Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν βίον τοῦ ὁσίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας

Ἐφραίμ ὁ Σύρος

Το όραμα του οσίου και η αποστολή διάσωσης στο πανδοχείο

Το αποκαλυπτικό όραμα του Αβρααμίου, η αναζήτηση της Μαρίας με στρατιωτική περιβολή, η άφιξη στο πανδοχείο και η συνάντηση μαζί της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Ἐν δὲ τῷ συμβῆναι αὐτῇ τούτῳ, εἶδεν ὁ Ὅσιος ἐν ὁράματι δράκοντα μέγαν καὶ φοβερὸν τῷ εἴδει συρίσσοντα ἐν ἰσχύϊ· ὃς ἐξελθὼν ἐκ τοῦ τόπου αὐτοῦ, ἐλθὼν ἕως τοῦ κελλίου αὐτοῦ, καὶ εὑρὼν περιστερὰν κατέπιεν αὐτήν, καὶ πάλιν ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. Ἔξυπνος δὲ γενόμενος ὁ μακάριος ἐλυπήθη σφόδρα καὶ ἔκλαυσε, λέγων· μὴ ἆρα διωγμὸν ἐγείρει ὁ Σατανᾶς κατὰ τῆς ἁγίας Ἐκκλησίας, καὶ πολλοὺς ἀποστήσῃ ἀπὸ τῆς πίστεως; Μὴ ἆρα σχίσμα γένηται καὶ αἵρεσις ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ; Εὐξάμενος δὲ τῷ Θεῷ, εἶπε· προγνῶστα φιλάνθρωπε, σὺ μόνος γινώσκεις τὸ ὅραμα τὸ μέγα τοῦτο. Πάλιν δὲ μετὰ δύο ἡμέρας εἶδεν αὐτὸν τὸν δράκοντα ἐξελθόντα ἐκ τοῦ τόπου αὐτοῦ, καὶ εἰσελθόντα εἰς τὴν κέλλαν πρὸς αὐτόν, καὶ θέντα ὑπὸ τοὺς πόδας τοῦ μακαρίου τὴν κεφαλὴν αὐτοῦ, καὶ διαρραγῆναι, καὶ εὑρεθῆναι τὴν περιστερὰν ἐκείνην ζῶσαν μὴ ἔχουσαν σπῖλον. Εὐθέως δὲ ἔξυπνος γενόμενος, ἐκάλεσε Μαρίαν ἅπαξ καὶ δίς, λέγων· ἔγειρε, τί ὤκνησας σήμερον δύο ἡμέρας ἀνοῖξαι τὸ στόμα σου πρὸς δοξολογίαν Θεοῦ; Τῆς δὲ μὴ ἀποκριθείσης, δευτέραν γὰρ ἡμέραν εἶχε μὴ ἀκούων κατὰ τὸ εἰωθὸς ψαλλούσης αὐτῆς· τότε συνῆκεν ὅτι τὸ ὅραμα, ὃ εἶδε, περὶ αὐτῆς ἐστι. Καὶ στενάξας ἔκλαυσε σφοδρῶς καὶ εἶπεν· οἴμοι, τὴν ἀμνάδα μου ὁ δεινὸς λύκος ἥρπασε, καὶ τὸ τέκνον μου αἰχμάλωτον γέγονεν.

Ὑψώσας δὲ τὴν φωνὴν αὐτοῦ, εἶπε· Σωτὴρ τοῦ κόσμου Χριστέ, ἐπίστρεψον τὴν ἀμνάδα σου Μαρίαν εἰς τὴν μάνδραν τῆς ζωῆς, ἵνα μὴ κατέλθῃ τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδου. Μὴ ὑπερίδῃς τὴν δέησίν μου, Κύριε, ἀλλὰ πέμψον τὴν χάριν σου τάχιον, ἵνα ἐκσπάσῃ αὐτὴν ἐκ στόματος τοῦ δράκοντος.

