Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους
Η έξοδος της ψυχής και η εναέρια πορεία
Η εμφάνιση των αγγέλων κατά την τελευτή, ο στοχασμός επί της ματαιότητας της ανθρώπινης ισχύος και η εξέταση της ψυχής από τις εναέριες δυνάμεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η έξοδος της ψυχής και η εναέρια πορεία
Η εμφάνιση των αγγέλων κατά την τελευτή, ο στοχασμός επί της ματαιότητας της ανθρώπινης ισχύος και η εξέταση της ψυχής από τις εναέριες δυνάμεις.
Ταῦτα πολλάκις τοῦ τελευτῶντος πρὸς ἡμᾶς τοὺς παρόντας διαλεγομένου, ἐξαίφνης δεσμεῖται ἡ γλῶσσα, ἀλλοιοῦνται οἱ ὀφθαλμοί, ἀναπολεῖ ὁ νοῦς, σιγᾷ τὸ στόμα, κωλύεται ἡ φωνή· ἡνίκα αἱ δεσποτικαὶ δυνάμεις παραγένωνται, ἡνίκα αἱ φοβεραὶ στρατιαὶ καταλάβωσι· ὅτε οἱ θεῖοι ἐκσπηλευταὶ καλοῦσι τὴν ψυχὴν ἐκ τοῦ σώματος ἀποδημῆσαι, ὅτε ἀπαραίτητοι εἰς δικαστήριον ἡμᾶς ἕλκοντες ἀποφέρουσιν.
Οὓς θεασάμενος ὁ ταλαίπωρος ἄνθρωπος, κἂν βασιλεύς ἐστι, κἂν δυνάστης, κἂν τύραννος, κἂν κοσμοκράτωρ, ὅλος δονεῖται ὡς ὑπὸ σεισμοῦ, ὅλος τρέμει ὡς φύλλον ὑπὸ ἀνέμου σαλευόμενον, ὅλος ταράττεται ὡς στρουθίον ὑπὸ θηρευτοῦ· ὅλος θαμβοῦται καὶ ἐξίσταται ὁρῶν δυνάμεις φοβεράς, ὁρῶν μορφὰς ξένας καὶ κραταιάς, ὁρῶν σχήματα φοβερά, ὁρῶν πρόσωπα ἀπηνῆ καὶ αὐστηρά, ὁρῶν τάξιν, ἣν οὐδέποτε ἐθεάσατο· καὶ πρὸς αὐτὸν ἐννοῶν καὶ λέγων· εὐλογητὸς ὁ μόνος ἀθάνατος, ὁ μόνος Βασιλεὺς αἰώνιος.
Τί ἐστι πρὸς ταῦτα βασιλεία ἐπίγειος; Τί ἐστιν ἡ ἀρχὴ τῶν ἀνθρώπων ἡ πρόσκαιρος; Τί ἐστιν ἡ ἐξουσία ἡμῶν ἡ μάταιος καὶ ἀπάνθρωπος; Ἰδοὺ ἀληθῶς στρατιαὶ οὐράνιαι! Ἰδοὺ ἐξουσία ἐξουσιῶν αἰώνιος! Ἰδοὺ μορφαὶ φοβεραὶ τοῦ μόνου φοβεροῦ!
Ἰδοὺ ὑπουργοὶ κραταιοὶ τοῦ μόνου κραταιοῦ! Ἰδοὺ δυνάσται τοῦ μόνου δυνάστου! Ἰδοὺ ἰσχυροὶ Θεοῦ ἰσχυροῦ! Ἰδοὺ μορφαὶ φοβεραὶ καὶ φρικταί! Ταῦτα τότε 〈ὁ〉 ἀπαγόμενος μόνος ὁρᾷ, ἡμᾶς δὲ οὐκέτι καθορᾷ, ἀλλὰ πρὸς τὰς καλούσας δυνάμεις θαμβηθεὶς ἐξίσταται. Ἴσως δὲ καί τινας δεήσεις πρὸς αὐτόν, ἃς ποιεῖται, ψιθυρίζων, καθὼς γλῶσσα δύναται, ἐξ ὧν τῶν ῥημάτων καὶ σχημάτων οἱ παρόντες πολλάκις καὶ ἀκούομεν καὶ νοοῦμεν, ὅτι τὰς δεσποτικὰς δυνάμεις ἐθεάσατο· καὶ πάντες σύντρομοι γενόμενοι φρίττομεν, καὶ πρὸς ἀλλήλους διανεύομεν, λέγοντες· ἡσυχάσατε δή, καὶ τῷ κειμένῳ λοιπὸν μὴ ἐνοχλήσητε, καὶ τὸν θόρυβον λύσατε. Σιωπήσατε, καὶ πρὸς αὐτὸν λοιπὸν μὴ λαλήσητε, μὴ κράξητε, ἵνα μὴ αὐτὸν ταράξητε, ἵνα μὴ αὐτὸν θορυβήσητε. Προσεύξασθε, ἵνα μετ᾽ εἰρήνης ἡ ψυχὴ ἐξέλθῃ. Δεήθητε, ἵνα τόπον ἀνέσεως λάβῃ. Προσπέσατε, ἵνα φιλανθρώπους Ἀγγέλους σχῇ. Προσπέσατε, ἵνα εὐμενῆ τὸν Δικαστὴν εὕρῃ. Εὐωδίαν θυμιάσατε, τὴν γὰρ ἀγγελικὴν παρουσίαν ἐθεάσατο. Προσεύξασθε, εἰς γὰρ ἀγῶνα μέγαν νῦν παράκειται.
