Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς μάρτυρας
Η καρτερία και η πίστη των Μαρτύρων
Περιγράφεται η αφοβία και η σταθερή ομολογία των αθλητών μπροστά στα φρικτά μαρτύρια, καθώς και ο θαυμασμός για την ακλόνητη πίστη τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η καρτερία και η πίστη των Μαρτύρων
Περιγράφεται η αφοβία και η σταθερή ομολογία των αθλητών μπροστά στα φρικτά μαρτύρια, καθώς και ο θαυμασμός για την ακλόνητη πίστη τους.
Ἐν καιρῷ οὖν τοῦ ἀγῶνος εἱστήκεισαν οἱ γενναῖοι καὶ ἅγιοι τῇ προθέσει, ὑπομένοντες πάντα τὰ βασανιστήρια μετὰ χαρᾶς μεγάλης ὑπὲρ τοῦ ὀνόματος τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τοῦ κόσμου.
Πῶς οὖν οὐκ εἰσὶ γενναῖοι οὗτοι οἱ μακάριοι, ὁρῶντες τοῖς ὀφθαλμοῖς φρικτὰ κολαστήρια προκείμενα κατ᾽ αὐτῶν καὶ πυρὰν καιομένην, τήγανα καὶ λέβητας πεμπομένους οἷον στραγῶνας, οἳ καὶ ἐξηκόντιζον ἐκ πίσσης καὶ στέατος; Πάλιν δὲ ἐθεώρουν τοὺς τροχοὺς μετὰ τρισμοῦ ἐν βίᾳ στρεφομένους ἐν πυρὶ καιομένῳ, καὶ ἔτι ἀρθρέμβολα πυρούμενα ἐν πυρί, καὶ περιστῆρας καὶ βασάνους καὶ τρυπανιστήρια, πέδας καὶ ἁλύσεις, καὶ ἅπαξ πᾶσαν τέχνην, ὅσην ὁ ἐχθρὸς πάσης τῆς ἀληθείας εὗρε κατὰ τῶν ὁμολογούντων τὸ ὄνομα τοῦ Σωτῆρος. Προσέθηκεν ἅπαντα ἔμπροσθεν τῶν Μαρτύρων, εἰς φόβον καὶ δειλίαν ἐμβαλεῖν τοὺς ἁγίους, ὅπως ἀπὸ τῆς θέας χαλινωθῇ ἡ γλῶττα ἐκ τῆς ὁμολογίας τῆς εἰς Χριστὸν Ἰησοῦν.
Τί δὲ οἱ φιλόθεοι καὶ τέλειοι ἀθληταὶ πρὸς τὸ θέαμα τοῦτο τῶν πολλῶν κολάσεων κειμένων πρὸ ὀφθαλμῶν; Προθυμίαν λαβόντες κατὰ τούτων ἁπάντων, ἐν πολλῇ παρρησίᾳ, ἀφόβως 〈καὶ〉 ἀδιστάκτως τὸν Χριστὸν ὡμολόγουν ἔμπροσθεν τοῦ βήματος ἀρχόντων καὶ δικαστῶν. Οὐ πυρὸς συριγμός, οὐ τηγάνων βράσματα, οὐ λεβήτων κοχλάσματα, οὐ τροχῶν περιστροφαί, οὔτε μὴν ἀρθρέμβολα, οὐ περιστήρων ὀδόντες, οὐ τρυπανιστηρίων ἡ ὀξύτης ἡ πολλή, οὐ πέδων τὰ σφίγματα, οὐχ ἁλύσεων βάρος, οὐ τυράννων ἀπειλή, οὐκ ἀρχόντων βρυγμός, οὔτε ἅπασα τέχνη τοῦ μισοκάλου Ἐχθροῦ καὶ τῶν ὑπουργῶν αὐτοῦ, ἐφόβησε τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ ἀπαρνήσασθαι αὐτόν, τὸν Θεὸν καὶ Σωτῆρα· ἀλλὰ μετὰ πίστεως κατεπάτουν ἅπαντα τὰ μηχανήματα τοῦ Ἐχθροῦ, μὴ ἐγγισάσης αὐτοῖς παντελῶς τῆς δειλίας.
Εἶδες γενναιότητα οἰκετῶν φιλοθέων; Εἶδες γαυρίαμα ἀθλητῶν φιλοχρίστων; Εἶδες τὴν προθυμίαν τῶν ποθούντων βασιλείαν τοῦ Θεοῦ τοῦ ὑψίστου; Εἶδες πίστιν τελείαν πιστῶν ὄντων τελείων; Εἶδες ἀγάπην Θεοῦ· πῶς κατεφρόνουν πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς, ἵνα ἴδωσι Θεὸν ὄντα, ὃν ἠγάπησαν; Εἶδες πόθον τοῦ Χριστοῦ· πῶς ὑψοῖ ἀπὸ τῆς γῆς τοὺς θέλοντας ὑψωθῆναι; Εἶδες τὸν παράδεισον ποθοῦντα στεφανίτας θεάσασθαι ἐν αὐτῷ, χαιρομένους ἐν φωτί;
Πρόσελθε, κατάμαθε, ἀδελφέ μου γνήσιε, ἔγγονον τῶν Μαρτύρων, ἐν ὀφθαλμοῖς καρδίας, ὑπερβολὴν πίστεως τελείων ἀθλητῶν καὶ τὸν ἀμετάθετον λογισμὸν τὸν εὐσεβῆ, πῶς οὐκ ἴσχυσε βία τῶν βασάνων τῶν δικαίων χαυνῶσαι τὸν λογισμὸν καὶ τὴν ἀγάπην αὐτῶν, ἣν εἶχον πρὸς τὸν Θεόν, ἀλλὰ αἰκιζόμενοι μετὰ χαρᾶς μεγάλης ἐδέχοντο τὰς πληγάς, ὥσπερ μεγίστην τρυφήν, καὶ ἱλαρῷ προσώπῳ ηὐχαρίστουν τῷ Θεῷ, ὅτι ἠξιώθησαν τοῦ παθεῖν ὑπὲρ αὐτοῦ.
Πῶς ὑμᾶς ἐπαινέσω, χριστοφόροι τέλειοι; Ἢ πῶς ὑμᾶς καλέσω, ἔνδοξοι μακάριοι; Τίς ἄρα δυνηθείη ἐξειπεῖν τὸν ἔπαινον τῆς ἡμετέρας πίστεως; Ἐξέστη ἡ σοφία τῶν ῥητόρων καὶ τῶν σοφῶν, ὁρώντων παράδοξα εἰς τοὺς δούλους τοῦ Χριστοῦ.
Ἐξέλιπον ῥήματα τυράννων καὶ δικαστῶν, βλεπόντων προθυμίαν τῶν ἁγίων μαρτύρων, καὶ πολλὴν ὑπομονὴν τῶν ἁγίων ἀθλητῶν· ὡς γὰρ ἐβασάνιζον ὑπηρέται ἄνομοι τὰς σάρκας τῶν ὁσίων, οὐκ εἶδον λυπουμένους καὶ σκυθρωπάζοντας, ὡς ὄντας ἐν βασάνοις, ἀλλὰ ἐν χαρᾷ πολλῇ ἔβλεπον τοὺς ἁγίους· ἀναπαυόμενοι γὰρ καὶ ἀγαλλιώμενοι ἦσαν ἐν ταῖς βασάνοις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.