιθυμίαν μου, ὅτι πάνυ φλέγομαι εἰς τὸν σὸν πόθον.

Ὁ δὲ ἀδαμάντινος λίθος, ψυχῇ καὶ σώματι, οὐχ ἡττήθη τῷ νοΐ, καὶ μάλιστα ἐν τοιαύτῃ ζάλῃ· ἀλλ᾽ ἀποκρούσας πάντα τὰ γενόμενα διὰ τὸν φόβον τοῦ Θεοῦ, [καὶ] τῇ πρεπούσῃ αὐτῷ καὶ καλῇ καταστάσει ἐπληροφόρει αὐτὴν ἐν ῥήμασι θεϊκοῖς, λέγων αὐτῇ οὕτως· ὦ γύναι, οὐκ ἔστι καλὸν τοῦτο, πρᾶξαι τὴν ἁμαρτίαν μετὰ σοῦ, τῆς δεσποίνης μου· τὸν γὰρ Θεὸν ἐγὼ φοβοῦμαι. Ἰδοὺ γὰρ ὁ κύριός μου πάντα μοι παρέδωκε τὰ ὑπάρχοντα ἐν οἰκίᾳ καὶ ἀγροῖς, καὶ οὐκ ἔστιν ἄλλο τι, ὃ οὐκ ἔστιν ὑπὸ τὴν χεῖρά μου, πλὴν γάρ σου, τῆς δεσποίνης μου. Ἄτοπόν μοι οὖν ἐστι τηλικαύτην ἀγάπην ἀθετῆσαι τοιούτου δεσπότου, μάλιστα καὶ οὕτω με ἀγαπήσαντος. Πῶς ἔχω ποιῆσαι τοιαύτην ἁμαρτίαν ἐνώπιον τοῦ Θεοῦ, ὃς ἐτάζει καρδίας καὶ νεφρούς;

Ταῦτα δὲ ἔλεγεν ὁ Ἰωσὴφ τὰ ὅσια ῥήματα καθ᾽ ὥραν πρὸς τὴν ἑαυτοῦ δέσποιναν, νουθετῶν, παρακαλῶν, ἐπιτιμῶν, ἐγκαλῶν, καὶ οὐδὲν θεϊκὸν ἐδέχετο· ἀλλ᾽ ὡς ἀσπίδος βυούσης τὰ ὦτα αὐτῆς, ἔτι περισσότερον ἐφλογίζετο, βρυούσης ἐν αὐτῇ κακῆς ἐπιθυμίας. Καθ᾽ ὥραν παρετήρει τοῦ εὑρεῖν καιρὸν ἐπιτήδειον τοῦ ἀναιδῶς βιάσασθαι τὸν σώφρονα. Θεωρῶν δὲ Ἰωσὴφ ὅτι οὕτως ἀναιδῶς τὸ γύναιον, ὡς θηρίον, ἐπέρχεται φθείρειν αὐτόν, ἀνύψωσε τὸ ὄμμα αὐτοῦ πρὸς τὸν Θεὸν τῶν πατέρων, καὶ συνεχῶς παρεκάλει τὸν Ὕψιστον, λέγων οὕτως· ὁ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ Θεός, ὁ μέγας καὶ φοβερός, ἐξελοῦ με ἐκ τοῦ θηρίου τούτου· ἰδοὺ γάρ, αὐτὸς θεωρεῖς, Δέσποτα, τὴν μανίαν τῆς γυναικός, πῶς ἐν τῷ κρυπτῷ ἀποκτεῖναί με βούλεται ἐν πράξεσιν ἀσέμνοις, ἵνα ἔσομαι ἀποθανὼν ἐν ἁμαρτίαις ἅμα σὺν αὐτῇ καὶ τελείως χωρισθῶ ἀπὸ Ἰακὼβ τοῦ πατρός μου. Ἔρρυσάς με ἀπὸ θανάτου, Δέσποτα, ἐκ παρανόμων ἀδελφῶν· ῥῦσαί με πάλιν καὶ ἐνταῦθα ἐκ θηρίου μαινομένου, ἵνα μή εἰμι τοῖς ἔργοις ἀλλότριος τῶν πατέρων μου τῶν σφοδρῶς καὶ εὐσεβῶς ἀγαπησάντων σε, Κύριε. Καὶ στενάζων ἐκ βάθους τῆς καρδίας αὐτοῦ, τὸν Ἰακὼβ πάλιν προσεκαλεῖτο, λέγων· εὖξαι αὐτός, πάτερ, ὑπὲρ τοῦ τέκνου σου Ἰωσήφ, ὅτι σφοδρὸς πόλεμος ἐπανέστη ἐπ᾽ ἐμέ, δυνάμενος χωρίσαι με ἀπὸ Θεοῦ· οὗτος πολυδυνατώτατος ὑπὲρ τὸν θάνατον, ὅν μοι οἱ ἀδελφοί μου ἐπενεγκεῖν ἐβουλεύσαντο.