Σκοπήσατε τὸ αὐτὸ καὶ ὑμεῖς 〈παθεῖν ἔχετε〉. Προσεύξασθε. Ἐμβλέψατε καὶ τὸ μυστήριον τοῦτο μὴ λάθητε. Ἀτενίσατε, καὶ τῆς ὥρας ταύτης φροντίσατε. Τί γάρ ἐστιν ἄνθρωπος; Οὐδέν. Τί ἄνθρωπος; Σκώληξ. Τί ἄνθρωπος; Τέφρα. Τί ἄνθρωπος;
Ὄναρ. Τί ἄνθρωπος; Σκιά. Ἤδη διέβη· ἤδη παρῆλθεν· ἤδη ἠρέμησεν· ἤδη κατέπαυσεν· ἤδη ἡσύχασεν· ἤδη ἔπαυσεν. Ἐκεῖνος ὁ πολὺς καὶ ἀήττητος λέων, ὁ τύραννος ὁ κραταιός, ὁ δυνάστης ὁ ὑψηλός, ὁ πᾶσι φοβερός, κεῖται προβάτου πραΰτερος.
Ἀπῆλθε, παρῆλθεν ὁ φανεὶς 〈ὡς μὴ φανείς〉, ὁ τεχθεὶς ὡς μὴ τεχθείς. Ὁ πολὺς ὑπὲρ πολλοὺς γέγονεν ὡς οὐδείς· ὁ κρατῶν κεκράτηται· ὁ δεσμῶν δεσμεῖται. Καὶ ἰδοὺ ἀπάγεται ἔνθα ἀπάγουσιν οἱ ἀπάγοντες. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε παρῆλθον παραλαβόντες οἱ θεῖοι ἐκσπηλευταὶ τὴν ψυχήν, διὰ τοῦ ἀέρος ἀνέρχονται, ἐν ᾧ ἵστανται αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καὶ οἱ κοσμοκράτορες τῶν ἐναντίων δυνάμεων, οἱ πικροὶ ἡμῶν κατήγοροι, οἱ δεινοὶ τελῶναι καὶ λογοθέται καὶ φορολόγοι, συναντῶντες, λογοθετοῦντες, ἐξερυνῶντες, προσφέροντες τὰ τοῦ ἀνθρώπου ἁμαρτήματα καὶ χειρόγραφα, τὰ ἐν νεότητι, τὰ ἐν τῷ γήρει, τὰ ἑκούσια, τὰ ἀκούσια, τὰ δι᾽ ἔργων, τὰ διὰ λόγων, τὰ δι᾽ ἐνθυμήσεων. Πολὺς ὁ φόβος ἐκεῖ· πολὺς τῆς ἀθλίας ψυχῆς ὁ τρόμος. Ἀδιήγητος ἡ ἀνάγκη, ἣν ὑφίσταται τότε ὑπὸ τοῦ ἀναριθμήτου πλήθους τῶν μυριάδων ἐχθρῶν αὐτῆς συκοφαντουμένη, ἵνα μὴ πρὸς οὐρανὸν ἀνέλθῃ, ἵνα μὴ [τῶν ζώντων] τὸ φῶς οἰκήσῃ, ἵνα μὴ ἐν χώρᾳ ζώντων εἰσέλθῃ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.