Ἐγένοντο δὲ αἱ δύο ἡμέραι, ἐν αἷς εἶδε τὸ ὅραμα, δύο ἔτη, ἃ ἐποίησεν ἔξω ἡ ἀδελφιδῆ αὐτοῦ. Διετέλει μέντοι νυκτὸς καὶ ἡμέρας παρακαλῶν τὸν Θεὸν περὶ αὐτῆς. Καὶ μετὰ δύο ἔτη ἠκούσθη αὐτῷ ποῦ ἐστι καὶ ποῦ διάγει, καὶ παρακαλέσας τινὰ τῶν γνωρίμων ἔπεμψεν ἐκεῖ, ἵνα ἀκριβῶς μάθῃ τὰ περὶ αὐτῆς, σημειώσῃ τε τὸν τόπον καὶ πῶς διάγει. Ἀπελθὼν τοίνυν ὁ ἀποσταλείς, καὶ μαθὼν ἀκριβῶς, θεασάμενός τε καὶ αὐτήν, ἐλθὼν ἀπήγγειλεν αὐτῷ πάντα, σημάνας καὶ τὸν τόπον καὶ τὴν διαγωγήν. Ὁ δὲ πεισθεὶς αὐτὴν εἶναι ἀληθῶς, εἶπεν ἐνεχθῆναι ἐσθῆτα στρατιωτικὴν καὶ ἵππον. Καὶ ἀνοίξας τὴν θύραν τοῦ κελλίου ἐξῆλθεν· ἐνδυσάμενός τε τὸ στρατιωτικὸν σχῆμα, καὶ καμηλαύκιον βαθὺ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, κατακαλύπτον τὸ πρόσωπον αὐτοῦ, ἔλαβε καὶ νόμισμα ἓν μεθ᾽ ἑαυτοῦ, καὶ καθίσας ἐπὶ τοῦ ἵππου ἀπῄει. Ὥσπερ δέ τις κατάσκοπος, βουλόμενος κατασκοπῆσαι πόλιν ἢ πατρίδα, τῶν ἐκεῖ οἰκούντων φέρει τὸ σχῆμα πρὸς τὸ λαθεῖν τοὺς οἰκήτορας, οὕτω καὶ ὁ μακάριος Ἀβραάμιος ἐν σχήματι ἀλλοτρίῳ ἐπεδήμησεν, ἵνα τὸν Ἐχθρὸν τροπώσηται.

Ὄντως θαυμάσαι ἄξιον τὸν θαυμαστὸν τοῦτον δεύτερον Ἀβραάμ. Ὁ μὲν γὰρ πρῶτος ἐξελθὼν εἰς τὸν πόλεμον τῶν βασιλέων καὶ πατάξας αὐτούς, ἀπέστρεψε Λὼτ τὸν ἀνεψιὸν αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος οὗτος Ἀβραάμ, ἐξελθὼν εἰς πόλεμον κατὰ τοῦ Διαβόλου καὶ νικήσας αὐτόν, ἀπέστρεψε τὴν ἀνεψιὰν αὐτοῦ.

Παραγενόμενος τοίνυν εἰς τὸν τόπον, καὶ εἰσελθὼν εἰς τὸ πανδοχεῖον, καὶ καταλύσας, περιεβλέπετο ὦδε κἀκεῖ τοῦ ἰδεῖν αὐτήν. Εἶτα παρελθούσης ὥρας πολλῆς, καὶ μὴ θεασάμενος αὐτήν, ὑπομειδιάσας εἶπε τῷ πανδοχεῖ· φίλε, ἤκουσα ὅτι ἔχεις ὧδε κόρην καλήν, καὶ ἡδέως αὐτὴν ἑώρων. Ὁ δὲ πάνδοξ ἰδὼν τὴν ἡλικίαν τῆς πολιᾶς αὐτοῦ, κατέγνω αὐτοῦ. Εἶτα ἀποκριθεὶς εἶπεν· ἔστι καὶ πάνυ ὡραία. Ἦν δὲ ἡ Μαρία ὑπὲρ φύσιν περικαλλής. Ἔφη δὲ πρὸς αὐτὸν ὁ μακάριος· καὶ τίς καλεῖται; Ὁ δὲ λέγει αὐτῷ· Μαρία. Τότε φαιδρῷ τῷ προσώπῳ λέγει πρὸς αὐτόν· κάλεσον αὐτήν, ὅπως εὐφρανθῶμεν μετ᾽ αὐτῆς σήμερον· πάνυ γὰρ ἀπὸ τῆς ἀκοῆς ἠράσθην αὐτῆς.

