Καὶ ταῦτα εἰπόντες ὁμοθυμαδὸν ἅπαντες ὥρμησαν πρὸς αὐτὸν εἰς τὴν ἐκκλησίαν, κράζοντες καὶ λέγοντες· δόξα τῷ ἐπουρανίῳ Θεῷ τῷ πέμψαντι τὸν δοῦλον αὐτοῦ, ἵνα ῥυσάμενος ἐκ πλάνης σώσῃ ἡμᾶς. Ὁ δὲ μακάριος θεασάμενος αὐτοὺς ἐχάρη χαρὰν μεγάλην, καὶ τὸ πρόσωπον αὐτοῦ ἐγένετο εὐθαλές, ὡς καλλίχροον ἄνθος. Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἔφη πρὸς αὐτούς· πατέρες καὶ ἀδελφοὶ καὶ τέκνα, εὐλογημένοι ὑμεῖς εἰσελθόντες ἐν ὀνόματι Κυρίου. Δεῦτε, συμφώνως δῶμεν δόξαν τῷ Θεῷ, τῷ φωτίσαντι τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, τοῦ γνῶναι αὐτόν. Καὶ λάβετε τὴν σφραγίδα τῆς ζωῆς, ἵνα καθαρισθῆτε ἀπὸ τῆς εἰδώλων ἀκαθαρσίας, καὶ πιστεύσητε ἐξ ὅλης τῆς ψυχῆς, ὅτι ἔστι Θεὸς ποιητὴς οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν ὄντων ἐν αὐτοῖς· ἄναρχος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀχώρητος, ἀναλλοίωτος, ἀτελεύτητος, φωτοδότης, φιλάνθρωπος, μέγας καὶ θαυμαστός, φοβερός τε καὶ κραταιός, χρηστός τε καὶ ἀγαθός· καὶ εἰς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, ὅστις ἐστὶ δύναμις τοῦ Πατρὸς καὶ σοφία, τῆς δόξης αὐτοῦ ἀπαύγασμα, δι᾽ οὗ τὰ πάντα ἐγένετο· καὶ εἰς τὸ ἅγιον αὐτοῦ Πνεῦμα, τὸ ὁμοούσιον καὶ συμβασιλεῦον εἰς ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας, τὸ ζωοποιοῦν τὰ πάντα· καὶ πιστεύσαντες τύχητε τῆς αἰωνίου ζωῆς.