Πρὸς ταῦτα τί ἐρῶ ὁ τάλας ἐγώ, ὁ πονηρὸς καὶ ἁμαρτωλὸς καὶ βέβηλος; Τότε μάρτυρες μὲν δείξουσι τὰς πληγὰς αὐτῶν, τὰς στρεβλώσεις, τῶν μελῶν τὰς ἐκκοπὰς καὶ τὴν εἰς τέλος καρτερίαν αὐτῶν· ἀσκηταὶ δὲ δείξουσι τὴν ἄσκησιν αὐτῶν, τὴν ἐπιτεταμένην νηστείαν, τὴν ἀγρυπνίαν, τὴν ἀκτημοσύνην, τὰ δάκρυα καὶ τὴν εἰς τέλος ὑπομονὴν αὐτῶν. Ἐγὼ δὲ ὁ ῥᾴθυμος, ὁ ἁμαρτωλός, ὁ ὑπεύθυνος, τί ἔχω δεῖξαι, εἰ μὴ τὸν καρπὸν τῆς αἰσχύνης, γαστριμαργίαν, φιληδονίαν, πολυυπνίαν, πολυκτημοσύνην, ἀνυπομονησίαν, κενοδοξίαν, ἀμέλειαν; Εἰ οὖν λόγον ἀπαιτήσεις με, Κύριε, περὶ τοῦ δοθέντος μοι πρὸς μετάνοιαν καιροῦ, ἕνεκεν τῆς ἀμελείας μου, ποίαν δώσω ἀπολογίαν; Εἰ δὲ καὶ ἕως ἀργοῦ λόγου, ὡς γέγραπται, καὶ πονηρῶν λογισμῶν καὶ ἐνθυμήσεων ἐξετασθήσομαι, ποῖός με τότε φόβος καὶ κλόνος τὸν δείλαιον λήψεται, ποία με δὲ μετὰ ταῦτα βάσανος διαδέξεται;