Ἡ δὲ κληθεῖσα ἦλθε πρὸς αὐτόν· καὶ ὡς εἶδεν αὐτὴν εἰς τὸν καλλωπισμὸν ἐκεῖνον καὶ τὸ πορνικὸν σχῆμα, σχεδὸν ὅλον αὐτοῦ τὸ σῶμα καὶ πᾶσα ἡ ὑπόστασις δάκρυον ἐγένετο· ἀλλὰ τῇ φιλοσοφίᾳ καὶ τῇ ἐγκρατείᾳ, ὥσπερ ἐν ἀδύτοις, κατέστειλεν ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, ὑπὲρ τοῦ μὴ νοήσασαν αὐτὴν ἀποφυγεῖν.

Καθημένων δὲ αὐτῶν καὶ πινόντων, ἤρξατο προσλαλεῖν αὐτῇ ὁ μακάριος, ὡσανεὶ ἐραστὴς ἀπαύστῳ πυρὶ φλογιζόμενός τις. Ὥσπερ οὗτος ὁ μακάριος κραταιῶς τῷ Διαβόλῳ ἀνταγωνισάμενος καὶ λαβὼν τὴν αἰχμάλωτον, ἀποκατέστησεν εἰς τὴν τοῦ Χριστοῦ παστάδα. Τοῦ δὲ μακαρίου προσλαλοῦντος, ἐξαναστᾶσα καὶ περιλαβοῦσα κατεφίλει τὸν τράχηλον αὐτοῦ. Καταφιλοῦσα δὲ αὐτὸν ὠσφράνθη τῶν χρωτῶν τῆς ἀγγελικῆς αὐτοῦ πολιτείας, καὶ ἐμνήσθη παραχρῆμα τῆς ἀσκήσεως αὐτῆς, καὶ στενάξασα εἶπεν· ἀβάλα μόνῃ!

Ὁ δὲ πανδοχεὺς ἐκπλαγεὶς ἔφη πρὸς αὐτήν· κυρία Μαρία, διετῆ χρόνον ἔχεις καὶ οὐδέποτέ σου ἤκουσα στεναγμόν, ἢ λόγον τοιοῦτον. Νῦν οὖν τί σοι γέγονεν; Ἡ δὲ ἔφη· εἴθε ἀπέθανον πρὸ τριῶν ἐτῶν, καὶ μακαρία ἤμην. Καὶ εὐθέως ὁ μακάριος, ἵνα μὴ ὑπολάβῃ αὐστηρῶς, λέγει πρὸς αὐτήν· νῦν ἐπὶ ἐμοῦ ἐμνήσθης τῶν ἁμαρτιῶν σου;

Ἆρα οὐκ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς, φαίνεται ἡ ἰδέα αὐτοῦ ὡς ἡ ἰδέα τοῦ θείου μου; Ἀλλ᾽ ὁ μόνος φιλάνθρωπος καὶ πάνσοφος Θεὸς οὕτως ᾠκονόμησε τοῦ μὴ ἐπιγνῶναι αὐτὸν καὶ φοβηθεῖσαν ἀποδρᾶσαι. Ὁ δὲ εὐθέως ἐκβαλὼν τὸ νόμισμα, δίδωσιν αὐτὸ τῷ πανδοχεῖ, καὶ λέγει αὐτῷ· ποίησον ἡμῖν δεῖπνον καλόν, ἵνα εὐφρανθῶμεν σήμερον μετὰ τῆς κόρης ταύτης· μηκόθεν γὰρ δι᾽ αὐτὴν ἔρχομαι.