Ἐκεῖνοι τὸ σῶμα ἀπέκτεινον, αὕτη τὴν ψυχὴν χωρίζει ἀπὸ Θεοῦ. Ἐγώ, πάτερ μου, ἐπίσταμαι, ὅτι αἱ εὐχαί σου ἀνέβησαν πρὸς τὸν Θεὸν τὸν ἅγιον ὑπὲρ ἐμοῦ, καὶ τούτου χάριν ἐρρύσθην ἐκ τοῦ λάκκου τοῦ θανάτου. Καὶ νῦν πάλιν δυσώπησον τὸν Ὕψιστον, ἵνα ῥυσθῶ ἐκ τοῦ θηρίου τούτου, θέλοντος τὸ τέκνον σου διαφθεῖραι· μὴ ἐχούσης δὲ τὸ αἰδεῖσθαι ἐν ὀφθαλμοῖς, μήτε πάλιν φόβον Θεοῦ ἐν καρδίᾳ. Εὖξαι, πάτερ, ἵνα μὴ καθὼς ἐστερήθην τοῦ σοῦ κόλπου σωματικῶς, καὶ τῆς ψυχῆς ἀλλότριος γένωμαι. Πρὸς ἀδελφούς μου ἀπῆλθον, καὶ ὡς θηρία γεγόνασιν· ὡς λύκοι πικρότατοι ἀπέσπασάν με ἀπὸ σοῦ, καλὲ πάτερ, καὶ εἰς Αἴγυπτον κατηνέχθην ἐν χερσὶν ἀλλοτρίων, καὶ ἰδοὺ πάλιν συνήντησεν ἄλλο θηρίον. Ἀδελφοὶ μὲν τοῦ ἀνελεῖν με ἐν τῇ ἐρήμῳ ἐβούλοντο, αὕτη δὲ πάλιν ἐν ταμείῳ σπαράξαι με παρέστηκε.

Εὖξαι, πάτερ, ἵνα μὴ ἀποθάνω ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν πατέρων μου. Ὡς δὲ λοιπὸν οὐκ ἤθελεν ὑπακοῦσαι τοῖς ῥήμασι τῆς δεσποίνης, καθ᾽ ὥραν ἐπιτρέχουσα αὐτῷ ὡς ἀσπὶς ἀναίσχυντος, ἐπετήρησεν εὐκαιρίαν ἐν θαλάμῳ αὐτὸν εὑρεῖν, καὶ οὕτω πρᾶξαι τὴν ἁμαρτίαν. Ὡς δὲ εὗρεν αὐτὸν ἐν τῇ κοίτῃ αὐτοῦ, ὡς ἤθελε, προσελθοῦσα ἀναιδῶς τοῦ σώφρονος, ἐβιάζετο αὐτὸν ἕλκουσα πρὸς ἑαυτὴν τοῦ ἐργάσασθαι τὴν ἀνομίαν. Ὁ δὲ ἰδὼν 〈τὴν〉 καθ᾽ ὑπερβολὴν ἀναίδειαν τῆς γυναικός, εἰς τὴν ἄμφοδον ἐξεπήδησε μετὰ δρόμου, καὶ καθ᾽ ὃν τρόπον ἀετός, ὅταν ἴδῃ τοὺς θηρεύοντας, εἰς τὸν οὐρανὸν ἀνυψοῖ αὐτοῦ τὰς πτέρυγας, οὕτω καὶ Ἰωσὴφ ἀπέδρασεν ἐκ τῆς θύρας, ἵνα μὴ δόλοις πληγῇ ἐν ῥήμασιν ἢ ἐν πράξεσι· καὶ ἐν χερσὶν αὐτῆς τὸ ἴδιον ἱμάτιον αὐτοῦ καταλείψας, ἔφυγε τὰς παγίδας τοῦ Διαβόλου.

Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὕτως ἔφυγεν, ἐν μεγάλῃ θυμωδείᾳ γέγονε, καὶ ἐνεθυμήθη καταπλῆξαι τὸν δίκαιον ἐν ῥήμασιν αἰσχροτάτοις, κατηγορεῖν αὐτοῦ βουλομένη ἔμπροσθεν τοῦ ἀνδρὸς αὐτῆς, ὅπως ἀκούσας ὁ ἀνὴρ αὐτῆς, τῷ θυμῷ τῆς ζηλοτυπίας ἐκκαυθείς, ἀνέλῃ τὸν Ἰωσήφ. Τοῦτο ἐνθυμουμένη καθ᾽ ἑαυτήν, ὅτι πολλῷ κρεῖττόν μοι ἐστίν, ἵνα ὁ Ἰωσὴφ ἀποθάνῃ, κἀγὼ τύχω ἀνέσεως· οὐ γὰρ φέρω καθ᾽ ὥραν θεωρεῖν ἐν τῷ οἴκῳ μου τὸ τοιοῦτον κάλλος αὐτοῦ, ἐμοῦ μὴ εὑρισκούσης ἀπολαβεῖν, φανερῶς ἢ ἐν κρυπτῷ, τοῦ κάλλους αὐτοῦ καὶ πολλῆς ἐπιστήμης. Φωνήσασα οὖν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἔφη αὐτοῖς· οἴδατε τί ἔπραξεν εἰς ἐμὲ ὁ παῖς ὁ Ἑβραῖος, ὃν ὁ ἀνήρ μου κατέστησεν ἐπὶ τῆς οἰκίας αὐτοῦ; Ἠθέλησε μετ᾽ ἐμοῦ γενέσθαι ἀναισχύντως. Οὐκ ἤρκεσεν αὐτῷ ἡ ἐξουσία τοῦ οἴκου μου, ἀλλὰ καὶ ἐμὲ ἠθέλησεν ἐκ τοῦ ἀνδρός μου χωρίσαι. Καὶ λαβοῦσα τὸν χιτῶνα τοῦ Ἰωσήφ, ἐδείκνυε τῷ ἀνδρὶ αὐτῆς, ἐγκαλοῦσα καὶ λέγουσα· ἰδοὺ εἰσήγαγες παῖδα Ἑβραῖον τοῦ ἐμπαῖξαί με καὶ ὑβρίσαι με, τὴν γυναῖκά σου. Οὐ γινώσκεις, κύριέ μου, ὅτι σώφρων εἰμί, καὶ διὰ τοῦτο ἀνήγγειλά σοι;

Καὶ ἀκούσας ταῦτα ὁ ἀνήρ, παραχρῆμα ἐπίστευσε τοῖς ῥήμασι τῆς γυναικός, ὅτι οὕτως ἐστί· καὶ εὐθέως ἐκέλευσε δοθῆναι τὸν Ἰωσὴφ ἐν τῷ οἴκῳ τῆς φυλακῆς μετὰ πολλῆς ἀσφαλείας καὶ ἀπειλῆς. Ἄνευ ἐξετάσεως δὲ καὶ ἐρεύνης εὐθὺς ἀπεφήνατο κατ᾽ αὐτοῦ τὴν ἄδικον ἀπόφασιν, λέγων· τὸν Ἰωσὴφ ἐν οἴκῳ τῆς φυλακῆς ἐμβληθῆναι κελεύω, καὶ μηδ᾽ ὅλως τυχεῖν ἀνέσεως. Ὁ δὲ Θεὸς τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἦν μετ᾽ αὐτοῦ, ὁ ἐτάζων πάντων τὰς καρδίας· καὶ δίδωσιν αὐτῷ εἰς οἰκτιρμοὺς ἐν ὀφθαλμοῖς τοῦ δεσμοφύλακος· καὶ ἀφίησιν αὐτὸν ὁ δεσμοφύλαξ ἐν ἀνέσει· οὐ γάρ ποτε ἀφίσταται ὁ Θεὸς τῶν φοβουμένων αὐτὸν ἐν ὅλῃ καρδίᾳ.