Ταῦτα δὲ ἔλεγεν ὁ Ἰωσὴφ τὰ ὅσια ῥήματα καθ᾽ ὥραν πρὸς τὴν ἑαυτοῦ δέσποιναν, νουθετῶν, παρακαλῶν, ἐπιτιμῶν, ἐγκαλῶν, καὶ οὐδὲν θεϊκὸν ἐδέχετο· ἀλλ᾽ ὡς ἀσπίδος βυούσης τὰ ὦτα αὐτῆς, ἔτι περισσότερον ἐφλογίζετο, βρυούσης ἐν αὐτῇ κακῆς ἐπιθυμίας. Καθ᾽ ὥραν παρετήρει τοῦ εὑρεῖν καιρὸν ἐπιτήδειον τοῦ ἀναιδῶς βιάσασθαι τὸν σώφρονα. Θεωρῶν δὲ Ἰωσὴφ ὅτι οὕτως ἀναιδῶς τὸ γύναιον, ὡς θηρίον, ἐπέρχεται φθείρειν αὐτόν, ἀνύψωσε τὸ ὄμμα αὐτοῦ πρὸς τὸν Θεὸν τῶν πατέρων, καὶ συνεχῶς παρεκάλει τὸν Ὕψιστον, λέγων οὕτως· ὁ τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ Θεός, ὁ μέγας καὶ φοβερός, ἐξελοῦ με ἐκ τοῦ θηρίου τούτου· ἰδοὺ γάρ, αὐτὸς θεωρεῖς, Δέσποτα, τὴν μανίαν τῆς γυναικός, πῶς ἐν τῷ κρυπτῷ ἀποκτεῖναί με βούλεται ἐν πράξεσιν ἀσέμνοις, ἵνα ἔσομαι ἀποθανὼν ἐν ἁμαρτίαις ἅμα σὺν αὐτῇ καὶ τελείως χωρισθῶ ἀπὸ Ἰακὼβ τοῦ πατρός μου. Ἔρρυσάς με ἀπὸ θανάτου, Δέσποτα, ἐκ παρανόμων ἀδελφῶν· ῥῦσαί με πάλιν καὶ ἐνταῦθα ἐκ θηρίου μαινομένου, ἵνα μή εἰμι τοῖς ἔργοις ἀλλότριος τῶν πατέρων μου τῶν σφοδρῶς καὶ εὐσεβῶς ἀγαπησάντων σε, Κύριε. Καὶ στενάζων ἐκ βάθους τῆς καρδίας αὐτοῦ, τὸν Ἰακὼβ πάλιν προσεκαλεῖτο, λέγων· εὖξαι αὐτός, πάτερ, ὑπὲρ τοῦ τέκνου σου Ἰωσήφ, ὅτι σφοδρὸς πόλεμος ἐπανέστη ἐπ᾽ ἐμέ, δυνάμενος χωρίσαι με ἀπὸ Θεοῦ· οὗτος πολυδυνατώτατος ὑπὲρ τὸν θάνατον, ὅν μοι οἱ ἀδελφοί μου ἐπενεγκεῖν ἐβουλεύσαντο.