Ὢ σοφία ὄντως κατὰ Θεόν! Ὢ σύνεσις πνευματική! Ὢ πανουργία καὶ πτερνισμὸς Διαβόλου καὶ ἱλασμὸς ψυχῆς! Ὢ σοφία, δηλητήριον Δράκοντος, καὶ ψυχῆς φωτιστήριον! Ὁ ἐν τοῖς πεντήκοντα ἔτεσι τῆς ἀσκήσεως ἄρτου μὴ γευσάμενος, κρεῶν μετέλαβεν, ἵνα τὴν ὑπὸ τοῦ Διαβόλου ἀγρευθεῖσαν ψυχὴν ἀνακαλέσηται. Ὁ χορὸς τῶν ἁγίων Ἀγγέλων ἐν τῷ οὐρανῷ ἐξέστη περὶ τούτου τοῦ μακαρίου τῆς ἀδιαφορίας, μᾶλλον δὲ μεγαλοψυχίας καὶ δραματουργίας, πῶς προθύμως καὶ ἀδιακρίτως ἤσθιε καὶ ἔπινεν, ἐπιλέγων καὶ αὐτὸς τὸ ἐν Εὐαγγελίοις· σήμερον δεῖ εὐφρανθῆναι καὶ χαρῆναι, ὅτι ἡ θυγάτηρ μου αὕτη νεκρὰ ἦν, καὶ ἀνέζησε· καὶ ἀπολωλυῖα, καὶ εὑρέθη.

Ὢ σοφία τῶν σοφῶν καὶ σύνεσις τῶν συνετῶν! Ὢ παραδόξου πράγματος ἀξία, ἡ θαυμαστὴ ἀδιαφορία, ἡ ἀνωτέρα πάσης ἀκριβοῦς διακρίσεως, δι᾽ ἧς ἐκ τῶν ἰοβόλων τοῦ Δράκοντος ὀδόντων ἁρπάσας ἔσωσε ψυχήν. Μετὰ δὲ τὸ εὐφρανθῆναι αὐτούς, εἶπεν ἡ κόρη· ἀναστάς, κύρι, εἰσελθόντες καθευδήσωμεν. Ὁ δὲ εἶπεν· εἰσέλθωμεν. Εἰσελθόντων δὲ αὐτῶν, ὁρᾷ κλίνην ὑψηλῶς ἐστρωμένην, καὶ ἀνελθὼν προθύμως ἐκάθισεν ἐπ᾽ αὐτῆς.

Πῶς σε καλέσω, ἢ πῶς σε ὀνομάσω, ὧ τέλειε τοῦ Χριστοῦ ἄνθρωπε, οὐκ οἶδα! Ἐγκρατῆ εἴπω σε, ἢ ἀδιάφορον; Σοφόν, ἢ ἄσοφον; Διακριτικόν, ἢ ἀδιάκριτον; Ὁ εἰς πεντήκοντα ἔτη χρόνον τῆς ἀσκήσεως αὐτοῦ ἑνὶ ψιαθίῳ καθευδήσας, μεθ᾽ οἵας προθυμίας ἐκάθισας ἐπὶ κλίνης; Πάντα ταῦτα ἐποίησας εἰς δόξαν Χριστοῦ καὶ ἔπαινον τῆς θεοτιμήτου σου πολιτείας. Μονὰς ἐβάδισας, κρεῶν μετέλαβες, οἶνον ἔπιες καὶ εἰς πανδοχεῖον κατήχθης, ἵνα σώσῃς ψυχὴν ἀπολλυμένην. Ἡμεῖς δὲ ὀλιγόψυχοι ὄντες, εἰς διάκρισιν ἄκαιρον ἐρχόμεθα, κἂν λόγον ὠφέλιμον λαλῆσαι τῷ πλησίον.